Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΙΖ΄

Η προετοιμασία του Πάσχα και η ετοιμασία του καταλύματος. Το μυστήριο της Ενανθρωπήσεως, η φλεγομένη βάτος ως προτύπωση της σαρκώσεως και η βασιλεία του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 16 από 29

ΛΟΓΟΣ ΙΖʹ Προθεωρία. Τὰ συνήθη καὶ νῦν ἀναγνωσόμεθα, καὶ λόγοις ἡμᾶς ἐκκλησιαστικοῖς ἑστιάσομεν, πρόσκλησιν ὥσπερ τινὰ χρῆμα ποιούμενοι τοῦ δεῖν ἑλέσθαι, καὶ ὀρθῇ διαπρέπειν πίστει, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀγαπῆσαι ζωήν.

αʹ. Οἱ τὴν εὐφυᾶ καὶ ἀπόλεκτον, καὶ τοῖς θείοις συμβαίνουσαν νόμοις ἐπησκηκότες ζωὴν, καὶ πρός γε τοῦτο διάττειν οὐκ ἀγενῶς προθυμούμενοι, ὄκνου μὲν ἀμείνους εἶεν ἂν, οἶμαι, παντὸς, ἀεί τε τὸ ἐμποδὼν ῥιπτοῦντες ὡς ἀπωτάτω, τῶν ἐν χερσὶ σπουδασμάτων τὸ πέρας τῆς προυργιαιτάτης φροντίδος ἀξιοῦν ἐγνώκασι. Φαίην δ᾽ ἂν ὅτι δεήσει πρὸς τοῦτο καὶ ὡς πλείστης οὔσης τῆς νουθεσίας αὐτοῖς, καὶ τοῦ καταθήγειν εἰδότος εἰς ἀκμαιοτέραν σπουδήν· καθάπερ ἀμέλει καὶ τοῖς παλαίειν εἰωθόσι τῶν νέων, τῆς τοῦ παιδοτρίβου φωνῆς, διανιστάντος ἀεὶ πρὸς τὸ τληπαθὲς, καὶ τῆς τοῦ νικᾷν ἐφίεσθαι δόξης μονονουχὶ καὶ ἐπαναγκάζοντος. Ἀφῖγμαι δὴ οὖν εἰς μέσον καὶ αὐτὸς ἐγὼ, τοῖς τῶν ἀγαθῶν αὐχημάτων ἐρασταῖς τῇ τοῦ Ψάλλοντος λύρᾳ συγκεκραγώς· «Ἀνδριζέσθω, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ θεσπέσιος Δαβίδ· «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.»

Δεῖν δὲ δὴ οἶμαι πρὸς ὑμᾶς τοὺς τῆς παρακλήσεως ποιεῖσθαι λόγους, ὀλίγα πεφροντικότας τοῦ μὴ ἐπαξίως δύνασθαί τι τῶν προκειμένων εἰπεῖν, ἤγουν διά τοι τὸ τῆς τινων εὐγλωττίας ἰέναι κατόπιν, ἐννοηκότας δὲ μᾶλλον ἐκεῖνο σοφῶς, ὡς πολὺ δή τι τὸ ἄμεινον, οἷς ἄν τις ἔχοι καὶ δύναται τοὺς γνωρίμους ἑστιᾷν, καὶ εἰσοικίζεσθαι τοὺς ἐπιτηδείους, ἢ τὸν ἀπηνῆ καὶ κακόδοξον ἀνθελέσθαι βίον, αἰδοῖ τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ἡττῆσθαι φιλοτιμίας. Θαῤῥεῖν δὲ, οἶμαι, καὶ ἑτέρως τὸν ἀγῶνα περίεστιν ἐκεῖνο διεσκεμμένῳ. Διαμεμνήσομαι γὰρ τοῦ πάντων κρατοῦντος Θεοῦ, τῷ παναρίστῳ λέγοντος Μωσεῖ· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν; βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.» Σκιὰ μὲν οὖν καὶ τύποι τὸ ἀρχαῖον ἐκεῖνο χρησμῴδημα, καὶ εἰ λελάχηται δι᾽ ἀγγέλων μεσολαβοῦντος Μωσέως.

Ἀμοιρήσει δ᾽ ἂν οὔ τί που τῶν ὑπὲρ αἴσθησιν ἐννοιῶν, εἰ λεπτοῖς αὐτό τις καταθρήσειεν ὀφθαλμοῖς, καὶ τῶν τοῦ γράμματος κατασκιασμάτων ἀλογεῖν εἰθισμένος, τὸν ἐν βάθει τε καὶ ἐσωτάτῳ κατασκέπτοιτο νοῦν. Προτέταχε τοίνυν ὁ νόμος καταγεραίρεσθαι δεῖν τὸν τῶν ὅλων Θεὸν κατὰ πολλοὺς μὲν τρόπους· προσετίθει ὅτι καὶ τρυγῶνας αὐτῷ καθιεροῦν ἀναγκαῖον. Καί τοι, μυρίαι δὲ ὅσαι κατὰ τὸν κόσμον αἱ τῶν ὀρνίθων ἀγέλαι, ὧν εἰσιν οἱ μὲν τὴν ἄνω πτῆσιν νόμῳ φύσεως ἐκτετιμηκότες· οἱ δὲ πρὸς τοῦτο καὶ ὑγροί. Μέγεθος δὲ καὶ σχῆμα καὶ κάλλος οὐχ ἓν αὐτοῖς. Γράφει δὲ ἄλλον ἄλλως ἡ φύσις, καὶ ταῖς τοῦ πεποιηκότος τέχναις εἰς εὐανθῆ χρωμάτων ἰδέαν τὸ γένος αὐτοῖς κατευρύνεται. Εἶτα τί δή ποτε, φαίη τις ἂν, παρεὶς ὁ νόμος ἐκεῖνα, καὶ τὰ πάντων ἄριστα παραδραμὼν, μονονουχὶ ταῖς ἀνωτάτω τιμαῖς τὴν τρυγῶνα στεφανοῖ, ποιεῖσθαι προστεταχὼς ἱερὸν αὐτὴν τῷ Θεῷ ἀνάθημα; Τί τὸ αἴτημα, καὶ τί τὸ σοφὸν τοῦ νόμου; Ἀποδέχεται τὸν λόγον, ὡς Λόγου Πατὴρ, ὁ παντὸς ἐπέκεινα νοῦ, φημὶ δὴ Θεός· καὶ τὰ τῶν στρουθίων εὐστομεῖν εἰωθότα ποιεῖται δεκτὰ, καὶ προτίθησι τῶν ἄλλων, καίτοι πολὺ τὸ ἐπίχαρι καταπλουτούντων ἔσθ᾽ ὅτε· διδάσκων ἡμᾶς αἰνιγματωδῶς, ὅτι τῶν ἄλλων ἀμείνους καὶ ἱερώτατοι καὶ παρ᾽ ἡμῖν αὐτοῖς οἱ λόγου χρείαν πεπιστευμένοι, καὶ νουθετεῖν οἷοί τε τῶν καλλίστων εἰσηγημάτων τοὺς ἐραστάς.

Φέρε τοίνυν τὸν Δεσποτικὸν ἀμπελῶνα τοῖς ἀπὸ τῆς θείας Γραφῆς κατακηλήσωμεν λόγοις· οὐκ ἀτρανῆ καὶ ἄσημον ἁπλῶς ἱέντες ἠχὴν, ἀλλ᾽ ἑορτάζειν ὑμᾶς ἀναπείθοντες τοῖς καθήκουσι λογισμοῖς, ὡς ἂν εὖ ἔχοι τὸ χρῆμα· δρῷτε ὀρθῶς καὶ ἀνεπιπλήκτως, κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν.

βʹ. Ἔφη τοίνυν ἡμῖν ὁ θεσπέσιος Λουκᾶς ἐν ἰδίαις συγγραφαῖς· «Ἦλθε δὲ ἡ ἡμέρα τῶν Ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν. Οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, ὑπαντήσει ὑμᾶς ἄνθρωπος κεράμιον ὕδατος βαστάζων. Ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; Κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον, ἐκεῖ ἑτοιμάσατε.» Ἀκούεις ὅπως τοῖς τῆς θεότητος ὀφθαλμοῖς ὅποι ποτὲ ἄρα καταλύειν ἄξιον, εὖ μάλα διερευνώμενος, ἀνώγαιον ἔφη καταδειχθήσεσθαι τοῖς ἁγίοις ἀποστόλοις μέγα τε καὶ ἐστρωμένον, καὶ ποδηγὸν εἰς τοῦτο ποιεῖσθαι προστέταχε τὸν τῷ κεραμίῳ κατηχθισμένον, εἰσκομίζοντά τε τὸ ὕδωρ τῷ τῆς ἑστίας δεσπότῃ; Ἴθι δὴ γοῦν ὡς δι᾽ ἰσχνῶν ἐννοιῶν ἐπὶ τὰ ἔτι μείζω καὶ νοητά. Καὶ εἴπερ τῳ σκοπὸς αὐτὸν ἔχειν εἰς νοῦν ἐνοικισθέντα, καὶ ἐνηυλισμένον, καὶ συνεορτάζοντα τὸν Χριστὸν, καταπλουτοῦντι τῷ τέως τὴν δι᾽ ὕδατος κάθαρσιν, ἀπονιζέτω τὴν ἁμαρτίαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ τῶν ἀρχαίων αἰνιγμάτων ἀποτριβέσθω τοὺς μολυσμούς.

Οὕτω γάρ που Θεὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φησί· «Λούσασθε καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσατε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.» Χρῆναι γὰρ ἔγωγέ φημι προεκθλίβεσθαι μὲν ὥσπερ τῶν ἡμετέρων διανοιῶν τὸν ἐκ φαυλότητος ῥύπον· εἰσοικίζεσθαι δὲ οὕτω λοιπὸν τὴν εὐκλεᾶ καὶ ἀξιόληπτον ἀρετὴν, ἧς ἂν γένοιτο τὸ ἰσοστατοῦν οὐδὲν παρά γε τοῖς ἀρτίοις τὴν φρένα, καὶ ἀποκρίνειν εἰδόσι τοῦ πεφυκότος ἀδικεῖν τὸ μὴ οὕτως ἔχον. Ὥσπερ γὰρ, οἶμαι, πάντη τε καὶ πάντως, ἀσυνύπαρκτα μὲν ἀλλήλοις ἐν ἐνὶ κατὰ ταυτὸν τὰ τῇ φύσει μαχόμενα· «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» κατὰ τὸ γεγραμμένον, εἰ δὲ ἀναιροῖτο τὸ ἕν, θατέρῳ δὴ πάντως ἀνήσει τὴν εἰσδρομήν· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, φαυλότης τε καὶ ἀρετὴ, μαχομένην ἔχουσαι τὴν ἐν ἔργοις ποιότητα, πλείστῃ τε ὅσῃ διαφορᾷ διεσχινισμέναι, πῶς ἂν εἰς ἕνα χωρήσειαν νοῦν; εἶτα τὸν εἰσδεδεγμένον, οὐκ ἀκαλλῆ τε καὶ ἀλλοπρόσαλλον ἀποφήνειαν ἂν, καὶ οἷον ἀμφοῖν ἐπισκάζοντα τοῖς ποσίν;

Ἀλλ᾽ ὅ γε προφήτης Ἠλίας τοῖς οὕτως ζῇν εἰωθόσιν ἐπιτιμᾷ, λέγων· «Ἕως πότε χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις;» Ἐξείργει δὲ καὶ ὁ νόμος τῶν τοιούτων ἠθῶν τε ἡμᾶς καὶ τρόπων, τὸ ἀσυμφυὲς καὶ ἀσύμβατον παραιτεῖσθαι προστάττων αἰνιγματωδῶς. Ἔφη γὰρ οὕτως· «Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπιτοαυτό.» Καὶ πάλιν· «Οὐκ ἐνδύσῃ ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ.» Ἄθρει γὰρ ὅπως ἡμᾶς πανταχῆ τὸ οἱονεί πως ἀσυμμιγὲς, καὶ οὐκ ἐν κόσμῳ συνεζευγμένον, ὡς ἀκαλλὲς καὶ ἀνόσιον δεῖν ἔφη μισεῖν, καὶ τῶν ἀνομοίων τὴν συνδρομὴν οὐκ οἶδε τιμᾷν. Δεῖ δὴ οὖν ἄρα τοὺς ἄριστά γε βιοῦν ᾑρημένους, προαποτρίβεσθαι μὲν, ὡς ἔφην, τοὺς ἐκ φαυλότητος ῥύπους, ἀπαλλάττεσθαι δὲ μολυσμῶν.

Οὕτως ἔχοντι καὶ λελαμπρυσμένῳ πρέποι ἂν ἤδη καὶ τὸ ὑψοῦ δωμάτιον ἔχειν, καὶ ὥσπερ ἐν ὑπερῴῳ τοῖς ἐξ ἀρετῶν αὐχήμασι συνεορτάζειν τε καὶ συναυλίζεσθαι τῷ Χριστῷ, «ὃς δι᾽ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵν᾽ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Αὐτὸ γὰρ ὑπάρχων τὸ εἶδος, ὁ χαρακτὴρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς τὸ ἀπαύγασμα τῆς δόξης, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἰσότητι διαπρέπων, συνυφεστηκώς τε καὶ συναΐδιος ἰσοσθενὴς καὶ ἰσουργὸς, ἰσοκλεὴς καὶ ὁμόθρονος, «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,» κατὰ τὸ γεγραμμένον. Καθίκετο γὰρ ἐν τοῖς καθ᾽ ἡμᾶς, καὶ ὑπέστη κένωσιν ἐθελούσιον· καὶ, ᾗ φησιν ὁ σοφὸς Ἰωάννης, «σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν,» καὶ ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου τὴν ἐκ Θεοῦ τοῦ καὶ Πατρὸς ἀπότεξιν ἔχων, τὴν ἐπέκεινα νοῦ καὶ λόγου παντὸς, ἐπειδὴ γέγονε σὰρξ, καὶ ἀνθρωπίνην ἀνέτλη γέννησιν οἰκονομικῶς, καὶ ὁ χρόνου παντὸς ποιητὴς καὶ τεχνίτης, ὡς εἰς ἀρχὰς τοῦ εἶναι παρενηνεγμένος, ὅτε γέγονε καθ᾽ ἡμᾶς, ἤκουσε τοῦ Πατρὸς λέγοντος· «Ἐγὼ σήμερον γεγέννηκά σε.» Ἆρ᾽ οὖν διὰ τοῦτο νομιοῦμεν αὐτὸν τὴν τοῦ προϋπάρχειν τῶν ὅλων ἀπεμπολῆσαι δόξαν;

Οὐδαμῶς. Περινοήσωμεν δὲ μᾶλλον ἐκεῖνο σοφῶς, ὅτι καὶ ἐν σαρκὶ γεγονότα τὸν ἴδιον Υἱὸν, οὐκ ἔξω τίθησιν ὁ Πατὴρ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀξιωμάτων· ὁμολογεῖ δὲ πάλιν αὐτὸν, κἂν καὶ ἐν τῷ καθ᾽ ἡμᾶς ὁρῷτο σχήματι. Οὐ γὰρ διὰ τοῦτο γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα τοῦ εἶναι Θεὸς ἀπολισθήσειεν· ἀλλ᾽ ἵνα δὴ μᾶλλον, καὶ ἐν προσλήψει σαρκὸς τῆς ἰδίας ὑπεροχῆς, ἀνασώζοι τὴν δόξαν. Οὕτω γὰρ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, ἀνακομισθείσης ἐν αὐτῷ τῆς ἀνθρωπείας φύσεως εἰς ἀξίωμα τὸ θεοπρεπὲς, καὶ θάκοις ἐνιδρυμένης τοῖς ἁπάντων ἐπέκεινα. Καίτοι γὰρ ἀεὶ συνεδρεύων ὡς Λόγος τῷ ἰδίῳ Πατρὶ, καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὑπάρχων, πάλιν ἤκουε καὶ μετὰ σαρκὸς, λέγοντος· «Κάθου ἐκ δεξιῶν μου, ἔως ἂν θῶ τοῦς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Οὕτω καὶ προσκυνεῖσθαί φαμεν αὐτὸν πρός τε ἡμῶν αὐτῶν, καὶ τῶν ἁγίων ἀγγέλων, οὐκ εἰς ἀνθρωπότητα ψιλὴν ἀσυνέτως καταβιβάζοντες, ἑπόμενοι δὲ τῇ θείᾳ Γραφῇ, καὶ φύσει τῇ καθ᾽ ἡμᾶς τὸν ἐκ Θεοῦ φύντα Λόγον συνδοῦντες εἰς ἕνωσιν, καὶ εἰς ἕν τι τὸ ἐξ ἀμφοῖν ἀναπλέκοντες, ἵνα μὴ ὡς ἄνθρωπος ἀπλῶς θεοφορήσας νοοῖτο, Θεὸς δὲ μᾶλλον ἐνηνθρωπικὼς, καὶ καθ᾽ ἕνωσιν οἰκονομικὴν, τὴν πρός γέ φημι τὴν ἰδίαν σάρκα, καὶ τὴν ἐκ τῆς ἁγίας Παρθένου γέννησιν ὑποδύς.

Νοηθείη γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως Χριστὸς εἷς, καὶ Κύριος εἷς, οὐκ εἰς ἄνθρωπον ἀνὰ μέρος καὶ Θεὸν ἐπιτεμνόμενος μετὰ τὴν ἄῤῥητον συμπλοκὴν, ἀλλ᾽ εἰ καὶ νοοῖτο τῶν εἰς ἑνότητα συνδεδραμηκότων ἡ φύσις διάφορος, εἰς Υἱὸν ἕνα παραδεχθεὶς καὶ νοούμενος. Ὥσπερ γὰρ ταῖς τῶν λίθων πολυτελεστάταις αὐγαί τινες ἐναστράπτουσι, τὰ βάθη καταλευκαίνουσαι, καὶ εἰ βούλοιτό τις ἀποδιελεῖν τῷ λόγῳ τὴν σύγκρισιν, ἔτερος μέντοι καταθρήσειεν αὐτὴν καθ᾽ ἑαυτὴν τὴν λίθον, ἔτερον δὲ αὖ τὸ ἐν αὐτῇ νηχόμενον φῶς, πλὴν ἓν ἐξ ἀμφοῖν νοεῖται τὸ ὑποκείμενον, καταφθερεῖ δὲ πάντως ἡ τομὴ τὸν ἐπ᾽ αὐτῇ λόγον, διιστᾶσα πρὸς τὸ ἀκαλλὲς τὰ πρὸς ἕνωσιν συνηνεγμένα· οὕτω φαμὲν καὶ ἐπὶ Χριστοῦ. Συνδεδραμήκασι γὰρ ἀποῤῥήτως, καὶ ὡς οὐκ ἂν ἔχοι τις ἢ νοεῖν ἢ φράσαι, πρὸς ἕν τι λοιπὸν τὸ νοούμενον, θεότης τε ὁμοῦ καὶ ἀνθρωπότης· ἵν᾽ ἐν ταὐτῷ νοοῖτο καὶ ἄνθρωπος καθ᾽ ἡμᾶς, καὶ Θεὸς ὑπὲρ ἡμᾶς· οὕτω τε μονογενὴς καὶ πρωτότοκος. Καὶ γοῦν ἐξεδόθη μὲν λαγόνων τῶν παρθενικῶν, καὶ ἦν ἔτι βρέφος, ἐφρόνει δὲ τὰ Θεοῦ. Καὶ μαρτυρήσει λέγων ὁ μακάριος Ἡσαΐας περὶ αὐτοῦ· «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐξελέσθαι τὸ ἀγαθόν.» Ὄσον μὲν γὰρ ἧκεν εἴς γε τὸν τῆς ἀνθρωπότητος λόγον, οὔπω καιρὸς ἐδίδου τῷ βρέφει τὸ διακρίνειν δύνασθαι τῶν πραγμάτων τὰς φύσεις.

Ἀλλ᾽ ἦν, ὡς ἔφην, καὶ ἐν ἀνθρωπότητι Θεὸς, ἐφιεὶς μὲν φύσει τῇ καθ᾽ ἡμᾶς τὸ διὰ τῶν ἰδίων ἔρχεσθαι νόμων· ἀνασώζων δὲ μετὰ τούτου τῆς θεότητος τὸ εἰλικρινές. Νοηθείη γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως, καὶ φύσει Θεὸς τὸ τεχθὲν, καὶ ἡ τεκοῦσα Παρθένος μήτηρ ἂν λέγοιτο γενέσθαι λοιπὸν, οὐ σαρκὸς καὶ αἵματος ἁπλῶς, καθάπερ ἀμέλει καὶ ἐφ᾽ ἡμῶν αἱ καθ᾽ ἡμᾶς μητέρες, Κυρίου δὲ μᾶλλον καὶ Θεοῦ τὴν καθ᾽ ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότος. Ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον.» Οὐ γάρ πώ φαμεν ἐν ἀνθρώπῳ γεννηθέντι διὰ γυναικὸς, τὸν τοῦ Θεοῦ καθήκεσθαι Λόγον, καθάπερ ἀμέλει καὶ ἐν προφήταις ἦν, ψήφῳ δὲ μᾶλλον ὀρθῇ στεφανώσωμεν τὴν Ἰωάννου φωνὴν, σοφῶς τε καὶ ἀτρεκῶς εἰρηκότος· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Γεγενῆσθαι δὲ σάρκα τὸν Λόγον ὑποληψόμεθα, σαρκός τε καὶ αἵματος κεκοινωνηκότα· καὶ τοῦτο παραπλησίως τοῖς οὖσιν ἐν αἵματι, καὶ σαρκὶ, τουτέστιν ἡμῖν. Καὶ εἰ γέγονε καθ᾽ ἡμᾶς, πῶς ἦν ἀκόλουθον τὴν ἀνθρωπίνην αὐτὸν ἀτιμάσαι γέννησιν; Ἐσκήνωσε γὰρ ἐν ἡμῖν σαρκὶ καὶ αἵματι θεοπρεπῶς τε καὶ ἀῤῥήτως, τὴν ἰδίαν φύσιν οἱονεί πως ἀνακιρνάς.

Αὕτη γὰρ ἡ τοῦ Λόγου θεότης, εἰ δὴ νοοῖτο μόνη καὶ καθ᾽ ἑαυτὴν, ἀποχρῶσαν ἔχει τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν· Καθικομένη γε μὴν οἰκονομικῶς εἰς ἕνωσιν τὴν ὡς πρὸς ἡμᾶς, καὶ ἀναπλεχθεῖσα σαρκὶ, ἤγουν τῇ καθ᾽ ἡμᾶς φύσει, τελείως ἐχούσῃ κατὰ τὸν ἴδιον λόγον, τότε δὴ, τότε δίχα μώμου παντὸς, καὶ ἀδικουμένη παντελῶς οὐδὲ[ν] εἴς γε τὸ εἶναι τοῦθ᾽ ὅπερ ἐστὶ, καὶ τὴν καθ᾽ ἡμᾶς γέννησιν παραδέξεται· οὐχ ὡς εἰς ἀρχὰς τοῦ εἶναι καλουμένη ποθὲν (ἦν γὰρ ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· καὶ χρόνου παντὸς πρεσβυτέραν ἔχει τὴν ὕπαρξιν), ἀλλὰ τοῖς τῆς ἀνθρωπότητος νόμοις, διὰ τῶν ἰδίων ἔρχεσθαι λόγων ἐφιεῖσα σοφῶς. Ὥσπερ γὰρ ἰδία γέγονε τοῦ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου ἡ ἐκ τῆς ἁγίας Παρθένου τιμία τε καὶ πάναγνος σὰρξ, οὕτω καὶ πάντα πρέποντα τῇ σαρκὶ δίχα μόνης ἁμαρτίας. Πρέποι δ᾽ ἂν μάλιστα σαρκὶ, καὶ πρό γε τῶν ἄλλων ἡ διὰ μητρὸς ἀπόταξις. Οὐκοῦν θεότης μὲν αὐτὴ καθ᾽ ἑαυτὴν, εἰ ἔξω νοοῖτο σαρκὸς, ἀμήτωρ ἔσται, καὶ μάλα ὀρθῶς.

γʹ. Παρενηνεγμένου γε μὴν εἰς μέσον ἡμῖν μυστηρίου τοῦ κατὰ Χριστὸν, ἕτερος ἂν γένοιτο καὶ λίαν ἰσχνὸς ὁ ἐπὶ τῷδε λόγος. Οἰησόμεθα γὰρ, ὀρθὰ φρονεῖν ᾑρημένοι, καὶ ἀπλανεστάτην ἰόντες τρίβον, οὐ θεότητα γυμνὴν, ἐνηνθρωπηκότα δὲ μᾶλλον καὶ ἑνωθέντα σαρκὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἀποτεκεῖν τὴν Παρθένον, παραληφθεῖσαν εἰς ὑπουργίαν τοῦ γεννῆσαι σαρκικῶς τὸν ἑνωθέντα σαρκί. Θεὸν οὖν ἄρα λοιπὸν ὁ Ἐμμανουήλ· μήτηρ δ᾽ ἂν λέγοιτο Θεοῦ καὶ ἡ τεκοῦσα σαρκικῶς τὸν ἐν σαρκὶ δι᾽ ἡμᾶς πεφηνότα Θεόν. Καὶ τὸ βρέφος ἦν οὐ καθ᾽ ἡμᾶς, τουτέστιν, οὐκ ἐν ψιλῇ καὶ μόνῃ τῇ πρὸς ἡμᾶς ὁμοιότητι· ἀλλ᾽ ἐν ἀνθρωπότητι μὲν, διὰ τὴν σάρκα· θεῖον δὲ, ὡς ὑπὲρ ἡμᾶς καὶ ἐξ οὐρανοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Ὁ πρῶτος, φησὶν, ἄνθρωπος, ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ἐξ οὐρανοῦ.» Καὶ μὴν ὁ μακάριος προφήτης Ἡσαΐας, ὡς ἐν ὁράσει προφητικῇ τὴν τοῦ μυστηρίου δύναμιν ἐπαιδεύετο, Αὐτὸν γάρ φησι τεθεᾶσθαι τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἐν τῇ ἁγίᾳ Παρθένῳ, μονονουχὶ καὶ ποιούμενον τοῦ θείου βρέφους τὴν καταβολήν. Καὶ ἐσχημάτισται μὲν ἀνθρωπίνως ὁ τῆς ὁράσεως τρόπος, νοεῖταί γε μὴν ἑτεροίως καὶ θεοπρεπῶς. Τὸ γάρ τοι θεῖον οὐ καθ᾽ ἡμᾶς. Ἔφη δὲ οὕτως· «Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ νόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων.

Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ἐποίησα πιστοὺς ἀνθρώπους, τόν γε Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπε Κύριός μοι· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.» Καινὸς μὲν οὖν καὶ μέγας ὁ τόμος, ὅτι καὶ αὐτὸ καινὸν τὸ Χριστοῦ μυστήριον, καὶ ὁμολογουμένως μέγα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν.

Πλὴν ἀνθρώπου γραφίδι γράφεται· δεῖται μὲν γὰρ ὁ περὶ τῆς θεότητος λόγος, εἰ γυμνὴ νοοῖτο πάλιν καὶ καθ᾽ ἑαυτὴν καὶ ἔξω σαρκὸς, ἥκιστα μὲν τοῦ ἐν ἡμῖν ὄντος λόγου φράζειν οὐκ εἰδότα τὰ ὑπὲρ νοῦν, οὔτε μὴν οὔτε διατρανοῦν τὰ παντὸς ἐπέκεινα λόγου. «Δόξα γὰρ Κυρίου κρύπτει λόγον,» κατὰ τὸ γεγραμμένον.

Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τῇ καθ᾽ ἡμᾶς γραφίδι γράφεται τὰ περὶ αὐτοῦ. Πλὴν ἐκεῖνο δὴ πάλιν, φέρε δὴ, φέρε καταθρήσωμεν. Προστεταχὼς γὰρ τῷ προφήτῃ Θεὸς, λαβεῖν τε τὸν νόμον καὶ γράψαι γραφίδι τῇ καθ᾽ ἡμᾶς τὰ ἐν αὐτῷ, προσῆλθε πρὸς τὴν προφῆτιν. Καὶ τί τὸ «προσῆλθεν» ἐστὶν, ἀντὶ τοῦ τὸν συνόδου νόμον ἐσχηματίζετο. Προφῆτιν δὲ τὴν ἁγίαν ἀποκαλεῖ Παρθένον· προεφήτευσε γὰρ κυοφοροῦσα Χριστόν. Εἶτά φησι· «Καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν,» ᾧ καὶ ὁ νόμος τίθησι, οὐχ ὡς ἀνθρώπῳ πάλιν ἰδικὸν, ἀλλ᾽ ἐκ τῶν κατορθωμάτων ὡς Θεῷ. «Κάλεσον γὰρ, φησὶ, τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον.» Γεννηθὲν γὰρ εὐθὺς τὸ βρέφος τὸ θεῖον καὶ ὑπερκόσμιον, ἦν μὲν ἐν σπαργάνοις, ὅτι καὶ ἐν κόλπῳ μητρὸς διὰ τὸ ἀνθρώπινον· ἐπειδὴ δὲ ἦν πρὸς τοῦτο καὶ φύσει Θεὸς, ἀπόῤῥητος δύναμις προενόμευσεν εὐθὺς τὰ σκεύη τοῦ Σατανᾶ. Ἀφίκοντο γὰρ ἐξ Ἀνατολῆς οἱ μάγοι, ζητοῦντες αὐτὸν καὶ λέγοντες· «Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν.»

Οὐκοῦν θεία μὲν ἡ γέννησις, εἰ καὶ ἀνθρωπίνως ἐπράττετο διὰ τὸ ἀνθρώπινον· Θεὸς δὲ κατὰ φύσιν ὁ Ἐμμανουὴλ, καὶ αὐτοῦ τὰ σπάργανα, συνεχομένου μὲν ἀνθρωπίνως, ἀναπιμπλάντος δὲ θεϊκῶς τῆς ἰδίας ὑπεροχῆς οὐρανὸν καὶ γῆν καὶ τὰ κατωτέρω, καὶ πάντα συνέχοντος τὰ δι᾽ αὐτοῦ γεγονότα πρὸς τὸ εὖ εἶναι καὶ συνεστάναι. κἂν ἀκούσῃς ὅτι προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι, μὴ σοφὸν ἐξ ἐπιδόσεως γενέσθαι νομίσῃς τὸν τοῦ Θεοῦ Λόγον.

Διαμέμνησο δὲ μᾶλλον γεγραφότος ὡδί που τοῦ θεσπεσίου Παύλου· «Χριστὸς, Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.» Μηδ᾽ αὖ ἐκεῖνο φληνάφως τολμήσῃς εἰπεῖν, ὅτι τὸ «προκόπτειν ἐν ἡλικίᾳ τε καὶ σοφίᾳ καὶ χάριτι,» τῷ ἀνθρώπῳ προσάψομεν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶν ἕτερον οὐδὲν, ἢ διελεῖν εἰς δύο τὸν ἕνα Χριστόν· ἀλλ᾽, ὥσπερ ἔφην ἀρτίως, προαιώνιος ὢν ὁ Υἱὸς, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς εἰς Υἱὸν ὡρίσθαι λέγεται Θεοῦ, τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος οἰκονομικῶς. Οὕτω καὶ ὑπάρχων σοφία τοῦ γεγεννηκότος, προκόπτειν ἐν σοφίᾳ λέγεται, καίτοι παντέλειος ὢν ὡς Θεὸς, τὰ τῆς ἀνθρωπότητος ἴδια, διὰ τὴν εἰς ἄκρον ἕνωσιν εἰς ἑαυτὸν εἰκότως ἀναλαβών. Ἀλλ᾽ ἴσως ἐρεῖ τις· Εἶτα πῶς κεχώρηκεν ἡ ἀνθρώπου φύσις τῆς ἀποῤῥήτου θεότητος τὴν ἰσχύν; Καίτοι Θεοῦ φύσιν ἀκούω λέγοντος ἐναργῶς τῷ μακαρίῳ Μωσῇ, ὅτι «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.» Εἰ δὲ ἄτλητος ἡ θέα, καὶ [ἀ]δύσοιστον ἔχει τὴν προσβολὴν, ποῖον ἂν ἔχοι λόγον ἡ σύνοδος; Ἐγὼ δὲ πρὸς τοῦτο φαίην ἂν, ὅτι καὶ πέρα λόγου τὸ θαῦμα, καὶ ταῖς καθ᾽ ἡμᾶς ἐννοίαις οὐχ ἁλώσιμος τῆς εἰς ἅπαν οἰκονομίας ὁ τρόπος.

Πλὴν σοφῶς ἐπράττετο, Θεοῦ τὴν ἰδίαν φύσιν καὶ τοῖς ἄγαν ἀσθενεστάτοις οἰστὴν ἀποφαίνοντος. Καὶ γοῦν τὸ σεπτὸν δὴ τοῦτο καὶ ἀξιάγαστον ἀληθῶς μυστήριον ὁ τῶν ὅλων Θεὸς φανερὸν ἐποίει τῷ πανσόφῳ Μωσῇ, παραδείγματι χρώμενος σαφεῖ καὶ ἐναργεστάτῳ.

Τίς δ᾽ ἂν νοοῖτο καὶ ὁ τοῦδε τρόπος, αὐτὸ διδάξει τὸ Γράμμα τὸ ἱερόν. Ἔχει δὲ οὕτω· «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ ἱερέως Μαδιάμ· καὶ ἤγαγε τὰ πρόβατα ἐπὶ τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὅρος Χωρήβ.

Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τῆς βάτου. Καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί· ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δ᾽ εἶδε ὁ Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ὃν σὺ ἔστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ.» Ἀπρόσιτον μὲν οὖν ἀποφαίνει τὴν προσβολὴν, καὶ αὐτῷ δὴ τότε τῷ μακαρίῳ Μωσῇ κατασημαίνων, ὅτι ταῖς τοῦ νόμου παιδαγωγίαις, καὶ ταῖς διὰ τύπων σκιαῖς, εἰ ἀποχρῷτό τις, οὐκ ἂν ἐγγὺς γένοιτο τοῦ Χριστοῦ. Τετελείωκε γὰρ ὁ νόμος οὐδέν.

Πλὴν ἐκεῖνο καταθαυμάζειν ἄξιον· Πῦρ ἦν ὁρώμενον ἐν τῷ βάτῳ, καὶ φωνὴν ἠφίει λέγων· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου.» Οὐκοῦν αὐτὸς ἦν ὁ Κύριος ἐν εἴδει πυρός· καταδραττόμενος μὲν τοῦ φυτοῦ, καὶ ὅλον ἐξ ὅλου διέπων, καταπιμπρὰς δὲ οὐδαμῶς. Καίτοι πῶς οὐ πέρα λόγου παντὸς τὸ δρώμενον ἦν, τὴν οὕτω λεπτὴν καὶ εὐκατάπρηστον ὕλην, τῆς τοῦ πυρὸς ἀλογίσαι προσβολῆς; Μᾶλλον δὲ πῶς οὐκ ἂν ἀγάσαιτό τις τὴν τῆς φλογὸς ἡμερότητα, φειδομένην ὁρῶν τοῦ βάτου; Ἀλλ᾽ ἦν ὁ τύπος, ὡς ἔφην, εἰς παράδειγμα σαφὲς τοῦ μυστηρίου τοῦ κατὰ Χριστόν. Ὥσπερ γὰρ γέγονεν οἰστὸν τῷ θάμνῳ τὸ πῦρ, οὕτω καὶ τῇ καθ᾽ ἡμᾶς φύσει τῆς θεότητος ἡ ὑπεροχή. Οὐκοῦν ὅσον μὲν ἦκεν εἰς νοῦν τε καὶ λόγους τοὺς ἐν ἡμῖν, ἀσύμβατα μὲν ἀλλήλοις εἶεν ἂν εἰκότως εἰς ἑνότητα φυσικὴν, θεότης καὶ ἀνθρωπότης. Συνέβη δ᾽ οὖν ὅμως, ὡς ἔν γε Χριστῷ, καὶ εἷς ἐξ ἀμφοῖν ὁ Ἐμμανουήλ. Ὁ δὲ δὴ τιθεὶς ἀνὰ μέρος, καὶ ἄνθρωπον ἡμῖν ἀνιστὰς, καὶ υἱὸν ἕτερον ἰδικῶς, παρὰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν, οὐ συνίστησιν ἀκριβῶς τοῦ μυστηρίου τὸ βάθος. Οὐ γὰρ ἀνθρώπῳ λελατρεύκαμεν, καὶ προσκυνεῖν ἐγνώκαμεν μυσταγωγούντων ἁγίων· Θεῷ δὲ μᾶλλον, ὡς ἔφην, ἐνηνθρωπηκότι, καὶ ὡς ἓν νοουμένῳ μετὰ τοῦ ἰδίου σώματος τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ. Ταύτῃτοι καὶ βασιλέα φαμὲν ἀναδεδεῖχθαι πάλιν ἐφ᾽ ἡμᾶς τὸν Ἐμμανουήλ.

Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς προφητῶν ἐποιεῖτο τὴν ἀνάῤῥησιν, αὐτοῦ τε πέρι καὶ τῶν ἁγίων ἀποστόλων, εἰπών· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Αὐτός γε μὴν ἔφη διὰ φωνῆς τοῦ Δαβίδ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Καὶ μὴν καὶ τῆς ὑπ᾽ αὐτοῦ βασιλείας τὸν ζυγὸν ὑποτρέχειν ἐκέλευε, προστιθεὶς ἐναργῶς· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς.» Ἀλλ᾽ εἴπερ ἐστὶ βασιλεὺς, αὐτὸ δὴ τοῦτο ψιλὸς καθ᾽ ἡμᾶς νοούμενος ἄνθρωπος, καὶ οὐχὶ δὴ μᾶλλον τῇ καθ᾽ ἡμᾶς φύσει συμβεβηκὼς εἰς ἕνωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐδέν τι μᾶλλον τὰ καθ᾽ ἡμᾶς ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων. Καίτοι κεκαινουργῆσθαι λεγόμενα πρὸς τὸ ἀσυγκρίτως ὑπερκείμενον, διά τοι τὸ βασιλεῦσαι Χριστὸν ἐφ᾽ ἡμᾶς.

δʹ. Ἕστι δὲ ἐφ᾽ ἡμῖν τοιόνδε τι πάλιν· Βεβασίλευκε μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς διὰ προφητῶν ἁγίων. Προκέχριστο δὲ εἰς τοῦτο, καὶ πρὸ τῶν ἄλλων ὁ θεσπέσιος Μωσῆς· εἶτα μετ᾽ ἐκεῖνον οἱ καθεξῆς. Διέποντος δὲ τὴν οἰκονομίαν τοῦ ἁγίου Σαμουὴλ, πρὸς ἀπονοίας ἐκτόπους ὠλισθηκότες οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς ὑπὸ Θεῷ βασιλείας, οὐκ οἶδ᾽ ὅπως, ὀλιγωρήσαντες, προσῄεσαν λέγοντες· «Ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου. Καὶ νῦν κατάστησον ἐφ᾽ ἡμᾶς βασιλέα τοῦ δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη. Καὶ κατεπικραίνετο μὲν ὁ προφήτης ἐν τούτῳ λίαν. Εἶπε δὲ Κύριος πρὸς αὐτόν· Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλήσωσι πρὸς σέ· ὅτι οὐ σὲ ἐξουθενήκασι, ἀλλ᾽ ἢ ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ᾽ αὐτῶν.» Ἀνεδείκνυτο δὲ οὕτως ὁ Σαοὺλ, περὶ οὗ φησιν ἐν προφήταις ὁ τῶν ὅλων Θεός· «Καὶ ἔδωκα αὐτοῖς βασιλέα ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας.» Ἔστι τοίνυν οὐδαμόθεν ἀμφιβάλλειν, ὡς ἐν ὀργῇ δέδοται βασιλεὺς, ἄνθρωπος ὢν ὁ Σαοὺλ, τοῖς τὴν ὑπ᾽ αὐτῶν τῷ τῶν ὅλων Θεῷ βασιλείαν διωθουμένοις.

Ἀσυγκρίτως γὰρ ἄμεινον τὸ αὐτῷ μᾶλλον ἐπείγεσθαι κατεζεῦχθαι Θεῷ. Ἀλλ᾽ εἴπερ ἐστὶ καθ᾽ ἡμᾶς ἄνθρωπος ὁ Χριστὸς, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ Λόγος, δέδοται δὲ βασιλεὺς, καὶ κεκράτηκε τῶν ἐπὶ τῆς γῆς· ἆρα τίς εἰς τοῦτο ληρίας καθίκοιτο ἂν, ὡς οἴεσθαι καὶ εἰπεῖν, ὅτι καὶ αὐτὸς βεβασίλευκεν ὡς ἐν ὀργῇ τοῦ Θεοῦ καὶ Πατρός· καὶ ἐπειδήπερ ἐσμὲν ἐν προσκρούσει καὶ ἁμαρτίαις, ὑπέθηκε καὶ ἡμᾶς τοῖς ἀνθρώπου ζυγοῖς;

Καίτοι πῶς ἂν ἐνδοιάσειέ τις, ὡς ἁπάσης ἁμαρτίας ἀπηλλάγμεθα διὰ τῆς πίστεως; Πῶς οὖν ἔτι λυπεῖται Θεός; πῶς ἔτι κολάζει τοῖς ἐξ ὀργῆς κινήμασι τοὺς ἡγιασμένους; Ἀλλ᾽ ἔγωγε φαίην ἂν, ὅτι καὶ ἁμαρτιῶν ἀπηλλάγμεθα, καὶ τοῖς ἐκ θείας ἡμερότητος ἀγαθοῖς καταμεθύει τὰ καθ᾽ ἡμᾶς. Οὐκοῦν οὐκ ἄνθρωπος βεβασίλευκεν ἐφ᾽ ἡμᾶς, Θεὸς δὲ μᾶλλον ἐν ἀνθρωπότητι πεφηνὼς, ὁ Υἱὸς, οὔτε τῶν ἰδίων ἀξιωμάτων ἐκβεβηκὼς τὴν δόξαν διὰ τὸ ἀνθρώπινον, οὔτε μὴν τὴν καθ᾽ ἡμᾶς ὁμοίωσιν ἀτιμάζων οἰκονομικῶς.

Ἄλλως τε (χρῆναι γὰρ οἶμαι κἀκεῖνο ἰδεῖν), εἰ κατηγοροῦνταί τινες τῶν πεπλανημένων, καὶ εἰσὶν ἐν τῷ διαβεβλῆσθαι λίαν, «ὡς ἀλλάξαντες τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου·» παραιτητέον εὖ μάλα καὶ ἡμῖν αὐτοῖς, τὸ ἐν ψιλῇ καὶ μόνῃ τῇ καθ᾽ ἡμᾶς φύσει καταλογίζεσθαι τὸν Χριστόν· ἀδιάσπαστον δὲ τὴν ἕνωσιν, τὴν πρός γέ φημι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τῇ ἀνθρωπείᾳ φυλάττομεν φύσει, ἵν᾽ ὡς Θεὸς προσκυνῆται λοιπὸν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἄνω πνευμάτων. Καὶ εἰ παγχάλεπον ἀληθῶς τὸ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τετάγμεθα δὲ λατρεύειν Χριστῷ, ἀνωτέρω κτιστῆς νοοῖτο φύσεως ὡς Θεὸς, κἂν εἰ ἐκτίσθαι νοοῖτο διὰ τὸ ἀνθρώπινον. Ταύτην ἐφ᾽ ἑαυτῷ κρατύνων τὴν δόξαν, τοῖς ἀπειθεῖν ἑλομένοις ἐπεφώνει ποτὲ, μονονουχὶ καὶ νωθείαν ἐγκαλῶν. «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἦσαν γὰρ, ἦσαν τῶν ἀσυνέτων τινὲς, οἱ σμικρὰ περὶ αὐτοῦ διὰ τὴν σάρκα φρονοῦντες, κατεξανιστάμενοί τε φληνάφως, καὶ κυνηδὸν ἐπιτρέχοντες, προφασιζόμενοί τε προφάσεις ἐν ἁμαρτίαις, ἐπαιτιωμένῳ τε λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.»

Ἡμεῖς δὲ ταῖς τῶν ἐκεῖνα πεφρονηκότων ἀβελτηρίαις ἐῤῥῶσθαι φράσαντες, μακραῖς καὶ ἀκαταλήκτοις εὐφημίαις καταγεραίρομεν, καὶ τῆς Φαρισαίων σκαιότητος τὰ ἀμείνω φρονεῖν ἐγνωκότες, ἐροῦμεν αὐτῷ· Περὶ καλοῦ ἔργου καταπεπλήγμεθά σε, ὅτι Θεὸς ὢν φύσει, γέγονας ἄνθρωπος. Καὶ διὰ ποίαν αἰτίαν; Ἐπειδὴ γάρ ἐστι ζωὴ κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος, ἴδιον σῶμα ἐποιήσατο τὸ φθείρεσθαι πεφυκὸς, ἵνα τῆς ἐν αὐτῷ νεκρότητος παραλύσας τὴν δύναμιν, μεταστοιχειώσῃ πρὸς ἀφθαρσίαν. Ὥσπερ γὰρ ὁ σίδηρος ταῖς ἀκμαιοτάταις τοῦ πυρὸς ὁμιλήσας προσβολαῖς, πρὸς ἰδέαν εὐθὺς τὴν ἐκείνου μεταχρώννυται, καὶ τὴν τοῦ νικῶντος ὠδίνει δύναμιν· οὕτω καὶ ἡ τῆς σαρκὸς φύσις, τὸν ἄφθαρτον καὶ ζωοποιὸν τοῦ Θεοῦ Λόγον εἰσδεδεγμένη, μεμένηκε μὲν, ἐν οἷς οὐκ ἦν οὐκέτι, φθορᾶς δὲ ἀμείνων ἀπεφάνθη λοιπόν· καὶ ἐπείπερ ἐστὶν αὐτὸς τοῦ κόσμου τὸ φῶς, ταύτῃτοι τὰς τῆς ἀληθοῦς θεογνωσίας αὐγὰς ταῖς ἁπάντων διανοίαις ἐνιεὶς, πάντας ἐκάλει πρὸς τὸ φῶς· τοῦτο μὲν ταῖς ἀμωμήτοις διδασκαλίαις χρώμενος, καὶ πανσόφους ἀποτελῶν τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως· τοῦτο δὲ ποικίλως τερατουργῶν, ἵνα τοῖς ὑπὲρ λόγον ἐξειργασμένοις καταπλήττων τοὺς θεωμένους, μὴ ἀπιστηθῇ πρός τινος, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος· μεμένηκε δὲ ὅπερ ἦν καὶ ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς οἰκονομικῶς καθιγμένος.

Ἀλλ᾽ οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, καίτοι καὶ διὰ νόμου καὶ τῶν ἁγίων προφητῶν πλείστην τε ὅσην καὶ ἐμφανεστάτην ἔχον τὴν προαγόρευσιν, κατὰ πολλοὺς μὲν, τρόπους καταλυπεῖν ἀπετόλμων· ἐπεγνωκότες δὲ, ὅτι δὲ καὶ αὐτός ἐστιν ὁ κληρονόμος, ἐκβεβλήκασί τε καὶ ἀπεκτόνασι, συλλήπτορα καὶ συμπαραστάτην ἑαυτοῖς παραλαβόντες εἰς τοῦτο τὸν τῆς ἁμαρτίας εὑρετὴν, φημὶ δὴ τὸν Σατανᾶν· ὃς ᾠήθη μὲν, κατὰ τὸ εἰκὸς, ἀπηλλάχθαι πραγμάτων, ὅτι παθόντα τεθέαται.

Συνηγνόηκε δὲ τοῖς ἐσταυρωκόσιν, ὅτι πέπονθεν ἑκὼν, καὶ τέθυκεν αὐτὸς τὴν ἰδίαν ψυχὴν, οὐχ ὑπό του βεβιασμένος, ἀλλ᾽ ἐθελοντὴς, ὡς ἔφην, ἵνα «τοῖς ἐν ᾅδου καθειργμένοις διακηρύξῃ πνεύμασι,» καὶ ἀναπετάσῃ τοῖς κάτω τὰς ᾅδου πύλας· ὡς γὰρ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος, «Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Ἐπειδὴ γὰρ ἐξείλετο τοὺς ἐν σκότῳ, πεπάτηκε τοῦ θανάτου τὸ κράτος, καὶ ἀνεβίω τριήμερος. Εἶτα τοῖς ἁγίοις αὑτοῦ ἀποστόλοις ἑαυτὸν ἐμφανίσας, καὶ «μαθητεύειν προστεταχὼς πάντα τὰ ἔθνη, βαπτίζειν τε αὐτοὺς εἰς τὸ ὅνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρὸς, ἥξει τε κατὰ καιροὺς τῶν ὅλων κριτὴς, ἐν δυνάμει τε καὶ δόξῃ τῇ θεοπρεπεῖ, δορυφορούντων ἀγγέλων· καθιεῖται δὲ καὶ ἐπὶ θρόνου δόξης αὑτοῦ, κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.

εʹ. Οὐκοῦν ἐπειδήπερ τιμῆς ἠγοράσμεθα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, τῷ πριαμένῳ δουλεύσωμεν ὡς ἔνι, καὶ ἀμείνους μὲν εὑρισκώμεθα παθῶν· ἀποσειόμεθα δὲ βέβηλον ἁμαρτίαν, καὶ διὰ πάσης ἐπιεικείας ἑαυτοὺς καταφαιδρύνοντες, τὸν καλὸν ἀγῶνα ἀγωνιζώμεθα, τὸν δρόμον τελέσωμεν, τὴν πίστιν τηρήσωμεν· τοῖς ἐν ἐνδείᾳ τοὺς πόνους ἐπελαφρίζοντες, ὀρφανοὺς παραμυθούμενοι, χήραις ἐπαμύνοντες, τὰς τῶν τὸ σῶμα λελωβημένων αἰκίας ἀνακτώμεθα, τοὺς ἐν δεσμοῖς ἐπισκεπτόμενοι, χρηστοὶ καὶ φιλάλληλοι περὶ πάντας εὑρισκόμενοι. Τότε γὰρ, τότε νηστεύσομεν καθαρῶς· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, Σαββάτου, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ᾽ οὗ καὶ δι᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.