Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή ΙΘ΄
Η πνευματική ερμηνεία του νομικού Πάσχα, ο αγώνας κατά των παθών, και ο ελεγκτικός αλλά παιδαγωγικός χαρακτήρας του μωσαϊκού νόμου πριν την έλευση της Χάριτος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή ΙΘ΄
Η πνευματική ερμηνεία του νομικού Πάσχα, ο αγώνας κατά των παθών, και ο ελεγκτικός αλλά παιδαγωγικός χαρακτήρας του μωσαϊκού νόμου πριν την έλευση της Χάριτος.
ΛΟΓΟΣ ΙΘʹ. Πρόλογος. Ἐπὶ μικροῖς σιτίοις πολλοὺς καὶ μεγάλους τοὺς δαιτυμόνας συναγηγερμένους ὁρῶ· καὶ δέδια μὲν, οὐκ ἔχων ἀρκέσαι· πλὴν ἄγαμαι τῆς φιλομαθείας, καὶ τὸ ἡττᾶσθαι λόγων ὑμᾶς, κἂν εἰ μὴ γίνοιντο λαμπρῶς, ἐπαινέσας ἔχω. Ἐπειδὴ δὲ εἰσκέκλησθε, δότε δὴ, δότε συγγνώμην, εἰ καθ᾽ ὑμᾶς οἱ λόγοι μὴ βασανίζοντες.
αʹ. Ἐπὶ καιροῦ δὴ πάλιν τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας τοῖς ἀρχαιοτέροις ὑμνούμενον, καὶ πρὸς ὑμᾶς αὐτοὺς παρ᾽ ἡμῶν εἰρήσεται· «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε ἐν φωνῇ ἀγαλλιάσεως,» τουτέστι, τὰς ἐπινικίους ᾠδὰς προσκομίζωμεν τῷ Χριστῷ. «Νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον,» καθάπερ ἀμέλει φησὶ αὐτὸς, καὶ «τεθριάμβευκεν ἀρχὰς, ἐξουσίας, κυριότητας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Οὕτω τε πάντας ἐξείλετο τῆς ἐκείνων σκαιότητος, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀπήλλαξε, «προσηλώσας τῷ σταυρῷ τὸ καθ᾽ ἡμῶν χειρόγραφον·» ἵν᾽ ἐπ᾽ αὐτῷ δὴ τούτῳ χαίροντες, λέγωμεν· «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾄδη, τὸ νίκος; Τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.» Ἐξῃρήμεθα δὲ διὰ Χριστοῦ καὶ τῆς ἐν νόμῳ ποινῆς. Καὶ μαρτυρήσει γράφων ὁ θεσπέσιος Παῦλος· «Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης, «Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν,» αἵματι τῷ ἰδίῳ κατακτώμενος τὴν ὑπ᾽ οὐρανὸν, «ἵν᾽ οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.»
Ζήσομεν δὲ αὐτῷ, τὰ αὐτῷ θυμήρη φρονεῖν τε καὶ δρᾷν ὅτι μάλιστα διεσπουδακότες, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι κατακολουθεῖν ᾑρημένοι. Καιρὸς μὲν οὖν ἅπας τοῖς τῶν ἀρίστων ἐπιτηδευμάτων ἐπιμεληταῖς πρέπων τε καὶ ἐπιτήδειος εἴη ἂν, καθάπερ ἐγᾦμαι, πρός γε τὸ δύνασθαι πληροῦν τὴν σωτήριον ἐντολὴν, μάλιστα δὲ ὁ παρών· μονονουχὶ γὰρ διακέκραγε τὸ διὰ τῆς προφήτου φωνῆς· «Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκε τρυγητός· εἰσπορεύεσθε, πατηταὶ, διότι πλήρης ἡ ληνὸς, ὑπερχεῖται τὰ ὑπολήνια.» Δεῖν γὰρ ἔγωγέ φημι καὶ λίαν ἐσπουδασμένως ἐπιδράττεσθαι τῶν καιρῶν τοὺς, οἵπερ ἂν εἶεν τῶν πρακτέων ἡμῖν σοφοί τε καὶ ἀκριβεῖς ἐπιστήμονες, καὶ βασανίζειν εἰδότες τὸ ὅτι μάλιστα σφίσι τε αὐτοῖς, καὶ μὴν καὶ ἑτέροις τελοῦν εἰς ὄνησιν. Οἷόν τί φημι· Λέλυται τοῦ χειμῶνος τὸ κατηφὲς, ὧραι λοιπὸν ἀνίσχουσιν ἠριναὶ, κομᾷ τοῖς ἀστάχυσι τὰ τῶν ληΐων ἐξαίρετα, οἱ δὲ μυρίοι τε ὅσοι καὶ συχνοὶ ταῖς ἀρούραις ἐπικυμαίνουσι· τότε δὴ, τότε λοιπὸν ὀκνείτω μηδεὶς τῶν ἀποκείρειν εἰδότων.
Εἰσκομίζοντος δὲ τοῦ καιροῦ τοῖς φιλεργεῖν εἰωθόσι τὸ ὧν ἂν βούλοιντο τυχεῖν, οἰχέσθω τὸ ῥᾴθυμον, καὶ τοῦ παντὸς ἀξιούσθω λόγου τὸ ἄϋπνόν τε καὶ τληπαθές. Περιέσται γὰρ οὕτω καὶ οὐχ ἑτέρως αὐτοῖς καὶ τὸ δεῖν ἐπαίνου παντὸς πλουσίως μεταλαχεῖν. Οὐκοῦν ἐπειδήπερ «Τὸ πάσχα ἡμῶν ἐτύθη Χριστὸς,» καθὰ καὶ ἡμῖν αὐτὸς ὁ σοφώτατος διαμαρτύρεται Παῦλος, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν δὲ καὶ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» ἵνα μὴ ἀνίπτοις χειρσὶ τῶν ἱερῶν ἁπτόμενοι, καὶ τὸ θεῖον αὐτοῦ μυστήριον ἀτημελῶς ἀτιμάζοντες, τὴν τοῖς ἀνοσίοις πρέπουσαν κόλασιν αὐτοὶ ταῖς ἰδίαις ἐπαντλήσωμεν κεφαλαῖς. Ἐπιστέλλει γάρ τοι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τοῦτο δρᾷν εἰωθόσι· «Διὰ τοῦτο ἐν ἡμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Οὐκοῦν ἐκ τῶν ἱερῶν Γραμμάτων, τὰ εἴς γε τουτὶ τελοῦντα συλλέγοντες, ἵνα χρὴ τρόπον ἁγίως τε καὶ παναγίως ἡμᾶς ἑορτάζοντας, εἰς μετάληψιν ἰέναι τότε τὴν πνευματικὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, φέρε δὴ, φέρε λέγωμεν.
βʹ. Τεθύκασιν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν, παιδαγωγοῦντος Μωσέως, οἱ ἐξ αἵματος Ἰσραήλ. Προσετάττοντό γε μὴν ἀζύμους ἄρτους ἐσθίειν ἐπ᾽ αὐτῷ, καὶ μὴν καὶ πικρίδας. Γέγραπται γὰρ ὡδί· «Ἄζυμα ἐπὶ πικρίδων ἔδεσθε ἑπτὰ ἡμέρας.» Ἆρ᾽ οὖν, εἰπέ μοι, τοῖς ἐν τύπῳ καὶ σκιαῖς καὶ ἡμεῖς αὐτοὶ προεδρεύσωμεν;
Εἶτα ὅποι ποτὲ βαδιεῖται λέγων ὁ νομομαθὴς ἀληθῶς καὶ σοφώτατος Παῦλος, «Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν;» Εὐθυῤῥήμων δὲ ὅτι καὶ οὐκ ἂν γένοιτο ψευδοεπὴς ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ, πῶς ἂν ἐνδοιάσειέ τις; Πῶς οὖν ἄρα καὶ ἡμεῖς τὸν ἀρχαῖον ἐκεῖνον ἀποπερανοῦμεν νόμον, Χριστοῦ λέγοντος ἐναργῶς, «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι· λέγω γὰρ ὑμῖν, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν;» Οὐκοῦν τέθυται δὲ καὶ ἡμῖν, τοῖς διὰ πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Τροφὴν δὲ τὴν νοητὴν καὶ παγκάλην καὶ ἱερὰν ἀληθῶς ἐπ᾽ αὐτῇ ποιησόμεθα· γραφομένην μὲν ὥσπερ ἐν ἄρτοις ἀζύμοις, κατὰ τὸν νόμον, νοουμένην δὲ πνευματικῶς. Ζύμη γὰρ ἀεὶ παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς, φαυλότητος καὶ ἁμαρτίας εἰς τύπον παραλαμβάνεται. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐνετείλατο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς προσέχειν, οὕτω λέγων· «Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Γραμματέων καὶ Φαρισαίων.» Γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος, ζύμης καὶ ἀκαθαρσίας τῆς εἰς νοῦν καὶ καρδίαν ὡς ἀποτάτω τιθεὶς τοὺς ἡγιασμένους· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Ἔστι τοίνυν οὐκ ἀσυντελὲς εἰς ὄνησιν, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον, ἐπειδήπερ ἡμῖν διὰ σπουδῆς τέθειται τῆς προὐργιαιτάτης, τὸ ἐν μεθέξει γενέσθαι τῇ πνευματικῇ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸν νοῦν ἀθόλωτον ἔχειν, καὶ ἀποτρίβεσθαι μολυσμοὺς, καὶ ἀποφοιτᾷν ἁμαρτίας, καὶ ἁπαξαπλῶς ἀπανίστασθαι παντὸς τοῦ καταμιαίνειν εἰωθότος. Ἀκαταιτίαυτον γὰρ οὔτω καὶ ἀνεπίπληκτον παντελῶς κατορθώσομεν τὴν ὡς ἐν μεθέξει πρόσοδον. Ἐσθιέτω δέ τις καὶ πικρίδας, τουτέστι, διὰ πικρῶν ἡκέτω πόνων, καὶ τὸ ἔν γε τούτῳ τληπαθὲς ποιείσθω περὶ πολλοῦ.
Καὶ γὰρ ἔστι τῶν ἀπωτάτων, τῆς εὐσεβείας τοὺς ἐραστὰς οἴεσθαί τε καὶ φρονεῖν ἑτέρως ἂν δύνασθαι καταπλουτεῖν ἀρετὴν, καὶ ταῖς ἀνωτάτω δόξαις ἐπισεμνύνεσθαι, μὴ προηθληκότας, καὶ τὴν τῆς ἀνδρείας ἐπίδειξιν εὖ μάλα πεποιημένους. Τραχεῖα μὲν γὰρ καὶ ἀνάντης ἡ ὁδὸς ἡ εἰς αὐτὴν ἀναφέρουσα, καὶ οὐ βάσιμος τοῖς πολλοῖς· εἴη δ᾽ ἂν μόνοις εὐστιβὴς τοῖς, οἵ γε διᾴττειν ἐπείγονται, κατοῤῥωδοῦντες οὐδένα, ἀνταποδυόμενοι δὲ τοῖς πόνοις, καὶ τοῖς ἱδρῶσιν ἀντανιστάμενοι. Καὶ πρός γε τοῦτο ἡμᾶς παραθήγει λέγων αὐτὸς ὁ Χριστός· «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσπορευόμενοι δι᾽ αὐτῆς. Στενὴ δὲ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» Τὰ γάρ τοι λαμπρὰ καὶ ἐξαίρετα τῶν ἀνδραγαθημάτων πρέπει ἂν ἑλεῖν, καὶ μὴν καὶ δύνασθαι κατορθοῦν, οὐχὶ τοῖς τυχοῦσιν ἀπλῶς, μόνοις δὲ, ὡς ἔφην, τοῖς ἐξειλεγμένοις, καὶ καταθλεῖν εἰδόσι γενικῶς τῆς εἰς τὰ αἰσχίω καλούσης ἡδονῆς· εὐρεῖα δὲ ὅτι καὶ λειοτάτη τρίβος κατακομίζει πρὸς ἁμαρτίας, κατίδοι τις ἂν καὶ λίαν ἀμογητὶ καὶ ἐξ αὐτῶν, εἰ βούλοιτο, τῶν πραγμάτων.
Εὐπάροιστος μὲν γὰρ κομιδῇ καὶ πολὺ λίαν εὐπετὴς ὁ ἀνθρώπινος νοῦς, κατωθούσης ἡδονῆς. Ἴεται δὲ καὶ μάλα ῥᾳδίως εἰς τρυφὰς, καὶ τὸ ἀκρατὲς εἰς ὀρέξεις τὰς σωματικὰς ἁλίσκεται πεπονθώς· οἶμαι δὲ δεῖν τὰ τοιάδε κατηῤῥωστηκότι τάχα που καὶ συνειπεῖν· καταβιάζεται γὰρ καὶ οὐχ ἑκόντα πολλάκις ἡ τῆς σαρκὸς φύσις, καὶ κέντροις αὐτὸν παραθήγει δεινοῖς εἰς ἐμφύτους ἡδονὰς μονονουχὶ δὲ καὶ ἀσχάλλοντος καταδράττεται, καὶ πρὸς ἀβουλήτους ἀποφέρει ῥοπάς. Ἀλλ᾽ ὅ γε τῶν ὅλων Θεὸς καὶ Κύριος ἀνατειχίζει τῷ νόμῳ, καὶ ὅπλον αὐτῷ χαρίζεται τὴν ἐγκράτειαν. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης λέγων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· «Νόμον γὰρ εἰς βοήθειαν δέδωκεν.» Ἄθρει δέ μοι τὸν νομομαθῆ καὶ ἱερώτατον Παῦλον, εἰς ἀκριβῆ τῶν τοιῶνδε κατάσκεψιν καθιέντα τὸν νοῦν, καὶ βασανίζοντα μὲν ἰσχνῶς τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν κινημάτων τὸ θράσος· παραδεικνύντα δὲ μετὰ τούτου τὸν ἀποχρώντως ἡμῖν ἐπικουροῦντα νόμον. Ἔφη γὰρ οὕτως· «Οἶδα μὲν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραγμένος ὑπὸ τὴν ἁμαρτίαν.
Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω· ἀλλ᾽ ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκ ἔτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Τί φὴς, ὦ μακάριε Παῦλε;
Σαρκικὸς καὶ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, ὃ κατεργάζῃ δὲ, οὐ γινώσκεις; εἶτα ποιεῖς ὃ μισεῖς; Οὐ γὰρ ἕκαστος ἡμῶν ἐθελουσίοις τοῦ νοῦ ῥοπαῖς ἐφ᾽ ἕκαστα τῶν πρακτέων ἔρχεται, καὶ τὸ ἑλέσθαι τὸ δοκοῦν ἀνεπίπληκτον ἔχει, καὶ τῶν ἑαυτοῦ θελημάτων τὰς ἡνίας διεκληρώσατο; Ναὶ, φησὶ, ἀλλ᾽ οἶδα τὴν ἡδονὴν καταγοητεύουσαν ἔσθ᾽ ὅτε καὶ τὸν εὐδόκιμον νοῦν, ἐφ᾽ ἃ μὴ προσῆκεν εὐκόλως καταβιβάζουσαν.
Οἶδα καὶ ἀνεθέλητον ὑπομένοντα βλάβος. Οὐ γὰρ ὃ θέλει πάντως τοῦτο ποιεῖ· παραχωρεῖ δὲ μᾶλλον ταῖς τῶν παθῶν ἐμβολαῖς, καὶ ταῖς ἐντεῦθεν ἐπικρατείαις πλεονεκτούμενος, ἡττᾶται καὶ οὐχ ἑκὼν, καὶ τῷ τοῦτο πεπονθότι πρέποι ἂν εἰπεῖν· «Νυνὶ δὲ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Ὁρᾷς ὅπως τῶν μὲν ἐμφύτων καὶ ἐν ἡμῖν καταγορεύει παθῶν, ὁμολογεῖ δὲ τὴν ἧτταν, καὶ γράφεται τὴν πλεονεξίαν, καὶ δέδιε τὴν ἀντίστασιν οὐ φορητὴν εἶναι λέγων; Ὅτι δὲ ἀληθὲς ὅ φημι, σαφηνιεῖ πάλιν αὐτὸς ὁ θεσπέσιος Παῦλος, προσεπάγων οἷς ἔφη καὶ συνάπτων ἐφεξῆς· «Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν, ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν. Τὸ γὰρ θέλειν παράκειταί μοι· τὸ γὰρ κατεργάζεσθαι τὸ καλὸν, οὔ. Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ᾽ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω.
Εἰς δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.» Συνίης οὖν ὅπως κατεξανίσταται μὲν ἀγρίως τῆς ἑκάστου ψυχῆς ἡ τῆς φαυλότητος προσβολὴ, καὶ καθίησι μὲν ἀβουλήτως τὸν ἐν ἡμῖν ὄντα νοῦν ἐπὶ τὸ αὐτῇ δοκοῦν, παραιρεῖται δὲ ὥσπερ καὶ τὸ ἐλεύθερον εἰς ῥοπὰς, ὡς οὐκ ἔτι μὲν ἡμῶν, αὐτῆς δὲ τάχα που καὶ μόνης ὁρᾶσθαι τὸ δρώμενον. Ἀλλ᾽ οὐχ ὑπερεῖδεν ἡμῶν ὁ Δημιουργὸς, οὔτε μὴν εἰς ἅπαν ἀνεπικούρητον τὴν ἀνθρώπου φύσιν ἀφεὶς, παρῆκεν ἑτοίμως καταληΐζεσθαι ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς. Ἐπιτιμᾷ γὰρ ὁ νόμος ταῖς εἰς τοῦτο ῥοπαῖς, κἂν πλεονεκτῇ τὸ πάθος, ἀντανίσταται σοφῶς καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον, τῆς ἐγκρατείας τὸ κάλλος παραδεικνύς· καὶ τοῖς τῆς ἀρετῆς αὐχήμασιν ἐπιγάννυσθαι ποιῶν. Ἐπέκεινα τοίνυν τῆς βεβήλου καὶ μυσαρωτάτης ἡδονῆς τὴν διάνοιαν στήσαντες, σιτίων τε καὶ ποτῶν ὀλίγα πεφροντικότες, «Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, καθὰ γέγραπται· νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν.» Ἐπιστέλλει γὰρ οὕτως ἡμῖν ὁ σοφώτατος Παῦλος.
Κατηῤῥώστησε μὲν γὰρ ὁμολογουμένως ἡ τοῦ σώματος φύσις, τὸ εὐπάροιστον εἰς ἐπιθυμίαν· ἀλλ᾽ οὐχὶ ὁρῶμεν ἠφειδηκότα τῶν καθ᾽ ἡμᾶς τὸν τῶν ὅλων Δημιουργὸν, φροντίδος δὲ μᾶλλον ἀξιοῦν ἐθέλοντα τῆς προὐργιαιτάτης. Καὶ γοῦν τὸν Υἱὸν αὑτοῦ ἔδωκε τὸν μονογενῆ, ἵνα καθ᾽ ἡμᾶς γενόμενος ἄνθρωπος, καὶ σῶμα λαβὼν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας, νεκρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ἴδιον γὰρ γεγονὸς τὸ σῶμα τοῦ Λόγου, παθῶν μὲν εὐθὺς τῶν καθ᾽ ἡμᾶς ἀπηλλάττετο, καὶ τῶν εἰς φαυλότητα κινημάτων τὸ κέντρον ἀπεσκευάζετο· μετεστοιχειοῦτο δὲ ὥσπερ πρὸς θεοπρεπῆ καὶ ἀπόῤῥητον καθαρότητα, νεκρουμένης ἐν αὐτῷ τῆς ἁμαρτίας, καὶ οἷον ἐκ βάθρων αὐτῶν κατασειομένης τῆς ἡδονῆς. Ὥσπερ γὰρ θανάτου κρεῖττον ἦν, ὅτι ζωῆς τῆς κατὰ φύσιν γέγονε σὰρξ, κατὰ τὸν ἴσον, οἶμαι, τουτῳὶ τρόπον τὴν τῆς ἁμαρτίας πεπάτηκε δύναμιν. Ἴδιον γὰρ ἦν τοῦ μὴ εἰδότος ἁμαρτίαν. Καὶ ἀληθῆ τὸν Λόγον ἀποφαίνει γεγραφὼς ἡμῖν ὁ θεσπέσιος Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Καὶ τί δὴ τοῦτό ἐστι «τὸ ἀδύνατον τοῦ νόμου;»
φαίη ἂν, οἶμαι, τίς· Θείου γὰρ νόμου καλοῦντος εἰς ἐγκράτειαν ἀποφέρει πρὸς τὸ ἐναντίον ἡ τῆς σαρκὸς φύσις, ἀεὶ πρὸς ὀρέξεις παραθήγουσα τὰς μυσαρωτάτας. Ἀλλ᾽ ὄ γε τῶν ὅλων Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, οὐ γυμνὸν καὶ ἀσώματον, καὶ τὸ φρικτὸν καὶ ἀπρόσιτον τῆς θείας ἑαυτοῦ δόξης ἀπαστράπτοντα φῶς, καθέντα δὲ μᾶλλον ἑαυτὸν οἰκονομικῶς ἐν τοῖς καθ᾽ ἡμᾶς, καὶ οἰστὸν παρέχοντος δι᾽ ὁμοίου σώματος, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ἀνῄρηται γὰρ, ὡς ἔφην· ὥστε καὶ ἔξω σαρκὸς γενέσθαι δοκεῖν καὶ ἡμᾶς αὐτοὺς ὡς ἡγιασμένους, καὶ τὸ θεῖον αὐτοὺς καταπλουτήσαντες Πνεῦμα. Γράφει δὲ ὧδε πάλιν ὁ σοφώτατος Παῦλος· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ᾽ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
Εἰ δὲ ἐν ὑμῖν Χριστὸς, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» γʹ. Ἐπειδὴ δὲ τῆς ἄνωθεν εὐκλείας τοὺς ἐραστὰς, καὶ τοὺς ἔτι μάλιστα θεοφιλῶς διαβιοῦν ᾑρημένους, ἀρτίως ἔχοντας εἰς εὐσέβειαν ὁρᾶσθαι προσήκει, προσεποίσομεν ἀναγκαίως τῆς ἐγκρατείας αὐχήμασι καὶ τοὺς τῆς ἑτέρας ἐπιεικείας τρόπους, τὴν εἰς ἀλλήλους ἀγάπην, τὴν φιλαλληλίαν, καὶ τὸ δεῖν ἑτοίμως ἐλεεῖν τοὺς ἀφορήτῳ πενίᾳ κατισχισμένους.
Ἔφη γάρ που ὁ Χριστός· «Γίνεσθε οἰκτίρμονες, ὅτι ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί.» Παρεγγυᾷ δὲ καὶ νόμος ἡμῖν ὁ διὰ Μωσέως· «Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ ἐν σοί.» Χρῆμα γὰρ ἐξαίρετον ἡ φιλοπτωχία Εἰ δέ τις αὐτὴν ἐν ὀλίγῳ παντελῶς ποιεῖται λόγῳ, καὶ τοῦ μηδενὸς ἀξίαν εἶναί φησι, ἐπαινέσει που πάντως τὸ ἀπηνὲς καὶ μισάνθρωπον· καὶ τό γε δὴ χρῆναι μὴ συναλγεῖν τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ· ἆρ᾽ οὖν οὐχὶ θηριοπρεπὲς τὸ φρόνημα καὶ Θεῷ κατεστυγημένον, καὶ μαχομένην ἔχον τὴν φιλοικτίρμονα φύσιν;
Ἀλλ᾽ οὐκ ἂν ἐνδοιάσειέ τις. Γέγραπται γὰρ ὅτι «Ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακούειν ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων.» Χρὴ δὲ καὶ ἑτέρως μεμνῆσθαι διὰ παντὸς τῆς ἐσομένης ἡμῖν μετὰ τοῦτο ζωῆς. Ἄραρε γὰρ, ὅτι πάντη τε καὶ πάντως καταλήξει πρὸς πέρας ὁ ἑκάστου βίος.
Ἀλλ᾽, ὥς που καὶ Γράμμα φησὶ ἱερὸν, «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν βίον, οὐδὲ ἐξενεγκεῖν δυνάμεθα.» Βαδιεῖται δέ τις τῶν μὲν ἐπιγείων ἀγαθῶν συναποφέρων οὐδὲν, ἁπάντων δὲ ὥσπερ ἐστερημένος, καὶ αὐτοῦ δὲ σώματος. Ἀλλ᾽ οἱ μὲν τῆς ἀρετῆς ἐργάται πλοῦτον ἔχουσι τὸν νοητὸν, καὶ τὸ τῆς φιλοπτωχίας συνέκδημον φῶς. Καυχήσονται γὰρ ἐπὶ τοῦ θείου βήματος, μᾶλλον δὲ αὐτὸς αὐτοὺς ἐπαινέσει Χριστὸς λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθατε πρός με. Ἀμὴν γὰρ λέγω, φησὶν, ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Ἀκούεις ὅπως ἡ φιλοικτίρμων τε καὶ ἡμερωτάτη φύσις τὸν εἰς τοὺς πένητας ἔλεον ἐφ᾽ ἑαυτῇ γενέσθαι φύσιν; Ἀλλ᾽ ἐπακούσῃ μὲν κατὰ τὸ εἰκὸς ἁπασοῦν, οἶμαι, τὶς τὸ χρῆναί τε φειδοῦς ἀξιοῦν τοὺς ἐν πτωχείᾳ καὶ πόνοις, διανέμειν δὲ τοῖς δεομένοις τὰ κατ᾽ ἰσχύν. Περιενεχθήσεται δὲ πρὸς τὸ ἔχον ἐναντίως καὶ ἀφιλοικτίρμονα νοῦν, ἐκεῖνό που πάντως διενθυμούμενός τε καὶ λέγων· Εἰ δοίην ἑτέροις τὰ ἐμαυτοῦ, παῖδας ἀδικήσω τοὺς ἐμούς. Τίνων ἔσονται δεσπόται; πλουτῶ γὰρ οὐ λίαν.
Ἀλλ᾽, ὦ βέλτιστε, φαίην ἂν αὐτῷ, λογισμοῦ τοῦ καθήκοντος ἀποκομίζῃ μακράν. Ἔδει γὰρ, ἔδει διενθυμεῖσθαι σοφῶς, ὅτι καὶ ζῶ ἔτι λόγου μὲν τοῦ παντὸς ἀξιοῖ τὴν εἰς παῖδας φιλοστοργίαν, ἔξω δὲ σαυτὸν τῶν ὄντων οὐ τίθης, οὔτε μὴν εἰς ἅπαν ἀποστερεῖς τῶν εἰς ἀνάπαυλαν καὶ τρυφήν. Οὐκοῦν ἔργον ἂν εἴη φρενὸς ἀληθῶς τῆς παγκάλης, καὶ τῆς ἐσομένης ζωῆς ποιεῖσθαι φροντίδα, καὶ μέτρον ἑλέσθαι τοῦτο δρᾷν· οὐκ ἐξείργοντος τοῦ καιροῦ τὴν τῶν πλωτήρων ἀπομιμεῖσθαι πρόνοιαν, οἳ τὴν οὕτως εὐρεῖαν διαπερῶσι θάλασσαν, οὐκ ἠμεληκότες σιτίων, ἢ τῆς ἄλλης εἰς τοῦτο παρασκευῆς· ἀλλὰ καὶ ὑπὲρ χρείαν ἔσθ᾽ ὅτε τὰ ἔπιπλα προενθέμενοι. Οὐκοῦν ἐκδημήσειν τῶν καθ᾽ ἡμᾶς πραγμάτων ἑκάστου μέλλοντος, νοητῶν ἐφοδίων γενέσθω πρόνοια. Οὐκ ἀδικήσεις τὸν παῖδα τὸν σαυτοῦ διὰ τοῦ κατοικτείρειν τοὺς ἐν ἐνδείᾳ συζωμένους.
Οὐ λυπήσεις τὸν διαδεξόμενον, σαυτὸν ἀπαλλάττων κολάσεως καὶ πυρός. «Πολλὰ μὲν γὰρ πταίομεν ἅπαντες· ἐλεημοσύναις δὲ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι,» καθὰ γέγραπται. δʹ. Τοῖς τοιούτοις ἡμᾶς μαθήμασιν εὐφρανθῆναι ποιῶν, γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, ἀχλὺν ἔχοντες τὴν νοητὴν διετελοῦμεν ἐν κόσμῳ, οὐκ εἴδησιν εὐσεβείας, οὐχ ἕτερόν τι τῶν ἄνωθεν ἀγαθῶν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενοι· οὐ τὴν τῆς δικαιοσύνης ὁρῶντες ὁδὸν, ἀλλ᾽ οὐδ᾽ αὐτὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ἐπιγινώσκοντες· πλανώμενοι δὲ καὶ κτίσει τὸ σέβας ἀναπέμποντες, καὶ τοῖς ἀνθρώποις πρεπούσης ἔρημοι φρενός.
Ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, κατῴκτειρεν ὁ Δημιουργός. ᾜδει πλατὺ κατὰ πάντων γελῶντα τὸν Σατανᾶν, καὶ καταδραττόμενον μὲν εὐκόλως τῶν ἐπὶ τῆς γῆς, ἐπαμύνοντος οὐδενὸς, ὑποφέροντά τε ταῖς ἰδίαις ζεύγλαις, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀμογητὶ κατασείοντα.
Εἶτα νόμον ὡρίσατο τὸν διὰ Μωσέως. Ἀλλ᾽ οὐκ ἦν ἐν νόμῳ τοὺς τῆς ἁμαρτίας διαδράναι βρόχους· οὐκ ἦν ἀποπλύνασθαι τῶν πλημμελημάτων τοὺς μολυσμούς. Παρέδειξε γὰρ ὁ νόμος τὴν ἁμαρτίαν, καὶ τῆς ἁπάντων ἡμῶν ἀσθενείας ἔλεγχος ὥσπερ τις τέθειτο παρὰ Θεοῦ, καὶ μάρτυς ἡμῶν εἰσελάσει σοφὸς ὁ μακάριος Παῦλος· ἔφη γὰρ οὕτως· «Οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λέγει, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.» Καὶ πάλιν· «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ κακόν.» Τί δὴ ἄρα φὴς, ὦ μακάριε Παῦλε; τὸν διὰ Μωσέως, εἰπέ μοι, γράφῃ νόμον; ταύτης ἕνεκα τῆς αἰτίας παρεισδῦναι φὴς, ἵνα πλεονάσῃ τὸ κακόν; Διδάσκαλος οὖν φαυλότητος εἴη ἂν, εἰ πεπλεόνακε δι᾽ αὐτοῦ τὸ κακόν.
Ἀλλ᾽ οὐ τοῦτό φησιν ὁ πνευματοφόρος. Ἔφη γὰρ πάλιν αὐτός· «Τί οὖν ἐροῦμεν; Ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο. Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου. Τήν τε γὰρ ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν, Οὐκ ἐπιθυμήσεις.» Οὐκοῦν ἁμαρτίας διδάσκαλος ἥκιστα μὲν ὁ νόμος· ἔλεγχος δὲ, ὡς ἔφην, τῆς τῶν ὑπὸ νόμον ἀσθενείας ἦν, καὶ τοῦ κατασίνεσθαι πεφυκότος παραδεικτικός. Ὅνπερ δὲ τρόπον οὐκ ἂν αἰτιάσαιτό τις τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς, ὅτι καὶ βόθρους ὁρᾶσθαι ποιεῖ, καὶ τὰ ἐν ταῖς τριόδοις διεῤῥιμμένα, καὶ τοῦ περιπτέειν αὐτοῖς ἀπαλλάττει τοὺς διελαύνοντας· οὕτως οὐκ ἂν, οἶμαι, τὶς εὖ φρονῶν τὸν θεῖον γράψαιτο νόμον, ὡς ἁμαρτίας ἡμῖν ἐμποιητικόν· καταθαυμάσει δὲ μᾶλλον ὡς ἐναργὲς ἀποφαίνοντα τὸ τελοῦ· εἰς ὄνησιν. Ἀλλ᾽ εἰσεκομίσθη, φησὶν, «ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ.» Ἐπειδὴ γὰρ διὰ πολλὴν ἄγαν ἀσθένειαν, καὶ τὸ λίαν εὐκατακόμιστον εἰς τὸ πλημμελὲς, οὐδεὶς ἐπλήρου τὸν νόμον, ὑπόδικος γέγονε πᾶς ὁ κόσμος τῷ Θεῷ, μονονουχὶ συνελαύνοντι τοὺς ἐπὶ τῆς γῆς πρός γε τὸ χρῆναι λοιπὸν τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ διψῆσαι χάριν. Δίκαιοι γὰρ ἡμεῖς «οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος,» καθὰ γέγραπται.
Προσεμπεδοῖ δὲ τὸν λόγον καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλων ὡδί· «Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ, διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ἵνα τοίνυν ἐλευθέρους ἡμᾶς ἀποφήνῃ, καὶ ποινῆς καὶ δίκης, καὶ τῆς ἐκείνου καταβοῆς, γέγονε καθ᾽ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἄνθρωπος ἀληθῶς, ἐκ Θεοῦ Πατρὸς Λόγος, μεμενηκὼς ὅπερ ἦν, ὁ ἐλεύθερος ἐν δούλοις, ὑπὸ νόμον ὁ νομοθέτης, μεθ᾽ ἡμῶν εἰς γένεσιν σαρκικὴν καὶ τὴν ἐν χρόνῳ τετελεσμένην ὁ τῶν αἰώνων ποιητής.
Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, ὁ κατὰ φύσιν ἰδίαν σώματος, ἵνα χρηματίσας ἡμῶν ἀδελφὸς, τῆς ἑαυτοῦ δόξης ἀποφήνῃ κοινωνοὺς, ἁγιάσας τε τῷ ἰδίῳ Πνεύματι, καλέσῃ λοιπὸν ἀδελφούς τε καὶ ἐλευθέρους. Οὕτω γάρ πού φησι τοῖς ἁγίοις ἀποστόλοις· «Ὑμεῖς φίλοι μού ἐστε. Οὐκέτι λέγω ὑμᾶς δούλους.» Τούτων τοιγαροῦν ἁπάντων ἀμνημονήσαντες οἱ Ἰουδαῖοι, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀρνούμενοι, παρέδοσαν μὲν Πιλάτῳ, καὶ σταυροῦσθαι παρεκάλουν. Ὁ δὲ Θεὸς ὢν φύσει καὶ παναλκὴς, ἐνῆκεν ἑκὼν τοῖς τοῦ θανάτου βρόχοις τὸ ἴδιον σῶμα, ἵνα καὶ ἡμᾶς ἐξέληται, διαῤῥήξας αὐτούς. Τριήμερος γὰρ ἀνεβίω, κηρύξας τοῖς ἐν ᾅδου πνεύμασι, καὶ εἰρηκὼς «τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.» Εἶτα τοῖς ἁγίοις ἀποστόλοις ἑαυτὸν ἐμφανῆ καταστήσας, εἰρηκώς τε σαφῶς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν,» ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, καὶ τοῖς τῆς ἰδίας θεότητος ἐναμβρύνεται θάκοις, ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.
Ὡς οὖν ἀπολογησόμενοι, παραστησόμενοί τε τῷ βήματι αὐτοῦ, διὰ πάσης ἐπιεικείας τὸν οἰκεῖον ἀποκαθάρωμεν βίον, ἀκλινῆ τὴν πίστιν τηρήσωμεν, ἐλεοῦντες πτωχοὺς, ἐπισκεπτόμενοι χήρας, τοὺς ἐν δεσμοῖς κατοικτείροντες, συναλγοῦντες τοῖς ἐν ἱδρῶσι καὶ πόνοις, τὴν φιλαλληλίαν ἐπιτηδεύοντες, τὴν ἀγάπην τὴν εἰς Θεόν τε καὶ ἀδελφοὺς, καὶ τοῖς τῆς σαρκὸς ἐπιτιμῶντες πάθεσιν. Οὕτω γὰρ, οὕτως ἑορτάσωμεν καθαρῶς, ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τρίτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδος τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ σαββάτου, κατὰ τὸ ἔθος, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς.
Οὕτω γὰρ καὶ τότε τρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας ὠφεληθησόμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.