Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί

Κύριλλος Ἀλεξανδρείας

Εορταστική επιστολή ΚΘ΄

Ο εαρινός χαρακτήρας του Πάσχα, η δικαίωση διά της πίστεως, ο παιδαγωγικός ρόλος του μωσαϊκού νόμου και η μετάβαση στη θεία χάρη της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 28 από 29

ΛΟΓΟΣ ΚΘʹ. Προθεωρία. Συντέθειται καὶ νῦν ἡμῖν ὁ λόγος, οὐκ εἰς θήραν ὁρῶσιν ἐπαίνου καὶ κρότων, ἀλλ᾽ εἴς γε τὸ δεῖν ἐνεργάσασθαί τι τῶν ὀνησιφόρων ταῖς τῶν ἀκροωμένων ψυχαῖς. Ἁμαρτάνοντι δὲ καὶ καλλιεπείας τῆς ἄγαν, μὴ ἀκριβεῖς ἐξετασταὶ γενήσεσθε μᾶλλον, ἀλλὰ συγγνώμονες. Οὐ γὰρ ταῖς τῶν ῥητόρων εὐκομπίαις, ἀλλ᾽ οἷς ἐκκλησιαστικοῖς ὑμᾶς λαχάνοις ἑστιᾶται.

αʹ. Ἰδοὺ δὴ πάλιν ὁ τῆς ἁγίας ἑορτῆς ἡμῶν ἀνίσχει καιρὸς, θυμηδίας ἁπάσης ἀναπιμπλὰς τὰς τῶν φιλαρέτων ψυχὰς, καὶ ὄκνον μὲν τὸν ἐπ᾽ ἀγαθοῖς σπουδάσμασιν ἐκ μέσου τιθεὶς, διαναστὰς δὲ πρὸς φιλεργίαν τὴν ἐφ᾽ ἅπασι τοῖς τεθαυμασμένοις, ἃ καὶ τοῖς ἱεροῖς συμβαίνει νόμοις, καὶ ταῖς ἄνωθεν καὶ παρὰ Θεοῦ ψήφοις ὁμολογοῦσαν ἔχει τὴν ἔκβασιν, καὶ πρὸς εὐκλείας ἔσται πολλῆς τοῖς κατορθοῦν ᾑρημένοις.

Οὐκοῦν καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, «καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» τὴν ἁγίαν δηλονότι καὶ πάναγνον ἑορτὴν, ἢν ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ πληροῦν εἰθίσμεθα. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστὸς,» —«ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Φίλον μὲν οὖν ἀεί πως τοῖς ἑορτάζουσί τε εὐειματεῖν καὶ καταφαιδρύνεσθαι τὴν ἀμφίεσιν.

Ἐοικέναι γάρ πως ταυτὶ τῷ καιρῷ φαῖεν ἂν ἴσως τινές. Οἶμαι δὲ δεῖν οὐχὶ δήπου μόνον ἐπιτηδεύεσθαι παρ᾽ ἡμῶν τὸ τοῖς θύραθεν ὡραϊσμοῖς κατακαλ[λ]ύνεσθαι φιλεῖν, ἐν παντὶ δὲ μᾶλλον ποιεῖσθαι λόγῳ τῶν ἐν τῇ ψυχῇ μολυσμῶν τὴν ἀπεμπολήν. Ταυτὶ γὰρ ἡμᾶς καθαροὺς καὶ διεσμηγμένους παρίστησι Χριστῷ, τῇ παρ᾽ αὐτοῦ χάριτι διαπρέποντας, κόσμημά τε καὶ οἷον ἄμφιον ἁγιοπρεπὲς καταπλουτοῦντας αὐτόν. Γέγραφε γὰρ οὑτωσὶν ὁ πάνσοφος Παῦλος, «Ἐνδύσασθε, λέγων, τὸν Κύριον Ἰησοῦν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Τοῦτον ἡμᾶς τὸν τρόπον ἐσκευασμένους, ἐγγὺς εἶναι θέλειν τοῦ παναγάθου Θεοῦ, τὸ ἀπεικὸς οὐδέν. «Ἅγιοι γὰρ ἔσεσθε, φησὶν, ὅτι ἐγὼ ἅγιος.» Οὐκοῦν, καθά φησιν ὁ θεσπέσιος Παῦλος, ἑορτάζωμεν, «μὴ ἐν ζύμῃ παλαιᾷ. μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·» τουτέστιν, ἐν ὀρθότητι καὶ ἀκριβείᾳ πίστεως, προσηνεγμένης αὐτῇ δηλονότι καὶ τῆς ἐξ ἔργων φαιδρότητος.

Ταυτὶ γὰρ ὑμῖν ἐνυπάρχοντα, καὶ τῆς εἰς λῆξιν εὐθείας περιποιήσει τὴν μέθεξιν, καὶ εἰς τὸν τῶν ἁγίων ἀναβιβάσῃ κλῆρον, τοὺς οἵπερ ἂν εἶεν τῆς ἐκείνων εὐζωΐας ἄριστοι μιμηταί. Φέρε γὰρ ἐκεῖνο καθ᾽ ἑαυτοὺς ἐννοήσωμεν, πηνίκα τε καὶ ὅπως τελεῖσθαι δεῖν τὸν ἐπὶ τὸ Πάσχα νόμον προστέταχεν ὁ Μωσῆς, ἤγουν δι᾽ ἐκείνου Θεὸς, μηνὶ καθ᾽ Ἑβραίους τῷ πρώτῳ, καὶ ἠρινοῦ ἐγγελῶντος καιροῦ, ὅτε φυλλάδι νέᾳ καὶ ἀρτιφανεῖ τὰ ἐν δρυμοῖς καὶ κήποις στεφανοῦται φυτὰ, καὶ καρπῶν ἀπόδοσιν ἐπαγγέλλεται, χλοηφορεῖ δὲ σύμπαν πεδίον, καὶ κομᾷ μὲν ληΐοις ἡ ἀρόσιμος γῆ, πολυτρόποις δὲ χρωμάτων ἰδέαις καταποικίλλεται τὰ εὐοσμότατα τῶν ἀνθέων, ἀμνοὶ δὲ μητέρας περισκέρουσιν ἁπαλοὶ, ἡδύ τι καὶ τρυφερὸν βληχώμενοι. Εἶτα πῶς οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων, εὐανθῆ μὲν ἅπασαν ὁρᾶσθαι τὴν γῆν, ἐν ἀκαρπίᾳ δὲ τῇ πνευματικῇ τὸ θεοειδὲς ἐπὶ γῆς καὶ ἐξαίρετον ζῶον, φημὶ δὴ τὸν ἄνθρωπον, καὶ ἀναπόβλητον ἔχοντα τῆς ἁμαρτίας τὸ κατηφές; Οὐκοῦν, καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, «ὄγκον ἀποθέμενοι πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,» μὴ τοῖς ἱδρῶσιν ἐπιστυγνάζοντες, ἀλλὰ τῶν ἐντεῦθεν ἐφιέμενοι γερῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀφιλεργεῖν ἐθέλοντας, ἐφικέσθαι τινὸς ἀγαθοῦ καὶ ἀξιαγάστου πράγματος.

Ὄκνῳ δέ τις πεδήσας τὸν νοῦν, πῶς ἂν γένοιτο σεπτὸς, ἤγουν τὴν ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις οἷά τινα στέφανον ἀναδήσεται ψῆφον;

Ἄκουε δὲ λέγοντος τοῦ Παροιμιαστοῦ· «Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· εἶτα παραγίνεταί σοι ὥσπερ κακὸς ὁδηγὸς ἡ πενία.» Καταθήγει δὲ καὶ ἑτέρως εἰς ἔφεσιν ἀρετῆς, τὰ τῶν ζωϋφίων μικρά τε καὶ εὐτελῆ πρὸς παράδειγμα λαβών. «Ἴθι γὰρ, ἔφη, πρὸς τὸν μύρμηκα, ὀκνηρέ. Ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὲν ὑπάρχοντος, μήτε ὑπὸ δεσπότην ὢν, μήτε τὸν ἀναγκάζοντα ἔχων, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν.» Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε, ἐργάτης ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται.

Ποθεινὴ δέ ἐστι πᾶσα καὶ ἐπίδοξος. Οὐκοῦν ἀξιόληπτοι μὲν εἶεν ἂν τοῖς ἀνδρίζεσθαι μεμελετηκόσιν, οἱ δι᾽ εὐσέβειαν πόνοι· ὄκνος γε μὴν ὁ ἐπί γε τοῖς ἀρίστοις τῶν ἀνδραγαθημάτων ἀπόπεμπτός τε καὶ στυγητός. Συμβήσεται γὰρ τὸ ἐν ἐνδείᾳ γενέσθαι πάντη τε καὶ πάντως ἀγαθοῦ παντὸς τοῖς ἀφιλεργεῖν εἰωθόσιν. Ἔμμισθον δὲ, καὶ γερῶν τῶν ἄνωθεν ἀμοιρήσειεν ἂν ἥκιστά γε, τὸ τληπαθεῖν ἑλέσθαι δι᾽ ἀρετήν. Ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστι, καὶ ἐκ τῶν καθ᾽ ἡμᾶς πραγμάτων ἀταλαίπωρον ἰδεῖν. Πῶς γὰρ ὁ γηπόνος ἀμφιλαφῆ συλλέξει καρπὸν, συνδήσας ἄρα τὰ χεῖρε, καὶ τὸ ἀροῦν ἔτι παραιτούμενος, καὶ τὸν ἐπὶ ταῖς σκαπάναις ἱδρῶτα μεθείς; Οὐχ ὅταν οὕτω διατεθῇ, ἀγροὶ μὲν ληΐων ἀπομένουσιν ἔρημοι, γυμνὰ δὲ ὡρίμων τὰ ἐν παραδείσῳ φυτὰ, ὀρχοὶ δὲ ἀμπέλων ἀργοὶ καὶ ἀστάφυλοι, καθάπερ ἐν γραφαῖς ἑστήξουσιν, οὐδενὸς ἐνόντος αὐτοῖς, πλὴν τοῦ ὁρᾶσθαι μόνου; Οἵ γε μὴν τὸ ἐμπορικὸν ἔχοντες ἐπιτήδευμα, πότε τῶν φιλαιτάτων αὐτοῖς λημμάτων ἔσονται μεστοὶ, δεδιότες ἄρα τὸ διαπλεῖν ἔτι, καὶ κύμασιν ὁμιλεῖν, ἢ παντὸς καὶ πόνου καὶ δείματος τὴν φιλοκερδίαν προτάττοντες;

Μεμνήσομαι δὲ κἀκείνων οἷς σπούδασμα προὐργιαίτατον τὸ ἐν παλαίστραις εὐδοκιμεῖν. Ὧν καὶ ὁ θεσπέσιος Παῦλος διαμέμνηται λέγων, ὅτι «Πάντα ἐγκρατεύονται, ἵνα φθαρτὸν στέφανον λάβωσιν.» Ὅτε τοίνυν καὶ τῶν καθ᾽ ἡμᾶς πραγμάτων οὐκ ἄν τι πρὸς πέρας εὐκτὸν διελάσαι πώποτε φροντίδος καὶ πόνου δίχα, πῶς ἂν γένοιτο τῶν τῆς ἀρετῆς ὑψωμάτων ἐφικέσθαι τινὰς, μὴ οὐχὶ τὸ χρῆναι τληπαθεῖν ἐκτετιμηκότας, καὶ ἀμάχοις ὥσπερ τοῦ νοῦ ῥοπαῖς εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ προτεθυμημένους;

Οὕτω τῆς τῶν ἁγίων ζωῆς τὸ νοητόν τε καὶ ἀξιέραστον κάλλος ταῖς ἑαυτῶν ψυχαῖς ἐναποματτόμενοι, καὶ πνευματικῶς ἐγγράφοντες, τὰς πρὸς Θεὸν ἱκετείας ποιησόμεθα, λέγοντες· «Κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν.» Βουλὴ δὲ καὶ θέλημα τὸ παντουργικὸν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱός. Ψάλλει γοῦν ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτὸν, καί φησιν· «Ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Πεποδηγήμεθα γὰρ ἐν Χριστῷ πρὸς πᾶσαν εἴδησιν ἀρετῆς. Καὶ μή μοι θαυμάσῃς, εἰ βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὠνομάσθαι φαμὲν τὸν Υἱὸν, ὅτε καὶ αὐτὸν εὑρήσομεν τὸ Πατέρα τῇ τοιᾷδε κλήσει τετιμημένον. Ἡ γάρ τοι βουλὴ τὴν σοφίαν δηλοῖ. Γέγραφεν οὖν ὁ προφήτης Ἡσαΐας περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος.» Ἀπήγγειλε γὰρ ἡμῖν τὰ περὶ τοῦ ἰδίου Γεννήτορος, καὶ παρέδειξεν ἐναργῶς τῆς ἀνωτάτω παντὸς οὐσίας τὸ ὑπερκόσμιον κάλλος, ἐν ἰδίᾳ φύσει γράφων αὐτόν. «Καὶ γάρ ἐστι εἰκὼν, ἀπαύγασμά τε καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Ἔφη γοῦν, ὅτι «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» —«Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἓν δὲ δὴ πάντως, κατά γε, φημὶ, τὴν ταυτότητα τῆς οὐσίας. Πῶς οὖν κεχρημάτικε παιδίον;

ἰσοκλεὴς γὰρ ὑπάρχων τῷ φύσαντι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν θεοπρεπῶν ἀξιωμάτων ἀπαραλλάκτως ἔχων, γέγονεν ἄνθρωπος, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ τὴν καθ᾽ ἡμᾶς ἀπόταξιν ἐκ γυναικὸς ὑπομείνας. Πλὴν ἡμῖν «δεδόσθαι» φησὶν ὁ πνευματοφόρος αὐτόν. Οὐ γάρ τοι δι᾽ ἑαυτὸν «κεκένωκεν ἑαυτὸν,» καὶ τὴν καθ᾽ ἡμᾶς ὑπέδυ πτωχείαν, ἀλλ᾽ ἵν᾽ ἡμεῖς τὰ αὐτοῦ πλουτήσωμεν, καὶ τὴν ἀκλεᾶ καὶ βέβηλον ἁμαρτίαν ἀπονιψάμενοι, τὴν διὰ πίστεως κάθαρσιν δι᾽ αὐτοῦ κερδάνωμεν. Ὡς γὰρ αὐτός φησιν ὁ Υἱὸς, «Ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.» Χρῆμα τοιγαροῦν σωτήριον ἀληθῶς ἡ πίστις. Δικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ παντὸς αἰτιάματος ἐλεύθερον ἀποφήνασα, συνάπτει Χριστῷ, καὶ τῇ τῆς υἱοθεσίας φαιδρότητι στεφανοῖ τὸν ὁλοτρόπως αὐτῷ κολλώμενον, καὶ δι᾽ ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ οὔτι που μᾶλλον τῆς κατὰ τὸν νόμον, ἀλλὰ τῆς ἁγίας καὶ εὐαγγελικῆς.

Ἔφη γοῦν τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τοῦ Θεοῦ τῶν οὐρανῶν.» Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος· «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεῷ, δῆλον.» Καὶ πάλιν, «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» βʹ. Καὶ πρός γε τοῦτο ἴσως ἐρεῖς· Εἰ μηδὲν ἦν ὅλως ἀπόνασθαι τοῦ νόμου, εἰ τοῖς ἁμαρτίαις ἐνειλημμένοις ἀσυντελὲς εἰς ἅπαν εἰς διακάθαρσιν τὸ τοῖς ἀρχαίοις ἐνιζῆσαι γράμμασι, τί καὶ ὅλως δέδοται τὴν ἀρχήν; Πρὸς δὴ τὰ τοιάδε φαμὲν, ὅτι διηκονήθη μὲν δι᾽ ἀγγέλων μεσολαβοῦντος Μωσέως ὁ ἐν γράμμασι νόμος. Εἰκὼν δὲ τῆς ἀληθείας ἦν καὶ οἱονεί τις μεταμόρφωσις εὐσεβείας διὰ τύπου καὶ σκιᾶς ἀποφέρουσα πρὸς αὐτήν. Γράφει οὖν ὁ ἱερώτατος Παῦλος· «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.» Εὕρημα δὲ καὶ τοῦτο σοφίας τῆς ἄνωθεν, καὶ θεοπρεποῦς εὐτεχνίας ἐπίδειξις ἦν.

Ὥσπερ γὰρ οἱ χαλκουργικῆς ἐπιστήμης ἐν καλῷ γενέσθαι σπουδάζοντες, τὴν ἑαυτῶν διαγυμνάζουσι χεῖρα, καὶ οὐκ ἐκ πρώτων εὐθὺς ἐπιχειρημάτων τῆς ἀναγκαίας ὕλης ἁπτόμενοι, κηρῷ δὲ μᾶλλον ἐμμελετῶντες τὴν τέχνην, καὶ τὰ τῶν σκευῶν σχήματα διαπλάττοντες· οὕτω φαμὲν τοῖς τῆς ἀληθείας τύποις πεπαιδαγωγῆσθαι τὸν Ἰσραὴλ, ὡς πρὸς αὔξην ἰέναι κατὰ βραχὺ τοῦ τελέως ἀγαθοῦ. Τοῦτο δὲ ἦν τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἡ διά γε, φημὶ, τῶν εὐαγγελικῶν θεσπισμάτων κεκηρυγμένη. Προσεποίσειε δ᾽ ἄν τις ὀρθοεπεῖν ᾑρημένοις, οὐκ ἀγενῆ τρόπον ἀπολογίας ἕτερον, τοῦ μὴ ἐν ἀρχαῖς τὴν διὰ πίστεως δεδόσθαι χάριν τοῖς ἀνὰν πᾶσα τὴν γῆν, προεισελάσαι δὲ μᾶλλον καὶ προεισβαλεῖν ἀναγκαίως τὴν διὰ Μωσέως ἐντολήν. Βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία, καὶ κεκράτηκεν ἁπάντων τῶν ἐπὶ τῆς γῆς. Ὠμὸς γὰρ ἡμῖν ἐπέκειτο τύραννος τοῖς τῆς σαρκικῆς φιληδονίας τέλμασιν ἐνιεὶς, καὶ εἰς πᾶν εἶδος φαυλότητος κατακομίζων εὐσθενῶς τὸ ἐν ἑκάστῳ θέλημα. Καὶ οὐκ ἦν ἀπολύσασθαι τῆς ἐκείνου πλεονεξίας τὸν ζυγόν. Ἔδει δὴ οὖν, ἔδει τοῖς ἐπὶ τῆς γῆς, πλείστης τε ὅσης καὶ ἀπαραβλήτου λοιπὸν ἡμερότητος τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ δικαιούσης τὸν εὐσεβῆ, κολάσεώς τε καὶ δίκης ἔξω τιθείσης αὐτόν.

Ἔδει τοῖς ἐντετηγμένον καὶ δυσαπόνιπτον ἔχουσι τὸν ἐκ φαυλότητος ῥύπον, τὴν διὰ τῆς εἰς Χριστὸν πίστεως ἀναλάμψαι χάριν· Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι διαφυγεῖν καὶ τῆς ἁμαρτίας τοὺς βρόχους, καὶ τῆς τοῦ διαβόλου τυραννίδος τὸ ἀπηνές. Ἵνα τῆς διὰ Χριστοῦ χάριτος καὶ φιλοτιμίας μὴ ἀγνοῆτε τὸ μέγεθος, προεισεκομίσθη νόμος, δικαιῶν μὲν οὐδένα παντελῶς, ἐλέγχων δὲ μᾶλλον τὸν τὸ τηνικάδε τὸ ἄῤῥωστον. Ἦν οὖν ἔλεγχος ἁμαρτίας, ἐπαράτους ἀποφαίνων τοὺς ἁμαρτάνοντας.

Γέγραπται γὰρ, ὅτι «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτά.» Ὅτι δὲ οἷς ἔφην, ἕψεται πάντως τὸ ἀληθὲς, πιστώσεται πάλιν ὁ ἱερώτατος Παῦλος. Γέγραφε γὰρ, «Ὅτι ὁ νόμος, τῶν παραβάσεων χάριν ἐτέθη.» Καὶ πάλιν, «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» Ἀσθενούντων γὰρ τῶν ὑπὸ τὸν νόμον, καὶ πλημμελούντων ἀεὶ, πεπλεόνακε τὸ παράπτωμα. Ἐλέγχοντος τοιγαροῦν τοῦ νόμου τῶν ὑπ᾽ αὐτῷ τὴν ἀσθένειαν, λοιπὸν ἐδέησεν ἀναγκαίως τοῖς ἐπὶ τῆς γῆς τοῦ δικαιοῦντος ἐν πίστει, καὶ οὐκ ἐξ ἔργων νόμου· Χριστὸς δὲ οὗτος ἦν, περὶ οὗ γέγραπται· «Ἔτι μικρὸν, ἕτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. Θυσίαν μὲν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησεν ὁ τῶν ὅλων Θεός. Ὁλοκαυτώματα δὲ καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησεν,» ἐπειδὴ δὲ, ὡς αὐτὸς ἔφη Χριστὸς, «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» γʹ. Ταῦτα διδάσκων ἐν συναγωγαῖς διετέλει, προσεπάγων τοῖς λόγοις τὰς θεοσημείας, καὶ τὰ μόνῃ πρέποντα τῇ ὑπὲρ πάντα φύσει, ταῦτα κατορθῶν καὶ λίαν ἀμογητὶ, μᾶλλον δὲ πανσθενεστάτῳ νεύματι.

Ἕργον γὰρ ἦν αὐτῷ καὶ τὸ ἐθελῆσαι μόνον. Σκληρὰν δὲ καὶ ἀκαρπῆ τὴν διάνοιαν ἔχοντες κατεφωρῶντο οἱ ἐξ Ἰσραήλ. Ἀντέπραττον γὰρ τοῖς δι᾽ αὐτοῦ θεσπίσμασιν, ὀλίγου μὲν παντελῶς ἀξιοῦντες λόγου τὰς θεοσημείας, ἀποταυρούμενοι δὲ πρὸς ἀκράτους ὀργὰς, καὶ παλιμφήμους ἱέντες φωνάς. Τὸν γάρ τοι καλοῦντα πρὸς ζωὴν, καὶ ἀρετῆς ἅπασιν ἐναστράπτοντα γνῶσιν, Σαμαρείτην ἀπεκάλουν, φάγον τε καὶ οἰνοπότην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγεννημένον, καὶ τέκτονος υἱόν. Καὶ διὰ ποίαν αἰτίαν; Οὐ γὰρ ἤθελον ὀρθὰς ἔχειν τοῦ βίου τὰς τροχιάς. Σειραῖς τοιγαροῦν τῶν οἰκείων κατεσφιγμένοι παθῶν, καὶ τῆς φιλοσαρκίας τὸν ῥύπον ἀναπόβλητον ἔχοντες, καὶ λημμάτων οὐχ ὁσίων ἡττώμενοι, τοὺς ἀποφέρει εἰδότας εἰς εὐκοσμίαν οὐ προσίεντο λόγους. Ἠλέγχοντο γοῦν διαῤῥήδην, λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Πᾶς ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.» Τί οὖν ἄρα πεπράχασιν οἱ φῶς τὸ θεῖον εἰς νοῦν ἔχειν οὐκ ἀνασχόμενοι; Ἐλοιδόρουν, ὡς ἔφην, τὸν καλοῦντα πρὸς ζωὴν, λίθοις ἔβαλ[λ]ον τὸ ἀληθὲς πρεσβεύοντα, καὶ τελευτῶντες ἐσταύρωσαν, ψευδῆ συνθέντες ῥημάτια, καὶ τὸν ἁπάσης ἁμαρτίας ἐλεύθερον, ὑπὸ νόμον ἄγοντες καὶ γραφήν.

Οἱ μὲν γὰρ ἔφασκον ἐπί τε Πιλάτου καὶ Καϊάφα· «Τοῦτον εἴδομεν ἀνασίοντα τοὺς ὄχλους, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι·» οἱ δὲ, ὅτι «Δεδυσφήμηκε κατὰ τοῦ θείου ναοῦ.» Ἀλλ᾽ ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπομεμένηκεν ἑκὼν τὸν κατὰ σάρκα θάνατον, ἵνα πατήσας αὐτὸν, καὶ ἐγηγερμένος ἐκ νεκρῶν, ζωὴ καὶ ζωοποιὸς, διά τε τοῦτο Θεὸς ὑπάρχων γνωρίζεται.

Οὐ γὰρ καθ᾽ ἕνα τῶν καθ᾽ ἡμᾶς ἀπομεμένηκεν ἐν νεκροῖς· ἀνεβίω δὲ μᾶλλον, καινοτομῶν τῇ ἀνθρώπου φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως τὴν ὁδόν. Καὶ πιστώσεται γράφει Παῦλος· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ῥίζα τοιγαροῦν γέγονεν ἡμῖν καὶ ὁδὸς καὶ πρόφασις τῆς εἰς ἀφθαρσίαν ἐλπίδος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Βεβασίλευκε μὲν γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως.

Ἐκπέπτωκε δὲ τῆς καθ᾽ ἡμῶν τυραννίδος, καὶ ἠτόνησεν ἐν Χριστῷ. Τικτόμεθα γὰρ, οὐκέτι πρὸς θάνατον, ὡς ἐκ σπορᾶς ὄντες φθαρτῆς, ἀλλ᾽ εἰς ἐλπίδα ζωῆς, ἀρχὴν λαβόντες εἰς τοῦτο Χριστόν. Γράφει οὖν ὁ θεσπέσιος Παῦλος τοῖς εἰς αὐτὸν πιστεύσασιν· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Ἥξει γὰρ, ἥξει κατὰ καιροὺς, ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ καταβήσεται πάλιν ἐξ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, «ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» καθὼς γέγραπται.

Ὡς οὖν τῷ θείῳ βήματι παραστησόμενοι, καὶ τῆς ἑαυτῶν ζωῆς ἀποδώσοντες λόγους, ἁγίως πολιτευσώμεθα, καὶ πάντα τρόπον ἐπιεικείας ἐπιτηδεύσωμεν, καθαρίζοντες ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς, ἀρκούμενοι τοῖς παροῦσιν, ὀχληρὸν ἑτέρως τὸ περιττὸν ἡγούμενοι, συναλγοῦντες τοῖς κάμνουσι, τοῖς ἐν ἱδρῶσι συγκαθιστάμενοι, μνημονεύοντες τῶν δεσμίων ὡς συνδεδεμένοι, τοὺς ἐν ἀῤῥωστίαις ὄντας παραμυθούμενοι, ὀρφανοῦ καὶ χήρας δάκρυον ἐποικτείροντες, ἐπικουροῦντες ὡς ἔνι τοῖς ἐν πτωχείᾳ κατηχθημένοις, καὶ ἀπαξαπλῶς παντὸς ἀγαθοῦ πράγματος ἐπιμεληταὶ γινόμενοι.

Οὕτω γὰρ ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ εὐαγοῦς καὶ σωτηριώδους Πάσχα ἀπὸ μιᾶς εἰκάδος τοῦ Φαμενὼθ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὰ εὐαγγελικὰ κηρύγματα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαμενὼθ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τὸν καιρὸν τῆς ἀνέσεως συγχορεύσαντες τοῖς ἁγίοις ἐν οὐρανῷ σκιρτῶσι καὶ χαίρουσι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.