Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον
Γλαφυρά εις το Λευιτικόν: Η ημέρα του εξιλασμού και ο αποπομπαίος τράγος
Η άπαξ του έτους είσοδος του Ααρών στα Άγια των Αγίων και η χριστολογική ερμηνεία των δύο τράγων της Παλαιάς Διαθήκης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Γλαφυρά εις το Λευιτικόν: Η ημέρα του εξιλασμού και ο αποπομπαίος τράγος
Η άπαξ του έτους είσοδος του Ααρών στα Άγια των Αγίων και η χριστολογική ερμηνεία των δύο τράγων της Παλαιάς Διαθήκης.
Περὶ τοῦ μὴ εἰσέρχεσθαι τὸν Ἀαρὼν διὰ παντὸς εἰς τὰ Ἄγια τῶν ἁγίων. αʹ. Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ Πατρὸς ὁ Μονογενὴς καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ᾽ ἡμᾶς, καὶ ἐπὶ γῆς ὤφθη, κατὰ τὸ γεγραμμένον, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ἵνα, καθά φησιν ὁ θεσπέσιος Παῦλος, ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς Θεὸν, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ. Νόμος μὲν γὰρ διὰ Μωσέως τοῖς πάλαι τεθεσπισμένος μεσολαβούντων ἀγγέλων, ἀνθρώπους καθίστησι τοὺς ἱερέας, τὴν κοινὴν τῆς φύσεως νοσοῦντας ἀσθένειαν, καὶ δι᾽ αὐτὴν ὀφείλοντας, καθάπερ ὑπὲρ τῶν τοῦ λαοῦ, οὕτω καὶ ὑπὲρ τῶν ἰδίων ἀγνοημάτων, θυσίαν προσφέρειν. Ὁ δὲ λόγος τῆς ὁρκομοσίας τῆς μετὰ νόμον, «Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.» Ἐξιλάσσεται δὲ ὁ Χριστὸς, ἥκιστα μὲν ὑπὲρ ἑαυτοῦ. Καὶ ἀληθὴς ὁ λόγος· Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν· ὑπὲρ ἡμῶν δὲ μᾶλλον. Καὶ τοῦτο ἡμῖν εὖ μάλα σαφηνιεῖ γεγραφὼς ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ· Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι.» Ταύτῃτοι καὶ εἰσβεβηκέναι φησὶν αὐτὸν εἰς τὰ Ἅγια τῶν ἁγίων ἅπαξ, καὶ αἰωνίαν λύτρωσιν εὑράμενον, καὶ μιᾷ προσφορᾷ τετελειωκότα, καὶ τοῦτο εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
Καὶ σεσώσμεθα μὲν ἡμεῖς· αὐτὸς δὲ τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Τέθεικε γὰρ τὴν ἰδίαν ψυχὴν ἐθελοντὴς ὑπὲρ ἡμῶν· πλὴν ἀνεβίω. Θεὸς γὰρ ἦν φύσει, καὶ ἔστιν ἐν οὐρανοῖς ἐν δεξιᾷ τοῦ Πατρὸς, «πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἁγίων,» καθάπερ ἔναγχος ἔφην. Καὶ ταυτί μοι πάλιν ὡς ἐκ νομικῆς εἴρηται σκιᾶς, ἣν καὶ ὅπως ἂν ἔχοι σαφῶς ἀφηγήσομαι. Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, μὴ εἰσπορευέσθω πᾶσαν ὥραν τῶν ἁγίων τὸ ἐσώτερον τοῦ καταπετάσματος, εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται. Ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.» Ἔδει γὰρ, ἔδει τὸν Ἀαρὼν εἰκόνα καὶ τύπον ἀποπληροῦν τεταγμένην τῆς ἱερωσύνης Χριστοῦ μὴ κατὰ πᾶσαν ὥραν, ἤγουν ἐν παντὶ καιρῷ, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων ποιούμενον εἰσδρομὴν, οἱονεὶ παρασημαίνει τοῦ μυστηρίου τὸ κάλλος. Ἅπαξ γὰρ εἰσβέβηκεν ὁ Χριστὸς, αἰωνίαν λύτρωσιν, ὡς ἔφην, εὑράμενος. Πλημμέλημα τοίνυν εἰς αὐτὴν τὴν ἀλήθειαν διὰ τῶν ἐν τύποις, τὸ μὴ κατ᾽ ἔτος καὶ ἅπαξ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελαύνει τὸν Ἀαρὼν, ἀλλὰ κατὰ πᾶσαν ὥραν, καὶ ὡς ἐν παντὶ καιρῷ. Διὰ τοῦτο χρῆναι τηρεῖν προστέταχεν, ἵνα μὴ ἀποθάνῃ.
Εἰ δὲ θάνατος ἦν ἡ δίκη τῷ παραλύοντι τὴν σκιὰν, καὶ εἰς τὸν τῆς ἀληθείας ἐμπαροινοῦντα τύπον, τίς ἔσται λοιπὸν ἡ ἐπιτίμησις τοῖς εἰς αὐτὴν πλημμελοῦσι τὴν ἀλήθειαν, τουτέστι Χριστόν; Ὃ δὴ πεπράχασιν Ἰουδαῖοι τὴν εἰς αὐτὸν πίστιν οὐ προσιέμενοι, καὶ κατὰ μυρίους ὅσους ἀτιμάζοντες τρόπους, καί τοι λέγοντα σαφῶς· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» τουτέστι τῶν ἐν νόμῳ τύπων ἡ πλήρωσις. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Γράφει γὰρ οὕτως ἡμῖν ὁ νομομαθὴς καὶ ἱερώτατος Παῦλος. Εἴργεται τοίνυν ὁ Ἀαρὼν, τοῦ μὴ ποιεῖσθαι διὰ παντὸς τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβολὴν, ἵνα τοῦ μυστηρίου τὸ κάλλος ἀδιαλώβητόν τε καὶ ἀκραιφνὲς, καὶ αὐταῖς ἡμῖν ἀναστράπτοι ταῖς σκιαῖς. Δι᾽ ἔτους μὲν οὖν καὶ καθ᾽ ἕνα καιρὸν ἡ εἴσοδος. Τίνα δ᾽ ἂν γένοιτο τρόπον, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, ἐνομοθέτει λέγων· «Οὕτως εἰσελεύσεται Ἀαρὼν εἰς τὸ ἅγιον. Ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκάρπωμα, καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνην λινῆν ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται.
Ἱμάτια ἅγιά ἐστι· καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά. Καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. Καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ ἁμαρτίας τῆς ἑαυτοῦ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἵκου αὐτοῦ. Καὶ λήψεται τοὺς δύο χιμάρους, καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλῆρον, ἕνα τῷ Κυρίῳ, καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ. Καὶ προσάξει Ἀαρὼν τὸν χίμαρον, ἐφ᾽ ὃν ἐπῆλθεν ἐπ᾽ αὐτῷ ὁ κλῆρος τῷ Κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας· καὶ τὸν χίμαρον, ἐφ᾽ ὃν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου τοῦ ἐξιλάσασθαι ἐπ᾽ αὐτοῦ, ὥστε ἐξαποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπὴν, καὶ ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον.» Τὸν μὲν οὖν τῆς θυσίας ἐν τούτοις ἡμῖν ἐξηγεῖται τρόπον. Εἶτα προσκεκόμικε τὸν μόσχον Ἀαρὼν τὸν περὶ τῆς ἁμαρτίας τῆς ἑαυτοῦ, καὶ τοῦ οἴκου ἑαυτοῦ. Τεθυμένου δὲ τοῦ μόσχου, καὶ μὴν τοῦ κριοῦ γεγονότος εἰς ὁλοκαύτωμα, κατὰ τὸν αὐτῷ πρέποντα νόμον· Καὶ λήψεται, φησὶ, τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου ἀπέναντι Κυρίου.
Καὶ πληρώσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς, καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος, καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου, καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται.
Καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ τῷ δακτύλῳ τὸ θυσιαστήριον· ῥανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ αὐτοῦ.» Προσεπάγει δὲ τούτοις· «Καὶ σφάξει τὸν χίμαρον περὶ τῆς ἁμαρτίας τὸν παρὰ τοῦ λαοῦ ἔναντι τοῦ Κυρίου, καὶ εἰσοίσει ἀπὸ τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος· καὶ ποιήσει τὸ αἷμα αὐτοῦ, ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου.» Καὶ ταυτὶ δὴ ταῦτα προστέταχε γενέσθαι, ὑπὲρ τοῦ ἐξιλάσασθαί φημι ὑπὲρ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ, καὶ περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. Κατεχρίετο δὲ τῷ αἵματι τοῦ τε μόσχου, καὶ μὴν καὶ τοῦ χιμάρου, οὐχὶ μόνον τὸ ἱλαστήριον, καὶ ἡ ἐσωτέρα σκηνή, τουτέστι, τὰ Ἅγια τῶν ἁγίων, ἀλλὰ καὶ αὐτὸ τὸ τῶν καρπωμάτων θυσιαστήριον, ἐν τῇ πρώτῃ σκηνῇ.
Ἔφη γὰρ πάλιν· «Καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ἀπέναντι Κυρίου, καὶ ἐξιλάσεται ἐπ᾽ αὐτοῦ· καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλωθεν. Καὶ ῥανεῖ ἐπ᾽ αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ αὐτοῦ ἑπτάκις, καὶ καθαρίσει αὐτὸ, καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ.» Προσεπάγει δὲ πάλιν «Καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα, καὶ ἐπιθήσει Ἀαρὼν τὰς δύο χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος. Καὶ ἐξαγορεύσει ἐπ᾽ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν. Καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος, καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον. Καὶ λήψεται ὁ χίμαρος ἐφ᾽ ἑαυτῷ τὰς ἀνομίας αὐτῶν εἰς τὴν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς ἔρημον.» βʹ. Ταῦτα μὲν οὖν ἐν τύποις τεθεσπισμένα κατὰ καιρὸν, ὧδέ τε ἔχει, καὶ δὴ καὶ ἐπράττετο. Ἐπειδὴ δὲ παρῴχηκεν ἡ σκιὰ, καὶ ὁ τῆς διορθώσεως ἐνέστη καιρὸς, φέρε δὴ, φέρε λεπταῖς καὶ ἀστειοτάτοις ἐννοίαις χρώμενοι, τὸν τοῦ νόμου σκοπὸν ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον μεταπλάττωμεν. «Εἰσῆλθε μὲν γὰρ εἰς τὰ Ἅγια τῶν ἁγίων ἐφ᾽ ἄπαξ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, αἰωνίαν λύτρωσιν εὑράμενος.»
Πλὴν ἐν αἵματι διαθήκης αἰωνίου, καὶ οὐ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος, ἀπαλείφων τὴν ἁμαρτίαν τοῦ κόσμου. Τέθυται γὰρ οὐχ ὑπέρ γε τῆς ἑαυτοῦ ποθεν, ἀλλ᾽ ὑπὲρ τῆς ἡμῶν σωτηρίας. Ἑψόμεθα δὴ οὖν καὶ αὐταῖς εὖ μάλα ταῖς τοῦ νόμου σκιαῖς, Ἦν μὲν καὶ σφόδρα εἰκὸς, μᾶλλον δὲ καὶ ἀναγκαῖον, τὸν θεσπέσιον Ἀαρὼν ὑπὲρ τῶν ἰδίων ἀγνοημάτων θυσίαν προσφέρειν. Οὐ γὰρ ἂν νοοῖτο γεγονὼς τοῦ πλημμελεῖν ἐν ἀμείνοσιν ἄνθρωπος ὤν. Χριστῷ δὲ οὐκέτι τὸ τοιοῦτον ἁρμόσει· πολλοῦ γε καὶ δεῖ. Καταπεπλούτηκεν γὰρ ἐν ἰδίᾳ φύσει τὸ ἀπλημμελὲς ὡς Θεός. Πλὴν ἐν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ, καὶ αὐτῶν τῶν ἡγιασμένων ἡ κάθαρσις, ἱερέων τέ φημι, καὶ μὴν καὶ λαῶν. Θέα γὰρ ὅπως ὁ Ἀαρὼν τὴν ἐν Χριστῷ νοουμένην θυσίαν καὶ νοητὴν εὐοσμίαν ἐν τοῖς ὑπὲρ αὐτοῦ θύμασιν ὑποπλάττεται. Μόσχος γὰρ ἦν καὶ κριὸς εἰς ὁλοκαύτωσιν. Νοεῖται δὲ πάλιν ὡς ἕν γε τῷ μόσχῳ Χριστός. Ἀμφιλαφῆ γὰρ λίαν τὰ ὑπὲρ ἁγίων προσκομιζόμενα τῷ Θεῷ, καὶ πλούσιοι σφόδρα τῶν τοιούτων οἱ τρόποι. Ἱερὸν δὲ ζῶον, καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς θυσίαν ἐπιτηδείων, ὑπερκείμενον τὸ τοῦ μόσχου χρῆμα. Οὐκοῦν τῆς θυσίας τὸ τέλειον ὑπεμφήνοιεν ἂν ἡμῖν ὁ μόσχος. Κριὸς δὲ πάλιν εἰς ὁλοκαύτωσιν, γέγονε γὰρ εἰς ὀσμὴν εὐωδίας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τῷ Θεῷ καὶ Πατρί· τὸ οἱονεὶ βδελυρόν τε καὶ κάκοσμον τῆς ἁμαρτίας τοῦ κόσμου παραλύων ἐν ἑαυτῷ.
Ἐπιτήρει δὲ ὅπως προστεταγμένος ὁ Ἀαρὼν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβολὴν ποιεῖσθαι κατὰ καιροὺς, καὶ ἀποπεραίνειν εὖ μάλα τὰς ὑπέρ γε τῶν ἰδίων ἀγνοημάτων θυσίας, οὐκ ἐν τῷ τῆς ἀρχιερωσύνης σχήματι ὁρᾶται κατ᾽ ἐκεῖνο καιροῦ, ἀλλὰ χιτῶνά φησι λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ λινῆν ζώνην ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται· τὰ ἱμάτια ἅγιά ἐστιν, καὶ λούσεται ἐν ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ. Ἀλλ᾽ ἧν ἅπασιν ἱερουργοῖς σύνηθές τε τοῦτο καὶ κατὰ νόμον τὸ σχῆμα. Τίς ἂν οὖν γένοιτο καὶ τούτων ἡμῖν ὁ λόγος πιθανὸς, ὡς οἶμαι, μᾶλλον δὲ καὶ ἀληθής; Οὐ γὰρ ἦν ἀκόλουθον ὑπὲρ ἰδίων θύοντα πλημμελημάτων τὸν Ἀαρὼν, ἐν εἴδει φαίνεσθαι τοῦ Χριστοῦ, τοῦ μὴ εἰδότος τὴν ἁμαρτίαν. Στολισμὸς γὰρ ὁ μάλιστα πρέπων αὐτῷ, καὶ αὐτὸ τῆς ἀρχιερωσύνης τὸ σχῆμα, τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας τε ὁμοῦ καὶ ἱερωσύνης ἀνετύπου τὸ κάλλος. Ὅτι δέ ἐστιν ἀμήχανον εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελάσαι δύνασθαί τινας, καὶ εἰς τὴν σκηνὴν τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, μὴ οὐχὶ τῷ τῆς παλιγγενεσίας ὕδατι προκαθηγνισμένους, ἐδήλου σαφῶς ὁ νόμος, ὕδατι προστάσσων ἀπολούσασθαι τὸν Ἀαρὼν, εἰ μέλλοι ποιεῖσθαι τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομήν.
Ἄνθρακας δὲ δεῖν ἀπ᾽ αὐτοῦ λαμβάνειν τοῦ θυσιαστηρίου προστέταχεν εἴσω τε ἀποκομίζειν, τουτέστιν, ἐσώτερον τοῦ καταπετάσματος. Ἐπιτάττει δὲ οὕτως αὐτοῖς πλήρη τὴν δράκα λεπτοῦ θυμιάματος ποιεῖν. Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου, καλύψει, φησὶν, ἡ ἀτμὴ τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων.
Τύπος δὲ ἦν αὐτοῦ ὁ Χριστὸς, ὃς τέθυται μὲν ὡς μόσχος· ὁλοκαυτοῦταί γε μὴν, ὡς κριὸς, καὶ ὅλην ἐμπίπλησι τῆν ἁγίαν σκηνὴν, τουτέστι, τὴν Ἐκκλησίαν, τῆς νοητῆς εὐοσμίας ὡς καὶ λέξεται πρὸς ἠμῶν· «Μύρον ἐκκενωθὲν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, καὶ εἵλκυσάν σε. Ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δραμοῦμεν. Ἀλλὰ φέρε, τὸν λόγον ἀναβιβάζωμεν ἐν ἀρχαῖς. Ἥξει γὰρ οὕτως ἡμῶν κατ᾽ εὐθὺ τοῦ πρέποντος ἡ τῶν νοημάτων ἐφήγησις. Μόσχος μὲν οὖν καὶ κριὸς ὑπέρ γε τοῦ Ἀαρὼν, τὰ εἰς θυσίαν ἠγμένα· χίμαροι δὲ δύο παρὰ τοῦ λαοῦ, καὶ μὴν καὶ κριὸς ὁλοκαύτωμα. Γέγραπται γὰρ ὡδί· »Κλῆροι δὲ τοῖς χιμάροις· εἷς μὲν τῷ Κυρίῳ, ἔτερός γε μὴν τῷ ἀποπομπαίῳ.» Καὶ ποῖον ἂν εἴη τὸ ἐπ᾽ αὐτοῖς μυστήριον, εἰπεῖν ἀναγκαῖον. Τινὲς μὲν οὖν οἴονται τὸν ἕνα τῶν τράγων, ἀποπομπαίῳ τινὶ καὶ ἀκαθάρτῳ δαίμονι δεδόσθαι τε καὶ ἀνίεσθαι κατὰ τὴν ἔρημον, ἡμεῖς δὲ ταύτην τὴν δόξαν ἐκτόπου δεισιδαιμονίας μεμεστωμένην εἶναί φαμεν, καὶ τῶν εἰς Ἑλληνικὴν ἡκόντων πλάνησιν αἰτιαμάτων οὐκ ἀπαλλαξομένην. Μᾶλλον δέ· προσεποίσω γὰρ ὑποστολῆς δίχα, τὸ ἔτι μεῖζον, εἰς ἀνισότητα λογισμῶν τῆς εἰς Θεὸν ἁμαρτίας εἰσηγητὴν τὸν νόμον εὑρήσομεν, καίτοι τῆς πολυθέου πλάνης πολυτρόπως ἐξέλκοντα, καὶ τὸν ἕνα τε καὶ φύσει παραδεικνύντα τῶν ὅλων Κύριον, καὶ ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν παιδαγωγεῖν εἰωθότα.
Φαίη γὰρ ἄν τις εὐθὺς τῶν ὀρθὰ φρονεῖν εἰωθότων· Ἀνθότου προστέταχεν ἀνεῖσθαί τε καὶ ἀπονέμεσθαι καθάπερ τινὰ θυσίαν πονηρᾷ καὶ ἀντικειμένῃ δυνάμει τὸν Θεὸν προσκεκομισμένον, φημὶ δὴ τὸν χίμαρον; Τί δὲ καὶ εὑρήσομεν τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότα τὸν Ἀαρὼν, ὅτε τὰς χεῖρας ἐπιτιθεὶς τῷ τράγῳ, κατηγόρευε τὰς ἁμαρτίας τῶν υἱῶν Ἰσραήλ; Ἆρα οὐκ ἂν νοοῖτο τῆς ἀνωτάτω λοιπὸν ἐμβροντησίας τὸ χρῆμα μεστὸν, καὶ δυσσεβείας Ἑλληνικῆς, καὶ λογισμῶν σκαιότητος οὐκ ἀπηλλαγμένον; Καὶ τίσιν ἢ πῶς ἀμφίλογον ἔτι τό γε οὕτω κατηῤῥωστηκὸς ἐναργῆ τὴν κατάῤῥησιν;
γʹ. Τί οὖν ἄρα τὸ δρώμενον ἦν; Δύο μὲν γὰρ παρεκομίζοντο χίμαροι καλοί τε καὶ ἰσομεγέθεις ἀλλήλοις, ἄμφω τε ἰσήλικες, ὁμόχροοί τε καὶ κατ᾽ οὐδένα τρόπον παθόντες τὴν ἐμπηρίαν· κλῆροι δὲ λοιπὸν ἐγράφοντο δύο, τὰ τῶν χιμάρων ὀνόματα, κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν εὖ μάλα κατασημαίνοντες. Εἷς μὲν γὰρ ὠνομάζετο Κύριος· ἕτερος δὲ Ἀποπομπαῖος.
Ὡς οὖν, τῶν τράγων ὠνομασμένων, τοῦ μὲν ἑνὸς, Κυρίου, τοῦ δὲ ἑτέρου, Ἀποπομπαίου· διά τοι τὸ ἀποπέμπεσθαι· τοὔνομα γὰρ ἐντεῦθεν αὐτῷ, δαίμονα δὲ οὐχὶ τὸν Ἀποπομπαῖον, αὐτὸ δὲ τὸ ζῶον νοήσομεν εἰρῆσθαι. Καὶ ὁ μὲν Κύριος, τοῦτο γὰρ τῶν χιμάρων ἑνὶ ἦν ὄνομα, ὡς ἔφην, ἰσοπρεπῶς ἐσφάζετο. Ἡγίαζε δὲ τῷ αἵματι τὴν ἐσωτάτην σκηνὴν, καὶ μὴν καὶ αὐτὸ τὸ ἔξω τε καὶ τῶν καρπωμάτων θυσιαστήριον, ἐφ᾽ ᾧ καὶ τὰς κατὰ νόμον ἐτέλουν θυσίας. Ὅ γε μὴν ἕτερος, τουτέστιν, ὁ Ἀποπομπαῖος, εἰς τὴν ἄβατον ἐξεπέμπετο, κατηγορευκότος ἐπ᾽ αὐτῷ τοῦ Ἀαρὼν τὰς ἁμαρτίας τῶν υἱῶν Ἰσραήλ. Σημαίνεται δὲ δι᾽ ἀμφοῖν ὁ Χριστός· ἀποθανὼν μὲν, ὡς ἄνθρωπος, καὶ τεθυμένος ὑπὲρ ἡμῶν, ὡς ἐν εἴδει τράγου. Ἐσφάζετο γὰρ εἰς ἄφεσιν ἁμαρτιῶν ὁ χίμαρος, ἁγιάζων δὲ τὴν Ἐκκλησίαν, ὡς ἐν τύπῳ νοουμένην τῆς ἐσωτάτης σκηνῆς· καὶ μὴν καὶ αὐτοὺς τοὺς ἐν νόμῳ. Ἡγιάζετο γὰρ, ὡς ἔφην, τῷ αἵματι τοῦ χιμάρου καὶ αὐτὸ τὸ κατὰ νόμον θυσιαστήριον. Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Οὐκοῦν ἐν νόμῳ τὸ τέλειον, οὐδ᾽ ἂν ἔχῃ τὸ ἁγιάζειν δύνασθαί τινας ἡ κατὰ νόμον λατρεία. Δεῖται γὰρ ἀναγκαίως ὡς τελειοῦν ἰσχύοντος, τοῦ Χριστοῦ, καὶ ἁγιάζοντος τῷ ἰδίῳ αἵματι τοὺς τὴν νομικὴν λατρείαν ἐπιτηδεύοντας.
Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος περὶ ἑαυτοῦ τε καὶ τῶν ἐκ περιτομῆς κεκλημένων, οὕτω πού φησιν· «Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν,» ἵν᾽ ἔχοιμεν δηλονότι τὴν παρ᾽ αὐτοῦ δικαίωσιν.
Οὐκοῦν τέθυται μὲν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· ἀνεβίω δὲ αὖ, καὶ εἰς τὴν ἀνθρώποις ἄβατον ἀπεδήμησεν χώραν, τουτέστι, τὸν οὐρανὸν, ἀποβαστάζων ὥσπερ τὰς ἁμαρτίας ἡμῶν. Αὐτὸς γὰρ, πού φησιν, τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Τοῦτο, οἶμαι, ἔστιν ὁ Ἀποπομπαῖος.
Ἀπεπέμπετο μὲν γὰρ, ὥσπερ ἐκ τῶν καθ᾽ ἡμᾶς εἰς τὴν ἄνω πόλιν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ὑμῶν. Καὶ πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ γράφων ὁ μακάριος Ἰωάννης· «Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐὰν δέ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον. Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ τοῦ ὅλου κόσμου.» Ἀρεστὸν οὖν, ὅτι διεσμήγμεθα μὲν ἐν Χριστῷ, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Αὐτὸς δέ ἐστι παράκλητος ὑπὲρ ἡμῶν, καὶ εἰς τὴν ἀνθρώποις ἄβατον ἀναπεφοίτηκε χώραν, ἧς ἂν εἴη τύπος ἡ ἔρημος. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ αὐτὸς ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν, πρόσφατον καὶ ζῶσαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.
Ἀποπομπαῖος ἄρα Χριστὸς, ὡς ἐν εἴδει τράγου φέρων ἡμῶν τὰς ἁμαρτίας. Χίμαρος γὰρ, ὡς ἔφην, ὑπὲρ ἁμαρτιῶν ἐσφάζετο. Ἡ δὲ τῶν χιμάρων εἰς τὸ πᾶν ὁτιοῦν ἰσότης τε καὶ ὁμοίωσις τὸν αὐτὸν ὄντα παρέδειξεν αἰνιγματωδῶς. Ἐπειδὰν γὰρ οὐκ ἦν τὸν σφαγέντα χίμαρον ἀναβιῶναι πάλιν, ἔδοξε γὰρ τερατοποιΐα τις εἶναι τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Ἀφιλόκομπον δὲ τὸ Θεῖον ἀεὶ, καίτοι πάντα παραδόξως ἐνεργεῖν ἰσχύον. Ταύτῃτοι καὶ οἰκονομικῶς δύο παρελαμβάνοντο, τὴν πρὸς ἀλλήλους ἐμφέρειαν ἰσοπαλῆ τε καὶ ἀνεπίληπτον ἔχοντες. Καθάπερ ἀμέλει καὶ ἐπὶ καθαρισμοῦ τοῦ λεπροῦ, δύο πάλιν ὀρνίθια παρακομίζεσθαι δεῖν κεχρησμῴδηκεν ὁ νομοθέτης· ὧν τὸ μὲν ἐσφάζετο, θάτερον δὲ ἀνεῖται κατὰ τὴν ἔρημον.
Διὰ μυρίων γὰρ ὅσων ἡμᾶς ἐναργεστάτων παραδειγμάτων ἐκπεπαίδευκεν ὁ νόμος τοῦ Χριστοῦ μυστήριον· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.