Γνώριμος δὲ, ὡς ἔφην, τότε δὴ γέγονε μικροῖς καὶ μεγάλοις, ὅτε καὶ ὁ τῆς ἀφέσεως ἐνέστη καιρός. Ὁ μὲν γὰρ νόμος τοῖς ἀρχαιοτέροις ἐνετέλλετο, λέγων· «Δι᾽ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν, καὶ οὕτω ποιήσεις αὐτήν. Ἄφες πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον.» Καὶ πάλιν· «Ἐὰν κτήσεις παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἀφήσεις αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ.» Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τέλει τῶν αἰώνων, καὶ μονονουχὶ ἑπτὰ ἐτῶν, ἀφῆκε τὰ ὀφειλήματα, καὶ ἀνῆκεν ἡμαρτηκότας, καὶ χρεωφειλέταις οὖσιν, ἐχαρίσατο, κατὰ τὴν εὐαγγελικὴν παραβολὴν, δούλους ὄντας τῆς ἁμαρτίας, καὶ ὑπεζευγμένους τῷ Σατανᾷ, τῷ τῆς ἐλευθερίας πνεύματι λαμπροὺς ἀπέφηνε καὶ ἠγλαϊσμένους. Ἀνεδείχθη δὲ τῆς ἀφέσεως ὁ καιρὸς, ἐν καιρῷ τῆς Σκηνοπηγίας, ἢ τὸ τῆς ἀναστάσεως ὑποδηλοῖ μυστήριον, ὅτε τὸ ἑκάστου τῶν ἐν γῇ κειμένων διαπήγνυται σκῆνος, ἤ τοι τὸ σῶμα. Ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω Χριστὸς, πατήσας τὸν θάνατον, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ εἰρηκὼς τοῖς ἐν δεσμοῖς· «Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύφθητε,» τότε τῷ ἁγίῳ ἀνακαλλύνων Πνεύματι τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους, καὶ τῶν ἀνακτιζομένων εἰς ἁγιασμὸν, ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Τότε καὶ ἀνεῴχθησαν οἱ τῆς διανοίας ἡμῶν ὀφθαλμοί.