Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις την Γένεσιν, Βιβλίο Ε': Η επιστροφή του Ιακώβ, η πάλη με τον Θεό και η θεοπτία

Η συμφωνία του Ιακώβ με τον Λάβαν, η αναχώρησή του, η πάλη με τον άγγελο, η μετονομασία του σε Ισραήλ και τα γεγονότα της Συχέμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 22

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Εʹ. Περὶ τοῦ Ἰακώβ. αʹ. Πολυμερῶς καὶ πολυτρόπως ἡ θεόπνευστος Γραφὴ τῆς διὰ Χριστοῦ σωτηρίας προαναφωνεῖ τοὺς τύπους, οὐ μετρίαν ἐντεῦθεν τοῖς ἐντευξομένοις τιθεῖσα τὴν ὄνησιν. Ὅνπερ γὰρ τρόπον οἱ τὴν ἐν πίναξιν ἐπιστήμην εἰς ἅπαν ἐξησκημένοι, ταῖς τῶν χρωμάτων πολυειδέσι μορφαῖς καταποικίλλουσι, τὰς σκιὰς εἰς ἐμφανεστέραν ἄγοντες ὄψιν, καὶ πολὺ τὸ ἐπίχαρι καταχέοντες τῆς γραφῆς· οὕτω καὶ ἡ τοῦδε τοῦ παντὸς τεχνῖτις σοφία, τουτέστι Θεὸς, διὰ ποικίλων ὅσων αὐχημάτων προαναφαίνει λεπτῶς τοῦ μυστηρίου τὸ κάλλος, ἵνα συνιέντες ὡς ἐν αἰνίγμασι, καὶ μονονουχὶ προκατήχησιν καὶ προεισβολὴν εἰς σύνεσιν τὸ πρᾶγμα ποιούμενοι, πρὸς τὴν τῆς ἀληθείας παραδοχὴν, ἑτοιμότεροί πως εἶεν οἱ μυσταγωγούμενοι.

Διατρίβομεν τοίνυν ἐν τῷδε τῷ κόσμῳ, μικρὸν διαφέροντες, ἢ τάχα που καὶ ἡττώμενοι τῶν ἀλόγων ζώων, εἴπερ ἀληθῆ τὴν ἐπίπληξιν ἐποιεῖτο Θεὸς κατὰ τῶν ἐξ Ἰσραὴλ, οὕτω λέγων· «Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν.» Εἰ δὲ νόμον ἔχοντες τὸν παιδαγωγὸν, ἐπὶ ταῖς οὕτω δειναῖς ἀμαθίαις οἱ τῶν Ἰουδαίων δῆμοι κατεγινώσκοντο, τίς ἂν γένοιτο λοιπὸν λόγος ὁ ζητούμενος περὶ τῶν ἐθνῶν, οἷς τῆς πολυθέου πλάνης ὁ βαθὺς ἐνέσκηψε σκότος; Κάτω γὰρ ὥσπερ διανενευκότες ἀεὶ, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐνειλημ[μ]ένοι, μόνα φρονεῖν ἐσπούδαζον τὰ ἐπὶ τῆς γῆς, οὐδ᾽ ὅσον εἰπεῖν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀνατείνειν ἰσχύοντες εἰς τὰ τῆς φιλοθεΐας αὐχήματα.

Ἐντεῦθεν ἡμῖν ἐποιμώζοντες καὶ μονονουχὶ κειμένοις ἐπιδακρύοντες οἱ μακάριοι προφῆται, μυρίου; ὅσους δεδαπανήκασι λόγους. Ὁ μὲν γὰρ μακάριος Ἡσαΐας, «Ἐπλάτυνε,» φησὶν, «ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, μὴ διαλιπεῖν.» Οὐ γὰρ ἦν ἀπόνευσις τοῦ κακοῦ· ἀφορήτῳ δὲ ὥσπερ πλεονεξίᾳ κατηχθισμένοι τῇ τοῦ καθ᾽ ἡμῶν τυραννήσαντος Σατανᾶ, κατέβαινον μὲν εἰς ᾄδου, κατὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν οἱ δείλαιοι, χανδὸν τοῦ θανάτου καταπίνοντος, καὶ καταποιμαίνοντος ὥσπερ ἡμᾶς εἰς τοῦτο τῆς ἁμαρτίας εὑρετοῦ. Καὶ γοῦν οὐκ ἀδακρυτὶ, καθάπερ ἔφην ἀρτίως, τῆς τοιᾶσδε συμφορᾶς διεμέμνητο καὶ αὐτὸς ὁ θεσπέσιος Δαβίδ. Ἔφη δὲ οὕτω περὶ ἡμῶν, ποτὲ μέν· «Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς·» ὁτὲ δὲ πόλιν· «Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τὰ Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Ταύτῃτοι καὶ οὐ μέχρι παντὸς ὑπὸ τῷ θανάτῳ μεμενήκαμεν. Πέπομφε γὰρ ἡμῖν ἐξ οὐρανοῦ ὁ Θεὸς καὶ Πατὴρ ποιμένα τὸν ἀγαθὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· οὐκ εἰς ᾅδου ποιμαίνοντα τοὺς ὑπ᾽ αὐτὸν γενομένους, ἀλλ᾽ εἰς ἀφθαρσίαν καὶ ζωὴν ἀποφέροντα.

Κατανέμει γὰρ «ἐν κρίνοις, καὶ ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι,» κατὰ τὸ γεγραμμένον· πόαν ἡμῖν παρατιθεὶς τὴν πνευματικὴν, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταμεθύσκων νάμασι, καὶ ἐγκάρπους ἀποτελῶν, καὶ πρός γε δὴ τούτοις, εἰς πληθὺν ἀμέτρητον κατευρύνει λαῶν. Καί μοι πάλιν ὡς ἐν σκιαῖς κατίδοι τις ἂν, ὅπερ ἔφην, τὸν θεσπέσιον Ἰακὼβ, καὶ τὰ ἐπ᾽ αὐτῷ γεγραμμένα παρατιθέντος τοῦ λόγου, καὶ τῆς ἱστορίας τὸ δοκοῦν εἶναί πως ἀσυμφανὲς ὡς ἔνι καταλευκαίνοντος.

Γέγραπται τοίνυν ὡδί· «Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου, καὶ εἰς τὴν γῆν μου· ἀπόδος μοι τὰς γυναῖκάς μου, καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω. Σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι· καὶ ὅσα ἦν κτήνη σου μετ᾽ ἐμοῦ. Μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον μου, καὶ ηὐξήθη εἰς πλῆθος. Καὶ ηὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου.

Νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Καὶ εἶπεν αὐτῷ Λάβαν· Τί σοι δώσω; Καὶ εἶπεν αὐτῷ Ἰακώβ· Οὐ δώσεις μοι οὐδέν. Ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου σήμερον καὶ φυλάξω. Παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον ποικίλον καὶ περκνόν· καὶ πᾶν βόσκημα φαιὸν ἐν τοῖς ἄρνεσι.

Καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν, ἔσται μοι μισθὸς, καὶ ἐπακούσεταί μου ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἔστιν ὁ μισθός μου ἐνώπιόν σου. Πᾶν ὃ ἂν μὴ ᾖ ῥαντὸν ἢ διάλευκον ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνεσι, κεκλεμμένον ἔσται παρ᾽ ἐμοί. Εἶπε δὲ αὐτῷ Λάβαν· Ἔστω κατὰ τὸ ῥῆμά σου. Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνεσι, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἀπέστησε ὁδὸν τριῶν ἡμερῶν, ἀνὰ μέσον αὐτῶν, καὶ ἀνὰ μέσον Ἰακώβ. Ἰακὼβ δὲ ἐποίμαινε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα.» Δεῖ δὴ πάλιν ἡμᾶς ὡς ἐν βραχέσι συνενεγκεῖν τῆς ἱστορίας τὸ πλάτος· προσεπειπεῖν δὲ οὕτω, τίς ἂν γένοιτο πρέπων ταῖς ἐπ᾽ αὐτῇ θεωρίαις ὁ νοῦς.

βʹ. Δεδούλευκε τοίνυν ὁ μακάριος Ἰακὼβ τῷ Λάβαν, ὑπὲρ δυοῖν θυγατέραιν, Λείας τε, φημὶ, καὶ Ῥαχήλ. Μακροὺς δὲ εἰς τοῦτο δαπανήσας χρόνους, γεννηθέντος αὐτῷ τοῦ Ἰωσὴφ ἐκ Ῥαχὴλ τῆς ὅτι μάλιστα διαφερόντως ἠγαπημένης, ἀλύει λοιπὸν εἰκότως, οἴκοι δέ τε ἰέναι διασπεύδει πάλιν. Καὶ ὁ τῆς ἀποδημίας λόγος οὐκ ἀπίθανον ἔχει τὴν εὕρεσιν.

Εἰ γὰρ μέλλοιμι, φησὶν, ἀμισθί τε καὶ διηνεκῶς κατανέμειν τὰ σὰ, πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; τουτέστι πότε τοῖς ἐμαυτοῦ παιδίοις τὰ ζωαρκῆ συλλέξαιμι, κεκλήσομαι δὲ καὶ αὐτὸς οἴκου δεσπότης; Ἀλλὰ ταυτὶ μὲν Ἰακώβ. Μεταποιεῖται δὲ Λάβαν ὡς ἀγαθοῦ ποιμένος, ηὐλογεῖσθαί τέ φησιν ἐπὶ τῇ εἰσόδῳ αὐτοῦ. Μεθίησι δὲ οὐδαμῶς· καίτοι τῆς ὑπὲρ τῶν θυγατέρων δουλείας εἰς πέρας ἡκούσης τὸ ὡρισμένον.

Ὑπισχνεῖται δὲ τὸν ἁνδάνοντα χορηγήσειν μισθόν. Ὁ δὲ ὅτι μὲν γίνοιτο χρηστὸς καὶ ἐπιεικὴς καὶ τῶν ἄγαν τληπαθεστάτων, καὶ μὴν εὐλογίας αὐτῷ τῆς παρὰ Θεῷ πρόξενος, διεβεβαιοῦτο σαφῶς. Ἔφη γὰρ, ὅτι «Εὐλόγησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου,» ἀντὶ τῆς εἰσόδου τὸν πόδα τιθείς. Τοῦτο γὰρ ἔφη προλαβὼν ὁ Λάβαν. Αἰτεῖ δὲ μισθὸν, καὶ κατανεμήσειν ἐπαγγέλλεται τὰς Λάβαν ἀγέλας. Ἀπονεμηθέντων αὐτῷ καὶ διεσταλμένων ἰδικῶς τῶν κατεῤῥαντισμένων, ἤτοι διαλεύκων καὶ σποδοειδῶν. Οὗ δὴ γεγονότος ἀποδιίστησι μὲν ὁ Ἰακὼβ ὁμοῦ τοῖς ἰδίοις τέκνοις τὴν ἀποκληρωθεῖσαν αὐτῷ ἀγέλην, καταποιμαίνει δὲ αὐτὸς τὰ Λάβαν ἔτι. Τίς δὴ οὖν ἄρα τῶν τοιούτων ἡμῖν σαφὴς γένοιτο ἂν καὶ εἰς ἰσχνότητα τὴν πνευματικὴν περιεπτισμένος ὁ νοῦς, εἰπεῖν ἀναγκαῖον.

γʹ. Περικείσθω τοίνυν τὸ αὐτοῦ τοῦ Χριστοῦ πρόσωπον Ἰακὼβ, καθάπερ ἀμέλει καὶ φθάσαντες εἴπομεν. Χριστὸς γὰρ ὁ ἀληθὴς πτερνιστής. Πεπάτηκε γὰρ ὁλοτρόπως τὴν ἁμαρτίαν, καὶ καθὸ νοεῖται, καὶ πέφηνεν ἄνθρωπος, νεώτατος ὢν καὶ τῶν πρὸ αὐτοῦ γεγονότων ὀψιγενέστερος, ἁγίων δὴ λέγω προφητῶν, καὶ αὐτοῦ δὲ Μωσέως. Ὅμως ἔχει τὰ πρεσβεῖα, καὶ ἔστι πρωτότοκος διὰ τὸ ἐν πολλοῖς ἀδελφοῖς καθικέσθαι τὸν Μονογενῆ. Αὐτός ἐστιν ὁ εὐλογούμενος παρὰ τοῦ Πατρὸς διὰ πλήθους σίτου καὶ οἴνου. Αὐτῷ δεδουλεύκασιν ἔθνη, καὶ προσκεκυνήκασιν ἄρχοντες. «Καὶ ὁ καταρώμενος αὐτὸν ἐπικατάρατος· ὁ δὲ εὐλογῶν εὐλογημένος,» κατὰ τὴν εὐλογίαν Ἰσαάκ. Αὐτὸς ὁ καθ᾽ ὁμοιότητα τὴν Ἰακὼβ καθάπερ τινὰ πατρῴαν ἑστίαν μονονουχὶ ἀπολελοιπὼς τὸν οὐρανὸν, καὶ πρὸς Λάβαν ἀφιγμένος, ὃν τῷ κόσμῳ παρεικαστέον, τῷ μὴ εἰδότι ποτὲ τίς ὁ φύσει Θεὸς, κατηῤῥωστηκότι δὲ ὥσπερ ἄγαν τὴν πολύθεον πλάνησιν· εἰδωλολάτρης γὰρ καὶ ὁ Λάβαν. Ἴδιος μὲν οὖν καὶ ὁ κόσμος Χριστοῦ, καθὸ καὶ φύσει νοεῖται Θεὸς, καὶ τῶν ὅλων Κύριος καὶ δημιουργὸς, οὐκ ἴδιος δὲ πάλιν διὰ τὴν ἀπόστασιν, καὶ τὸ ἤδη πως δοκεῖν ἑτέρου γενέσθαι διὰ τὴν ἁμαρτίαν. Ἐπεγράφετο γὰρ βασιλέα τὸν Σατανᾶν. Οὐκοῦν καταβέβηκεν ὁ Λόγος ἐξ οὐρανοῦ, τὴν πατρῴαν ὥσπερ καταλελοιπὼς ἑστίαν. Τοῦτο γὰρ ἔφην ἀρτίως. Καὶ ἦν ὡς ξένος ἐν ἰδίῳ τῷ κόσμῳ.

Καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης· «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Ἀλλὰ ταυτὶ μὲν ἴσως ἁρμόσειεν ἂν εἰκότως τοῖς τῆς ἐπιδημίας καιροῖς. Ὅτι δὲ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἐν ἰδίοις ἦν ὡς Θεός· ἀγνοούμενος δὲ τῷ κόσμῳ, τῶν καθ᾽ ἡμᾶς ἐποιεῖτο πρόνοιαν, ἐξ ἐμφύτου καλοκἀγαθίας καὶ θεοπρεποῦς ἡμερότητος, παραδείξειεν ἂν εὐθὺς ὁ θεσπέσιος Ἰακὼβ ὡς ἐν τύπῳ τῷ καθ᾽ ἑαυτόν. Ἐποίμαινε γὰρ τὰ πρόβατα Λάβαν, καίτοι μισθὸν ἔχων παρ᾽ αὐτοῦ τὸ σύμπαν οὐδένα· ἐλπίδι δὲ μόνῃ, εἰς τοῦτο ἠγμένος ταῖν δυοῖν αὐτοῦ συνάπτεσθαι θυγατέραιν, καὶ τέκνων γνησίων ἀναδειχθήσεσθαι πατήρ.

Λεία δὲ ἤστην καὶ Ῥαχήλ. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Υἱὸς, ἐν τῷ κόσμῳ ἦν· τοῦτο γὰρ ὁ Λάβαν. Καὶ κατεποίμαινε δέ τινα τρόπον οἰκονομῶν ὡς Θεὸς τὰ ζωαρκῆ, δωρούμενος τοὺς ἀπὸ γῆς καρποὺς, ἀνιεὶς πηγὰς ὑδάτων, καὶ ποταμῶν νάματα, «τὸν ἥλιον αὐτοῦ ἀνατέλλων,» κατὰ τὸ γεγραμμένον, ὑετοὺς καθιεὶς, ἐντιθεὶς τῇ ἀνθρώπου φύσει τὴν ἔμφυτον φρόνησιν. Αὐτὸς γάρ ἐστι «Τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Ἐπλήρου δὲ ταῦτα διὰ μόνην, ὡς ἔφην, τὴν ἡμερότητα τὴν ἔμφυτον· καὶ μισθὸν μὲν ὥσπερ οὐδένα παρὰ τῶν ἐν κόσμῳ τηνικάδε δεχόμενος, οὐ δοξολογίαν, οὐ προσκύνησιν, οὐ δόξαν ὀρθὴν, καὶ ἀπλανῆ διάληψιν τὴν περὶ αὐτοῦ· προεγνωκὼς δὲ ὅτι δύο γυναῖκας ἕξει κατὰ καιροὺς, αἳ γνησίων αὐτῷ τέκνων ἔσονται μητέρες, τίκτουσαι νοητῶς. Ποῖαι δὲ αὗται, Πρώτη μὲν ἡ πρεσβυτέρα, τουτέστι, Λεία, τῆς Ἰουδαίων Συναγωγῆς τὸν τύπον ἀποπεραίνουσα. Δευτέρα δὲ καὶ μετ᾽ οὐ πολὺ καὶ τριπόθητος, ἡ νεωτέρα Ῥαχὴλ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣ καὶ τέτοκε τὸν Ἰωσὴφ, Θεοῦ προσθήκην ἑρμηνευόμενον. Προστέθειται μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ἡ ἐξ ἐθνῶν ἀγέλη.

Νοεῖται δὲ καὶ ἑτέρως, ταῖς κατὰ καιρὸν τῶν πιστευόντων προσθήκαις εἰς πληθὺν ἀμέτρητον ἰοῦσα. Πλὴν ὅρα τὴν ἐπιτήρησιν. Ὀνίνησι γὰρ λίαν τὸ ἀκριβὲς ἐν τούτοις· Γεγέννηκεν ἡ Λεία πρὸ Ῥαχήλ· εἶτα μεταξὺ παιδίσκαι δύο Βάλλα τε καὶ Ζελφά. Ἀλλ᾽ ἠρέμει τέως Ἰακώβ· ἴδιον δὲ οἶκον οὔπω ποιεῖν ἐσκέπτετο. Τέτοκεν ἡ Ῥαχὴλ τὸν Ἰωσὴφ, καὶ οἶκον λοιπὸν ἐρᾷ· «Πότε γὰρ, φησὶ, ποιήσω ἐμαυτῷ οἶκον;» Τέτοκε μὲν γὰρ ἡ τῶν Ἰουδαίων Συναγωγὴ τοὺς εἰς δουλείαν τὴν ὑπὸ νόμον. Ἀλλ᾽ οὔπω Χριστὸς ἴδιον οἶκον ἔχειν ὡμολόγει σαφῶς. Οὐ γὰρ ἀπεδέχετο λίαν τὸν ἐκ λίθων ναὸν, ὃν Σολομὼν ἀνεδείματο. Καὶ γοῦν Ἰουδαίων ἐξωφρυωμένοις ἄγαν ἐπὶ τῷδέ ποτε μονονουχὶ καὶ ἐπιπλήττει λέγων· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου;» Ἀλλ᾽ οὐδὲ οἶκος Θεοῦ γέγονε νοητὸς ὁ Ἰσραήλ. Οὐ γὰρ κατῴκηκεν ἐν αὐτοῖς.

Ἐπειδὴ δὲ τέτοκεν ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὸν νέον τε καὶ ἐν προσθήκαις λαὸν, οἶκον ἴδιον ἑαυτῷ λοιπὸν ὁ Σωτὴρ κατεσκευάζετο. Καὶ τίς δὴ οὗτός ἐστιν; Ἡμεῖς οἱ πιστεύσαντες, περὶ ὧν φησι καὶ διὰ προφήτου φωνῆς· «Διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. Καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.» Κατοικεῖ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, καθάπερ ἀρτίως ἔφην, οὐ κατοικήσας ἐν Ἰσραήλ. Ὅτι γὰρ ἀμέτοχοι τοῦ Πνεύματος, ὡς ἐν τύπῳ λέγω τῷ καθ᾽ ἡμᾶς, οἱ πρὸ τῆς ἐπιδημίας, σαφηνιεῖ λέγων ὁ σοφώτατος Ἰωάννης· «Οὔπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Ἐγηγερμένος γὰρ ἐκ νεκρῶν, καὶ εἰς εἰκόνα τὴν θείαν τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν, πρώτοις ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἔφη δέ που καὶ ὁ θεσπέσιος Παῦλος· «Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν Πνεῦμα μὲν δουλείας ἦν ἐν Ἰσραήλ· ἐν ἡμῖν δὲ τοῖς ἀπὸ Ῥαχὴλ, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, Πνεῦμα Θεοῦ πρὸς υἱοθεσίαν, οἶκον ἡμᾶς ἀποτελοῦν τὸν πνευματικόν.

Ἐλεύθεροι γὰρ οἱ ἀπὸ Ῥαχὴλ, ἧς οἱ ὀφθαλμοὶ καλοὶ καὶ ὡραῖοι, καίτοι τῆς Λείας οὐχ ὧδε ἐχούσης. Ὁρᾷ γὰρ οὐχ ὑγιῶς ἡ τῶν Ἰουδαίων Συναγωγή. Καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος· «Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον, ὅ τι ἐν Χριστῷ καταργεῖται. Ἀλλ᾽ ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἀλλ᾽ ἡμεῖς ἅπαντες, ὡς ἔφη πάλιν αὐτὸς, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Συνίης ὅτι καλοῖς ὀφθαλμοῖς καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα; Λαμπροὶ γὰρ οἱ τῆς Ῥαχὴλ ὀφθαλμοὶ, καθάπερ ἔφην ἀρτίως. Ἐπειδὴ τοίνυν ἡ νεωτάτη Ῥαχὴλ τὸν Ἰωσὴφ ἐκτέτοκεν, οἴκαδε μὲν ἰέναι διασπεύδει λοιπὸν ὁ θεσπέσιος Ἰακώβ. Μεταποιεῖται δὲ Λάβαν, καὶ εὐλογεῖσθαί φησιν εἰς πληθὺν ἄρδην τῆς ἀγέλης εὐρυνομένης.

Δεῖται γὰρ λίαν ὁ κόσμος Θεοῦ, κἂν εἰ μὴ λέγει τυχὸν, ἀλλ᾽ οὖν τῷ εἰδέναι καὶ ὁμολογεῖν ὅτι πάντα αὐτῷ τά τε ζωαρκῆ, καὶ τὰ εἰς εὖ εἶναι παρὰ Θεοῦ. Ἐξαιτεῖ δὲ μισθὸν ὁ μακάριος Ἰακὼβ εἰκῆ παρεῖναι μὴ ἐνεχόμενος ἔτι. Καὶ ἦν ὁ μισθὸς οὐκ ἀνεθέλητος αὐτῷ, τὰ κατεῤῥαμμένα τὰ σποδοειδῆ.

Κατὰ μὲν οὖν τοὺς ἄνωθεν ἔτι καὶ παρῳχηκότας καιροὺς, καίτοι διοικῶν τὸν κόσμον ἐξ ἡμερότητος τῆς ἐμφύτου καὶ θεοπρεποῦς, ὁ δι᾽ οὗ τὰ πάντα Θεὸς Λόγος, ἠφίει τοὺς ἐν αὐτῷ «πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν,» κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ τέτοκεν ἡ Ἐκκλησία, τὸν ἐν προσθήκαις ἀεὶ καὶ νέον λαὸν, τουτέστι, τοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν ἀναγέννησιν ἤδη λαχόντας τὴν πνευματικὴν, ἀπαιτεῖ τὸν κόσμον μισθὸν ὥσπερ τινὰ τῆς ὑπὲρ αὐτοῦ προνοίας τοὺς εἰς τὸ πιστεύειν ἑτοιμοτέρους, ὧν ἂν εἰς τύπον τὰ σποδοειδῆ καὶ ῥαντά. Τί δὴ τοῦτό ἐστιν; Ἀεί περ ἐν ταῖς ὀΐων τε καὶ αἰγῶν ἀγέλαις τὰ μονοειδῆ τοῖς τρέφουσιν αἱρετώτερα· τὰ δὲ ῥαντὰ καὶ κατεστιγμένα τάξιν ἔχει δευτέραν, καὶ οὐκ ἐν ἴσῳ λόγῳ τοῖς ἄλλοις.

Ἔριον γὰρ ἐν αὐταῖς οὐ μονοειδὲς, ἀλλ᾽ ἐν βραχὺ παραλλὰξ, ἑτερόχρουν δέ ἐστιν καὶ οἱονεὶ περιπεφυρμένον. Δέχεται τοίνυν ἀπὸ τοῦ κόσμου Χριστὸς, οὐχὶ δή που πάντως τὰ ἐν αὐτῷ τίμια, καὶ ἐν ἀνθρώποις ἀπόλεκτα, ἀλλ᾽ ὅσα μᾶλλον ἐν αὐτοῖς ἐν ὑφέσει τε εἶναι δοκεῖ, καὶ οὐκ ἐν ἴσῃ δόξῃ. Πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Παῦλος, ἐπιστέλλων τοῖς πεπιστευκόσι· «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά.» Νοηθείη δ᾽ ἂν καὶ ἑτέρως, εἴπερ βούλοιτό τις ἐξακριβοῦν τὰ τοιάδε, σποδοειδὲς ῥαντόν.

Ποικίλον γάρ πως οἱ ἐν Χριστῷ τὸ εὐπρεπὲς ἔχοντες ὡς ἐν ἔργοις τε καὶ λόγοις. Τὸ μὲν γὰρ φαιόν τε καὶ μέλαν καταλογισθείη εἰς αἴνιγμα καὶ σκιὰν τοῦ κατὰ Χριστὸν μυστηρίου, καὶ τὸν ἐπ᾽ αὐτῷ σκοτεινὸν ἀσυμφανῆ τοῖς πολλοῖς καταγράψοι λόγον.

Ἔφη γάρ που καὶ ὁ θεσπέσιος Δαβὶδ ἐν βιβλίῳ Ψαλμῶν, ὅτι «Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων·» τὸ οἱονεὶ δυσκατάληπτον τῶν περὶ Θεοῦ δογμάτων σκηνῇ παρεικάζων, καὶ ὀνομάζων τὸν σκότον, καὶ «ὕδωρ σκοτεινὸν ἐν νεφέλαις ἀέρων.» Κατεπαγγέλλεται δὲ καὶ ἡ Σοφία τισὶ χαριεῖσθαι πλουσίως τὸ νοεῖν δύνασθαι παραβολὰς καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Οὐκοῦν τὸ βαθὺ καὶ οἱονεὶ μέλαν τῶν ἐπὶ Χριστοῦ δογμάτων, τὸ φαιὸν ἡμῖν ὑπαινίττεται χρῶμα. Τὸ δέ γε λαμπρὸν καὶ οἱονείπερ διαφανὲς, τὸ ὡς ἐν ἔργοις φημὶ τοῖς κατ᾽ εὐσέβειαν παραθήσει τὸ ἕτερον, τουτέστι, τὸ λευκόν. Τοιγάρτοι καὶ ὁ πάντων Δεσπότης τὴν ἐν Χριστῷ πίστεως κάθαρσιν προκαταμηνύει λέγων διὰ τῆς τοῦ προφήτου φωνῆς· «Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ.

Ἐὰν δ᾽ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.» Ἀπόλεκτοι τοίνυν καὶ ἐν λόγῳ τῷ προὔχοντι παρά γε τῷ πάντων Σωτῆρι Χριστῷ οἱ δευτέραν μὲν ἔχοντες ἐν τῷ κόσμῳ τάξιν. Τεθειμένοι δὲ ὥσπερ παρ᾽ ἄλλους ἐν μείοσιν, καὶ ἐν δόξῃ πλεονεκτούμενοι, κατεῤῥαμμένοι δὲ ὥσπερ καὶ τὸ ποικίλον ἔχοντες νοητῶς ὡς ἐν βάθει δογμάτων τῶν περὶ Θεοῦ, καὶ τὸν τοῖς ἄλλοις ἀσυμφανῆ καταπλουτοῦντες λόγον, φαιδρότητί τε τῇ κατ᾽ εὐσέβειαν εὖ μάλα διαπρεπεῖς. Μισθὸν μὲν οὖν Ἰακὼβ τὰ κατεῤῥαμμένα. Τίνα δὲ τρόπον κατεσοφίζετο μὲν τὸν Λάβαν, πλεῖστα δὲ ὅσα τὰ αἱρεθέντα ποιεῖ, πολυπραγμονῶμεν, εἰ δοκεῖ, καὶ ἐξ αὐτῶν ἀναμάθωμεν τῶν ἱερῶν Γραμμάτων. Ἔχει γὰρ οὕτως· «Ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν, καὶ καρυΐνην, καὶ πλατάνου. Καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκὰ, περισύρων τὸ χλωρόν.

Ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε ποικίλον. Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα, ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ῥάβδους. Καὶ ἔτικτον τὰ πρόβατα διάλευκα, καὶ ποικίλα, καὶ σποδοειδῆ ῥαντά. Τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ, καὶ ἔθηκεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς. Καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾽ ἑαυτὸν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα τοῦ Λάβαν.

Ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους. Ἡνίκα δὲ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει. Ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ· καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα.» Ποιμενικῆς μὲν οὖν ἐπιστήμης τὸ εἰδέναι φαμὲν, ὅτι τοῖς ὁρωμένοις τὰ ἐμφερῆ πάντων τε καὶ πάντως ἀποτέκοιεν ἂν ὄϊες τε καὶ αἶγες, καὶ τοῖς τῶν παραπιπτόντων χρώμασι γένοιτ᾽ ἂν ὁμοειδῆ τὰ ἐξ αὐτῶν, εἰ ἐν τῷ κιττᾷν θεάσαιτο. Ἔοικε δέ πως τοῖς κατὰ φύσιν τὸ χρῆμα κατορθοῦσθαι νόμοις.

Ἄῤῥητα δὲ τὰ τοιαῦτα παντελῶς, καὶ ταῖς ἡμετέραις ἐννοίαις ἀστιβῆ. Ἀπόλεκτα δὲ τὰ σποδοειδῆ καὶ κατεῤῥαμμένα κατὰ θείαν ὀμφὴν ἐποιεῖτο πάλιν ὁ θεσπέσιος Ἰακώβ. Ἔφη γάρ που πρὸς Λείαν τε καὶ Ῥαχήλ. «Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ. Καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰς αἶγας καὶ τὰ πρόβατα, διάλευκοι καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾽ ὕπνον· Ἰακώβ.

Ἐγὼ δὲ εἶπα· Τί ἐστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους, καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς.» Ταυτὶ μὲν οὖν φησι τὸ Γράμμα τὸ ἱερόν. Ἀλλὰ φέρε τῆς ἱστορίας τὸ χθαμαλὸν ὑποτρέχοντες, ἀναβαίνωμεν ἐπὶ τὰ πνευματικά.

δʹ. Ῥάβδος ἡμῖν αἰνιγματωδῶς ἐπιγράφει πάλιν τὸν Ἐμμανουήλ. Ὠνόμασται γὰρ ὡδὶ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος· «Καὶ ἐξελεύσεται ῥάβδος, φησὶν, ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.» Πρὸς δέ γε τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, τὸ τῶν πιστευόντων πρόσωπον ὑποδὺς ὁ θεσπέσιος ἡμῖν ἀνεφώνησε Δαβίδ· «Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» Παρακεκλήμεθα γὰρ ἐν Χριστῷ, καὶ αὐτὸν ἔρεισμα πεποιήμεθα. Γέγραπται γὰρ, ὅτι «Ὑπερστερίσει τοὺς δικαίους ὁ Κύριος.» Ἡμῖν οὖν τράγοις λογικοῖς θρέμμασι τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην, καὶ ἐν ὅλῳ τῷ κόσμῳ, ῥάβδον ὥσπερ τινὰ παρατίθησι ἑαυτὸν ὁ Χριστός. Ῥάβδον δὲ οὐχ ἁπλῶς, ἀλλὰ στυρακίνην, καὶ καρυΐνην, καὶ ὡς ἐκ πλατάνου. Φυτὸν δὲ καὶ τοῦτο τῶν εἰς ὀρθότητα μεμαρτυρημένων· καὶ θανάτου μὲν ἡ στυρακίνη σημεῖον.

Ἀρώμασι γὰρ τὸ τεθνηκὸς θεραπεύεται σῶμα, ἀρωμάτων δὲ ἥδιστον ὁ στύραξ. Ἀπέθανεν δὲ δι᾽ ἡμᾶς ὁ Χριστὸς, καὶ ἐτάφη, κατὰ τὰς Γραφάς· καρυΐνη δὲ, ἐγρηγόρσεώς τε καὶ ἀϋπνίας. Ἐνεργεῖ γὰρ ἐν ἡμῖν τὰ τοιάδε φύσεως. Ἐγήγερται δὲ ὑπὲρ ἡμῶν ὁ Χριστός. Οὐ γὰρ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις, οὔτε μὲν εἰς ἅπαν ἥλω τοῖς τοῦ θανάτου δεσμοῖς. Ἡ ἐκ πλατάνου δὲ πάλιν ὑπεμφαίνειν ἔοικε τὸν εἰς ὕψος τε καὶ πρὸς τὸν ἄνω δρόμον, τουτέστιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ. Εὐφυὲς γὰρ ξύλον καὶ τῶν ἄγαν εὐμηκεστάτων ἡ πλάτανος. Ὑψώθη δὲ παρὰ τοῦ Πατρὸς ὁ Υἱός. Ἔφη γὰρ ὁ Πέτρος περὶ αὐτοῦ· «Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς.» Καὶ ὁ Παῦλος, ὑπερυψοῦσθαί φησιν αὐτὸν, καὶ λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὴν παρὰ πάντων προσκύνησιν. Εἰ δέ τις βούλοιτο, καὶ καθ᾽ ἕτερόν τινα νοῦν ἐκλήψεται τὸ φυτόν. Καὶ τίς ὁ τρόπος; Οἱ περὶ τὰς τῶν ὀνομάτων ἐτυμολογίας περιέργως, διὰ τὸ λίαν εὐρύνεσθαι τῷ ξύλῳ τὸ πέταλον, ταύτῃτοι καὶ πλάτανον ὠνομάσθαι φασίν. Πλατυνόμεθα γὰρ καὶ ἡμεῖς διὰ πίστεως καὶ ἀγάπης, μονονουχὶ περιφύντες Χριστῷ. Στενὸς γὰρ ὁ νόμος λίαν καὶ τεθλιμμένος τῶν εἰδωλολατρούντων ὁ νοῦς.

Καὶ γοῦν ταῖς μὲν ἐξ ἐθνῶν ἀγέλαις ἐπεφώνει Θεὸς διὰ προφήτου φωνῆς· «Μάθετε ἀκούειν στενοχωρούμενοι·» Κορινθίοις δὲ ὁ Παῦλος ὑπονοστεῖν ἑλομένοις ἐπὶ τὴν ἀρχαίαν πλάνησιν μετὰ τὸ ἐν πίστει πλάτος ἐπιστέλλει λέγων· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; καὶ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ;» Καὶ μὴν ὁ Ψαλμῳδὸς πρὸς αὐτὸν ἐν πνεύματί πού φησι τὸν Ἐμμανουὴλ, τὴν τοῦ νόμου στενότητα διασύρων· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Καὶ πάλιν· «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.» Πρὸς τούτῳ ἔτι· «Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.» Ὅτι δὲ καὶ ἡ ῥάβδος ἡ καρυΐνη, καθάπερ ἔναγχος ἔφην, ἀϋπνίας ἐστὶν ἐμποιητικὴ φύσις, λέγοντος Θεοῦ πρὸς τὸν προφήτην Ἱερεμίαν· «Τί σὺ ὁρᾷς, Ἱερεμία; Καὶ εἶπα, φησὶ, Βακτηρίαν καρυΐνην.

Καὶ εἶπεν Κύριος πρός με· Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς·» Οὐκοῦν ὡς ἐν εἴδει τῆς ῥάβδου νοούμενος ἑαυτὸν ἡμῖν ὥσπερ παρατίθησιν ὁ Χριστὸς, ὡς τεθνεῶτα, καὶ ἐγηγερμένον, καὶ εἰς οὐρανοὺς ὑψούμενον, κατευρύνοντά τε διὰ τοῦ Πνεύματος νοητῶς τὰς τῶν δεχομένων αὐτὸν καρδίας. Ἀλλὰ ποῦ τὰς ῥάβδους τέθεικεν ὁ Ἰακώβ; Ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων.

Νοοῖντο δ᾽ ἂν πάλιν ληνοί τε καὶ ποτιστήρια τῆς λογικῆς ἀγέλης, τουτέστιν ἡμῶν, συγγραφὴ Μωσέως, καὶ τὰ προφητικὰ κηρύγματα, τὸν ἄνωθεν ἡμῖν καὶ παρὰ Θεοῦ μονονουχὶ βρύοντα λόγον. Γέγραπται γὰρ, ὅτι «Καὶ ἀντλήσετε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» Ἐκεῖ τὸν Ἐμμανουὴλ εὑρήσομεν τὴν τῆς δυνάμεως ῥάβδον, καὶ ὡς ἐν θανάτῳ δι᾽ ἡμᾶς, καὶ πρωτότοκον ἐκ νεκρῶν, καὶ ὑψούμενον ἐν δόξῃ, καὶ πλατύνοντα τοὺς πεπιστευκότας, καθάπερ ἔφην ἀρτίως. Σύμπας γὰρ ὥσπερ τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ μέν τοι Μωσέως διανένευκεν ἐπὶ τὸ Χριστοῦ μυστήριον. Τοιγάρτοι καὶ ὁ σοφὸς ἔφη Παῦλος, ὅτι «Τέλος νόμου καὶ προφητῶν ὁ Χριστός.» Πλὴν ἐλέπισεν Ἰακὼβ τὰς ῥάβδους λεπίσματα λευκὰ, περισύρων τὸ χλωρόν· ἐκίττων τε οὕτως ἐπ᾽ αὐταῖς τὸ ποικίλον τὰ θρέμματα. Περισύρει γὰρ ὥσπερ ὁ Χριστὸς τὴν τοῦ νόμου σκιὰν, καὶ προφητικῶν συγγραμμάτων τὸ οἱονεὶ κατακάλυμμα, λελευκασμένον δὲ οὕτω καὶ εὐκάτοπτον κομιδῇ τὸν ἐν αὐτοῖς ἡμῖν ἀποφαίνων λόγον, ἐπῳδὴν ἀναφέρει πνευματικήν· μόνον δὲ οὐχὶ καὶ ἀναπείθει κιττᾷν τῷ ἐκποικίλλεσθαι θέλον εἰς ἀρετὴν, διφυᾶ πως αὐτὴν ἐπιτηδεύοντας, ἔργῳ, τε φημὶ, καὶ λόγῳ. Καὶ γοῦν οἱ θεσπέσιοι προφῆται τῶν ἐν πίστει δεδικαιωμένων τὸ πρόσωπον ὑποτρέχοντες ἀνακεκράγασιν ἐναργῶς· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου.»

Ἔφη δέ που καὶ πάλιν ἰδίως ὁ αὐτὸς μακάριος Ἡσαΐας· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει.» Καὶ πάλιν· «Ἰδοὺ, Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας, ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει,» τουτέστι, παράκλησις ἔσται πνευματικὴ τοῖς ἤδη τὸν θεῖον ὠδίνουσι λόγον, ὡς ἐγκάρποις ἐσομένοις, καὶ ὅσον οὐδέπω μέλλουσι τεκεῖν τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα. Καρπὸς γὰρ οὗτος ὁσίας τε καὶ ἀκιβδήλου ψυχῆς. Ἀλλ᾽ ἐποίησε, φησὶ, Ἰακὼβ ἑαυτῷ ποίμνια καταμόνας, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν. Ἀσύμβατον γὰρ τῷ ἁγίῳ τὸ βέβηλον· τῷ καθαρῷ τὸ ῥυποῦν. Καταμόνας δὲ οἱ τοῦ Χριστοῦ τὸ συναναφύρεσθαι τοῖς ἐν κόσμῳ παραιτούμενοι, καὶ φιλοσαρκίας ἁπάσης ἀπηλλαγμένοι, καὶ οὐκ ἄσημοι κατὰ τὸν βίον, γνωριμώτατοι δὲ μᾶλλον ἐξ ἀρετῆς. «Ἐγένετο γὰρ, φησὶ, τὰ ἄσημα τοῦ Λάβαν· τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ.» Πλὴν οὐκ ἀφθόνητος ἦν Ἰακώβ.

Ἐπειδὴ δὲ πλουτοῦντά τε καὶ εὐημεροῦντα τεθέανται, κατεδάκνοντο λίαν οἱ τούτου υἱοί. Τοιγάρτοι καὶ ἀποδημεῖν ἐσκέπτετο, καὶ εἰς τὴν πατρῴαν ἑστίαν αὖθις ἀποφοιτᾷν. Γέγραπται γὰρ, ὅτι «Καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα. Καὶ ἐγένοντο αὐτῷ κτήνη πολλὰ, καὶ βόες, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ὄνοι, καὶ ἡμίονοι. Ἤκουσε δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λάβαν λεγόντων· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. Καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἧν πρὸς αὐτὸν ὡς χθὲς καὶ τρίτην ἡμέραν. Εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.

Ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Ῥαχὴλ καὶ Λείαν εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια. Καὶ εἶπεν αὐταῖς· Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς χθὲς καὶ τρίτην ἡμέραν. Ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾽ ἐμοῦ. Καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνάδων.» Εἶτά φησι, ὅτι «Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά.» Πεπλούτηκε μὲν γὰρ ἀληθῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς πληθὺν ἀμέτρητον, συναγείρων ἐν κόσμῳ τοὺς ἰδίους προσκυνητάς· οἳ καὶ διανοίας ἀγαθῆς ἀνάθημα λαμπρὸν τῆς ὑπ᾽ αὐτὸν δουλείας ποιοῦνται τὴν ὁμολογίαν, λέγοντες· «Ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἀλλ᾽ ἠρεμεῖν ἐπὶ τούτοις οὐκ ἀνέχονται τὰ τοῦ κόσμου τέκνα. Συλώμενον δὲ ὥσπερ ὁρῶντες τὸν ἑαυτῶν πατέρα, καὶ τὴν τοῦ ἀγαθοῦ ποιμένος ὑποτρέχοντα χεῖρα τὰ τῶν προβάτων ἐπισημότατα· καὶ ποικιλλομένους ταῖς πολυειδέσιν ἀρεταῖς τοὺς ὑπὸ Χριστῷ γεννωμένους, τονθορύζουσι λέγοντες· «Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.» Καὶ ψευδοεποῦσιν οὐδαμῶς. Ἀληθὴς γὰρ ὁ λόγος.

Συνεκόμισε γὰρ ἅπαντας εἰς ἑαυτὸν τοὺς ἐν κόσμῳ Χριστὸς, ἐνσηκασάμενός τε ταῖς ἰδίαις αὐλαῖς τὰς τῶν πιστευσάντων ἀγέλας, πλοῦτον ἔχει τὸν θεοπρεπῆ καὶ δόξαν ἐξῃρημένην. Ἔφη γάρ που καὶ αὐτὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ἴδωμεν δὲ καὶ αὐτὸν τοῦ Ἰακὼβ τὸν μισθόν. «Ἐγένοντο δὲ αὐτῷ, φησὶ, κτήνη πολλὰ, καὶ βόες, παῖδές τε καὶ παιδίσκαι, κάμηλοι καὶ ὄνοι.» Ὁρᾷς συναγείροντα καὶ τὸν Χριστὸν ἐκ παντὸς γένους, κατὰ τὸ γεγραμμένον· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ ἐν τῇ θαλάσσῃ, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ.» Δέχεται γὰρ τὸν δοῦλον, ἵνα τοῖς εἰς ἐλευθερίαν αὐχήμασιν ἀποφήνῃ λαμπρόν. Δέχεται τοὺς ὑπὸ νόμον ὡς ἱεροὺς ἤδη καὶ εἰς θυσίαν ἐπιτηδείους τὴν πνευματικὴν, ὡς ἐν οἰὸς τάξει καὶ βοός· ἵνα μεταστήσας εἰς φαιδρότητα πολιτείας εὐαγγελικῆς, ἱερωτέρους ἐργάσηται.

Δέχεται δὲ πρὸς τούτοις καὶ τὸ ἀνίερόν τε καὶ ἀκάθαρτον γένος· ὡς ἐν τάξει καμήλου καὶ μέντοι καὶ ὄνου, ἵνα τῆς πολυθέου πλάνης τὸν ῥύπον ἐκτήξας, καθαρούς τε καὶ ἡγνισμένους τοῖς τῶν ἁγίων συνάψῃ χοροῖς. Κεκινημένων δὴ οὖν εἰς φθόνον τῶν Λάβαν υἱῶν, καὶ αὐτοῦ δὲ τοῦ Λάβαν, ἀμειδῆ τε καὶ σκυθρωπάζουσαν καὶ βασκανίας οὐκ ἐλευθέραν τὴν ὀφρὺν ἀποφαίνοντος· «Οὐ γὰρ ἦν τὸ πρόσωπον αὐτοῦ, φησὶ, καθὼς χθὲς καὶ τρίτην ἡμέραν·» ἐπανήκειν εἰς τὰ οἰκεῖα τῷ Ἰακὼβ ἐνετέλλετο Θεός. Ὁ δὲ τὰ γύναια μετεπέμπετο, Λείαν τέ φημι καὶ Ῥαχὴλ, καὶ τὴν μὲν τοῦ πατρὸς ἀδικίαν ἀφηγεῖτο σαφῶς. Προσετίθει δὲ, ὅτι «Ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Καὶ ἀποκριθεῖσα Ῥαχὴλ καὶ Λεία, εἶπον αὐτῷ· Μὴ ἔστι μερὶς ἡμῖν, ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; Οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς, καὶ κατέφαγε καταβρώσει τὸ ἀργύριον ἡμῶν. Πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν.

Νῦν οὖν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει.» Καταστυγνάζοντος γὰρ ἐπὶ Χριστῷ τοῦ κόσμου, καὶ τῶν αὐτοῦ τέκνων, παράκλησις ἄνωθεν καὶ ἐξ οὐρανοῦ, τουτέστι, παρὰ Πατρὸς, ταῖς τοῦ Σωτῆρος δίδοται νύμφαις, φημὶ δὴ ταῖς Ἐκκλησίαις. Πλὴν ἡ παράκλησις, δι᾽ Υἱοῦ παραπορθμεύοντος ὥσπερ ἡμῖν τοὺς παρὰ Πατρὸς λόγους. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, κατὰ τὴν Ἰωάννου φωνήν.

Ἄθρει γὰρ ὅπως προσελάλει μὲν ὁ Θεὸς τῷ Ἰακὼβ, ὁ δὲ ταῖς αὐτοῦ νύμφαις, Λείᾳ τε, φημὶ, καὶ Ῥαχήλ. Ὁ δὲ τῆς παρακλήσεως λόγος ἦν, τὸ δεῖν ἀπαίρειν αὐτὰς ἅμα τῷ ἰδίῳ νυμφίῳ τῆς τοῦ πατρὸς ἑστίας. Οὕτω καὶ ὁ μακάριος Ψαλμῳδὸς ἐν πνεύματι πρὸς τὴν Ἐκκλησίαν φησί· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ.» Οὐκοῦν τὰ παρὰ Θεοῦ ταῖς αὐτοῦ νύμφαις λελάληκεν ὁ Ἰακώβ. Καὶ τίς ἦν ὁ λόγος; μέμψις κατὰ τοῦ Λάβαν· ὡς εἴη μὲν ἄδικός τε καὶ πονηρὸς, καὶ βραδὺς εἰς ἔκτισιν, ὧν ἂν ἐποφλοίη μισθῶν. Γράφεται δὲ καὶ αὐτὸς ὁ Χριστὸς ἐπὶ πολλῇ λίαν ἀναισθησίᾳ τὸν κόσμον, ἀποτιννύειν οὐκ ἀνεχόμενον ὡς Δεσπότῃ τὰ χαριστήρια, καὶ ὡς ἐν ὀφλήματος τάξει καὶ μισθοῦ τὰ ὑπὲρ τῆς φροντίδος τῆς εἰς αὐτὸν ξένια πνευματικὰ, πίστιν δὴ λέγω καὶ ἀγάπην, προσκομίζειν οὐκ ἐθέλοντα. Πλὴν ὑπ᾽ αὐτῷ τὰ πάντα γέγονε σαγηνεύοντος τοῦ Θεοῦ καὶ Πατρός.

Ἔφη γάρ που πρὸς αὐτὸν ὁ Υἱός· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας.» Καὶ τοῦτο ἦν ἄρα τὸ, «Ἀφεῖλεν ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά.» Αἱ δὲ σεμναὶ τοῦ Σωτῆρος νύμφαι κατακολουθεῖν μὲν ἑτοίμως ἐπαγγέλλονται· πεπράσθαι δὲ ὥσπερ αὐτῷ παρὰ τοῦ κόσμου φασίν. Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὰς Ἐκκλησίας ὁ Ἐμμανουὴλ, καὶ ἠλλοτρίωνται τοῦ πάλαι πατρός. Λόγος γὰρ αὐταῖς κοινωνίας ἢ μερίδος οὐδείς ἐστι πρὸς κόσμον, ἐξ οὗ καὶ κέκληνται. Πλοῦτος δὲ μᾶλλον αὐταῖς καὶ τοῖς τέκνοις αὐτῶν ὁ ὑπὲρ νοῦν καὶ λόγον· αὐτὸς ἡ μερὶς καὶ ὁ κλῆρος, δόξα τε καὶ καύχημα, καὶ πᾶν ὁτιοῦν τῶν τελούντων εἰς λαμπρότητα καὶ εὐημερίαν. Σκυθρωπάζει μὲν οὖν ὁ κόσμος ὁμοῦ τοῖς ἰδίοις τέκνοις ἐπὶ Χριστῷ, καὶ τῷ τῆς βασκανίας δαπανᾶται πυρὶ, προήκοντα δόξης εἰς τοῦτο βλέπων ὡς ὅλην ὑφ᾽ ἑαυτῷ ποιήσασθαι τὴν ὑπ᾽ οὐρανὸν, καὶ κατακρατῆσαι τῶν ἐπὶ τῆς γῆς.

Ὅτι δὲ τονθορυσμῶν ἐπέκεινα, καὶ λοιδοριῶν τὰ τῆς μανίας αὐτῷ παρατείνεται, καὶ διώκει, καὶ φονᾷ, καὶ ὅσον εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν τῇ τοῦ Σωτῆρος ἀναφέρεται δόξῃ, καὶ ταῖς ὑπ᾽ αὐτοῦ Ἐκκλησίαις, καὶ τοῖς αὐτοῦ τέκνοις, τουτέστι, τῇ τῶν πιστευόντων πληθύϊ καταφωρᾶται πολεμιώτατος, ἀταλαίπωρον ἰδεῖν τοῦτο μαθεῖν ἑλομένοις διὰ τῶν ἐφεξῆς· «Ἀναστὰς γὰρ, φησὶ, Ἰακὼβ, ἔλαβε τὰς γυναῖκας αὐτοῦ, καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους, καὶ ἐπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, καὶ ἀπῆλθε πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ ἐν γῇ Χαναάν. Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ. Ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς· ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀπεδίδρασκε. Καὶ ἀπέδρα αὐτὸς, καὶ πάντα τὰ αὐτοῦ, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. Ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ἰακώβ. Καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μετ᾽ αὐτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ, καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. Ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ᾽ ὕπνον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ. Φύλαξαι σεαυτὸν τοῦ μὴ λαλῆσαι πρὸς Ἰακὼβ πονηρά. Καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει.

Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.» Περιτυγχάνει μὲν οὖν ὁ Λάβαν, ἐπαιτιᾶται δὲ λίαν τὸν θεσπέσιον Ἰακὼβ, ὅτι λεληθότως ἀπέδρα, μονονουχὶ κεκλοφὼς τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς ἐν οἴκῳ θεούς. Ἔφη γὰρ ὡδί· «Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου. Ἵνα τί ἔκλεψας, φησὶ, τοὺς θεούς μου;

Ἀλλ᾽ οὐκ ᾔδει, φησὶν, Ἰακὼβ, ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. Ἐρευνήσας δὲ Λάβαν τοὺς ἰδίους θεοὺς, οὐχ εὑρίσκει παρὰ τῇ Λείᾳ, ἀλλ᾽ οὐδὲ ἐν τῷ οἴκῳ θεραπαινῶν Βάλλας τε καὶ Ζελφᾶς.» Ἐπειδὴ δὲ προσεδόκησεν ἡ Ῥαχὴλ ἐρευνηθήσεσθαι παρὰ τοῦ πατρὸς, οὐκ ἀκόμψως τὸ ῥῆμα κατασοφίζεται. «Ἔλαβε γὰρ τὰ εἴδωλα, φησὶ, καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου, καὶ ἐπεκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Μὴ βαρέως φέρε, κύριε, οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου. ὅτι κατ᾽ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστι. Ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ οὐχ εὗρε τὰ εἴδωλα.» Ἠπορηκότος τοίνυν ἤδη πως, ὀλοφυρομένου τε κατὰ τὸ εἰκὸς, τῶν ἰδίων θεῶν τὴν ἀπώλειαν, ἐπῃτιᾶτο λοιπὸν εἰκότως ὁ μακάριος Ἰακὼβ, ὡς εἰκῆ διώκειν αὐτὸν ᾑρημένον, καὶ ἐγκαλεῖν οὐκ ἔχοντα παντελῶς οὐδέν. Εἶτα περὶ συμβάσεως αὐτοῖς κεκίνηνται λόγοι, καὶ σύνεσις παρ᾽ ἀμφοῖν εἰς εἰρήνην ἐπράττετο. «Ἀποκριθεὶς γὰρ ὁ Λάβαν, φησὶν, εἶπε τῷ Ἰακώβ· Αἱ θυγατέρες σου θυγατέρες μου, καὶ υἱοί σου, υἱοί μου, καὶ τὰ κτήνη σου κτήνη μου, καὶ πάντα ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι, καὶ τῶν θυγατέρων μου. Τί ποιήσω ταύταις σήμερον, καὶ τοῖς τέκνοις αὐτῶν οἷς ἔτεκον;

Νῦν οὖν δεῦρο, διαθώμεθα διαθήκην ἐγὼ καὶ σὺ, καὶ ἔσται εἰς μαρτυρίαν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Εἶπε δὲ αὐτῷ· Ἰδοὺ οὐδεὶς μεθ᾽ ἡμῶν ἐστιν, ἰδὲ ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Λαβὼν δὲ Ἰακὼβ λίθον, ἔστησεν αὐτὸν στήλην. Εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· Συλλέγετε λίθους. Καὶ συνέλεξαν λίθους, καὶ ἐποίησαν βουνὸν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. Καὶ εἶπεν αὐτῷ Λάβαν· Ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον. Καὶ ἐκάλεσεν αὐτὸν Λάβαν, Βουνὸς μαρτυρίας. Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν, Βουνὸς μάρτυς.

εʹ. Ἐπιτροχάδην μὲν οὖν ἐν τούτοις καὶ κολοβοῦν ὡς ἔνι σπουδάζοντες τὰ τῆς ἱστορίας ἀφηγήμεθα. Τὰ δὲ εἰς νοῦν ἤδη τὸν ἐσωτάτω διατρανοῦν ἀναγκαῖον. Ὅτι τοίνυν ἐπεμάνισεν ὁ κόσμος πλουτοῦντι Χριστῷ τὰς τῶν πιστευόντων ἀγέλας, καὶ ἐπιθρώσκει λελυττηκὼς, οὐ μακρῶν ἂν δέοιτο λόγων τις εἰς παράδειξιν ἐναργῆ. Θέα γὰρ ὅπως ἀπαίροντος τοῦ Ἰακὼβ διώκει φωνῶν ὁ Λάβαν ὁμοῦ τοῖς ἰδίοις τέκνοις.

Ἀπαίρει δὲ ὥσπερ καὶ ἀπὸ κόσμου Χριστὸς ὁμοῦ ταῖς ἑαυτοῦ νύμφαις, τουτέστι ταῖς Ἐκκλησίαις, καὶ οἱονεὶ πανοικὶ μετανίσταται, νοητῶς τοῖς ἰδίοις ἐπιφωνῶν· »Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» Ὁ δὲ τῆς ἀπάρσεως τρόπος οὐκ αἰσθητῶς, οὔτε μὴν εἰς τόπον ἐκ τόπου σωματικῶς ἐκπράττοιτο ἄν. Κομιδῇ γὰρ ἄηθες τὸ ὧδε φρονεῖν ἢ λέγειν. Ἀλλ᾽ ἐκ τοῦ φρονεῖν τὰ τοῦ κόσμου πρὸς τὸ δρᾷν ἐθέλειν τὰ δοκοῦντα Θεῷ χρησίμως ἀποπεραίνεται. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Γράφει δὲ καὶ ἕτερος τῶν ἁγίων ἀποστόλων· «Παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθε τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.» Περιπατοῦντες δὲ ἐπὶ τῆς γῆς, ὡς ἐν οὐρανῷ ποιώμεθα τὸ πολίτευμα, διαζῇν σπουδάζοντες σαρκικῶς μὲν οὐκ ἔτι, ἁγιοπρεπῶς δὲ μᾶλλον καὶ πνευματικῶς. Διανίστησι δὲ πρὸς τοῦτο ἡμᾶς ἐπιστέλλων ὁ Παῦλος· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ συμμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.» Ἐπειδὴ δὲ οὐ τῷ κόσμῳ συνεσχηματίσμεθα τὴν κοσμικὴν ἀπάτην ἐκβαίνοντες, μιμησόμεθα παρ᾽ αὐτοῦ.

Καὶ τοῦτο εἰδὼς οὕτως ἔχον ἔφασκεν ὁ Σωτήρ· «Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.» Οὐκοῦν διώκει μισῶν. Φονῶντα δὲ καὶ ἀποταυρούμενον εἰς ἀκαθέκτους ὀργὰς, ἀνασειράζει Θεὸς, οὐδ᾽ ὅσον εἰπεῖν ἀπηνέσι λόγοις καταλυπεῖν ἐφιείς. Ἔφη γὰρ πρὸς τὸν Λάβαν ὁ Θεὸς, φησί· «Φύλαξαι σεαυτὸν μή πως λαλήσῃς κατὰ Ἰακὼβ πονηρά.» Ἀλλ᾽ ἐπαιτιᾶται μὲν ὁ κόσμος ὡς σεσυλημένος, καὶ ἀπολωλότων αὐτῷ τῶν θεῶν. Ἐκεκλόφει δὲ τούτους ἡ Ῥαχήλ. Πλὴν ὅρα τὴν ἐπιχείρησιν.

Ἠρεύνησε παρὰ τῇ Λείᾳ τοὺς θεοὺς ὁ Λάβαν, καὶ μέν τοι καὶ παρὰ ταῖν δύο θεραπαίναιν, «καὶ οὐχ εὗρε,» φησί. Ἐπεκάθητο δὲ αὐτοῖς ἡ Ῥαχὴλ, προφασιζομένη τὰ κατ᾽ ἐθισμόν. Τί οὖν ὁ λόγος; Οὐ τῆς Ἰουδαίων Συναγωγῆς, ἀλλ᾽ οὐδὲ τῶν εἰς δουλείας γεγενημένων κατόρθωσις ἦν ἡ τῶν εἰδώλων καθαίρεσις· ἀλλὰ τῆς νεώττης Ῥαχὴλ, τουτέστι, τῆς Ἐκκλησίας ἀτιμίᾳ περιβαλούσης τὰ χειροποίητα· μόνον δὲ οὐχὶ καὶ πληρούσης ἐπ᾽ αὐτοῖς τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον· «Καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡσεὶ ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.» Ἐπειδὴ οὐχ εὕρηνται παρὰ τοῦ Λάβαν οἱ αὐτοῦ θεοὶ, τὰς εἰς εἰρήνην συμβιβάσεις ἐποίει τὸ λοιπὸν πρὸς τὸν θεσπέσιον Ἰακώβ.

Οὐκ ἔτι γὰρ ἔχων ὁ κόσμος τοὺς ψευδωνύμους θεοὺς, φίλος ἔσται· μᾶλλον δὲ γέγονεν Χριστῷ ἤδη καὶ τῆς εἰρήνης ὁ σύνδεσμος. Αὐτός ἐστι πάλιν ὁ εὐδοκιμώτατος λίθος, ὁ πολυτελὴς, ὁ ἀκρογωνιαῖος, ὁ ἔντιμος, ὁ εἰς κεφαλὴν γωνίας, καὶ εἰς τὰ θεμέλια Σιών. «Ἔστησε γὰρ, φησὶν, Ἰακὼβ στήλην,» εἰς τύπον Χριστοῦ. Συσσωρεύονται δὲ καὶ ἕτεροι λίθοι τῶν ἁγίων ἀποστόλων, ἤτοι τῶν ἐν πίστει δεδικαιωμένων, καὶ ἡγιασμένων ἐν πνεύματι, προανατυποῦντες ἀστείως τὴν ἐπὶ Χριστῷ συνδρομήν. Περὶ μὲν γὰρ τῶν ἁγίων ἀποστόλων προφητικὸς ἔφη λόγος· «Διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς.» Διέδραμον γὰρ τὴν σύμπασαν γῆν οἱ θεσπέσιοι μαθηταὶ, τὸ εὐαγγελικὸν τοῖς ἔθνεσι διακομίζοντες κήρυγμα. Πρὸς δὲ τοὺς ἐν πίστει δεδικαιωμένους ὁ σοφὸς ἐπιστέλλει Παῦλος· «Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοίκησιν τοῦ Θεοῦ ἐν Πνεύματι ἁγίῳ.» Κέκληται τοίνυν ἡ τῶν λίθων ἄθροισις, Βουνὸς μαρτυρίας παρά γε τῷ Λάβαν, ὁ δὲ θεσπέσιος Ἰακὼβ ἐπὶ τὸ ἔτι μεῖζόν τε καὶ ὑπερτεροῦν ἀσυγκρίτως, τουτέστι Χριστὸν, ἀνακομίζει τὸ νόημα, Βουνὸς μάρτυς ὀνομάσας τὸ γεγενημένον.

Κεφαλὴ γὰρ τῶν πιστευόντων αὐτὸς ὁ Χριστός. Ὅτι δὲ σώζοντι τοὺς ἰδίους τῷ πάντων Σωτῆρι Χριστῷ, καὶ τῆς ἐν κόσμῳ κακίας ἐξάγοντι, καὶ ἡ τῶν ἀγγέλων παρέσται πληθὺς λειτουργοῦσα, δῆλον δὲ ὅτι καὶ τὴν τεταγμένην αὐτοῖς ἀποπληροῦσα δουλείαν, ἀναμάθοι τις ἂν εὐκόλως καὶ διὰ τῶνδε πάλιν. Ἀποχωροῦντος γὰρ ἤδη τοῦ Λάβαν, οἴκαδέ τε ὑπονοστοῦντος εἰρηνικῶς, «Ἀναβλέψας, φησὶν, Ἰακὼβ εἶδε παρεμβολὴν παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδε αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Παρεμβολαί.» Γέγραπται δὲ ὅτι «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Καὶ πάλιν, ὅτι «Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Σώζει δὴ ἅπαντας τοὺς ἀγαπῶντας αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Ἔτι περὶ τοῦ Ἰακώβ. αʹ. Οὐκ ἀθαύμαστος μὲν τῶν ἁγίων ὁ τρόπος παρά γε τοῖς ἄριστα βιοῦν ᾑρημένοις· τὸ δὲ τῆς ἐκείνων πολιτείας εὐκλεὲς παρὰ μὲν παντὸς οἰχήσεται λόγου. Γένοιτο δ᾽ ἂν τοῖς ἐθέλουσι εὐσεβεῖν ὑποτύπωσις ἀγαθὴ, τὸ τίνα χρὴ τρόπον κατ᾽ εὐθὺ φέρεσθαι τοῦ εἰκότος καὶ ἁνδάνοντος Θεῷ, διατρανοῦσα ποικίλως.

Χρῆναι γὰρ ἔγωγέ φημι, μᾶλλον δὲ καὶ αὐτὸς τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος, τῶν ἀρχαιοτέρων ἁγίων ἀναθεωροῦντας ὀρθῶς τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθαι τὴν πίστιν· μόνον δὲ οὐχὶ καὶ κατ᾽ ἴχνος ἰέναι τῆς ἐνούσης αὐτοῖς ἀρετῆς. Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοὺς μὲν ὅσοι τεχνῶν γεγόνασιν ἐπιστήμονες τῶν βασιλικῶν, καθηγητὰς εἰς τοῦτο ποιεῖσθαι τοὺς πρὸ αὐτῶν, καὶ ζηλοῦν ἐπείγεσθαι τοὺς ὅτι δὴ μάλιστα τὸ ἐπιεικὲς ἐν ταύταις ἠκριβωκότας· ἡμᾶς δὲ αὐτοὺς, οἷς τὸ κατορθοῦν ὁ σκοπὸς τὴν ἀρετὴν, μὴ οὐχὶ τῆς διανοίας τὸν ὀφθαλμὸν ἐνερείδοντας ταῖς τῶν ἀρχαιοτέρων ἐπιεικείαις ἀναμάττεσθαι τρόπον τινὰ παρ᾽ αὐτῶν τὰ δι᾽ ὧν ἂν ἔσοιτό τις παρὰ Θεῷ δοκιμώτατος, καὶ τῆς εὐαγοῦς πολιτείας ἐπιστήμονα τὸν οἰκεῖον αὐτὸς ἀπεργάσοιτο νοῦν. Προκείσθω δὴ οὖν οὐδενὸς ἧττον ἡμῖν ὁ θεσπέσιος Ἰακὼβ, ἀνεπίπληκτον μὲν ὡς ἐνῇ, καὶ τῷ καιρῷ πρέπουσαν τῷ τηνικάδε φημὶ ὁδὸν διαστείχων τὴν ὡς ἔν γε πολιτείᾳ ζωῆς, συλλήπτορα δὲ καὶ προεστηκότα τὸν τῶν ὅλων ἔχων Θεὸν, πόνοις μὲν ἔσθ᾽ ὅτε περιτυχεῖν ἐφιέντα χρησίμως· οὐ γὰρ ἂν ἀνιδρωτὶ κατακτήσαιτό τις τὰ εἰς ἀρετὴν αὐχήματα· μετὰ δέ γε τὰ γυμνάσματα στεφανοῦντα ταῖς εὐθυμίαις, καὶ οἷά τινα τῶν ἄγαν εὐσθενεστάτων ἀγωνιστῶν τῇ τῶν ἄθλων ἀμφιλαφείᾳ καταπλουτίζοντα. Μὴ γὰρ εἴπῃς κατὰ σαυτόν· Ἀνθ᾽ ὅτου μὴ ἄπονον ἐδωρεῖτο Θεὸς τοῖς ἁγίοις τὸ κατευφραίνειν εἰδός;

Τοῦτο γὰρ ἦν ἀγυμνάστους ἐᾷν, καὶ ἥκιστα μὲν μισθὸν ἀρετῆς ἀπονέμειν αὐτοῖς τὸ εὖ εἶναι τυχόν· ἀβασανίστου δὲ μᾶλλον θελημάτων ῥοπῆς ποιεῖσθαι καρπὸν τὸ ἐπ᾽ αὐτοῖς εὐμενὲς, καὶ τὴν λαμπράν τε καὶ ἀξιόληπτον τῶν χαρισμάτων φιλοτιμίαν. Ἔδει δὲ μᾶλλον εὐδοκιμοῦντας ὁρᾶσθαι, καὶ ἔργοις αὐτοῖς ἀξίους προαναφαίνεσθαι τῶν παρὰ Θεοῦ· προκεῖσθαι δὲ ὥσπερ καὶ τοῖς μετ᾽ αὐτοὺς εἰς παράδειγμά τε καὶ ὑποτύπωσιν ἐναργῆ τοῦ δεῖν ἑλέσθαι φιλεργεστάτους εἶναι καὶ νεανικοὺς, ἐννοοῦντας ὅτι τοῖς μὲν ἀταλαίπωρον καὶ κατεγνωσμένον διαβιοῦσι ζωὴν, οὐδεὶς ἂν γένοιτο μισθὸς, ἕψεται δὲ πάντως τὰ πάντων ἐξαίρετα, τοῖς ὅτι μάλιστα φιλοπονωτάτοις, καὶ ἱδρῶτα τὸν ἐπ᾽ ἀγαθοῖς τῶν ἡδίστων τῶν ἐν βίῳ προτετιμηκόσι.

Οὕτω τις ἔφασκε τῶν σοφῶν· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον.» Τίκτει μὲν γὰρ «ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει,» κατὰ τὸ γεγραμμένον. Ἑψόμεθα δὲ δὴ τῷ προκειμένῳ σκοπῷ.

βʹ. Μετὰ τὴν τοῦ Λάβαν τοίνυν ἀποχώρησιν τὴν ἐκ τοῦ ὄρους Γαλαὰδ, εἰς τὴν ἐνεγκοῦσαν ἠπείγετο, καὶ διασπεύδειν ἤθελεν ὁ θεσπέσιος Ἰακώβ. Ἀπηλλαγμένος δὲ μόλις τῆς Λάβαν ἐφόδου, καὶ ἀναπνεύσας βραχὺ, χαλεπωτέροις εὐθὺς περιπίπτει δείμασι.

Ἐπειδὴ γὰρ ἔδει τῆς Μεσοποταμίας ἀπαίροντα, καὶ εἰς γῆν Χαναὰν ἀποτρέχοντα, διὰ μέσης ἰέναι τῆς Σηεὶρ, ἐν ᾗ κατῴκησεν Ἡσαῦ, περιδεὴς δὲ ἄγαν ἦν. Οὐ γὰρ ἠγνόει λελυπηκὼς τῆς τε εὐλογίας ἕνεκα, καὶ αὐτῶν δὲ τῶν πρωτοτοκίων. Τίνα δὲ τρόπον τὴν ἐπὶ τούτοις λύπην ἀπεσκευάζετο, καὶ εἰς ἀγάπην καὶ ἡμερότητα καθίστη τὸν ἀδελφὸν, πῶς οὐκ ἄξιον ἐδεῖν, καὶ πρός γε τούτῳ θαυμάσαι; Γέγραπται τοίνυν· «Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηεὶρ, εἰς χώραν Ἐδὼμ, καὶ ἐνετείλατο αὐτοῖς, λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν· καὶ ἐγένοντό μοι βόες, καὶ ὄνοι, καὶ πρόβατα, καὶ παῖδες καὶ παιδίσκαι. Καὶ ἀπέστειλα ἀγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.

Καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ, λέγοντες· Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ, καὶ ἔρχεται εἰς συνάντησιν, καὶ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ. Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο. Καὶ διεῖλε τὸν λαὸν τὸν μεθ᾽ ἑαυτοῦ, καὶ τοὺς βόας, καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς. Καὶ εἶπεν Ἰακώβ· Ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ ἐκκόψῃ αὐτὴν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι. Εἶπε δὲ Ἰακώβ· Ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, Κύριε, ὁ εἰπών μοι, Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω, ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου. Ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς. Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. Σὺ δὲ εἶπας· Καλῶς σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.» Συνιεῖς ὅπως ὑποτρέχει θωπικῶς τὸν Ἡσαῦ, μόνον δὲ οὐχὶ περισαίνει λελυπημένον, καὶ ὑποκλέπτειν πειρᾶται διά γε τοῦ χρηστοεπεῖν τὸ ἀκρατὲς τῆς ὀργῆς.

Καίτοι γὰρ τὸ ἐν ἀμείνοσι εἶναι λαχὼν διὰ τὴν τοῦ πατρὸς εὐλογίαν, καὶ τῇ τῶν πρωτοτόκων δόξῃ προκεκριμένος, καὶ Θεὸν ἔχων ἐπαρωγὸν καθυφίκοιτο ἁγιοπρεπῶς, ἐκεῖνό που πάντως κατορθοῦν ᾑρημένος· «Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε.» Λόγος μὲν γὰρ ἔσθ᾽ ὅτε καὶ τραχὸς καὶ ἀνάντης καὶ ὑπεροψίας ἔμπλεως ἀφόρητος ἔσται τισίν. Ὡς δὲ σοφὸς ἔγραφε Παροιμιαστὴς, «Ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν.» Καί μοι βλέπε τοῦ δικαίου τὸ εἰς εὐσέβειαν εὐτεχνές. Ἀποστέλλει μὲν γὰρ ἀγγέλους εἰρήνην αἰτήσοντας, καὶ τρυφερωτάτους πρὸς τὸν Ἡσαῦ διακομίσοντας λόγους· ἄνω τε γὰρ καὶ κάτω προστέταχε λέγειν· «Τάδε λέγει ὁ παῖς σου ὁ Ἰακώβ.» Τρέπεται δὲ πάλιν αὐτὸς εἰς εὐχὰς, καὶ τὴν ἀεὶ σώζουσαν ἐπικουρίαν αὐτῶν οὐ διαλιμπάνει. Ἐμπεδοῖ δὲ, ὅτι τὴν εἰς τὸ μᾶλλον ἐλπίδα τῶν ἤδη παρῳχηκότων ἡ πεῖρα διεσάφει, λέγων· «Ἐν τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς.» Ἔφη γὰρ, ὅτι Αὐτὴν μόνην τὴν οἴκοθεν ἔχων ῥάβδον διέβην τὸν Ἰορδάνην, καὶ πολλῶν γέγονα δεσπότης, τὸ σὸν ἔχων εὐμενὲς, ὦ Δέσποτα. Εἰσόμεθα διὰ τούτων τοίνυν καὶ ἡμεῖς, ὅτι πράους εἶναι δεῖ καὶ εἰρηνικοὺς, καὶ διὰ παντὸς θηρᾶσθαι τρόπου τὸ διαζῇν ἀμαχί. «Δοῦλον γὰρ Κυρίου, φησὶν, οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας,» κατὰ τὸ γεγραμμένον.

Ἀποκεχρῆσθαι μὲν γὰρ καὶ ταῖς ἀνθρωπίναις ἡμᾶς εὐτεχνίαις εἰς τὸ ἀγαθὸν, τὸ ἀπεῖργον οὐδὲν, εἴη δ᾽ ἂν, οἶμαι, τῶν λίαν ἐπαινουμένων. Ζητεῖν δὲ ἀνάγκη, κἂν εἰ τοῦτο γένοιτο παρ᾽ ἡμῶν, τὴν παρὰ Θεοῦ φροντίδα, καὶ τὴν ἄνωθεν ἐπικουρίαν, «οὐ φρονοῦντας τὰ ὑψηλά·» διενθυμουμένους δὲ μᾶλλον τὸ γεγραμμένον· «Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν.» Οὕτω φρονεῖν τε καὶ δρᾷν ᾑρημένοι τὰ ἐκ τῆς εἰρήνης κερδανοῦμεν ἀγαθὰ, καὶ τοὺς καθ᾽ ἡμῶν ἀγριαίνοντας εἰς ἡμερότητα μεταστρέψομεν. «Θῆρες γὰρ ἄγριοι, φησὶν, εἰρηνεύσουσί σοι.» Τοῦτο πέπραχεν Ἰακώβ. Οὐ γὰρ μόνοις τὸν ἀδελφὸν αἱμύλοις καὶ ἁπαλοῖς ἐκμειλίσσεται λόγοις, ἀλλὰ καὶ ξενίων καὶ τῶν ὄντων ἐποιεῖτο κοινωνὸν, μερίδα λιπαρωτάτην ἀπονέμων αὐτῷ, πρόβατά τε καὶ βόας, αἶγάς τε καὶ ὄνους, καμήλους καὶ μόσχους. Κρείττων γὰρ εἰρήνη χρημάτων, καὶ προοιχέσθω φιλίας τῆς εἰς ἀδελφοὺς τῶν προσκαίρων ἡ κτῆσις. Καὶ γοῦν ἐδεδίει μὲν, ὡς ἔφην, ὁ θεσπέσιος Ἰακὼβ, τὸν ἀδελφὸν Ἡσαῦ, καὶ ὡς αὐτίκα δὴ μάλα τὰ ἐξ ὀργῆς πεισόμενος, ἄθυμος ἦν, καὶ φθόνον πατήσας τὸν ἐν ἀρχαῖς περιέφυ τὸν Ἰακὼβ, καὶ σὺν δακρύοις ἠσπάζετο, καὶ τοῖς φύσεως νόμοις τὸ βραδύνειν δύνασθαι τὰ εἰς ἀγάπην ἐδίδου.

Γέγραπται γὰρ, ὅτι «Καὶ προσδραμὼν Ἡσαῦ εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσαν ἀμφότεροι.» Καὶ ταῦτα δὴ πάντα τὰ πραότητος κατορθώματα, καρπὸς ὑφειμένου καὶ ἀφιλοκόμπου φρονήματος, καὶ ξένιον εὐμενείας Θεοῦ τοῖς ἀγαπῶσι αὐτὸν, καταψιλοῦντος τὸ ἄναντες, καὶ καταλεαίνοντος τὸ τραχὺ, καὶ ταῖς εὐθυμίαις καταπιαίνοντος τοὺς αὐτῷ προσκεῖσθαι σπουδάζοντας. Ἀλλ᾽ οἶμαι δὴ δεῖν εἰς θεωρίαν πνευματικὴν ἡμῖν μεταπλάττεσθαι τὸ διήγημα. Καὶ φέρε δὴ λέγωμεν ἀνόπιν ἰόντες, καὶ εἰς ἀρχὴν ἀνατρέχοντες τοῦ παντὸς λόγου. Σαφὲς γὰρ ἂν γένοιτο τοῖς χρηστομαθεῖν ᾑρημένοις τὸ Χριστοῦ μυστήριον.

γʹ. Φονῶντα τοίνυν τὸν ἀδελφὸν καὶ θηριωδῶς ἀγριαίνοντα δεδειὼς, ὡς εἰκότως, ὁ θεσπέσιος Ἰακὼβ, τὴν εἰς Χαῤῥάν τε καὶ Λάβαν ἀποδημίαν ἐστέλλετο, συναινοῦντος αὐτῷ τὴν ἀποδρομὴν τοῦ πατρὸς, τουτέστι τοῦ Ἰσαάκ. Ἐδόκει γὰρ ὧδε παρακρούσασθαι δεῖν τοῦ λελυπημένου τὴν ἔφοδον. Ἀφιγμένος δὴ οὖν πρὸς Λάβαν, ἐμνηστεύετο μὲν τὰς τοῦ ἀνδρὸς θυγατέρας, Λείαν τε φημὶ καὶ Ῥαχὴλ, καὶ δὴ καὶ τέκνων ἐπλούτει γονὴν, καὶ θρεμμάτων ἀγέλας, καὶ πρὸς τούτοις ἔτι τὴν ἑτέραν οὐσίαν. Ἐπειδὴ δὲ ἧκεν εἰς τοῦτο λοιπὸν εὐθυνίας, οἶκον ἴδιον ἔχειν ἐσκέπτετο, καὶ ἀπαίρει μὲν τῆς Χαῤῥὰν καὶ τῆς Λάβαν ἑστίας, ὁμοῦ τοῖς πεπορισμένοις, καὶ μὴν καὶ μέρα γυναικῶν καὶ τέκνων.

Διώκοντος δὲ τοῦ Λάβαν, κατελαμβάνετο μὲν, συνετίθει δὲ τὰ πρὸς εἰρήνην, καὶ τῆς ἀγάπης τὸν σύνδεσμον ἐβεβαίου Χριστός. Ἀνεστηλοῦτο γὰρ ὁ λίθος εἰς τύπον αὐτοῦ. Εἶτα μετὰ τοῦτο μεταθέοντος οἶκαδε λοιπὸν καὶ ἀποιχομένου τοῦ Λάβαν, συμβέβηκεν εἰς εἰρήνην καὶ αὐτῷ τῷ πάλαι φονῶντι καὶ ἀγριαίνοντι, τουτέστιν Ἡσαῦ. Κατησπάζοντο γὰρ ἀλλήλους, καταχωννύντες τρόπον τινὰ ταῖς εἰς φιλαλληλίαν συνδρομαῖς, τὴν ἐπὶ τοῖς φθάσασι δυσθυμίαν. Ἐν τούτοις μὲν ὁ σύμπας τῆς ἱστορίας διεπεραίνετο λόγος, μεμνήμεθα δὲ καὶ ἡμεῖς τῷ μὲν Ἰακὼβ τὸ αὐτοῦ τοῦ Χριστοῦ περιθέντες πρόσωπον, εἰς δέ που καὶ τὸ τῶν ἐν πίστει δεδικαιωμένων. Τὸν δέ γε Ἡσαῦ ἀνατυποῦν ἔφαμεν ἐφ᾽ ἑαυτῷ τὸν ἐκ περιτομῆς καὶ ἐν νόμῳ λαόν· μάλισθ᾽ ὅτι καὶ αὐτὸς ὁ πάντων Δεσπότης Θεὸς ἐν ὠδῖσιν ἔτι τὴν τῶν νεανίσκων ἐχούσῃ δυάδα, τῇ Ῥεβέκκᾳ φησί· «Δύο ἔθνη καὶ δύο λαοὶ ἐκ κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» Ὃ δὴ καὶ τετέλεσται διὰ Χριστοῦ. Πρῶτοι γὰρ ὄντες ὡς κατὰ χρόνον οἱ ἐξ Ἰσραὴλ, ὠνομασμένοι διὰ τοῦτο πρωτότοκοι, κατόπιν γεγόνασι, καὶ εἰς νῶτον τέθεινται τῶν διὰ πίστεως ἐν Χριστῷ, οἳ καὶ τὴν τοῦ πρωτοτόκου κεκληρονομήκασι δόξαν, διὰ τὸν ἐν αὐτοῖς πρωτότοκον, εἰ καὶ ἔστι μονογενὴς, ᾧ καὶ σύμμορφοι γεγόνασι, τὴν διὰ πνεύματος ἀναγέννησιν ἔχοντες εἰς ἀφθαρσίαν τε καὶ ἁγιασμόν.

Φθόνῳ οὖν διακεκαυμένος, Ἡσαῦ, τουτέστιν ὁ Ἰσραὴλ, ἐδίωκε τὸν Ἰακὼβ, φημὶ δὴ τὸν Χριστόν. Ἀδιαφορεῖ δὲ, ὡς ἔφην, ἐν τούτοις ἡμῖν ὁ λόγος, τὸ πρέπον ἀεὶ θηρώμενος, καὶ ποτὲ μὲν εἰς Χριστὸν ἀναφέρων τὸν Ἰακὼβ, ποτὲ δὲ εἰς τὸν νέον ἐν πίστει λαόν. Δεδιωγμένος δὲ τρόπον τινὰ καὶ οὐχ ἑκὼν ὁ Χριστὸς εἰς τὴν τῶν ἐθνῶν ἀπεδήμησε χώραν, διαῤῥήδην ἀνακεκραγώς· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγεννήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.» Ἀλλὰ καὶ ταῖς ἐν τῷ κήπῳ γυναιξὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐξ ἡμερότητος καὶ φιλανθρωπίας ἑαυτὸν ἐμφανῆ καθίστη, λέγων· «Ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.» Ἀφιγμένος δὴ οὖν εἰς τὴν Γαλιλαίαν, καθὰ καὶ ὁ θεσπέσιος Ἰακὼβ εἰς Χαῤῥὰν, ἐποίμαινε τὰ πρόβατα Λάβαν, τουτέστι τοῦ κόσμου, τοῦ τῇ κτίσει λελατρευκότος, καὶ πεπλανημένου, καθὰ καὶ ὁ Λάβαν.

Ἐκεῖ γεγονὼς, οἷά τις νυμφίος εἰσοικίζεται νοητῶς παρθένον ἁγνὴν, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τουτέστι Ῥαχὴλ, συνεισάγων αὐτῇ καὶ τὴν ἤδη διὰ νόμου προκατεζευγμένην αὐτῷ, τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ἧς τύπος ἡ Λεία. «Σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ,» κατὰ τὴν τοῦ προφήτου φωνὴν, εἰ καὶ μὴ πᾶσα τυχὸν ἡ πληθὺς τὴν διὰ πίστεως ἐν Χριστῷ τετίμηκε χάριν. Ἀναδεδειγμένος δὴ οὖν ὁ νυμφίος παρὰ τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ ἀναγεννήσας τῇ χάριτι πλείστους ὅσους εἰς υἱοθεσίαν ἐν πνεύματι, καὶ θρεμμάτων λογικῶν οὐκ εὐαρίθμητον ἀληθῶς ἀθροίσας ἀγέλην, ἐδιώχθη παρὰ τοῦ κόσμου.

Πεπολεμήκασι γὰρ τῇ δόξῃ Χριστοῦ τῶν ἐν κόσμῳ τινὲς τὰς ὑπερτάτω τιμὰς ἀνειμένοι, καὶ δυσκαταγώνιστον ἐπὶ γῆς ἐσχηκότες τὴν δυναστείαν. Ἀλλὰ καὶ τούτου ἡ θεία δεδυσώπηκε χάρις. Συνέβη δὲ καὶ ὁ κόσμος εἰς εἰρήνην Χριστῷ, καθὰ καὶ ὁ Λάβαν τῷ Ἰακώβ. Ἀλλ᾽ ἐν ὑστέροις καιροῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ αὐτὸν οἰκειώσεται τὸν πάλαι διώκτην Ἰσραὴλ, καθάπερ ἀμέλει καὶ ὁ Ἰακὼβ τὸν Ἡσαῦ, μετὰ τὴν ἐκ τῆς Χαῤῥὰν ἐπάνοδον ἠσπάζετο.

Ὅτι γὰρ εἰσδεχθήσεται μετὰ καιροὺς καὶ αὐτὸς ὁ Ἰσραὴλ εἰς ἀγάπησιν τὴν ἐπὶ Χριστῷ διὰ πίστεως, ἐνδοιάσαιμεν ἂν ἥκιστά γε τοῖς τῆς θεοπνεύστου Γραφῆς εἴκοντες λόγοις. Ἔφη γάρ που δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Δεσπότης· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων, καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα ἑαυτῶν, καὶ ἐλπίσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτου ἡμερῶν.» Συλλέγοντος γὰρ ἔτι τοὺς ἐξ ἐθνῶν πεπιστευκότας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, κατηρέμησέ πως ὁ Ἰσραὴλ, οὐ νόμον ἔχων τῶν πρακτέων τὸν βραβευτὴν, οὐ τῷ θείῳ θυσιαστηρίῳ τὰ νενομισμένα προσφέρων· περιμένων δὲ, ὥσπερ ἐκ τῆς τῶν ἐθνῶν κλήσεως ὑποστρέφοντα Χριστὸν, ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ αὐτὸν διὰ πίστεως εἰσοικίσασθαι, καὶ τῷ τῆς ἀγάπης νόμῳ μονονουχὶ καὶ συνθῆσαι τοῖς ἄλλοις. Ἐπιτήρει γὰρ, ὅτι χαίρων ἐπὶ τέκνων γοναῖς, καὶ πολλαῖς θρεμμάτων ἀγέλαις, ὑποστρέφει μὲν ἐκ Χαῤῥὰν Ἰακὼβ, ἐκδέχεται δὲ οὕτω λοιπὸν καὶ αὐτὸν εἰς ἀγάπησιν τὸν Ἡσαῦ. Ἐπιστρέψει τοίνυν κατὰ καιροὺς μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν ὁ Ἰσραὴλ, καὶ αὐτὸν δὲ τὸν ἐν Χριστῷ πλοῦτον θαυμάσει.

Ἔνεστι γὰρ εὐκόλως διὰ τῶν ἱστορικῶς πεπραγμένων καὶ τοῦτο αὐτὸ τοῖς ἐθέλουσι καταθρεῖν. Ἀπέστειλεν Ἰακὼβ ξένια τῷ Ἡσαῦ μετατιθεὶς εἰς ἀγάπησιν, καὶ ταῖς τῶν δώρων φιλοτιμίαις.

Προσαπέστειλε δὲ καὶ ἀγγέλους εἰρηνικοὺς πρὸς αὐτὸν ἐρῶντας λόγους. Καὶ ὅτι παρέσται, καὶ οὐκ εἰς μακρὰν τὰ εἰς φιλίαν αὐτῶν καταστήσοντα, ἐναργὲς ἀποπεραίνει κατὰ καιροὺς καὶ τοῦτο ὁ Χριστός. Ἔφη γάρ που πρὸς Ἰουδαίους διὰ φωνῆς προφήτου· «Καὶ ἰδοὺ, ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.» Ἐκεῖνος ἐλθὼν ἐντρέψει μου κατὰ τὸ εἰκὸς τὸν δυσάγωγον Ἰσραὴλ, ἀποστήσει τῆς ἀρχαίας ὀργῆς, φίλον κατασκευάσει καὶ εἰρηνικὸν τῷ Χριστῷ, μονονουχὶ καὶ παρόντα δεικνύων τῆς παρ᾽ αὐτοῦ φιλοτιμίας τὰ ξένια, τουτέστι, τὴν τῶν πιστευόντων ἐλπίδα. Οὐ γὰρ εἰς μῆκος ἔτι καιρῶν τὰ τῆς ἐπαγγελίας οἰχήσεται τοῖς τηνικάδε πιστεύουσιν, ἀλλὰ γείτων ἡ δωρεὰ, καὶ κατὰ πόδας ἡ χάρις. Καταργουμένου μὲν εὐθὺς τοῦ τῆς ἁμαρτίας υἱοῦ, καταφοιτῶντος δὲ μετὰ τῶν ἁγίων ἀγγέλων ἐξ οὐρανοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔτι περὶ τοῦ Ἰακώβ. αʹ. Κατῴχετο μὲν ἡ ἀνθρώπου φύσις διὰ τῆς ἁμαρτίας εἰς θάνατον. Ἐπειδὴ δὲ εἰς ἅπαν τοῦ σώζειν εἰδότος ἀπενοσφίζετο, μονονουχὶ καὶ δορύληπτος ἦν ὁ κατ᾽ εἰκόνα τὴν θείαν τετεχνουργημένος, καὶ τῷ τῆς δουλείας ἄχθει κατεφορτίζετο. Ὑπετίθει γὰρ δὴ καὶ οὐχ ἑκὼν τὴν αὐχένα τῷ πλεονεκτήσαντι Σατανᾷ, ὃς καὶ ἐκ πολλῆς λίαν τῆς ἀγερωχίας (ὑπέροφρυ γὰρ τὸ πνεῦμα τὸ πονηρὸν), ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐπὶ τῆς γῆς κατεθρασύνετο, λέγων· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπει μοι.» Βεβασίλευκε γὰρ ἐκ πλεονεξίας, ὡς ἔφην, καὶ ὠνόμασται Θεὸς τοῦ αἰῶνος τούτου. Προσκεκύνηκε γὰρ ὁ κόσμος αὐτῷ, καὶ λελάτρευκε τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἐπειδὴ δὲ καὶ εἰς τοῦτο ἐνηνεγμένους ταλαιπωρίας κατηλέει Θεὸς, ἀποστέλλειν ἡμῖν τὸν Υἱὸν ἐξ οὐρανοῦ ἐπηγγέλλετο, τὴν ἀνθρώπου φύσιν ἀνακομίσαντα πάλιν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς. «Καινὴ κτίσις τὰ ἐν Χριστῷ,» κατὰ τὰς Γραφάς. Διακομισταὶ δὲ τῶν εἰς ἡμᾶς ἀγαθῶν λόγων γεγόνασιν οἱ μακάριοι προφῆται, «Ὑπὲρ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα καὶ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ, προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας, οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτά.»

Γράφει γὰρ οὕτως τοῦ Σωτῆρος ὁ μαθητής.

Καὶ πολὺς μὲν ὁ παρ᾽ αὐτοῖς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως λόγος, καὶ ὅτι κατὰ καιροὺς ἀφίξεται λυτρωτής. Πρὸς εὐμάθειαν δὲ τῶν ἐντευξομένων ὀλίγα περ ἐνεγκεῖν τὸ λυποῦν οὐδέν. Ἐπίκλημα δὲ τοῖς Ἰουδαίων δήμοις τὸ χρῆμα ποιεῖσθαι πρέποι ἂν, ὡς ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων ἰδεῖν. Καίτοι γὰρ ἐνὸν ἐκ προφητικῶν τοῦ Σωτῆρος καταθρῆσαι λόγων τὴν ἄφιξιν, μᾶλλον δὲ τάχα που καὶ συνιέντες οἱ τάλανες καὶ ἐξ αὐτῆς τῆς ἐν νόμῳ σκιᾶς, ἀντεφέροντο δυστρόπως τοῖς θεόθεν κεχρησμῳδημένοις, καὶ αὐτῷ τῷ Χριστῷ, ἢ καὶ ὅπερ ἔφη Παῦλος ἡμῖν ὁ σοφός· «Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, μηδὲ συνιῶσι.» Καθὰ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτήρ. Ἔφη τοίνυν, μᾶλλον δὲ καὶ αὐτὸν ἡμῖν εἰσκεκόμικε τὸν Ἐμμανουὴλ ἐν ἰδίαις συγγραφαῖς ὁ θεσπέσιος Ἡσαΐας λέγοντα σαφῶς· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως.» Ταῦτα γὰρ γέγονε τὰ λαμπρὰ τῆς ἐπιδημίας αὐτοῦ κατορθώματα.

Ὠσηὲ δὲ πάλιν ἔφη που περὶ αὐτοῦ· «Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραήλ.» Πλεῖστοι μὲν γὰρ ὅσοι κατὰ καιροὺς οἱ παρὰ τοῖς Ἰουδαίοις καθηγηταὶ μόνοις τιμᾷν τοῖς χείλεσι ἀνα πείθοντες τὸν τῶν ὅλων Θεὸν, καὶ διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων τοὺς ὑπὸ χεῖρα λαούς.

Μία δὲ ἡ κατὰ πάντων τε καὶ ἐπὶ πάντας ἀρχὴ τέθειται Χριστὸς, καὶ ἀνέβημεν ἐκ τῆς γῆς, τουτέστι, τὰ ἄνω φρονεῖν δεδιδάγμεθα. «Μεγάλη γὰρ ἀληθῶς ἡ ἡμέρα τοῦ Ἰεζραὴλ,» τουτέστι, τῆς τοῦ Θεοῦ σπορᾶς, ἤτοι τοῦ Υἱοῦ. Ταύτης δὲ ἡμῖν τῆς ἡμέρας διεμέμνητο λέγων καὶ ὁ θεσπέσιος Δαβίδ· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Καὶ προσέτι Παῦλος ἡμῖν ὁ σοφώτατος· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡ ἡμέρα σωτηρίας,» καθ᾽ ἣν δηλονότι καὶ σεσώσμεθα, Χριστοῦ καλοῦντος εἰς τοῦτο. Ὡς γὰρ ὁ σοφὸς εἴρηκε μαθητής· «Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» Πεύσῃ δὲ λέγοντος καὶ Ἱερεμίου σαφῶς· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν· βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθότως.

Καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδὲκ, ἐν τοῖς προφήταις.» Βεβασίλευκε γὰρ ἐφ᾽ ἡμᾶς δίκαιος βασιλεὺς ὁ Χριστὸς, κρῖμα πεποίηκε καὶ δικαιοσύνην, ἀπαλλάξας ἁμαρτιῶν τοὺς ἠπατημένους, καὶ καταδικάσας τὸν ἐχθρὸν τοῦ πλεονεκτήσαντος Σατανᾶ. Τοὔνομα δὲ αὐτῷ Ἰωσεδὲκ, τουτέστι, δικαιοσύνη Θεοῦ. «Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος.» Τοιγάρτοι καὶ ἔφασκεν ὁ Θεὸς καὶ Πατήρ· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθήσεται.» Ἔλεος γὰρ καὶ δικαιοσύνη γέγονεν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς, ὃν αὐτῷ δὴ τούτῳ τῷ ὀνόματι καὶ ὁ λαμπρὸς τῶν ἁγίων ἀπεκάλει χορός. Ὁ μὲν γὰρ μακάριος Σαμουὴλ, ὁ διαβόητος ἐν προφήταις, προσελάλει τοῖς ἐξ Ἰσραὴλ, λέγων· «Καὶ ἰδοὺ, ἐγὼ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης. Ἰδοὺ ἐγὼ, ἀποκρίθητε κατ᾽ ἐμοῦ ἐνώπιον Κυρίου, καὶ ἐνώπιον Χριστοῦ αὐτοῦ.» Καὶ πάλιν· «Μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς Χριστὸς αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι οὐχ εὑρήκατε ἐν τῇ χειρί μου οὐδέν.» Σαφεστέρως δὲ καὶ ὁ μακάριος Δαβὶδ τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶδες ἐν λογισμοῖς, μονονουχὶ καὶ καταιτιᾶται λέγων· «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Κενὰ γὰρ ὄντως τὰ τῆς Ἰουδαίων ἀμαθίας κατὰ Χριστοῦ βουλεύματα. Οὐ γὰρ ἂν ἀπέθανεν ἡ ζωὴ, οὐδ᾽ ἐν ταῖς ᾅδου πύλαις γέγονε κάτοχος, ὁ καὶ τοῖς κάτω πνεύμασιν εἰπών· «Ἐξέλθητε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Κατεθρήνει δὲ καὶ τὴν Ἱερουσαλὴμ ὁ προφήτης Ἱερεμίας, ὡς ἀνοσίαν, ὡς Κυριοκτόνον, ὡς βέβηλον, ὡς ἀχάριστον.

Ἔφη γὰρ οὕτω· «Πνεῦμα πρὸ προσώπου ἡμῶν, Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὖ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι.» Δέον γὰρ ἑλέσθαι τὴν διὰ πίστεως χάριν, ὡς ὁδὸν σωτήριον, θεομαχοῦντες ἡλίσκοντο. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Γενεσιουργὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καθιεὶς ἑαυτὸν εἰς κένωσιν, κέχρισται παρὰ τοῦ Πατρὸς, καὶ γέγονε καθ᾽ ἡμᾶς. Καὶ ὁ τῆς κενώσεως σκοπὸς, εἰς τὸ διασῶσαι τοὺς ἐπὶ τῆς γῆς.

Καὶ γοῦν ὁ προφήτης Σοφονίας εὐηγγελίζετο, λέγων· «Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ. Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεύσει Κύριος Ἰσραὴλ ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκ ἔτι.» Οἱ δὲ ἀπειθεῖς καὶ ἄτεγκτοι, καὶ πέρα παντὸς ἰόντες θράσους, πεπαρῳνήκασιν εἰς αὐτὸν τὰ πάντων αἴσχιστα, καὶ δρῶντες εὐκόλως καὶ βουλευόμενοι προαλέστερον. Τοιγάρτοι καὶ ἐκτετίκασι μὲν τῶν πλημμελημάτων τὰς δίκας. Κακοὶ γὰρ κακῶς ἀπολώλασι. Πλὴν οὐκ εἰς ἅπαν. Ἠλένηται γὰρ, καὶ σέσωσται τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν.

βʹ. Ὅτι τοίνυν ταῦτα τοῦτον ἕξει τὸν τρόπον κατὰ καιροὺς, ὁ θεσπέσιος Ἰακὼβ ἐδιδάσκετο, Θεοῦ τὸ χρῆμα διαμορφοῦντος ἀστείως. Καὶ ὅπως, ἐρῶ, ἀνατιθεὶς δὲ ἀναγκαίως τὰ ἐξ ἱερῶν Γραμμάτων· ἔχει δὲ οὕτως· «Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβὼ[χ], καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾽ αὐτοῦ, ἕως πρωΐ.

Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ᾽ αὐτοῦ. Καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σού ἐστιν;

Ὁ δὲ εἶπεν· Ἰακώβ. Καὶ εἶπεν αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ᾽ Ἰσραὴλ ἔσται τὸ ὄνομα σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀπάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; Καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν αὐτὸν τὸ εἶδος τοῦ Θεοῦ. Αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ.» Διεβίβασε τὸν Ἰαβὼχ, ἤτοι τὸν χειμάῤῥουν, ὁ θεσπέσιος Ἰακὼβ πάντα τὰ αὐτοῦ, καὶ αὐτὸς ἀπομεμένηκε μόνος. Εἶτα τὸ χρῆμα, πῶς οὐκ ἄξιον ἰδεῖν; Φέρε οὖν καταθρήσωμεν τὴν αἰτίαν. Κατ᾽ εὐθὺ γὰρ οὗτος ὁ λόγος ἡμῖν τῶν πνευματικῶν οἰχήσεται.

γʹ. Ἐν Ἐδὼμ καὶ Σηῒρ κατῴκησεν Ἡσαῦ, καὶ κατεκράτει τῆς γῆς, καὶ ἐν δυναστείαις ἦν ταῖς οὐκ ὑπὲρ χεῖρα τὴν Ἰακώβ. Ἐπειδὴ δὲ τῆς τῶν ποταμῶν ἀπαίροντι μέσης καὶ τῆς τοῦ Λάβαν ἑστίας, καὶ εἰς τὴν πατρῴαν ἐλθεῖν διασπεύδοντι γῆν, πᾶσά πως ἦν ἀνάγκη δι᾽ Ἐδὼμ ποιεῖσθαι τὴν ἀποδρομὴν, οἰκονομικωτάτως λίαν τὴν πρὸς τὸν ἀδελφὸν εἰρήνην ἠσπάζετο, καὶ δὴ καὶ ἀγγέλους ξενίας ἅμα λαμπρὰς προβαδίζειν εἶπεν, ὅτι καὶ αὐτὸς ὀψόμενος ἥξει, προσερῶν τε ἅμα προκαταμηνύειν ἐκέλευε δώροις τε καὶ λόγοις τιθάσσων ἀποφαίνει τὸν πάλαι φονῶντα καὶ ἀγριαίνοντα. Ἐπειδὴ δὲ παρῆσαν οἱ προεσταλμένοι, λέγοντες· «Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ καὶ ἰδοὺ αὐτὸς ἔρχεταί σοι εἰς συνάντησιν, καὶ υʹ ἄνδρες μετ᾽ αὐτοῦ·» περιδεὴς δὲ ἦν ἄγαν ὁ θεσπέσιος Ἰακώβ· οὐ γὰρ ἔχων εἰδέναι σαφῶς ποτέρῳ δὴ φίλῳ καὶ εἰρηνικῷ περιτεύξεται, ἢ ὡς οὐδὲν ἧττον ἀνεπτοημένῳ πρὸς τὸ αὐτῷ σύνηθες θράσος, καὶ τὰ ἐκ φθόνου δρᾷν ᾑρημένῳ· «Διεβίβασεν ὁ Ἰακὼβ πάντα τὰ αὐτοῦ, καὶ ἀπομεμένηκε μόνος·» ἐκεῖνο, οἶμαί που, πάντως καθ᾽ ἑαυτὸν ἐννενοηκὼς, ὡς εἰ μὲν ὀφθείη χρηστός τε καὶ πρᾶος, χαλεπὸν οὐδὲν παρεῖναί τε καὶ προσειπεῖν, διαβιβασθέντα πάλιν γύναιά τε καὶ τέκνα.

Εἰ δὲ ἥκοι σκληρὸς καὶ δύσερις ἔτι, καὶ τοῦ φονᾷν οὐκ ἀμείνων, φείσεται μὲν νηπίων, καὶ τὸ τῶν γυναίων ἐλεήσει δάκρυον· καταλαβὼν δὲ μόνον αὐτὸν, ἐκπλήσει τὰ ἐκ θυμοῦ, καὶ ἀποχρῶν ἔσται πρὸς ἄρκεσιν αὐτῷ τοῦ λελυπηκότος ὁ θάνατος. Πλὴν ὅτι καὶ ἐλπίδος ἐπέκεινα τοῦτο αὐτῷ προβέβηκε δυνάμει Θεοῦ, ὡς φθάσαντες ἤδη προείπομεν. «Ἠσπάσαντο γὰρ ἀλλήλους.» Ἀπὸ τοίνυν τοῦ συμβεβηκότος, τοῦ μυστηρίου τὴν δυνάμιν ἐπαιδεύετο. Πῶς, ἢ τίνα τρόπον, ἐρῶ δὴ πάλιν, Διεβίβασε μὲν γὰρ πάντα αὐτοῦ τὸν χειμάῤῥουν. Ἐπειδὴ δὲ ἀπομεμένηκε μόνος, ἐπάλαιεν ἄνθρωπος μετ᾽ αὐτοῦ ἕως πρωΐ. Τὸν μὲν οὖν προσπαλαίοντά φαμεν ἅγιον ἄγγελον, τύπον Χριστοῦ τοῦ καθ᾽ ἡμᾶς διὰ τὸ ἀνθρώπινον. Ὅτι δὲ μὴ καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ διέβη τὸν χειμάῤῥουν, ἤτοι τὸν Ἰαβὼχ, ὃς ἑρμηνεύεται πάλη, γέγονεν αὐτοῖς ἡ δοκοῦσα μάχη. Καὶ τίς ἂν νοοῖτο πάλιν ὁ τοῦδε λόγος, ἤτοι νοῦς ὁ ἐσωτάτω;

Πρὸς μὲν γὰρ τοὺς διαβαίνοντας τὸν Ἰορδάνην, οὗ καὶ εἰς τύπον ὁ Ἰαβὼχ, οὐ παλαίει Χριστὸς, οὐδὲ ἐν τάξει πολεμίων ἢ ἀντιπάλων ποιεῖται τοὺς τὰ αὐτοῦ τιμῶντας μυστήρια. Διασώζει δὲ μᾶλλον καὶ νενικηκότας τὸν κόσμον, ὡς ἐν μάχῃ τῇ, φημὶ, νοητῇ, στεφανοῖ, καὶ ταῖς ἀνωτάτω καταφαιδρύνει τιμαῖς. Πάλη δὲ ὄνομα τῷ ποταμῷ. «Βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Καὶ, «Στενὴ λίαν ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» Ὅτι τοίνυν ἔμελλον [οἱ] ἐξ Ἰακὼβ ἐσόμενοι κατὰ καιροὺς, οὔτε διαβήσεσθαι τὸν Ἰορδάνην, τουτέστι, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν, καὶ ἀνοσίως ἀτιμάσαι, καὶ αὐτὸν δὲ λοιπὸν ἀντίπαλον ἕξειν τὸν Ἐμμανουὴλ, ὑπεδήλου τὸ γεγονός. Ὅτι γὰρ οἱ μὴ τιμῶντες τῇ πίστει καταλογισθήσονται πάντη τε καὶ πάντως εἰς ἀνθεστηκότας, πληροφορήσει λέγων αὐτὸς ὁ Σωτήρ· «Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ, κατ᾽ ἐμοῦ ἐστιν.» Ἀλλὰ μετ᾽ αὐτοῦ μὲν εἶεν οἱ πεπιστευκότες. Ἀληθὲς δὲ ὅτι καὶ τὸ ἔμπαλιν, πῶς ἂν ἐνδοιάσειέ τις; Πλὴν «Ἐπάλαιε, φησὶ, μετὰ Ἰακὼβ ὁ ἄνθρωπος ἕως πρωΐ, καὶ εἶδεν ὅτι οὐ δύναται πρὸς αὐτόν.» Ἀκούεις, ὅπως ἐν νυκτὶ γέγονεν ἡ πάλη; Ἠλέγχετο δὲ πίπτων καὶ νικώμενος, ὅτι τὰ ἀνέφικτα ἐζήτει, θεομαχεῖν ᾑρημένος, καὶ περισσεύεσθαι τοῦ πάντα ἰσχύοντος Θεοῦ.

Τοῦτο, οἶμαι, ἐστὶν, ὅπερ ἔφη ψάλλων καὶ ὁ θεσπέσιος Δαβὶδ περὶ τῶν ἐξ Ἰσραὴλ, ὅτι δεινὰ κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐσκέπτοντο, ἵνα μὴ λέγοιμι Χριστοῦ· «Διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι.» Ἐμαχαίσατο τοίνυν ὁ Ἰσραὴλ τῷ Χριστῷ, ἐν σκότῳ γεγονὼς, τουτέστι, τὸν θεῖον νοῦν εἰς φωτισμὸν οὐκ ἔχων, οὔτε μὴν τὴν διαυγάζουσαν ἡμέραν, οὔτε τὸν ἀνίσχοντα νοητῶς ἑωσφόρον ἐν ταῖς τῶν πιστευόντων καρδίαις. Διαμεμένηκε γὰρ ἀπειθὴς, καὶ ὡς ὁ προφήτης φησὶν, «Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν.» Ἀλλ᾽ ὅγε θεσπέσιος Παῦλος, τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ τὸν διὰ Πνεύματος πλουτισμὸν ἐκπεπλουτηκόσιν ἐπιστέλλει, λέγων· «Οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους, ἀλλ᾽ υἱοὶ φωτὸς καὶ ἡμέρας.» Ὅτι δὲ ἀμείνους τῆς Ἰουδαίων ἀμαθίας γεγόνασι, καὶ τὸν ἐκείνοις πρέποντα παρήλασαν σκότον, ὑπεδήλου προστιθείς· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν.» Οὐκοῦν, ἐν ἡμέρᾳ μὲν οἱ πιστεύσαντες, οἱ δὲ ἀπειθεῖς ὡς ἐν νυκτὶ καὶ ἐν σκότῳ μάχονται τῷ Χριστῷ. Τοῦτο πεπράχασιν οἱ ἐξ Ἰακὼβ, πλὴν ἠσθενήκασι καὶ νενίκηνται, καὶ ὀρθοποδεῖν οὐκ ἔχουσιν. «

Ἥψατο» γὰρ, «φησὶν, ὁ παλαίων ἄνθρωπος μετὰ τοῦ Ἰακὼβ τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾽ αὐτοῦ.» Τί δὲ δὴ ἄρα κἀντεῦθεν εἰσόμεθα, φέρε λέγωμεν. Ὡς δὲ ὁ μηρὸς ὡς ἐπίπαν παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τὰ εἰς τέκνων γονὴν ἀναγκαῖα τοῦ σώματος ὑπεμφαίνει μόρια, καὶ αὐτὴν δὲ λοιπὸν ὡς ἐκ τούτου τὴν γονήν. Περὶ μηροὺς γὰρ ἅπασι τὰ παιδογόνα κεῖται μέλη. Καὶ γοῦν ὁ μακάριος Ἀβραὰμ, ὅτε τὸν γνήσιον οἰκέτην γυναῖκα ληψόμενον τῷ Ἰσαὰκ εἰς τὴν τῶν ποταμῶν ἐξέπεμψε μέσην, ὀμνύειν ἐκέλευεν, οὕτω λέγων· «Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου·» τουτέστι, Ὄμνυθι κατὰ Θεοῦ, καὶ κατὰ τῶν ἐσομένων ἐξ ἐμοῦ, καὶ γονῆς τῆς δεσποτικῆς. Ὁ μηρὸς οὖν, τοὺς ἐκ μηρῶν σημαίνεται. Ἐνάρκησε τοίνυν ὁ μηρὸς Ἰακώβ. Ἐχώλαναν γὰρ οἱ ἐκ τῶν μηρῶν αὐτοῦ γεγονότες, τουτέστιν, οἱ ἐξ Ἰσραήλ.

Καὶ μάρτυς αὐτὸς ὁ Σωτὴρ διὰ φωνῆς τοῦ Δαβὶδ, οὕτω λέγων· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ὅτι δὲ χωλότητα νοητὴν ὑπομεμένηκεν ὁ Ἰσραὴλ, καὶ ὁ σοφὸς ἠπίστατο Παῦλος.

Γράφει γοῦν καὶ αὐτός· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν,» ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Ἴασις δὲ τῆς τοιᾶσδε χωλότητος οὐκ ἂν ἑτέρως γένοιτό ποτε, πλὴν ὅτι διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως καὶ ἀγάπης. Οἱ δὲ τὴν πίστιν οὐ προσηκάμενοι μεμενήκασιν ἐν χωλότητι, καὶ ἐν ἐκτροπῇ τοῦ πάθους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Αἴνιγμα δὴ οὖν τῆς Ἰσραὴλ χωλότητος νοητῆς, τὸ συμβεβηκὸς τῷ Ἰακὼβ περὶ μηρὸν πάθος ἐν τῷ παλαίειν αὐτόν.

Πλὴν ὅτι ψευδοεπήσαιμεν ἂν οὔ τί που, διαβεβαιούμενοί τε καὶ λέγοντες, ὅτι τοῖς ἐν νυκτὶ καὶ σκοτεινὸν ἔχουσι νοῦν ἀντιφέρεται τρόπον τινὰ καὶ προσπαλαίει Χριστὸς, παραλύων εἰς χωλότητα τὴν πνευματικὴν, ἀναμάθοι τις ἂν οὐδὲν ἧττον εὐκόλως καὶ διὰ τῶν ἐφεξῆς. Ἔφη γὰρ τῷ Ἰακὼβ ὁ προσπαλαίων ἄνθρωπος· «Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος.» Συνίης, ὅπως οὐκ ἀνέχεται παλαίειν διαυγαζούσης ἡμέρας. Οὐ γὰρ μάχεται τοῖς ἐν φωτὶ γεγονόσι.

Οἷς ἂν εἴη πρέπον, τοῖς εἰς τοῦτο λαμπρότατον διεληλυθόσι, καὶ τὸ φάναι λοιπόν· «Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.» Καὶ πρός γε δὴ τοῦτο, τὸ, «Πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψεις με. Ἀνίσχοντος γὰρ κατὰ νοῦν ἡμῖν τοῦ τῆς δικαιοσύνης φωτὸς, τουτέστι Χριστοῦ, καὶ νοητὴν ἐν καρδίαις ἡμῶν ἱέντος αὐγὴν, τότε δὴ, τότε καὶ μάλα λαμπροὶ παραστησόμεθα τε αὐτῷ διὰ τῆς εἰς ἅπαν ἐπιεικείας, καὶ τῆς ἄνωθεν ἐποπτείας ἑαυτοὺς ἀποφανῶμεν ἀξίους· »Ὀφθαλμοὶ γὰρ Κυρίου, φησὶν, ἐπὶ δικαίους.» Ὄρθρου δὴ οὖν ἀνίσχοντος ἤδη, καταλύει τὴν πάλην. Θέα δὴ ὅπως οἰκονομικῶς καὶ εὐτεχνέστατα λίαν διδάσκει τὸν Ἰακὼβ ἀποφοιτᾶν ἐθέλοντα, μεταποιεῖσθαί τε καὶ λίαν ἐπιθυμεῖν ἐπιδοῦναι τῶν ἀναγκαίων εἰς σωτηρίαν αὐτῷ. Ὁ γὰρ ὅλως νενικηκὼς, καὶ ἀποστῆναι δυνάμενος, κἂν εἰ μὴ μεθοῖτο τυχὸν ὁ νενικημένος, ἐξουσίαν δὲ ὥσπερ ἐπιδιδοὺς τοῦ, εἴπερ ἕλοιτο, καὶ ἀπρὶξ ἔχεσθαι τυχὸν, «Ἀπόστειλόν με,» φησί. Τούτῳ προσεοικὸς εὑρήσομεν τὸ πρὸς Μωσέα παρὰ Θεοῦ σοφῶς τε καὶ οἰκονομικῶς εἰρημένον.

Ἐβούλετο μὲν γὰρ εἰδωλολατροῦντα κατὰ τὴν ἔρημον (μεμοσχοποίηκε γὰρ) ἐξαιτῆσαι δίκας τὸν ἀπόπληκτον Ἰσραήλ. Ἐφιεὶς δὲ ὥσπερ τῷ μακαρίῳ Μωσεῖ, κατακωλύειν, εἰ βούλοιτο, τὴν ὀργὴν, καὶ τὰς ὑπὲρ τῶν ἡμαρτηκότων ποιεῖσθαι λιτὰς, «Λελάληκα πρὸς σὲ, φησὶν, ἅπαξ καὶ δὶς, λέγων· Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν· ἔασόν με, ἐξολοθρεύσω αὐτοὺς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα.» Ἐπειδὴ δὲ συνῆκεν ὁ Μωσῆς τῆς θείας ἡμερότητος τὴν οἰκονομίαν, ἐπὶ τὸ κωλύειν ἔρχεται, καί φησιν· «Εἰ μὲν ἀφῇς αὐτοῖς ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ταύτης ἧς ἔγραψας.» Οὐκοῦν κατὰ τοιόνδε τρόπον πρὸς Ἰακὼβ εἴρηται τὸ, «Ἀπόστειλόν με,» παρὰ τοῦ παλαίοντος πρὸς αὐτόν. Ὁ δὲ τάχυ που συνιεὶς τίς ὁ παλαίων ἐστὶ, καὶ ἐν αἰσθήσει λοιπὸν τοῦ παντὸς γεγονὼς πράγματος, μεταποιεῖται λίαν, καί φησιν· «Οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς.» Ηὐλόγηται δὲ, καὶ γέγονεν αὐτῷ τῆς εὐλογίας ὁ τρόπος, ὁ ἐξ ὀνόματος τοῦ πρώτου πρὸς ἕτερον μεταβιβασμός. «Οὐ κληθήσεται γὰρ, φησὶν, ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ᾽ ἢ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου·» [τοῦ μὲν Ἰακὼβ] σημαίνοντος τὸν πτερνίζοντα, τουτέστι, τὸν εὐδρανῆ καὶ νηφάλιον εἰς τὸ δύνασθαι κατορθοῦν ἃ δεῖ· τοῦ δὲ Ἰσραὴλ νοῦν ὁρῶντα Θεὸν ἑρμηνευομένου.

Τίς οὖν ὁ λόγος, φέρε δὴ λέγωμεν, βραχὺ τὴν ἀφήγησιν ἀνόπιν ἀνασειράζοντες.

δʹ. Παλαίσας ὁ Ἰακὼβ καὶ νενικημένος, καὶ παθὼν ἐν σκότῳ τὴν νάρκωσιν, τὴν ἐν μηρῷ δηλονότι, λοιπὸν ἀντέχεται τοῦ παλαίοντος ὡς εἰρηνικῶς, διαυγάζοντος φωτὸς, καὶ ὄρθρου λοιπὸν ἤδη γεγονότος· ἐξεβιάζετο δὲ ὥσπερ εἰς εὐλογίας αὐτὸν, καὶ δὴ καὶ ηὐλόγηται· μετωνόμασται γὰρ Ἰσραήλ. Ἀντεξάγων γὰρ ὥσπερ ὁ Ἰσραὴλ τῷ Ἐμμανουὴλ τὸ ἀπειθὲς καὶ δυσάγωγον, πλὴν ὡς ἐν ἀγνοίᾳ καὶ σκότῳ, τῷ τῆς ἀμαθίας, φημί. Πεπώρωτο γάρ· ἐπέγνω μόλις ἀνίσχοντος καὶ αὐτῷ κατὰ νοῦν τοῦ θείου φωτός.

Ηὐλόγηταί τε παρὰ Χριστοῦ, εἰ καὶ μὴ ἅπας τυχὸν, ἀλλ᾽ οὖν ἐν μοίρᾳ τινὶ τῶν πεπιστευκότων. «Γέγονε γὰρ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος» τῷ Ἰσραὴλ, κατὰ τὸ γεγραμμένον, καὶ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ ὀλίγοι τὸν ἀριθμόν. Καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ ποτὲ μὲν ἦσαν Ἰακὼβ, τὸ ἀδρανὲς ἔχοντες ἐν νόμῳ, καὶ οἱονεὶ πτερνίζοντες, περιπνεύοντές τε γοργῶς, καὶ ὅτι μάλιστα παραιτούμενοι τὸ προσκρούειν Θεῷ. Ἄμεμπτοι γὰρ ἦσαν κατὰ δικαιοσύνην τὴν ἐν τῷ νόμῳ. Γεγόνασι δὲ μετὰ τοῦτο καὶ Ἰσραὴλ, τουτέστι, μετακεχωρήκασιν εἰς νοῦν ὁρῶντα Θεὸν λοιπόν. Τὸ γὰρ εἰδέναι Χριστὸν, τίς δὴ ἄρα, καὶ πόθεν γέγονε καθ᾽ ἡμᾶς, ἢ ποῖος αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος· τοῦτο εἶναί φημι, τῆς ἀληθοῦς θεοπτ[ε]ίας τὸ φῶς εἰσδέξασθαι κατὰ νοῦν. Ὅτι δὲ μείζων, καὶ προφερεστέρα, καὶ ἀσυγκρίτως ἀμείνων τῆς ἐν νόμῳ πολιτείας ἡ περὶ Θεοῦ γνῶσις, πληροφορήσει λέγων αὐτὸς δι᾽ ἑνὸς τῶν προφητῶν· «Ὅτι ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα.» Καὶ Παῦλος, ὡς γεγένητο μὲν «κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ,» λαμπρός τε καὶ ἄμεμπτος· «Ἡγεῖται δὲ τὰ τοιαῦτα ζημίαν, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ.»

Ὅτι δέ ἐστι καὶ τῆς ἐν ἔργοις φαιδρότητος, ἐν ἀμείνοσιν ἡ ἀκιβδήλευτος γνῶσις περὶ Χριστοῦ, σαφηνιεῖ δὴ πάλιν Τιμοθέῳ γράφων ὁ Παῦλος, γυμνάζεσθαι αὐτὸν πρὸς εὐσέβειαν· «Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.» Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, «Αὔτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Οὐκοῦν κἂν εἴ τις εἴη τυχὸν Ἰακὼβ, τουτέστιν, εἰ πτερνίζειν δύναιτο, καὶ διαδιδράσκειν ἀστείως καὶ νεανικῶς πᾶν ὅπερ ἐστὶ παραλύειν εἰδὸς καὶ καλοῦν εἰς ἁμαρτίαν, προκόψει διὰ Χριστοῦ καὶ εἰς σύνεσιν ἁγιοπρεπῆ. Κεκλήσεται δὲ καὶ Ἰσραὴλ, τουτέστι, Θεὸν ὁρῶν. Τότε δὴ, τότε καὶ μετὰ ἀνθρώπων ἔσται δυνατὸς, ἐνισχύσας μετὰ Θεοῦ. Οὐ γὰρ οὖν τὸ ἄναλκι κατηῤῥωστηκότος ἔργον ἂν γένοιτο τὸ εἰδέναι Θεὸν, καὶ τὴν ἐπ᾽ αὐτῷ γνῶσιν ἑλεῖν, εἰ καὶ ἐν ἐσόπτρῳ βλέποι καὶ αἰνίγματι· ἀλλὰ τοῦ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἐνηνεγμένου, ὡς δι᾽ οὐδενὸς μὲν ποιεῖσθαι λόγου τὰ σαρκικὰ καὶ ἐγκόσμια· γοργῷ δὲ ὥσπερ καὶ ἀκαθέκτῳ φρονήματι διᾴττειν δύνασθαι πρὸς τὸ τῷ Θεῷ δοκοῦν· ὅτι οὗτος ἔσται δυνατὸς ἐν ἀνθρώποις, καὶ ἐνισχύσει μετὰ Θεοῦ.

Οὐκοῦν ηὐλόγηται μὲν ὁ θεσπέσιος Ἰακὼβ, προσελιπάρει δὲ λέγων· «Ἀνάγγειλόν μοι ὄνομά σου. Καὶ εἶπε, φησίν· Ἵνα τί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου;» Οὐκ ἀπαγγέλλει δὲ τοὔνομα Θεὸς, ὅτι κατὰ φύσιν ἐστὶ, καὶ διὰ τούτου δεικνύς. Ὄνομα μὲν γὰρ ὡς ἀνθρώπῳ τυχὸν ἰδικῶς οὐδὲν ἂν εἴη Θεῷ· πλὴν ἐξ ὧν εἶναι πέφυκε πολλαχῶς ὀνομάζεται. Φῶς γὰρ, καὶ ζωὴ, καὶ δύναμις, καὶ ἀλήθεια, μονογενὴς, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τοῦ γεννήσαντος, ἔλεος, καὶ σοφία, καὶ δικαιοσύνη, καὶ ἀπολύτρωσις.

Συνιεὶς δὲ δὴ πάλιν ὁ μακάριος Ἰακὼβ, ὅτι Θεὸς ἂν εἴη λοιπὸν, ᾧ μηδὲν ὄνομα προσκέοιτο ἂν ἰδικῶς, ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, «Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, φησὶ, καὶ ἐσώθη ἡ ψυχή μου.» Ἄθρει δὴ οὖν ὅπως γέγονεν Ἰσραὴλ, τουτέστι, Θεὸν ὁρῶν. Ἀνθρώπου παλαίοντος, ἑώρα, φησὶ, τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ σεσῶσθαι τὴν ἑαυτοῦ ψυχήν. Ἡ γάρ τοι γνῶσις ἡ ἐπὶ Χριστῷ, χρῆμά ἐστι σωτήριον. Θεὸς οὖν ἄρα καὶ μετὰ σαρκὸς ὁ Λόγος. Θεὸν γὰρ ἑωρακέναι φησὶ πρόσωπον πρὸς πρόσωπον ὁ πατριάρχης Ἰακώβ.

Ἀνατείλαντος δὲ τοῦ ἡλίου, «Παρῆλθε, φησὶ, τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ.» Ὡς γὰρ ἔφην ἤδη, πεφωτισμένων τῶν Ἰουδαίων, πέπαυται μὲν ἡ πάλη. Παρήλασε δὲ καὶ τὸ εἶδος τοῦ Θεοῦ, τουτέστιν, ἀναβέβηκεν εἰς οὐρανοὺς ὁ Χριστός. Οὐκ ἀπήλλακται δὲ χωλότητος ὁ Ἰσραήλ. Σέσωσται γὰρ οὐχ ἅπας. Πάσχει δὲ ὥσπερ διὰ τῶν ἀπειθούντων ἐπὶ τὸ μὴ εἰς ἅπαν ὀρθοποδεῖν. Μετωνόμασται τοίνυν Ἰσραὴλ, καὶ εἰς νοῦν ὁρῶντα Θεὸν ὁ πτερνιστὴς μετεγράφετο. Καὶ τί μετὰ τοῦτο πάλιν; «Καὶ Ἰακὼβ ἀπαίρει, φησὶν, εἰς σκηνὰς, καὶ ἐποίησεν ἑαυτῷ οἰκίας, καὶ τοῖς κτήνεσιν ἑαυτοῦ ἐποίησε σκηνάς.

Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί.» Ἀκούεις ὅπως κατῴκησεν ἐν σκηναῖς. Σημεῖον δ᾽ ἂν γένοιτο καὶ τοῦτο σαφὲς τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῆς εἰς Ἰσραὴλ διανοίας. Σκηνοποιήσας γὰρ ἤδη, καὶ κατῴκησεν ἐν αὐταῖς. Νοῦ γὰρ ἤδη βλέποντος καὶ θεοπτ[ε]ίας ἠξιωμένου, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εἰς τελειότητα τεθραμμένου τε καὶ ἀναθέοντος, καρπὸς ἂν γένοιτο παρὰ Θεῷ τίμιος, τὸ δι᾽ οὐδενὸς μὲν ἔτι ποιεῖσθαι λόγου τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, παροικίαν δὲ μᾶλλον οἴεσθαι τὴν ἐν σώματι ζωήν. Νοῦς γὰρ οὗτος ἁγιοπρεπὴς καὶ πολιτείας ἐξαιρέτου καὶ ἀνῳκισμένης μήνυσις ἀκριβής. Πείθοιο δ᾽ ἂν εἰς τοῦτο λοιπὸν ὑπεροχῆς ἀφιγμένου καὶ ψάλλοντος τοῦ μακαρίου Δαβίδ· «Ἄνες μοι, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.» Γράφει δὲ καὶ ὁ Παῦλος τοῖς εἰς μέτρον ἡλικίας ἥκουσι τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς ἄνδρα τέλειον ἀφιγμένοις· «Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν,» ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Τὸ ἐν σκηναῖς οὖν ἄρα κατοικεῖν ἑλέσθαι τὸν θεσπέσιον Ἰακὼβ, ἤτοι τὸν Ἰσραὴλ, σημεῖον ἂν γένοιτο, καὶ οὐδενί που τάχα τῶν εὐφρονούντων ἀσυμφανὲς, τὸ παροικίαν ἡγεῖσθαι πρέπειν τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, τοὺς ἀναμύοντας ἤδη πρὸς Θεὸν, καὶ τὸν νοῦν ἔχοντας ἐκλελαμπρυσμένον.

Εἶτα μέτεισι «εἰς Σαλὴμ πόλιν Σικίμων,» ἥ ἐστιν ἐν γῇ Χαναάν· οὗ δὴ πάλιν ὁ δίκαιος ἐγυμνάζετο, τὰ ἐπὶ Δίνᾳ τῇ θυγατρὶ πεπονθὼς ἀδικήματα. Ἡ μὲν γὰρ οἷά τε νεᾶνις καὶ παρθένος ἔτι κουρίζουσα, τῆς τοῦ πατρὸς ἐξέθει σκηνῆς, τὰς τῶν ἐγχωρίων ἐποπτεύουσα θυγατέρας. Ἀνεπτόηται γὰρ ἀεὶ τὸ θῆλυ γένος εἰς τὸ ἀγαπᾷν ἐπείγεσθαι τὸν ἰσήλικα. Οὐκοῦν ἐξέθει μὲν ἡ νεᾶνις· Ἐμμὼρ δὲ αὐτὴν ὁ Σιχὲμ οὐκ ἐν κόσμῳ κατεβιάζετο. Διεπαρθένευσε γὰρ, καὶ ἀσχέτως ἤδη πως ἐπιθυμίας ἐναλοὺς, καὶ σύνοικον ἠξίου ποιεῖσθαι τὴν κόρην. Τότε δὴ, τότε Συμεὼν καὶ Λευῒ, οἱ τῆς νεάνιδος ἀδελφοὶ, παρεθήγοντο πρὸς ὀργὰς, καὶ ἀφόρητον ἐποιοῦντο τὴν ὕβριν, ἀνόσιά τε λοιπὸν καὶ κατὰ τῶν ἠδικηκότων ἐσκέπτοντο δρᾷν. Ἀναπείθουσι μὲν γὰρ τοὺς ἀπὸ Σικίμων, τὴν πατρῴαν αὐτοῖς καὶ νενομισμένην συνελέσθαι περιτομήν. Ἀπεκτόνασι δὲ παντὸς ἐλέους καὶ οἰκτιρμῶν εἰς ἅπαν ἐξῃρημένων. Ἀλλ᾽ ἠγανάκτει πρὸς τοῦτο λίαν ὁ θεσπέσιος Ἰακὼβ, ἐπετίμα τε λέγων· «Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν.» Οὐ γὰρ μεμέτρηται τοῖς ἀπεκτονόσι τὰ ἐξ ὀργῆς, οὔτε μὴν ὡς ὑπὸ πατρὶ τεθραμμένοι δικαίῳ πεφρονήκασί τι τῶν οὐκ εἰς ἅπαν ἐκτετραμμένων. Πεπορθήκασι γὰρ, ἀπεκτόνασι δὲ τοὺς συνελομένους τὰ ἴσα φρονεῖν αὐτοῖς, καὶ πίστει τεθαῤῥηκότας.

Τίς οὖν ἐντεῦθεν γένοιτο ἂν εἰς ἡμᾶς ἡ ὄνησις (εἰκαιόμυθος γὰρ οὐδαμῶς ἡ θεόπνευστος Γραφὴ), φέρε δὴ λέγωμεν ὡς ἔνι.

εʹ. Γέννησιν μὲν γὰρ γεγεννήμεθα πνευματικὴν, καὶ ἐν τέκνοις Θεοῦ τετάγμεθα διὰ Χριστοῦ. Οὐκοῦν εἰ γένοιτο ψυχὴν ἀναγεννηθεῖσαν ἤδη διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ εἰς θυγατέρα Θεοῦ τεθειμένην, καταφθαρῆναι τυχὸν ὑπὸ τῶν τοῦτο δρᾷν εἰωθότων, ἢ εἰς τὸ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ παρενηνεγμένην, ἢ ὡς εἰς ἐκ τόπου διεστραμμένας ἐννοίας τὰς περὶ Θεοῦ (τοιαῦτα γὰρ ἀληθῶς τὰ τῶν ἀνοσίων αἱρετικῶν δοξάρια)· οἱ τῆς ἠδικημένης κατὰ πίστιν ἀδελφοὶ, κἂν εἰ τάξιν ἔχοιεν τὴν ἱερουργὸν, καθάπερ ἀμέλει καὶ ὁ Λευῒ, κἂν εἴτε Συμεὼν νοοῖντο τυχὸν, τουτέστιν, οἱ ἐν τάξει τῶν ὑπηκόων κείμενοι (ἑρμηνεύεται μὲν γὰρ ὑπακοὴ Συμεὼν), ἀγανακτούντων μὲν, ὅτι πεπλεόνεκταί τις τῶν κατὰ πίστιν οἰκείων αὐτοῖς· μὴ μὴν καὶ εἰς αἷμα χωρούντων ἔτι, μήτε μὴν ἀγρίας τοὺς κατεφθαρκότας ἐξαιτούντων δίκας, ἵνα μὴ ἀκούσειαν Χριστοῦ λέγοντος αὐτοῖς· «Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν.» Μεμνῆσθαι γὰρ ἀναγκαῖον, ὅτι καὶ αὐτὸς ὁ Σωτὴρ γυμνοῦντι τὴν μάχαιραν ἐπετίμα ποτὲ τῷ θεσπεσίῳ Πέτρῳ, λέγων· «Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται.»

Οὐ γάρ τοι μαχαίραις ἐξοπλίζεσθαι κατ᾽ ἐχθρῶν πρέποι ἂν ἡμᾶς, τοὺς τῆς εἰς Θεὸν εὐσεβείας ὑπεραθλεῖν ᾑρημένους· ἀλλ᾽ εἶναι μὲν τληπαθεῖς, καὶ εἰ διώκειν ἕλοιντό τινες, εὐλογεῖν δὲ λοιδορουμένους, πάσχοντας μὴ ἀπηχεῖν, παραδιδόναι δὲ μᾶλλον τῷ κρίνοντι δικαίως. Παραφυλακτέον δὲ τοῖς παραιτουμένοις τὴν καταφθορὰν, τὸ μὴ ἐξοιχήσεσθαί ποι τῆς πατρῴας σκηνῆς, τουτέστι, τοῦ οἴκου τοῦ Θεοῦ, μηδὲ ταῖς τῶν ἀλλοφύλων, ἤτοι ταῖς τῶν ἑτεροφρόνων, προσβάλλειν ἀγέλαις. Ἐξελθοῦσα γὰρ Δίνα τῆς πατρῴας σκηνῆς, εἰς οἶκον ἀπηνέχθη Σιχέμ. Ἀλλ᾽ οὐκ ἂν ὑβρίσθη ποτὲ τοῖς τοῦ πατρὸς δωματίοις ἐμφιλοχωροῦσα, καὶ σκηναῖς ἁγίων ἐνδιαιτωμένη. Ὅτι γὰρ τὸ χρῆμα καλὸν, καὶ εἰς ὄνησιν οὐκ ἀσυντελὲς, ἀναπείσει ψάλλων ὁ μακάριος Δαβίδ· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.» Περιδεᾶ τοίνυν καὶ ἄθυμον γεγονότα κομιδῇ τὸν Ἰακὼβ, ἀπαίρειν ἐκέλευσε Θεός. Ἔχει δὲ οὕτως· «Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ σου.

Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετ᾽ αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾽ ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὀδῷ ᾗ ἐπορεύθην.

Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.» Προσεκάλει μὲν δὴ τὸν δίκαιον εἰς Βαιθὴλ ἀπὸ Σικίμων ὁ τῶν ὅλων Θεός. Ὁ δὲ ἦν οὐκ ἀπειθής. Εἶτα γεγονὼς ἐν Λουζὰ διὰ μέσου, καὶ θεοπτ[ε]ίας ἠξιωμένος, καὶ ὅτι πολλῶν ἔσται πατὴρ ἐθνῶν ταῖς ἐπαγγελίαις ἐμπεδούμενος, «Ἄνεισιν εἰς Βαιθὴλ, καὶ ἔστησεν ἐκεῖ, φησὶν, Ἰακὼβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησε μετ᾽ αὐτοῦ ὁ Θεὸς, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ᾽ αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἐπ᾽ αὐτὴν ἔλαιον. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ἐλάλησε μετ᾽ αὐτοῦ ὁ Θεὸς, Βαιθήλ.» Πολλὰ κατὰ ταυτὸν εἰς ἀπόδειξιν οὐκ ἀσυμφανῆ τοῦ μετατετραφέναι τὸν Ἰακὼβ εἰς γῆν Ἰσραὴλ, καὶ εἰς τὸ ἄμεινον ἀσυγκρίτως μεταφοίτησιν ἑλεῖν. Κατῴκησε μὲν γὰρ ἐν σκηναῖς, ὁ τὸ πάροικον ἐν κόσμῳ τῶν ἁγίων τὸ γένος μονονουχὶ διὰ τοῦδε καταδεικνύς. Εἶτα μεταξὺ τὰ ἐπὶ τῇ θυγατρὶ συμβεβηκότα παθὼν, καὶ λελυπημένος οὐ μετρίως τοῖς ἀγεννῶς ἡττωμένοις ὑπὸ θυμοῦ, Συμεών τε, φημὶ, καὶ Λευῒ, ἐπετίμα δεινῶς, ἁγιοπρεπὲς ὅτι [τὸ] ἀνεξίκακον καὶ τὸ τληπαθὲς ἐν τοῖς πειρασμοῖς, διὰ πραγμάτων ἡμῖν ἀποφαίνων.

Ἐπειδὴ δὲ κέκληται παρὰ Θεοῦ, καὶ ἀναβέβηκεν εἰς Βαιθὴλ, τουτέστιν, εἰς οἶκον Θεοῦ (διερμηνεύεται γὰρ ὧδε Βαιθήλ)· ἱερουργεῖ τῷ Θεῷ, καὶ μυσταγωγὸς ἀποδείκνυται.

Τίνα γὰρ τρόπον εἰς οἶκον ἰέναι προσήκει Θεοῦ, καθίστησι ἐναργὲς τοῖς ἑπομένοις αὐτῷ. Ἀποβαλεῖν γὰρ ἐκέλευσε συρφετὸν ὥσπερ τινὰ καὶ ἀκαθαρσίαν τοὺς ἀλλοτρίους θεοὺς, καὶ ἀλλάξαι τὰς στολάς. Ὃ δὴ καὶ δρᾷν ἔθος εἰς ὄψιν ἡμᾶς καλουμένους Θεοῦ, καὶ εἰς τὸν θεῖον αὐτοῦ ναὸν εἰσελαύνοντας, κατὰ τὸν καιρὸν μάλιστα τοῦ ἁγίου βαπτίσματος. Δεῖ γὰρ ἡμᾶς ποιεῖσθαι μὲν ὥσπερ ἐκ μέσου τοὺς ἀλλοτρίους θεοὺς, καὶ τῆς τοιᾶσδε πλάνης ἀποφοιτῶντας λέγειν· «Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ πάσῃ τῇ πομπῇ σου, καὶ πάσῃ τῇ λατρείᾳ σου.» Δεῖ δὴ πάντας ἡμᾶς ἀλλάξαι καὶ τὴν στολὴν, ἀποδυομένους μὲν ὥσπερ τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· μεταμφιεννυμένους δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ἀποβεβλήκασι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν αἱ μετὰ τοῦ Ἰακὼβ γυναῖκες. Εἰσελθοῦσαι γὰρ καὶ γυναῖκες εἰς οἶκον Θεοῦ, κόσμημα μὲν οὐδὲν ἔχουσαι σαρκικὸν, ἀπολύουσαι δὲ καὶ αὐτὰς τὰς τρίχας, ἐγκλημάτων τάχα που τῶν ἐξ ἐμπλοκῆς τὰς ἑαυτῶν ἀπαλλάττουσι κεφαλάς. Τοῦτο εἶναί φημι τὸ περιελεῖν τὰς γυναῖκας τὸν ἐν τοῖς ὠσὶ κόσμον. Ὅταν τοίνυν ἀναβῶμεν εἰς Βαιθὴλ, τουτέστιν, εἰς οἶκον Θεοῦ, ἐκεῖ τὸν λίθον ἐπιγνωσόμεθα, λίθον τὸν ἐκλεκτὸν, τὸν εἰς κεφαλὴν γεγόνοτα γωνίας, τουτέστι Χριστόν.

Ὀψόμεθα δὲ χριόμενον παρὰ τοῦ Πατρὸς εἰς εὐφροσύνην καὶ ἀγαλλίαμα πάσῃ τῇ ὑπ᾽ οὐρανόν. Κέχρισται γὰρ, ὡς ἔφην, παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, «Ἡ πάντων ἡμῶν εὐφροσύνη, τὸ οἰκουμενικὸν ἀγαλλίαμα,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἴδοις δ᾽ ἂν καὶ τοῦτο προανατυπούμενον ἐν τοῖς ἀρτίως ἡμῖν εἰρημένοις. «Ἀνεστήλου γὰρ Ἰακὼβ τὸν λίθον, ἐλαίῳ τε καὶ οἴνῳ καταρδεύων αὐτόν.» Τύπος δὲ ἄρα τὸ δρώμενον ἦν μυστηρίου τοῦ κατὰ Χριστὸν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.