Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις την Έξοδον: Το μυστήριο του Πάσχα και η λύτρωση από τη νοητή δουλεία

Οι θείες διατάξεις για τη σφαγή και βρώση του αμνού, ο συμβολισμός των αζύμων και του αίματος, και η λύτρωση της ανθρωπότητας από τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 12 από 22

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Βʹ. Περὶ τῆς θυσίας τοῦ ἀμνοῦ. αʹ. Ὅτι οὖν [ἐν] Χριστῷ δὴ καὶ μόνῳ τὸ τοῦ θανάτου διαδιδράσκομεν κράτος, καὶ ὡς ὁ σοφὸς ἡμῖν διαγέγραφε μαθητὴς, «Οὐκ ἔστιν ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾦ δεῖ σωθῆναι ἡμᾶς,» ἀναμάθοι τις ἂν καὶ καθ᾽ ἑτέρους πολλοὺς, εἴπερ ἕλοιτο, τρόπους. Μυρίαι γὰρ ὅσαι παρά γε τῇ θεοπνεύστῳ Γραφῇ λαμπραὶ καὶ διαφανεῖς εἰκόνες, τὴν τοῦ μυστηρίου δύναμιν ἀπαστράπτουσι. Φέρε δὴ οὖν τὰ εἰς τοῦτο χρήσιμα συναγείροντες, καὶ διὰ τῶν ἐφεξῆς δεικνύωμεν. «Παρῆλθον μὲν εἰς μέσον Μωσῆς τε καὶ Ἀαρών· ἀφικόμενοι δὲ πρὸς Φαραὼ διαῤῥήδην ἔφασκον· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ. Καὶ εἶπε Φαραὼ, Καὶ τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ. Καὶ λέγουσιν αὐτῷ· Ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. Πορευσόμεθα οὖν ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσοι ἡμῖν θάνατος, ἢ φόνος. Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου· Διὰ τί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων;

Ἀπέλθετε ἕκαστος ὑμῶν εἰς τὰ ἔργα αὐτοῦ.» Διαβολικῆς γὰρ ὢν ἔμπλεως ἀπονοίας ὁ ἀπόπληκτος Φαραὼ, τίς ὁ Ἑβραίων Θεὸς οὐκ εἰδέναι φησίν. Ἐπειδὴ δὲ συχναῖς καὶ ἀφορήτοις πληγαῖς κατῃκίζετο, καὶ διώλετο κατὰ βραχὺ τῶν Αἰγυπτίων ἡ χώρα, τοῦτο μὲν εἰς αἷμα μεταστοιχειουμένων αὐτοῖς τῶν ὑδάτων, ἀκρίδος τε καὶ χαλάζης ἐπενηνεγμένης τῇ γῇ, σκνιπῶν, καὶ βατράχων κινουμένων, καὶ μέν τοι καὶ τριημέρου καταχεομένου σκότους, ἀνήσειν μὲν μόλις, οὐχ ἑκὼν ἐπηγγέλλετο, ἦν δὲ ἀτεράμων, καὶ μετὰ τοῦτο πάλιν δεινὸς καὶ ἀπεσκληκὼς, καὶ δυσμετακόμιστος κομιδῇ πρὸς τὸ ἑλέσθαι, φημὶ, τῆς οὕτω μακρᾶς δουλείας ἀπαλλάξαι τὸν Ἰσραήλ.

Εἶτα Θεὸς ἐσκέπτετο τοῖς τῶν Αἰγυπτίων πρωτοτόκοις ἐπαφεῖναι τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον μὴ τοῖς ἀνοσίοις γένεσι συναπολέσθαι τοὺς ἐξειλεγμένους, ἀγάπῃ τῇ διὰ τοὺς πατέρας, τὸν ἐπὶ τοῦ Πάσχα νόμον διετύπου Θεός· καὶ τὸ τοῦ Χριστοῦ μυστήριον προαποπεραίνεσθαι τῆς ὀργῆς μάλα προστέταχε. Δι᾽ οὗ πάλιν παρέσται νοεῖν, ὡς ἔστιν ἀμήχανον διὰ Μωσέως ἢ νόμου καταργεῖσθαι θάνατον. Ἐξίστησι δὲ τὸν ὀλοθρευτὴν τὸ τίμιον αἷμα τοῦ Χριστοῦ, καὶ ἀπαλλάττει φθορᾶς τοὺς ἡγιασμένους.

Ζωὴ γάρ ἐστιν ἐκ ζωῆς, καὶ Θεὸς τῶν ὅλων, ὡς Θεὸς ἐκ Θεοῦ. Ἔφη τοίνυν ὧδε τὸ Γράμμα τὸ ἱερόν· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτος ὑμῖν ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων;

Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ᾽ οἴκους πατριῶν, πρόβατον κατ᾽ οἰκίαν. Ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ, ὡς μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, λήψεται μεθ᾽ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ.» Εἶτα χρῆναι λαβεῖν ὁρισάμενος, ἐπιδιατάττει πάλιν ὁποῖον δὴ εἶναι προσήκει τὸ θῦμα, ὁπηνίκα τε καὶ ὅπως ἱερουργεῖσθαι δεήσει. «Τέλειον γὰρ, φησὶν, ἄμωμον, ἐνιαύσιον ἔσται ὑμῖν, ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε, καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου. Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν· καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις ἐν οἷς φάγωσιν αὐτὰ ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα ἐν τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ᾽ αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ᾽ ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ, καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολείψετε ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωῒ, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ᾽ αὐτοῦ. Τὸ δὲ καταλειπόμενα ἀπ᾽ αὐτοῦ ἕως πρωῒ, κατακαύσετε πυρί.» Ἐπάγει δὲ τούτοις ὁ νομοθέτης τὰ ἐφεξῆς, ὁποῖόν τε εἶναι πρέπει τῶν δαιτυμόνων τὸ σχῆμα διδάσκων, καὶ τίνα τρόπον ἐξηρτισμένους τῆς ἱερωτάτης ἅπτεσθαι κοινῆς ἀκόλουθον αὐτούς. «

Οὕτω γὰρ φάγεσθε αὐτὸ, φησί· Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς.

Πάσχα γάρ ἐστι Κυρίου.» Ὠφελήσει δὲ αὐτοὺς, καὶ κατὰ τίνα τρόπον ἡ τοῦ προβάτου σφαγὴ, καλῶς δὲ λίαν ἀπογυμνῶν· «Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτου, καὶ πατάξω πᾶν πρωτότοκον ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος. Καὶ ἔσται ὑμῖν ἐν σημείῳ τὸ αἷμα ἐπὶ τῶν οἰκιῶν ὑμῶν, ἐν αἷς ὑμεῖς ἔσεσθε ἐκεῖ. Καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτου.» Εἶτα πάλιν μεθ᾽ ἕτερα· «Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, φησὶν, ἀπὸ δὲ τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν.» Καὶ τὴν τοῦ παραβαίνοντος τιμωρίαν ὁρισάμενος, ἐπιλέγει πάλιν· «Καὶ ἡ ἡμέρα ἡ πρώτη κεκλήσεται ἁγία, καὶ ἡμέρα ἡ ἑβδόμη, κλητὴ ἀγία ἔσται ὑμῖν.» Τὸ μὲν δὴ θεῖον λόγιον οὕτως ἔχει· διελθόντες δὲ πάλιν ἀνὰ μέρος αὐτὸ, τὸν ἑκάστῳ πρέποντα νοῦν ἐφαρμόσαι πειράσομαι [leg, πειρασόμεθα], τὴν ἐκ τῶν σημαινομένων δύναμιν πολυτρόπως εἰς αὐτὸν ἀναφέροντες τὸν Χριστόν.

βʹ. Ὁρίζεται τοίνυν ἐν ἀρχῇ τοῦ ἔτους, ἐν τῷ πρώτῳ μηνὶ, τῆς ἱερουγίας ὁ καιρός· ἀρχὴ γὰρ πάντων ἐστὶν ὁ Χριστὸς, ἐπεὶ μηδὲ πρόσφατος διά τοι τὴν ἐκ Θεοῦ Πατρὸς πρὸ αἰώνων γέννησιν. Ἁγιάζει δὲ αὐτὸς κατὰ πάντα χρόνον, τὰ ἀπ᾽ ἀρχῆς μέχρι τέλους, ἀλλ᾽ ὥσπερ ἐν μηνὶ τῶν νέων ἡ πανήγυρις. «Παρῴχετο μὲν γὰρ τὰ ἀρχαῖα,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· «Ἰδοὺ γέγονε τὰ πάντα καινά.» Καὶ ἀνέθαλλεν καὶ ἀνθρώπου φύσις πρὸς τὸ ἐν ἀρχαῖς ἐν Χριστῷ. Δούλοις τε οὖσιν ἔτι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ὑπὸ χεῖρα πράττουσι τὴν τυραννικὴν, εἶχον γὰρ ἔτι τὴν τῶν Αἰγυπτίων, τὰ τοιαῦτα διετάττετο· τοῦ λόγου πάλιν αἰνιγματωδῶς ὑπεμφαίνοντος, μὴ ἂν ἕτερον δύνασθαι τὴν τοῦ ἀνθρώπου ψυχὴν πρὸς ἐλευθερίαν μὲν τὴν ἐξ ἁμαρτίας ἀναδραμεῖν, τὴν δὲ τοῦ διαβόλου πλεονεξίαν ἀποφυγεῖν, καὶ εἰς τὴν ἄνω γενέσθαι πόλιν ἀπὸ τῆς ἐν κόσμῳ διατριβῆς, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ μετοχῆς καὶ φιλανθρωπίας, κατὰ τὸ εἰρημένον παρ᾽ αὐτοῦ πρὸς τοὺς ἀνοήτους Ἰουδαίους· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.»

Καὶ πάλιν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς·» ἧς εἰς τύπον νοοῖτο καλῶς τῆς ἐπαγγελίας ἡ γῆ, εἰς ἣν ἐξ Αἰγύπτου μεταχωρεῖν ἠπείγοντο. Λαμβάνεται δὲ τὸ πρόβατον ἀπὸ δεκάτης τοῦ μηνὸς ἡμέρας, καὶ διατηρεῖται μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἵνα σφάττηται πρὸς ἑσπέραν.

Καὶ τοῦ δὴ χάριν; ἐρεῖ τις τυχόν· βαθὺς γὰρ ὄντως ὁ λόγος. Τί γὰρ, εἰπέ μοι, διεκώλυεν ἡμέρᾳ πρώτῃ διαλαμβάνεσθαι τοῦ μηνός; Τί δὲ ἄρα νομοθετεῖν ἀνέπεισε τὸν Θεὸν ἐν ἡμέραις πέντε τετηρημένον ἱερουργεῖν οὕτως πρὸς ἑσπέραν τὸ θῦμα; Πέντε γὰρ ἡμερῶν ἀριθμὸν εὑρήσομεν ἀπὸ τῆς δεκάτης ἀρξάμενοι.

Τοῦ μὲν οὖν μὴ ἐν ἡμέρᾳ πρώτῃ λαμβάνεσθαι τὸν ἀμνὸν, ἀλλ᾽ ἐν τῇ δεκάτῃ τοῦ μηνὸς, σημαίνειν ἔοικεν, ὅτι πολλοὶ προεβάδιζον χρόνοι, καὶ μακροί τινες ἦσαν αἰῶνες οἱ πρὸ ἡμῶν, καθ᾽ ὃν ἦν ἀεὶ καὶ ἔστιν, καὶ ἔσται Θεός. Εἰσβαίνει δὲ γείτων εὐθὺς μετ᾽ ἐκείνους αἰὼν οὗτος ὁ καθ᾽ ἡμᾶς, ὡς διὰ πενθημέρου τῆς ἀρτίως ἡμῖν εἰρημένης ὁδοῦ, εἰς πέντε καιροὺς διαιρούμενος. Σαφηνιεῖ δὲ σφόδρα καλῶς ἡμῖν τὸ ζητούμενον, ἡ τοῦ Σωτῆρος παραβολὴ, τοῦτον ἔχουσα τὸν τρόπον· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργοὺς, κἀκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου, καὶ ὃ ἂν ᾖ δίκαιον, δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. Πάλιν δὲ περὶ τὴν ἕκτην ὥραν καὶ ἐννάτην ἐποίησεν ὡσαύτως.

Περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῷ· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου.» Ὁρᾷς δὴ οὖν ἐν τούτοις καὶ λίαν ἐναργέστατα καὶ σαφῶς εἰς ὅλους πέντε καιροὺς τὸν καθ᾽ ἡμᾶς αἰῶνα διῃρημένον; Καὶ πρῶτον μὲν εἶναι λογιούμεθα, καθ᾽ ὃν ἦν ἔτι τὰς ἐν παραδείσῳ διατριβὰς ὁ προπάτωρ ἔχων Ἀδάμ· δεύτερον δὲ μετ᾽ ἐκεῖνον καὶ ὡς «ὥρᾳ τρίτῃ» δηλούμενον, καθ᾽ ὃν Νῶε καὶ οἱ σὺν αὐτῷ· τρίτον δὲ ὡς «ἐν ἕκτῃ,» καθ᾽ ὃν ἐκάλει τὸν Ἀβραὰμ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ὁ ἐπὶ πάντων Θεός· τὸ τέταρτον δὲ, ὡς «ἐν ὥρᾳ πάλιν ἐννάτῃ,» τοῦ Μωσέως δηλονότι καὶ τῶν προφητῶν. «Περὶ τὴν ἑνδεκάτην,» τουτέστιν, ἐν τῷ πέμπτῳ καιρῷ, συστελλομένης ἤδη τῆς ἡμέρας, καὶ οἱονεὶ καταλύοντος εἰς τέλος ἤδη τοῦ παρόντος αἰῶνος, ἐμισθώσατο τὰ ἔθνη Χριστὸς κεκλημένα πρὸς τὴν ἐπίγνωσιν παρ᾽ ἑτέρου μηδαμῶς κατὰ τοὺς ἄνωθεν καὶ παρῳχηκότας καιρούς. Διὸ δὴ παρὰ πάντας οἱ τελευταῖοί φασι τό· «Οὐδεὶς ἡμᾶς ἐμισθώσατο.»

Λαμβάνεται τοίνυν τὸ πρόβατον κατὰ τὴν ἡμέραν τῆς πενθημέρου τὴν πρώτην, τουτέστι, τὴν δεκάτην, τύπον ἐπέχουσαν τῆς τοῦ αἰῶνος ἀρχῆς, καὶ διατηρηθὲν ἐν τῷ τελευταίῳ καιρῷ, τουτέστιν, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ, σφάζεται πρὸς ἑσπέραν· ἵνα πάλιν ἐννοῇς, ὡς οὔτε νέον ἐστὶν, οὐδὲ πρόσφατον τὸ τοῦ Χριστοῦ μυστήριον· ἀλλ᾽ ἐφυλάττετο μὲν ἐν προγνώσει τοῦ Πατρὸς, καὶ ἐξ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς. Ἀπέθανε δὲ ὑπὲρ ἡμῶν ἐν τοῖς ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, οὔπω μὲν τοῦ νοητοῦ καὶ θείου φωτὸς καταλάμποντος· τῷ δ᾽ ἐξ ἀγνοίας σκότῳ βεβαπτισμένης ἔτι τῆς γῆς, καὶ τὰς ἁπάντων καρδίας καταμολυνόντων ταῖς πλάναις τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου. Διὰ τοῦτο καὶ, «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» ἐπιδημήσας ἔφασκεν ὁ Σωτήρ. Καὶ φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες, οἱ ἅγιοι χρηματίζουσι· καὶ προσέτι τοῦτο· «Καὶ ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου,» διὰ τὸ δύνασθαι φωτίζειν τοὺς ὄντας ἐν σκότῳ, δικαίως ἀκούουσιν. Ἀποθαυμάσεις δὲ πάλιν καὶ ἑτέραν ἐν τούτῳ μυστικὴν εὑρίσκων οἰκονομίαν.

Σφάζεται γὰρ ὁ ἀμνὸς ἐν τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ, πλήρη τὴν οἰκείαν ἔχοντος δόξαν τοῦ σεληναίου κύκλου, καὶ νόθῳ μὲν ὥσπερ φωτὶ τὴν οἰκουμένην καταυγάζοντος, ἀρχομένου δ᾽ οὖν ὅμως ἀπολήγειν κατὰ βραχὺ, καὶ ὥσπερ ἐξ ἀνάγκης ἤδη συστέλλοντος τὴν ἐνοικοῦσαν αὐτῷ τιμήν τε καὶ χάριν· ἵνα νοήσῃς ἐντεῦθεν, ὡς ἐξ εἰκόνος τε καὶ σκιᾶς τοῦ παραθέντος πράγματος ἐπὶ τὴν τῶν ἀληθεστέρων κατάληψιν χειραγωγούμενος, ὅτι κατὰ πᾶσαν μὲν ἐδοξάζετο τὴν οἰκουμένην ὁ τῆς νυκτὸς ἄρχων, τουτέστιν ὁ διάβολος, διὰ τῆς σελήνης ὡς ἐν τύπῳ δηλούμενος (σελήνη γὰρ εἰς ἀρχὴν τέθειται τῆς νυκτὸς), καὶ ὥσπερ νόθον τι φῶς τὴν τοῦ κόσμου σοφίαν ταῖς τῶν πλανωμένων καρδίαις ἐντιθεὶς, πληρεστάτην ἑαυτῷ τὴν δόξαν ἐπραγματεύετο. Ἀπέθανε δὲ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ὁ Ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὴν τοῦ διαβόλου κατέλυσε δόξαν. Ἀπολήγειν γὰρ ἀνάγκη αὐτὴν καὶ δαπανᾶσθαι κατὰ βραχὺ, πρὸς τὴν εἰρήνην καὶ ἀγάπην ἤδη τὴν ὡς πρὸς Θεὸν τῆς τῶν ἐθνῶν πληθύος ἀναβαίνειν ἐπειγομένης διὰ τῆς πρὸς αὐτὴν ἀποστροφῆς καὶ πίστεως. Καὶ τοῦτο ἦν ἄρα τὸ ἐν Ψαλμοῖς ᾀδόμενον πάλαι περὶ Χριστοῦ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.» Ἀνέτειλε γὰρ ἐν ἡμέραις Χριστοῦ δικαιοσύνη διὰ πίστεως· πλῆθος δὲ εἰρήνης, διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς.

Καὶ πρὸς τούτοις ἔτι καὶ ὁ τῆς νυκτὸς ἄρχων ἀντανῄρηται, τουτέστιν ὁ διάβολος. Ἐπιτήρει δὲ ὅπως οὐκ ἀναιρεθήσεσθαί φησι τὴν σελήνην ἁπλῶς, ἀνταναιρεθήσεσθαι δὲ μᾶλλον· ὡς γὰρ ἤδη προανελὼν, δῆλον δὲ δήπου πάντως, ὅτι τὸν ἄνθρωπον ἀνταναιρεῖται ὁ διάβολος. «Λαβέτωσαν τοίνυν, φησὶν, ἕκαστος πρόβατον κατ᾽ οἰκίαν.» Τέλειος γὰρ ἐν ἑκάστῳ Χριστὸς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος ἐνοικίζεται, καὶ οὐ μεμέρισται, καθάπερ ὁ Παῦλός φησι. Πλὴν ἐὰν ὦσι, φησὶν, ὀλιγοστοὶ ὡς μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, συλλήψεται μεθ᾽ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ. Οἱ γὰρ οὐκ ἔχοντες ἐξ ἑαυτῶν τέλειον δύνασθαι συνιέναι μόνοι τὸ Χριστοῦ μυστήριον, ἢ καὶ οὐκ ἀρκοῦντες εἰς κατανόησιν τὴν περὶ αὐτοῦ διὰ τὴν τῆς οἰκείας ἐννοίας ἀσθένειαν, μεθέξουσι πάλιν, αὐτοὺς συνεργάτας ὥσπερ καὶ συλλήπτορας τοὺς ὁμοπίστους δεξάμενοι. Διὰ γὰρ τῆς ἀλλήλων νουθεσίας ἔσθ᾽ ὅτε καὶ εἰς μείζους ἢ καθ᾽ ἡμᾶς θεωρίας ἀναβαίνειν ἰσχύομεν. Ὥσπερ οὖν ἀμέλει καὶ ὁ σοφὸς ἐκεῖνος εὐνοῦχος ἀνεπυνθάνετο τοῦ Φιλίππου, τῆς περὶ Χριστοῦ προφητείας ἐπακροώμενος· «Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;» Ὁρᾷς ὅπως τὸν γείτονα συλλαβὼν (ἐγγὺς γὰρ ἀλλήλων οἱ πάντες ἐσμὲν, ὅσοι εἰς τὸν ἕνα καὶ κοινὸν τῆς πίστεως λόγον), μέτοχος ἤδη τοῦ νοητοῦ προβάτου διὰ τῆς ἐρεύνης ἀνεδεικνύετο.

Ἠξίου γὰρ εὐθὺς καὶ βεβαπτίσθαι, καὶ δὴ καὶ βεβάπτισται. «Ἔστω δὲ, φησὶ, τὸ πρόβατον τέλειον.» Πάντα γὰρ ἦν ἐν Χριστῷ τὰ θεοπρεπῆ γνωρίσματα. Ἀλλ᾽ ἔστω καὶ ἄρσεν, ὁ νομοθέτης διήγγειλεν. Αὐτὸς γὰρ ἦν τε καὶ ἔστιν, ὁ πᾶσιν ἡμῖν ἐνιεὶς τῆς θεογνωσίας τὰ σπέρματα, καὶ ὥσπερ τινὰ γῆν θελητήν. Ὥσπερ οὖν καὶ ὁ προφητικὸς ἔχει λόγος, ἐπιτελῶν τῷ Θεῷ καὶ Πατρὶ τὴν ἀνθρωπότητα διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων.

Ἀλλὰ πρὸς τούτοις καὶ ἐνιαύσιον ἔστω, ἢ κατὰ τὸν χρόνον, ἵνα μὴ ᾖ ὡς ἀτελὲς, οὔπω πληρωθέντος ἐπ᾽ αὐτῷ τοῦ ἔτους· ἢ ὅτι τὴν ἐπὶ τῷ πάθει θεοπρεπεστάτην ἑορτὴν καθ᾽ ἕκαστον ἔτος ἔμελλον ἐπιτελεῖν, οἱ τὰ ἐκ τοῦ πάθους ἀποκερδαίνοντες ἀγαθά. Ἀπὸ δὲ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λαμβάνεσθαι λέγει.

Καὶ ὁ μὲν ἀμνὸς ὡς καθαρόν τε καὶ ἄμωμον θῦμα κατὰ νόμον νοεῖται, τὸ δὲ τῶν ἐρίφων γένος ὑπὲρ τῶν ἁμαρτιῶν ἀεὶ τῷ θυσιαστηρίῳ προσφέρεται. Εὑρήσεις δὲ τοῦτο καὶ ἐν Χριστῷ. Ἦν γὰρ ὁ αὐτὸς, καὶ ὡς ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας ἀναφέρων ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὡς ἔριφος ὑπὲρ τῶν ἡμετέρων ἁμαρτιῶν σφαζόμενος. Μετὰ δέ γε τὴν σφαγὴν, καταχρίειν τῷ αἵματι τοὺς τῶν οἰκημάτων σταθμοὺς καὶ τὴν φλιὰν ἐπιτάττει, οὐχ ἕτερόν τι σημαίνειν ἐθέλων, ὥς γέ μοι δοκεῖ, ἢ ὅτι τῷ σεπτῷ καὶ τιμίῳ αἵματι τοῦ Χριστοῦ, τὴν ἐπίγειον ἑαυτῶν οἰκίαν ἀσφαλιζόμεθα, τουτέστι τὸ σῶμα, τὴν ἐκ παραβάσεως νέκρωσιν διὰ μετοχῆς τῆς ζωῆς ἐξελαύνοντες. Ζωὴ γὰρ καὶ ἁγιασμὸς, ἡ Χριστοῦ μετοχή. Καὶ αὐτὸν δὲ θορυβό[ῦ]ντες τὸν ὀλοθρευτὴν, ὡς ἄγαν ἀποτάτω ποιούμενοι διὰ τῆς χρίσεως τὸν ἐπιβουλεύοντα δαίμονα, τὰ ἐκ σαρκικῶν κινημάτων ἀπονεκρούμεθα πάθη. «Θύρας» δὲ νοήσεις τῆς ἀρτίως ἡμῖν εἰρημένης οἰκίας, τὰς ἐν ἡμῖν αἰσθήσεις δηλαδή· δι᾽ ὦν ταῖς ἁπάντων καρδίαις ἡ τῶν πραγμάτων διακονεῖται ποιότης, καὶ ἡ τῶν ἐπιθυμιῶν ἀμέτρητος ἐπιχεῖται πληθύς. Θύρας δὲ αὐτὰς καὶ ὁ προφήτης Ἰωὴλ ὀνομάζει λέγων· «Ὡς εἰσελεύσονταί τινες κλέπται διὰ τῶν θυρίδων ἡμῶν·» οὐ γὰρ ἦσαν κατακεχρισμέναι τῷ αἵματι τοῦ Χριστοῦ.

Ἐσθίεσθαι δὲ προστάττει τὰ κρέα ταύτῃ τῇ νυκτὶ, τουτέστι, κατὰ τὸν αἰῶνα τὸν ἐνεστηκότα. Οὕτω γὰρ αὐτὸν καὶ ὁ Παῦλος ἐπεκάλει, λέγων· «Ἡ νὺξ προέκοψε, ἡ δὲ ἡμέρα ἤγγικεν.» Ἡμέραν ἐν τούτοις διαῤῥήδην εἰπὼν τὸν αἰῶνα τὸν μέλλοντα, ὃν αὐτὸς φωτίζει Χριστός. Φάγονται τοίνυν τὰ κρέα κατὰ τὸν αἰῶνα τοῦτον, φησίν. Ἕως μὲν γὰρ ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ διὰ τῆς ἁγίας σαρκός τε καὶ τοῦ τιμίου αἵματος, καὶ παχυτέρως ἔτι μεταληψόμεθα τοῦ Χριστοῦ. Εἰς δὲ τὴν ἡμέραν καταντήσαντες τῆς δυνάμεως αὐτοῦ, καθὼς γέγραπται, καὶ εἰς τὴν λαμπρότητα τῶν ἁγίων ἀναβεβηκότες, καθ᾽ ἕτερόν τινα τρόπον ἁγιασθησόμεθα πάλιν, καὶ ὡς οἶδεν ὁ τῶν ἐσομένων ἀγαθῶν διανομεὺς καὶ δοτήρ. Ἄλλως τε καὶ ὁμολογίαν ἔχει τοῦ πάθους, καὶ τοῦ δι᾽ ἡμᾶς οἰκονομικῶς παραδειχθέντος θανάτου τοῦ Χριστοῦ, τῆς ἁγίας αὐτοῦ σαρκὸς ἡ μετάληψις, καὶ ἡ πόσις ὁμοίως ἡ ἐκ τοῦ σωτηρίου αἵματος. Οὕτω γὰρ αὐτός πού φησιν, ὅτε τοῖς ἑαυτοῦ γνωρίμοις τοὺς ἐπὶ τῷ μυστηρίῳ νόμους ἐτίθει· «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, πίνητε δὲ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλλετε.»

Οὐκοῦν ἐπὶ μὲν τοῦ παρόντος αἰῶνος, διὰ μὲν τῆς μετοχῆς τῶν ἀρτίως ὠνομασμένων, καταγγελοῦμεν εἰκότως τὸν θάνατον αὐτοῦ· ὅταν δὲ λοιπὸν ἐν τῇ δόξῃ παραγένῃ τοῦ Πατρὸς, οὐκ εὐκαίρως ἔτι τὴν ἐπὶ τῷ πάθει προσοίσομεν ὁμολογίαν αὐτῷ, ἀλλ᾽ ἐπιγνωσόμεθα μὲν καθαρῶς ὡς Θεὸν «πρόσωπον πρὸς πρόσωπον,» ὡς Παῦλός φησι· «Δοξολογήσομεν γὰρ, φησὶν, ὡς Δεσπότην.

Ἅπαξ γὰρ ἀποθανὼν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Διὸ δὴ καὶ ἔφασκεν· «Εἰ καὶ ἔγνωμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Τότε γὰρ οὐκ ἀφ᾽ ὧν ἐστιν ἄνθρωπος, ἀλλ᾽ ἐξ ὧν ἐστι Θεὸς ἀληθινὸς, λαμπρότερον ἐπιγνωσόμεθα, συμπεπερασμένης ἤδη τῆς οἰκονομίας, ἐφ᾽ ᾗ καὶ γέγονε σάρξ. Ἀργήσουσι γὰρ, κατὰ τὸ εἰκὸς, οἱ περὶ σαρκώσεως λόγοι, γνῶσις δὲ ἡ μείζων εἰσβήσεται, καὶ θεία τις ἐν ἡμῖν ἀναλάμψει σύνεσις παρ᾽ αὐτοῦ σωτηρίας τῆς ἐν δόξῃ θεοπρεπεῖ. Πυρὶ δὲ ὀπτῶ[ν]τας ἐσθίεσθαι τοῦ προβάτου κελεύει τὰ κρέα, διά τοι τὸ χρῆναι θερμοὺς εἶναι τῷ πνεύματι τοὺς εἰς κατάληψιν ἀναβαίνοντας τοῦ Χριστοῦ.

Ζέειν δὲ αὐτοὺς τῷ πνεύματι, κελεύει καὶ Παῦλος. Ἀλλὰ καὶ ἄρτους ἀζύμους ἐπὶ πικρίδων φάγονται, φησὶ, δι᾽ αἰνίγματος ὑποφαίνων, ὅτιπερ οἱ μέτοχοι γεγονότες τοῦ Χριστοῦ, ἀζύμοις ὥσπερ καὶ καθαρωτάταις ἐπιθυμίαις τὴν ἑαυτῶν ὀφείλουσιν ἀποτρέφειν ψυχὴν, εἰς ἄδολόν τινα καὶ ἀμιγῆ φαυλότητος προσεθίζοντες πολιτείαν· καὶ μὴ παραιτεῖσθαι διὰ τοῦτο τὰς ἐκ τῶν πειρασμῶν πικρίας, κατὰ τὸ εἰρημένον ὑπό τινος· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον.— Ἀλλὰ καὶ οὐκ ἔδεσθε, φησὶν, ἀπ᾽ αὐτοῦ ὠμόν.» Τί οὖν ἄρα καὶ τοῦτό ἐστιν; Ὁ ὠμὸν ἐσθίων, οὐκ εἰς πέψιν ἐσθίει· ἀλλ᾽ οὐδὲ ὑπείκει τοῖς ὀδοῦσιν ὅλως ἡ τοιάδε τροφή. Τοῦτο δὲ ἂν δρῷεν εἰκότως οἱ μὴ δι᾽ ἐρεύνης τὸν ἐπὶ τῷ Χριστῷ καταλεπτύνοντες λόγον, πυροῦντές τε καὶ δοκιμάζοντες, κατὰ τὸ ὑπὸ τοῦ Δαβὶδ μελῳδούμενον· «Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.» Κωλύει δὲ πάλιν ἐσθίειν ἡψημένον ἐν ὕδατι, τὴν ὑδαρεστέραν καὶ ἐκλελυμένην περὶ αὐτοῦ διάληψιν, οὐ καλὴν ἔσεσθαι τροφὴν ταῖς τῶν πιστευόντων διανοίαις ὑποδηλῶν.

Ὑδαρεστέρα δὲ περὶ αὐτοῦ διάληψις, τὸ μὴ Θεὸν οἴεσθαι κατὰ φύσιν ὑπάρχειν αὐτὸν, ἀλλ᾽ εἰς τὴν τῶν ποιημάτων κατακομίζειν τάξιν· ὃ καὶ δρᾷν ἀμαθῶς οὐ καταναρκῶσί τινες, τὰ οἰκονομικῶς εἰρημένα περὶ αὐτοῦ διὰ τὴν ἐνανθρώπησιν, εἰς τὸ οἰκεῖον περιέλκοντες θέλημα, καὶ τροφὴν ὥσπερ τινὰ τῆς ἐνούσης αὐτοῖς δυσσεβείας ποιούμενοι. «Οὐκ ἔδεσθε τοίνυν, φησὶν, ἡψημένον ἐν ὕδατι, ἀλλ᾽ ἢ ὀπτὰ πυρὶ,» διὰ τὴν ἤδη προαποδοθεῖσαν αἰτίαν, καὶ ὅτι «τὰ λόγια Κυρίου πεπυρωμένα.» Θερμοὶ γὰρ πάντες εἰσὶν οἱ περὶ τῆς θεότητος αὐτοῦ λόγοι, καὶ οὐδὲν ἔχοντες ὑδαρὲς ἢ ἀπεψυγμένον, κατὰ τὸν λέγοντα πάλιν ἐν βίβλῳ Ψαλμῶν· «Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.» Κεφαλὴν δὲ πάλιν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις ἐπιτάττει φαγεῖν, ὅλην ἐξ ὅλου τοῦ κατ᾽ αὐτοῦ μυστηρίου τὴν γνῶσιν ταῖς τῶν πιστευόντων διανοίαις ἐνοικίζεσθαι θέλων. Χρὴ γὰρ εἰδέναι πρὸ πάντων, ὅτιπερ ἧν [ἐν] ἀρχῇ, Θεὸς ὢν ὁ Λόγος, ἐν Πατρὶ καὶ μετὰ Πατρός· τουτέστιν ἡ κεφαλὴ, ἀρχὴ τοῦ παντὸς ὑπάρχουσα μυστηρίου.

Δεύτερον δὲ ὅτι καὶ Θεὸς ὢν, πάλιν ἐπανήξει, κριτὴς τέλος ἐπιθήσων τῇ καθ᾽ ἡμᾶς οἰκονομίᾳ· τοῦτο γὰρ ἡμῖν σημαίνουσιν οἱ πόδες, τὸ τέλος ὄντες ὅλου τοῦ σώματος. Νοήσεις δὲ τὰ ἐντόσθια τὸν ἀποκεκρυμμένον καὶ οἱονεὶ μέσον τὸν ἐνανθρωπήσεως λόγον. Οὐκοῦν ὁλόκληρος μὲν διὰ τούτων ἡ πίστις· ὅλος δὲ καὶ τέλειος ἐν ἡμῖν διὰ τῆς τοιᾶσδε γνώσεως ὁ Χριστός.

Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας οἰηθείην ἂν ἔγωγε τὸν Ἰωάννην εἰπεῖν· «Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος.» Εἶτα πάλιν ὁ νομοθέτης ἐπιτάττει, λέγων· Οὐκ ἀπολείψετε ἀπ᾽ αὐτῶν ἕως πρωΐ, αἰνιγματωδῶς, ὡς ἔοικε, διὰ τούτων ἀποκωλύων τὰς ἐπί γε τὸ βούλεσθαι νοῆσαι τελείως οὐκ ἀγαθὰς ὑπερθέσεις. Μὴ γὰρ πεπέμφθω, φησὶν, εἰς ἀναβολὴν ἡ τελεία τε καὶ ἀληθὴς περὶ αὐτοῦ γνῶσις, μηδὲ φυλαττέτωσάν τινες ἑαυτοῖς εἰς ὑπέρκαιρον χάριν τὸ μετασχεῖν τελείως αὐτοῦ, μετεσχηκότες ἅπαξ καὶ ὅλως ἁψόμενοι. Τοῦτο μέντοι ποιοῦσιν οἱ διὰ μὲν τῆς κατηχήσεως τῶν περὶ Χριστοῦ δογμάτων ἀπογευσάμενοι, φυλάττοντες δὲ τὸ διὰ τοῦ Πνεύματος φωτισμὸν, καὶ τὴν διὰ τοῦ βαπτίσματος χάριν, εἰς μακρὰν καὶ ὑπέρωρον ἀναβολὴν, τὴν ἐπὶ γήρᾳ, φησί. Πολὺ γὰρ δή τε τὸ βλάβος ἐντεῦθεν καὶ ἀδοκήτως συμβαίνει. Μάλιστα μὲν γὰρ εἰ καὶ τῶν οἰκείων ἐπιτεύξεται βουλευμάτων, οὐκ ἀσφαλὴς ἡ ἐλπίς. Ἐκβεβηκότος δὲ πάλιν εἰς τέλος αὐτῷ τοῦ σκοποῦ, ἁγιάζεται μὲν, πλὴν μόνην ἔχει τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ τὸ τάλαντον ἀποκομίζει τῷ οἰκείῳ δεσπότῃ ξηρὸν, οὐδὲν ἐπεργάσασθαι σχολάσας αὐτῷ. «Ἀλλὰ καὶ ὀστοῦν οὐ συντρίψεται ἀπ᾽ αὐτοῦ,» φησίν. Ἄβρωτα γὰρ τοῖς ἡμετέροις ὀδοῦσιν ἀεὶ τὰ ὀστᾶ. Τοιοῦτος δέ τίς ἐστι ταῖς ἀνθρωπίναις διανοίαις καὶ ὁ λευκὸς, ἵν᾽ οὕτως εἴπω, καὶ κεκρυμμένος τῆς θεότητος αὐτοῦ Λόγος.

Ὅτι μὲν γὰρ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ὅτι γεγέννηται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὀρθῶς δὴ σφόδρα νοοῦντες πιστεύομεν, ζητοῦμεν δὲ οὐκέτι, κατὰ τὴν τοῦ ἁγίου φωνήν. Τίς γὰρ οἶδεν εἰπεῖν τὸν τῆς γενέσεως τρόπον; Πῶς δὲ οὐκ ἀληθὴς ὁ προφήτης βοῶν· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.» Οὐκοῦν ἐν τούτοις τὰ ὀστᾶ, τὴν τῶν ὑπὲρ νοῦν δογμάτων στεῤῥότητα λέγει. Ταῦτα συντρίβειν ἡμᾶς ὁ νομοθέτης οὐκ ἐᾷ· συντρίβουσι δὲ ὅλον ἐφ᾽ ἑαυτοῖς, οἱ τὰ ὀρθὰ διαστρέφοντες αἱρετικοί.

Τὸν γὰρ τῆς θείας καὶ ἀῤῥήτου γεννήσεως περιεργάζονται τρόπον, ἀσύγκριτόν τινα νοσοῦντες ἀβουλίαν, καὶ τὸ γεγραμμένον εἰς νοῦν οὐ δεχόμενοι· «Τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ;» Ὅπερ οὖν εἰκότως ἡμεῖς παραιτούμεθα, τὸ συντρίβειν τοῦ ἀμνοῦ τὰ ὀστᾶ σωφρόνως ἀποναρκήσαντες, πίστει δὲ μᾶλλον τὰ ὑπὲρ ἡμᾶς δεχόμενοι. Μεμνῆσθαί γε μὴν ἀναγκαῖον, ὅτι καὶ ἱστορικώτερον περὶ τοῦ Σωτῆρος ἡμῶν ἐλήφθη τὸ γεγραμμένον, οὐ συντριψόντων τῶν τοῦ Πιλάτου στρατιωτῶν τὰ σκέλη αὐτοῦ, καθὰ γέγραπται.

Τὰ δὲ καταλειπόμενα ἀπ᾽ αὐτοῦ, ἕως πρωῒ δὴ χρῆναι κατακαίεσθαι λέγει. Πρωῒ δὲ πάλιν ὀνομάζων τὸν εἰς αἰῶνα τὸν μέλλοντα φωτισμὸν, ὅτε καὶ πρόσωπον κατὰ πρόσωπον τὸν ἑαυτῶν ὀψόμεθα βασιλέα καὶ Θεὸν, οὐκέτι καθάπερ καὶ νῦν ἐν αἰνίγματι καὶ ἐσόπτρῳ, καὶ σκιᾷ, καὶ ἐκ μέρους, ὡς ὁ Παῦλός φησι. Ὡς οὖν μελλούσης τὸ τηνικάδε διὰ λαμπροτέρας γνώσεως ἀφανισθῆναι τρόπον τινὰ [τῆς] ὡς ἐν αἰνίγματι περὶ αὐτοῦ θεωρίας, ὥσπερ ἐν τύπῳ πάλιν πυρὶ κατακαυθήσεσθαι λέγει τὰ καταλειπόμενα ἀπ᾽ αὐτοῦ ἕως πρωΐ. Σχῆμα δὲ τοὺς δαιτυμόνας κελεύει τοιοῦτον ἔχειν· «Αἱ ὀσφύες ὑμῶν ἔστωσαν περιεζωσμέναι, φησὶν, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν. Καὶ φάγεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίῳ.» Τὸ μὲν οὖν ἐζῶσθαι τὴν ὀσφὺν, γοργότητος ἂν εἴη σύμβολον, καὶ φρονήματος νεανικοῦ, κατὰ τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν δίκαιον Ἰώβ· «Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.» Καὶ πάλιν περί τινος ἐν προφήταις, «Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ,» ἀντὶ τοῦ, γοργὸς καὶ ἀνδρεῖος εἰς δικαιοσύνην. Σημαίνει δὲ τὸ ὑπόδημα τὴν ἑτοιμότητα τῆς γνώμης πρὸς τὸ βαδίζειν ἀμελ[λ]ητὶ πρὸς ὅπερ ἂν βούληται Θεός. Ἐπεὶ καὶ Παῦλος τοιούτῳ νοῒ γράφει· «Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.»

Καὶ προσέτι τούτῳ καὶ ὁ προφήτης Ἱερεμίας, «Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεός σου αἰτεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ;» Ῥάβδος δὲ ἡ κατὰ χεῖρας, τὴν ἀντιστηρίζουσαν ἡμᾶς ἐλπίδα καὶ ἀνέχουσαν εἰς ὑπομονὴν ὑποφαίνει, κατὰ τὸ ἐν προφήταις κείμενον· «Ἐλπίσατε ἐπὶ τῷ Κυρίῳ, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ.» Μετὰ σπουδῆς δὲ πάλιν ἐσθίεσθαι τὸν ἀμνὸν ἐπιτάττει· τὸ μὴ νωθρὸν μηδὲ παρειμένον ἐν ἔργοις ἀγαθοῖς ἀναφαίνεσθαι δεῖν τὸν ἐν μεθέξει γεγονότα Χριστοῦ, σαφῶς δὴ λίαν ὑποτυπῶν, ἀλλ᾽ ἔντονόν τε καὶ ζέουσαν ἐφ᾽ οἷσπερ ἂν οἴηται λυσιτελήσειν αὐτῷ προθυμίαν εἰσφέροντα. Καί μοι πάλιν ἐννόει τὸν μακάριον ἐπιστέλλοντα Παῦλον· «Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον;

Οὕτω τρέχετε, ἵνα καταλάβητε.» Χρῆναι δὲ ὑπολαμβάνων πανταχόθεν ἡμᾶς θηρᾶσθαι τὸ ὠφελοῦν, ἐφ᾽ ἑτέραν ἥξω διάνοιαν. Οὐχ ἁβροδίαιτόν τινα καὶ ἀνειμένον ὁρᾶσθαι βούλεται τὸν ἡγιασμένον διὰ Χριστοῦ, ἀλλὰ σχῆμα τὸ τοῖς ὁδίταις πρέπον περιτίθησιν ὁ νόμος αὐτῷ· δύο ταῦτα, κατὰ τὸ εἰκὸς, ὑπεμφαίνων· ἢ γὰρ ὅτι διαβήσεταί ποτε καὶ δραμεῖται πρὸς ἀλήθειαν τὰ ἐν τύπῳ καὶ σκιᾷ· ἢ ὅτι προσήκοι τὸν ἅπαξ μετεσχηκότα Χριστοῦ, γοργοῖς ὥσπερ καὶ εὐτροχωτάτοις ποσὶ ταῖς εἰς τὸ ἀγαθὸν προθυμίαις ἀποκεχρημένον, ἐπὶ πᾶσαν ἀρετὴν ἰέναι, τὴν ἐν κόσμῳ βδελυρὰν ἡδονὴν παρατρέχοντα. Ἐπάγει δὲ τὴν αἰτίαν εὐθὺς τοῦ δεῖν ὁρᾶσθαι τοιοῦτον τὸν ἀρτίως ἡμῖν κατωνομασμένον, «Πάσχα, λέγων, ἐστὶ Κυρίου,» τουτέστι, διαβατήριον. Διαβαίνομεν γὰρ ἀπὸ τῆς ἐν κόσμῳ ζωῆς, εἰς θεοφιλῆ πολιτείαν. Εἶτα πάλιν εὐθὺς, τίνα καὶ πόσην ἀποκερδαίνουσιν ἐκ τούτου τὴν ὄνησιν, φανερὸν αὐτοῖς καθιστάς· πᾶν μὲν γὰρ πρωτότοκον ἐν γῇ Αἰγύπτῳ πατάξειν ἐπαγγέλλεται· αὐτοῖς δὲ τοῖς τὸν ἀμνὸν βεβρωκόσιν, ἐν σημείῳ γενήσεσθαι τὸ αἷμά φησιν, ὡς ὑπὸ σκέπην ἐντεῦθεν γενέσθαι τὴν παρ᾽ αὐτοῦ, πρὸς τὸ μὴ ἐκτριβῆναι ὅταν παίῃ ἐν γῇ Αἰγύπτῳ. Κολάζει μὲν γὰρ ὁ Θεὸς τὸν ἀπειθῆ καὶ ἀνήκοον, καὶ τῆς ἁγιότητος ἀμέτοχον τῆς παρὰ Χριστοῦ.

Γνωρίζει δὲ μόνους, καὶ φροντίδος ἀγαθῆς ἀξιοῖ τοὺς, οἵπερ ἂν φαίνο[ι]ντο κατακεχρισμένοι τῷ αἵματι τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ, καὶ τοῖς ἀσεβέσιν οὐκ ἐπιτρέπει συνδιόλλυσθαι τὸν ἡγιασμένον· ἀλλ᾽ ἐξαίρετον αὐτοῖς ἀπονέμει φιλανθρωπίαν.

Ἐφ᾽ ἑπτὰ δὲ ὅλαις ἡμέραις ἄρτοις ἀζύμοις προστρέφεσθαι κελεύει τοὺς τὸν ἱερὸν φαγόντας ἀμνόν· καθαρωτάταις ἐπιθυμίαις, ὥς γέ μοι φαίνεται, καὶ ἁπάσης φαυλότητος ἀπῳκισμέναις, καὶ τὴν ἑαυτῶν ἀποτρέφειν ψυχὴν ἀναπείθων τοὺς ἡγιασμένους διὰ Χριστοῦ. «Ἁγία δὲ ἡ πρώτη καὶ ἡ ἑβδόμη καλείσθω, φησὶν, ἡμέρα.» Ἅγιος γὰρ ἡμῶν ὁ ἐν ἀρχῇ τῆς γενέσεως χρόνος· οὔπω τὸν παράδεισον ἐκβεβηκότος διὰ τὴν παράβασιν τοῦ προπάτορος Ἀδὰμ, ἀλλ᾽ ἐν αὐτῷ μὲν διαιτωμένου, φυλάττοντος δὲ ἔτι τὴν δοθεῖσαν ἐντολήν. Ἅγιος δὲ πάλιν ὁ καὶ ἐν ἐσχάτοις, διὰ Χριστοῦ, δικαιοῦντος ἐν πίστει τοὺς προσιόντας αὐτῷ, καὶ εἰς ἐκεῖνο πάλιν ἀνακομίζοντος, εἰς ὅπερ ἦμεν ἐν ἀρχαῖς. Οὐκοῦν ὅλον ἡμῖν ἐν τούτοις τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν προανετυποῦτο μυστήριον. Διὸ δὴ καὶ σφόδρα καλῶς πρὸς Ἰουδαίους αὐτὸς ἔλεγε· «Εἰ ἐπιστεύετε Μωϋσῇ, φησὶν, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.»

Περὶ τῆς ἀναθέσεως τῶν πρωτοτόκων. αʹ. Λελυτρώμεθα μὲν ἐκ τῆς ἀρχαίας ἡμῶν ἀνατροφῆς πατροπαραδότου, κατὰ τὸ γεγραμμένον, «Οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτου.» Ἅτε Θεὸς ὢν φύσει, καὶ ἐν μορφῇ καὶ ἰσότητι Θεοῦ καὶ Πατρὸς, καὶ ἐπεὶ ὠνόμασται καὶ πρωτότοκος ὁ Μονογενὴς, ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἔφη γάρ που περὶ ἡμῶν ἐν Ψαλμοῖς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Ἀναλαβὼν γὰρ εἰς ἑαυτὸν τὰ ἀνθρώπινα, καὶ καθεὶς οἰκονομικῶς ἐν τοῖς καθ᾽ ἡμᾶς τὰ καθ᾽ ἑαυτὸν, ἀδελφοὺς ἡμᾶς ἀποκαλεῖν οὐκ αἰσχύνεται, ἐπείτοι κεκλήμεθα πρὸς υἱότητα δι᾽ αὐτοῦ. Καὶ γάρ ἐστιν ἀληθὲς, καὶ ἐξ αὐτῶν μεμαρτύρηται τῶν πραγμάτων, ὅτι τὸν ἴδιον Υἱὸν τῆς ἁπάντων ἡμῶν σωτηρίας ἀντάλλαγμα δέδωκεν ὁ Πατήρ. Οὐκοῦν ὡς ὁ Παῦλός φησι, «Τιμῆς ἠγοράσμεθα,» καὶ οὐκ ἐσμὲν ἑαυτῶν. «Ἀλλ᾽ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ πάντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν τεθνεῶτι καὶ ἐγηγερμένῳ.»

Ὅτι τοίνυν ἕκαστος τῶν διὰ Χριστοῦ σεσωσμένων, καὶ οἱονεὶ συμμορφίαν τὴν πρὸς αὐτὸν εὖ μάλα πεπλουτηκότων δι᾽ ἁγιασμοῦ ἐν Πνεύματι, Θεῷ τὴν οἰκείαν ἐπόφλῃ ζωὴν, σαφὲς ἂν γένοιτο προσλαλοῦντος τοῖς ἀρχαιοτέροις τοῦ πανσόφου Μωσέως· «Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὂν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι αὐτήν· καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικὰ τῷ Κυρίῳ, πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων, ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἂν γένηταί σοι τὰ ἀρσενικὰ, ἁγιάσεις αὐτὰ τῷ Κυρίῳ. Πᾶν διανοῖγον μήτραν ὄνου, ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό. Πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ.» Συναγηγερμένης δὲ τῆς ἐκκλησίας κατὰ καιροὺς ἐν Χωρὴβ, διὰ τῶν ἴσων ἔρχεται λόγων, ἐθεσμοθέτει δὲ πάλιν, λέγων ὡδί· «Τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. Οὕτω ποιήσεις τὸν μόσχον σου, καὶ τὸ πρόβατόν σου, καὶ τὸ ὑποζύγιόν σου.

Ἑπτὰ ἡμέραις ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό. Καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι.» βʹ. Εὐαφόρμως μὲν οὖν ὁ τῶν ὅλων Θεὸς τὴν τῶν ὅλων ἀνάθεσιν αἰτεῖ, καὶ αὐτῷ χρῆναι διισχυρίζεται καθιεροῦν ἡμᾶς τὰ ἀῤῥενικά. Ἐπειδὴ γὰρ διολώλασι μὲν τὰ τῶν Αἰγυπτίων πρωτότοκα, σέσωσται δὲ πανοικὶ καὶ διέδρα τὸν ὀλοθρευτὴν ὁ ἠγαπημένος Ἰσραὴλ, τῷ αἵματι τοῦ ἀμνοῦ κατακεχρισμένος ὅσον εἰς τύπον Χριστοῦ τοῦ δι᾽ ἡμᾶς ἐν νεκροῖς, ἵνα καταργήσῃ τὸν θάνατον, ταύτῃτοι δικαίως εἶεν ἂν ἑαυτῶν μὲν οὐκέτι τὰ σεσωσμένα· πρέποι δ᾽ ἂν μᾶλλον αὐτὰ διακεκτῆσθαι λοιπὸν ὡς ἴδια τὸν ὑπὲρ ἑαυτῶν κεκινδυνευκότα.

Ὃν γὰρ τρόπον οἱ τοὺς ἤδη γεγονότας ὑποχειρίους βαρβαρικοῖς ἀπαλλάττειν ἰσχύοντες, καὶ τῆς ἀδοκήτως ἐπενεχθείσης δουλείας ἐλευθεροῦν διὰ τοῦ τὴν πρὸς ἐκείνους ἀνατλῆναι μάχην, μονονουχὶ τὴν δεσπότου λοιπὸν ἐπέχουσι τάξιν, αἵματι τῷ ἰδίῳ τοὺς ἁλόντας κατακτώμενοι· κατὰ τὸν ἴσον, οἶμαι, τοῦτον λόγον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ τῶν ἀκαθάρτων δαιμόνων καταδήσας στῖφος, καὶ τὸ ἴδιον αἷμα τεθεικὼς ὑπὲρ ἡμῶν· ἀποστήσας τε οὕτω τὸν θάνατον, καὶ καταλύσας τὴν φθορὰν, ἰδίους ἡμᾶς ποιεῖται λοιπὸν, ὡς τὴν ἑαυτῶν μὲν οὐκέτι, τὴν αὐτοῦ δὲ μᾶλλον διαζῶντας ζωήν. Εἰ μὴ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὐκ ἂν διεσώθημεν· καὶ εἰ μὴ γέγονεν ἐν νεκροῖς, οὐκ ἂν τὸ δυσάντητον τοῦ θανάτου κατεσείσθη κράτος. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος μεμυσταγώγηκε, λέγων, τοὺς διὰ Χριστοῦ σεσωσμένους· «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Ὥσπερ οὗν μονονουχὶ τὴν τοῦ σφαγέντος ἀμνοῦ ζωὴν ἔζων οἱ ἐξ Ἰσραὴλ, οὕτω καὶ ἡμεῖς οὐχὶ τὴν ἰδίαν ἔτι ζῶμεν ζωὴν, ἀλλὰ τὴν τοῦ δι᾽ ἡμᾶς ἀποθανόντος Χριστοῦ, εἰ καὶ ἀνεβίω πάλιν. Ζωὴ γὰρ ἦν κατὰ φύσιν, ὡς Θεός. Χρὴ τοίνυν ἡμῶν ἁγίαν εἶναι τὴν ζωήν· τοιαύτη γὰρ ἡ Χριστοῦ.

Ἁγίως δὲ ζῇν ᾑρημένοι, τὴν ἀξιάγαστον αὐτοῦ καταπλουτήσομεν εἰκόνα, σύμμορφοί τε γεγονότες τῷ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς, καὶ Μονογενεῖ μὲν ὡς Θεῷ, πρωτοτόκῳ δὲ διὰ τὸ ἀνθρώπινον, ἱερεῖον ἀνάθεμα καὶ ἀξιόληπτον ἀληθῶς ἐσόμεθα τῷ Θεῷ καὶ Πατρί. Ἁγιάζεται τοίνυν τὰ πρωτότοκα καὶ ἀρσενικὰ, διά τοι τὸ ἐν εἰκόνι νοεῖσθαι Χριστοῦ.

Ὥσπερ γὰρ τὰ βρέφη προσεκόμιζον μὲν αἱ μητέρες· προσίετο δὲ καὶ λίαν ἀσμένως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ τοῖς ἁγίοις προσπεφώνηκε μαθηταῖς· «Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν·» οὕτω κἀνθάδε νοήσεις· ἀγαπᾷ τὸ πρωτότοκον ὁ Θεὸς καὶ Πατὴρ, ὡς ἐν εἰκόνι Χριστοῦ διαπρέπον.

Μόνα δὲ ἀπόλεκτα τὰ ἀρσενικὰ τῶν πρωτοτόκων. Ἔδει γὰρ, ἔδει σώζεσθαι τῷ Χριστῷ τὸ αὐτῷ μᾶλλον πρεπωδέστατον κάλλος, καὶ τοῖς κατ᾽ εἰκόνα τὴν πρὸς αὐτὸν ὡς ἐν εἴδει τῶν πρωτοτόκων μεμορφωμένοις. Ἔστι γὰρ ὁμοῦ πρωτότοκός τε καὶ ἄρσην, ὅτι μὴ οἶδε μαλακισμὸν εἰς ἁμαρτίαν· μαλακισμοῦ δὲ τύπος, τὸ θῆλυ. Δεῖ δὴ οὖν τὴν εἰκόνα φοροῦντας Χριστοῦ, παραιτεῖσθαι μὲν φρόνημα τὸ θηλυπρεπές· ἀποσείεσθαι δὲ λίαν, ὡς ἐπάρατον ἀληθῶς καὶ Θεῷ κατεστυγημένον, τὸ μαλθακόν τε καὶ ἀνειμένον, καὶ ἄναλκι, καὶ σφριγῶδες ἀνέχειν· καὶ ἀνδροπρεπῆ προθυμίαν εἴς γε τὸ δεῖν ἑλέσθαι, φημὶ, κατορθοῦν ἀρετήν. «Ἀλλάττεται δὲ προβάτῳ πᾶν διανοῖγον μήτραν ὄνου.» Καὶ τίς ὁ λόγος; Ἀνίερον μὲν γὰρ καὶ βέβηλον κατὰ νόμον ἡ ὄνος· ἱερὸν δὲ τὸ πρόβατον· τοιγάρτοι καὶ ὑπὲρ ὄνου προσάγεται. Ὑπαινίττεται δὲ πάλιν ἡμῖν ὁ νόμος ἐν τούτοις, ὅτι καὶ τὸ βέβηλον ἅγιον ἐν Χριστῷ, καὶ τὸ ἀνίερον, καὶ δεκτὸν δι᾽ αὐτοῦ καὶ τὸ ἀπαράδεκτον. Ἐπειδὴ γὰρ ἦμεν ἁμαρτωλοὶ καὶ ἀκάθαρτοι, γέγονεν αὐτὸς ὑπὲρ ἡμῶν ἅγιον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας. Ἀπέθανε γὰρ ὑπὲρ ἁμαρτωλῶν, δίκαιος ὑπὲρ ἀδίκων, ὑπὲρ τῶν ἀκαθάρτων ὁ καθαρὸς, καθὰ καὶ πρόβατον ὑπὲρ ὄνου. Λυτροῦται δὲ τὰ ἀνθρώπων πρωτότοκα δώρων, κατὰ τὸ εἰκὸς, ἤτοι τίμημα τῶν προσδοκιμαζομένων.

Διὰ ποίαν αἰτίαν; Ὅτι τὸ ἀνατεθειμένον ὅλως καὶ ἡγιασμένον τῷ Θεῷ καταθύεσθαι που ἐχρῆν πάντως. Παραιτεῖται δὲ τὴν ἀνδροκτονίαν ὁ κτίσας ἐν ἀφθαρσίᾳ Θεὸς τὰ πάντα. «Οὐ γὰρ ἐποίησεν θάνατον, οὐδὲ ἐπ᾽ ἀπωλείᾳ ζώντων τέρπεται,» κατὰ τὸ γεγραμμένον.

Οὔτε μὴν ἐν ἴσῳ τοῖς ἀκαθάρτοις δαίμοσι, τοῖς καταφθειρομένοις ἐφήδεται· προστάττει δὲ μᾶλλον ὑπὲρ αὐτοῦ καθεῖναι τὸ λύτρον, μονονουχὶ καὶ διαῤῥήδην ὁμολογεῖν ὡς αὐτῷ τὴν οἰκείαν ὀφείλομεν ζωήν. Τοῦτο γὰρ ἐποίσει τὸ καλούμενον δίδραγμον τελεῖσθαι προστάττων. Λύτρον δὲ τὸ ἀληθὲς καὶ ὑπὲρ πάντων, αὐτὸς νοοῖτο Χριστὸς, δι᾽ οὗ, καὶ ἐν ᾧ νενικήκαμεν τὴν φθοράν· δέδωκε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν.

Ἑπτὰ δὲ δεῖν ἔφη πληροῦν ἡμέρας ὑπὸ μητρὶ τὸν ἀμνόν· προσκομίζεσθαι δὲ κατὰ τὴν ὀγδόην. Οὐ γάρ τοι τεχθὲν ἐκ μήτρας, εὐθὺς κατεσφάζετο· τῷ δὲ τῆς τεκούσης γάλακτι προανδρισθὲν ἠρέμα, καὶ διισχύσαν βραχὺ, τότε δὴ, τότε καὶ εἰς ὀσμὴν εὐωδίας ἐπιτηδείως ἔχειν αὐτὸ, διετύπου Θεός. Τύπος δ᾽ ἂν εἴη καὶ τόδε μυστικοῦ καὶ ἀναγκαίου πράγματος. ὃ καὶ εἰς δεῦρο τετήρηται παρ᾽ ἡμῖν τοῖς τὰ λογικὰ θρέμματα καθιεροῦν εἰωθόσι τῷ πάντων κρατοῦντι Θεῷ. Οὐ γὰρ ὁμοῦ κεκλημένους, καὶ εἰς τὰς τοῦ πιστεύειν ἀρχὰς ἐκβεβηκότας, καὶ ἀμυήτους ἔτι προσκομίζομεν τῇ θείᾳ τε καὶ ἀναιμάκτῳ θυσίᾳ· προκατηχοῦντες δὲ μᾶλλον, μονονουχὶ δὲ καὶ ὑπὸ μητρὶ τρέχοντες, τουτέστι, τῇ Ἐκκλησίᾳ, καὶ οἷόν τινι γάλακτι νηπιοπρεπεῖ καὶ τρυφερῷ καταπιαίνοντες λόγῳ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς οὔπω τὴν ἕξιν τελείοις ἐπιστέλλει λέγων· «Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε, ἀλλ᾽ οὐδὲ ἔτι νῦν δύνασθε.» Καὶ πάλιν ἐν ἑτέρᾳ Ἐπιστολῇ· «Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης.

Νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Ἀνδρυθέντας δὴ οὖν καὶ τεθραμμένους εὖ μάλα τοῖς εἰς κατήχησιν λόγοις προσάγομεν κατὰ τὴν ὀγδόην, τουτέστι παριππεύσαντος τοῦ καιροῦ καθ᾽ ὃν ἦσαν ἐν νηπιότητι, καὶ λοιπὸν ἑτέρου μετ᾽ ἐκεῖνον εἰσβαίνοντος, καθ᾽ ὃν τὸ τοῦ Χριστοῦ μυστήριον παρα[τε]θείη τις ἂν αὐτοῖς ἐπὶ καιροῦ καὶ πρεπόντως. Κατασημαίνει γὰρ ἡμῖν ἡ ὀγδόη τὸν τῆς ἀναστάσεως καιρὸν, ὅτε τὸν ὑπὲρ ἡμῶν ὑπομείνας θάνατον, ἀνεβίω Χριστὸς, ᾧ συμμορφούμεθα νοητῶς ἀποθνήσκοντες διὰ τοῦ ἁγίου βαπτίσματος, ἵνα καὶ τῆς ἀναστάσεως τύχωμεν.

Πιστώσεται δὲ καὶ ὁ Παῦλος γράφων· «Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Ἀνατικτόμενοι τοίνυν διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ συμμορφίαν ἤδη πλουτήσαντες τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν δι᾽ ἡμᾶς τε καὶ ἐν ἡμῖν πρωτότοκον· εἶτα λογικόν τε καὶ ἄδολον ἐκπίνοντες γάλα, «εἰς μέτρον ἡλικίας ἀναβαίνοντες τοῦ πληρώματος αὐτοῦ,» κατὰ τὸ γεγραμμένον, τότε δὴ, τότε λοιπὸν ἱεροὶ πάντες ἐσόμεθα, καὶ εἰς ἀνάθημα τῷ Θεῷ· καὶ κόσμῳ μὲν ἀποθνήσκοντες, νοητῶς δὲ Θεῷ ζῶντες ἁγίως. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ παρ᾽ αὐτῷ σφάζεσθαι τῷ θυσιαστηρίῳ τῶν κτηνῶν τὰ πρωτότοκα. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος τοῖς οὕτω ἡγιασμένοις· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ.» Ἱερὸς οὖν ἄρα τῶν ἁγίων ὁ θάνατος, καί μοί τι τοιοῦτον ὁ μακάριος Δαβὶδ ἀναβλέψαι δοκεῖ· «Τίμιος γὰρ, φησὶν, ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Πρέποι δ᾽ ἂν, καθάπερ ἐγᾦμαι, τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐννοιῶν ὁ τρόπος, οὐχὶ δήπου μόνον τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἀλλὰ καὶ ὅτι μάλιστα τοῖς ἐκ νομικῆς κεκλημένοις λατρείας, πρὸς τὴν ἐν Χριστῷ δικαίωσιν καὶ ἁγιασμὸν τὸν ἐν Πνεύματι.

Ἐτρέφετο μὲν γὰρ ὁ ἀμνὸς, ἤτοι τὸ μοσχάριον ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα· προσήγετο δὲ κατὰ τὴν ὀγδόην, αἰνιγματωδῶς, οἶμαί που, παραδηλοῦντος Θεοῦ (σκιὰ γὰρ ὁ νόμος), ὡς ἦν ἀναγκαῖον προπαιδαγωγεῖσθαι διὰ τύπων, καὶ οἱονεὶ μαθήμασιν τοῖς οὐ λίαν ἀνδροπρεπεστέροις, νηπιοπρεπέσι δὲ μᾶλλον, τοὺς ἱεροὺς ἐσομένους, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομισθήσεσθαι μέλλοντας τῷ Θεῷ. Καιρὸς δὲ ὁ μάλιστα τῇ τοιᾷδε τελειώσει πρέπων τὸ Χριστοῦ μυστήριον, ὃ διὰ τῆς ὀγδόης σημαίνεται. Ἀπρόσιτος οὖν διὰ νομικῆς λατρείας ὁ Θεὸς, προσιτὸς δ᾽ ἂν γένοιτο διὰ μόνου Χριστοῦ.

Δι᾽ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, ὡς μεθ᾽ ἡμέραν ἑβδόμην, τουτέστι, παρεληλακότος ἤδη τοῦ κατὰ νόμον σαββατισμοῦ, ἤτοι καθολικοῦ καὶ γενικωτέρου ὡς ἐκ μέρους, τῆς κατὰ νόμον λατρείας. Τετελείωκε γὰρ ὁ νόμος οὐδέν· ἀναφέρει δὲ εἰς τοῦτο Χριστός· ἄρτιοι γὰρ εἰς ἀρετὴν οἱ πεπιστευκότες, καὶ τὸ τέλειον ἔχοντες ἐν γνώσει διὰ Χριστοῦ· νοῦν γὰρ ἔχομεν τὸν αὐτοῦ, καὶ δι᾽ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.