Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Κατὰ Διοδώρου τοῦ Ταρσέως

Κύριλλος Ἀλεξανδρείας

Η ασύγχυτη ένωση του Λόγου και η αναίρεση των θέσεων του Διοδώρου

Ανάλυση του μυστηρίου της θείας οικονομίας και της ενότητας του ενός Χριστού, με παράλληλη αναίρεση της διδασκαλίας του Διοδώρου Ταρσού περί διαιρέσεως του Χριστού σε δύο υιούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ ΚΥΡΙΛΛΟΥ Ἐκ τοῦ λόγου τοῦ κατὰ Διοδώρου ἐπισκόπου Ταρσῶν Οὗ ἡ ἀρχή αʹ. ΠΡΟΤΕΤΑΞΕΤΑΙ μὲν τῆς ἀληθείας οὐδὲν παρά γε τοῖς ἀγαπῶσιν αὐτὴν καὶ εὖ εἰδόσι λαλεῖν τὰ περὶ αὐτῆς. {βʹ.} Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν τὴν ἑτερότητα τῶν ἰδιωμάτων καταδεῖξαι βεβουλημένον, σαρκός τε φημὶ καὶ θεότητος, δι᾽ ὧν ἦν εἰκὸς ἐννοιῶν τε καὶ λόγων ἐπ᾽ αὐτὸ δὴ τοῦτο χωρεῖν· οὐ γὰρ ταὐτὸν τό γε ἧκον εἰς ποιότητά φημι τὴν ἐνοῦσαν ἑκατέρῳ τῶν ὠνομασμένων, σῶμά τε καὶ ἀσώματον, ἡ ἐξ ἀνθρωπίνου φυράματος ληφθεῖσα σὰρξ καὶ ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος. πλὴν οὐ ταύτης ἕνεκα τῆς αἰτίας διαιρετέον εἰς δύο χριστοὺς καὶ υἱοὺς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν. {γʹ.} Ὅτι δὲ καὶ ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ τοῦ Κυρίου τὴν σάρκα, πλεισταχοῦ μὲν εἴρηται πρὸς ἡμῶν, διαβεβαιούμεθα δὲ καὶ νῦν οὐχ ἑτέρως ἔχειν. {δʹ.} Ἀκουέτω δὴ καὶ πρὸς ἡμῶν ὁ Διόδωρος Εἰ δὴ σάρκα λέγεις ὃν δὴ Ναζωραῖον ἤγουν ἄνθρωπον ἀναληφθέντα καλεῖς, δεῖξον ἡμῖν σεαυτὸν περιστολῆς ἁπάσης καὶ προσωπείου δίχα, εἰπὲ δὴ σαφῶς ἃ φρονεῖν ἀξιοῖς καὶ μὴ ὡς ἄψυχον ἁπλῶς ὀνομάζων σάρκα, πειρῶ συναρπάζειν ἀκροωμένους. ἐπεὶ καὶ ἡμεῖς αὐτοί φαμεν ὅτι κατά γε τὸν ἰδιότητος λόγον, εἴη που ἂν δὴ πάντως ἑτεροφυὴς ἡ σὰρξ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, πλὴν αὐτοῦ γέγονε καθ᾽ ἔνωσιν ἀδιάσπαστον. {εʹ.}

Ἔστι δὲ μᾶλλον εἷς τε καὶ ὁ αὐτὸς Υἱὸς ὥστε καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας νοεῖσθαι θεϊκῶς καὶ ἐξ ἡμῶν ἀνθρωπίνως, ἤγουν ἐκ σπέρματος Δαυεὶδ, ὠνομάσθη προφήτης κατὰ Μωσέα. καὶ οὐκ ἀπιστοῦμεν αὐτοῦ τῇ κλήσει, ἐπείπερ ἐγνώκαμεν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν, οὐκ αὐτὸς ἦν ὁ ναὸς οὔτε μὴν εἰς ἰδίαν φύσιν καθὸ νοεῖται Θεὸς τὴν λύσιν ἐδέχετο, ἀλλ᾽ ἦν ἴδιον αὐτοῦ τὸ λυθὲν καθάπερ ἀμέλει καὶ ἡμῶν ἑκάστου τὸ ἴδιον σῶμα. {ϛʹ.} Ἡ γὰρ ἐκ τῆς ἁγίας παρθένου γέννησις, οὐχ ὁδὸς εἰς ὕπαρξιν εὑρέθη τῷ Λόγῳ ἀλλ᾽ εἰς φανέρωσιν τὴν μετὰ σαρκός· καὶ ἥκιστα μέν ἐστι θνητὸς ἐκ θνητῶν, ζωὴ δὲ μᾶλλον ὡς ἐκ ζωῆς τοῦ Πατρός. ἀλλ᾽ ἴδιον γέγονε τῆς ζωῆς τὸ θνητὸν ἐκ θνητῶν καὶ τῷ θανάτῳ κάτοχον σῶμα, ἵνα δι᾽ αὐτοῦ τῷ θανάτῳ προσβαλὼν καὶ ἐγηγερμένος ἐκ νεκρῶν ἀναμορφώσῃ πρὸς ἀφθαρσίαν καὶ θανάτου κρεῖττον ἀποφήνῃ τὸ τῷ θανάτῳ κεκρατημένον, τό γε ἧκον εἰς ἰδίαν φύσιν· ἠτόνησε γὰρ ἐμβαλὼν ὁ θάνατος τῷ σώματι τῆς ζωῆς. {ζʹ.} Ὅτι γὰρ “τροπῆς ἀποσκίασμα” παθεῖν ὁ τοῦ Θεοῦ Λόγος οὐκ ἀνέχεται, ἀλλ᾽ οὐδ᾽ ἂν ἡ σὰρξ ἀφεῖσα τοῦθ᾽ ὅπερ ἐστὶν, εἰς τὴν τοῦ ἑνωθέντος αὐτῇ Λόγου μεταβάλῃ φύσιν ἁπαστισοῦν οἶμαι τῶν εὖ φρονούντων ἐρεῖ. {ηʹ.}