Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Κατὰ Διοδώρου τοῦ Ταρσέως

Κύριλλος Ἀλεξανδρείας

Η ύπαρξη νοεράς ψυχής στον Χριστό και η φυσική προκοπή

Θεολογική εξέταση της εμψύχωσης της σαρκός του Κυρίου, με απόρριψη της δοξασίας ότι η ανθρώπινη ψυχή αντικαταστάθηκε από τον Λόγο και ερμηνεία της σταδιακής φανέρωσης της θείας σοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 3

Βραχὺ γὰρ ἀπενεγκόντες εἰ δοκεῖ τοῦ προσώπου τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τὴν βάσανον, ὅταν αὐτὴν καθ᾽ ἑαυτὴν ὅτι ποτέ ἐστι πολυπραγμονήσωμεν, ἓν τῶν ὠνομασμένων τὴν φύσιν ἕτερον ἂν εἴη παντελῶς καὶ ἕτερον, δουλικὴ μορφὴ καὶ δεσποτικὴ, ἤγουν ἀνθρωπίνη καὶ θεϊκὴ, ἀμνὸς καὶ ἀρχιερεὺς, ποιήτης καὶ ποίημα. {θʹ.} Ἀλλ᾽ ἴσως ἐκεῖνο ἐρεῖς Οὐκοῦν οὐ κατῴκηκεν “ἐν αὐτῷ ”πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς;” ἀληθὲς καὶ τοῦτο καὶ οὐκ ἀρνήσαιτό τις τὸ γεγραμμένον, πλὴν ἐκεῖνό φαμεν ὅτι οὐκ ἐν ἀλλοτρίῳ σώματι κατῳκηκέναι νοοῦμεν τὴν θεότητα τοῦ Υἱοῦ, ἀλλ᾽ ὡς ἐν ἰδίῳ μᾶλλον ναῷ, καθάπερ ἀμέλει καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἑτέραν μὲν οὖσαν κατὰ τὴν σάρκα, τελοῦσαν γεμὴν ὁμοῦ τῇ σαρκὶ πρὸς ὑπόστασιν ἑνὸς ἀνθρώπου Πέτρου τυχὸν ἢ Παύλου. πλὴν καὶ ὑπὲρ τοῦτο νοεῖται Χριστός. οὐ γάρ τοι τὸν τοῦ Θεοῦ Λόγον ἀντὶ ψυχῆς γενέσθαι φαμὲν τῷ σώματι, κατά γε τό τισιν ἐκτοπώτατα δοκοῦν· διαβεβαιούμεθα δὲ μᾶλλον ἐψυχῶσθαι ψυχῇ νοερᾷ τὸ ἅγιον αὐτοῦ καὶ ἄχραντον σῶμα. {ιʹ.} Παντέλειος μὲν καὶ ὁμολογουμένως καὶ ἀναυξὴς ὁ τοῦ Θεοῦ Λόγος· γεγέννηται γὰρ ἐκ τελείου Πατρὸς, ἐκ σοφίας σοφία καὶ δύναμις ἐκ δυνάμεως.

ἐπειδὴ δὲ πρόσεστιν αὐτῷ τὸ ἀναλλοιώτως ἔχειν κατὰ φύσιν, ἀδικηθεὶς οὐδὲν ὑπὸ τοῦ γενέσθαι ἐν ναῷ, μεμένηκεν ὁ αὐτὸς, τουτέστι παντέλειος καὶ σοφία καὶ δύναμις, καὶ προέκοπτε μὲν ἡ σὰρξ ἁδρυνομένη κατὰ βραχὺ κατά γε τὸν τῆς φύσεως νόμον, ὁ δὲ ἑνωθεὶς αὐτῇ Λόγος τῆς ἑαυτοῦ σοφίας τὴν ἔκφρασιν ἐποιεῖτο κατὰ βραχὺ, καὶ οἷον συμπαρατρέχουσαν τῇ τοῦ σώματος αὐξήσει καὶ ἐπιδόσει, καὶ οὐκ ἀνάρμοστον κομιδὴ τῇ τῆς ἡλικίας ποσότητι. {ιαʹ.} Οὐκοῦν “κεκοινώνηκε παραπλησίως ἡμῖν αἵματος καὶ ”σαρκὸς,” ἵνα σαρκὶ τῇ ἰδίᾳ τῷ θανάτῳ προσβαλὼν, εἶτα καταργήσας αὐτὸν τοῖς θνητοῖς ἡμῶν σώμασι κατορθώσῃ τὴν ἀφθαρσίαν καὶ ἵνα τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον τῆς καθ᾽ ἡμῶν ἀποστήσῃ πλεονεξίας. οὐ γὰρ ἦν ἑτέρως προσμίξαι τῷ θανάτῳ τὴν ζωὴν, εἰ μὴ θνητῷ σώματι προσεχρήσατο· καὶ οὐδ᾽ ἂν τῶν ἐμφύτων καὶ ἐν ἡμῖν ἡδονῶν ἠμβλύνθη τὸ κέντρον, εἰ μὴ γέγονεν ἴδιον σῶμα τοῦ Λόγου τὸ ἐξ ἡμετέρου ληφθὲν φυράματος. {ιβʹ.} Οὐκ ἄψυχον μὲν, ὦ γενναῖε, φαμὲν εἶναι τὴν ἐκ σπέρματος τοῦ Δαυεὶδ ἑνωθεῖσαν τῷ Θεῷ Λόγῳ σάρκα, ἀλλ᾽ οὐδ᾽ ἂν αὐτὸν τὸν Λόγον ὑποτοπήσειέ τις, εἴ γε νοῦν ἔχοι μὴ παρεφθαρμένον, ἀντὶ νοῦ καὶ ψυχῆς γενέσθαι τῷ ἁγίῳ ναῷ, πλὴν οὐκ ἄνθρωπον ἀνὰ μέρος καὶ ἰδικῶς Υἱὸν ὀνομάζειν εἰθίσμεθα τὸ ἐκ τοῦ σπέρματος τοῦ Δαυείδ.