Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός

Κύριλλος Ἀλεξανδρείας

Η αληθής θεότητα έναντι της απλής ενοικήσεως και η οικείωση των ανθρώπινων αδυναμιών

Απόρριψη της θεωρίας περί ενοικήσεως του Λόγου σε άνθρωπο, και ερμηνεία των ικεσιών, της αγωνίας και της φωνής της εγκαταλείψεως επί του σταυρού ως έκφραση της ανθρώπινης φύσεως την οποία οικειώθηκε ο Χριστός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 10

Γέγραπται γοῦν περὶ τοῦ μακαρίου Βαπτιστοῦ ὅτι «Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μού ἐστι, κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.» Σύνες οὖν ὅπως ἄνδρα λέγων καὶ ἀμνὸν ὀνομάζων αὐτόν, οὐχ ἕτερον εἶναί φησι τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἀληθῶς καὶ θεοπρεπὲς ἀξίωμα προσνενέμηκεν αὐτῷ. Ἔμπροσθεν δὲ καὶ πρῶτον γενέσθαι φησὶν αὐτοῦ, καίτοι κατόπιν γενόμενον, κατά γέ φημι τὸν τῆς κατὰ σάρκα γεννήσεως χρόνον. Εἰ γάρ ἐστιν ὀψιγενὴς καθὸ ἄνθρωπος ὁ Ἐμμανουήλ, ἀλλ᾽ ἦν πρὸ παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς. Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον καταθεώμενος τὸν Λόγον, ἀλλ᾽ ἐν σαρκὶ καὶ αἵματι πεφηνότα, σαφῶς τε καὶ ἀπλανῶς τῆς εἰς αὐτὸν πίστεως τὴν ἀπόδοσιν ἐποιεῖτο λέγων· «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ἀκήκοε δὲ πρὸς τοῦτο· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου, ὁ ἐν τοῖς οὐρανοῖς.»

Ἀλλ᾽ εἰ μὴ βαθὺ τὸ μυστήριον, καὶ Θεὸς ἦν ἐν σαρκί, ἄνθρωπος δὲ κατ᾽ αὐτοὺς χάριτι τὴν υἱοθεσίαν ἔχων, πῶς ἂν ἐδεήθη τοσούτου μυσταγωγοῦ, ὡς μηδένα μὲν τῶν ἐπὶ τῆς γῆς ἀποκαλύψαι τῷ μαθητῇ, παιδευτὴν δὲ πρὸς τοῦτο λαχεῖν αὐτὸν τὸν Πατέρα; Καὶ μὴν καὶ οἱ θεσπέσιοι μαθηταί, διαθέοντά ποτε τῆς θαλάττης τὰ νῶτα βλέποντες, κατατεθήπεσαν μὲν τὴν θεοσημίαν, ὡμολόγουν δὲ τὴν πίστιν, λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Ἀλλ᾽ εἰ νόθος ἐστὶ καὶ ψευδώνυμος, καὶ εἰσποιητὸν ἔχει τὸ εἶναι Υἱός, ἐγκαλείτωσαν αὐτοῖς τὴν ψευδηγορίαν, καὶ τοῦτο ὀμωμοκόσι.

Προστεθείκασι γὰρ τὸ «ἀληθῶς,» Υἱὸν αὐτὸν εἶναι διαβεβαιούμενοι τοῦ Θεοῦ καὶ Πατρός. Β— Ἄριστα ἔφης. Α— Πῶς δὲ καὶ ἰδίους ἔχει τοὺς ἀγγέλους ὁ Υἱὸς τοῦ ἀνθρώπου, διαπρέπει δὲ καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ † ....† «〈Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ〉 μετὰ τῶν ἀγγέλων αὐτοῦ;» Καὶ πάλιν· «Καὶ ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ.» Εἰ δὲ καὶ ἀπιστοῦσιν ἔτι καὶ δόξῃ θεοπρεπεῖ καὶ τοῖς οὕτω λαμπροῖς καὶ ὑπερτάτοις ἀξιώμασιν ὁρῶντες κατεστεμμένον, ἀκούσονται λέγοντος αὐτοῦ· «Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε.» Καὶ πάλιν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι.

Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Τὸ γὰρ ἐν ἀνθρώπῳ βλέπειν τῆς ἀφράστου δόξης τὴν ὑπεροχήν, οὐχ ὡς ἀλλοτρίαν μᾶλλον, ἢ γοῦν ἐν χάριτος μέρει προσπεπορισμένην, ἀλλ᾽ ἰδίαν αὐτοῦ, πῶς οὐκ ἀναπείσει ὅτι Θεὸς ἦν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, καὶ Υἱὸς ἀληθῶς τοῦ ἐπὶ πάντων Θεοῦ; Β— Ἑαυτοῦ, φησί, τοὺς ἀγγέλους εἶναι διϊσχυρίσατο, καὶ τῶνδε τῶν σημείων γέγονεν ἀποτελεστής, ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, δόξαν δὲ τὴν ἰδίαν αὐτῷ καὶ τὸ ἐνεργὲς ἐκνενεμηκότος. Γέγραπται γὰρ ὅτι «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.» Κεχρισμένος οὖν καὶ δυνάμει καὶ Πνεύματι, τερατουργὸς ἦν. Α— Οὐκοῦν, ἐπειδήπερ Θεὸς ὢν ὁ Λόγος, ἅγιός τε καὶ κατὰ φύσιν καὶ οὐσιῶδες ἔχων τὸ παναλκές, δέοιτ᾽ ἂν οὐδαμῶς ἢ τῆς παρ᾽ ἑτέρου δυνάμεως ἢ γοῦν ὡς εἰσκεκριμένου τοῦ ἁγιασμοῦ, τίς δὴ ἄρα ἐστὶν ὁ κεχρισμένος δυνάμει καὶ ἁγίῳ Πνεύματι; Β— Φαῖεν ἂν ἴσως τὸν ληφθέντα κατὰ συνάφειαν ἄνθρωπον. Α— Αὐτὸς οὖν ἄρα ἐστὶν Ἰησοῦς Χριστὸς ἰδικῶς τε καὶ καταμόνας, καὶ περὶ οὗ φησιν ὁ πάνσοφος Παῦλος· «Ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ.» Πῶς οὖν, εἰπέ μοι, δι᾽ ἀνθρώπου τὰ πάντα;

Ἀνθότου δὲ καὶ ἀμέσως ὡς Υἱὸς τῷ Πατρὶ συντάττεται, μεσολαβοῦντος οὐδενός; Εἶτα ὅποι ποτὲ τὸν Μονογενῆ θήσομεν, εἰς τὸν αὐτοῦ τόπον ἀναβιβάζοντες τὸν ἄνθρωπον, καὶ τοῦτο, καθά φησιν, ἐνεργούμενον παρ᾽ αὐτοῦ, καὶ δι᾽ αὐτὸν τιμώμενον; Ἆρ᾽ οὐκ ἐκβέβηκε τὸ εἰκὸς ὁ λόγος αὐτοῖς, οὐκ ἔξω φέρεται σκοποῦ, καὶ ὡς τῆς ἀληθείας ὁλοτρόπως ἡμαρτηκώς, γελῷτο ἂν ἐνδίκως; Β— Ἄνθρωπος, φησίν, ὁ τοῦ θεοῦ Λόγος ὠνόμασται κατὰ τοιόνδε τινὰ τρόπον· ὥσπερ γὰρ ὁ παρ᾽ αὐτοῦ ληφθεῖς ἄνθρωπος ἐγεννήθη μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, εἴρηται δὲ Ναζωραῖος διὰ τὸ οἰκῆσαι τὴν Ναζαρέτ, οὕτω καὶ ὁ Θεὸς Λόγος ἄνθρωπος ὀνομάζεται διὰ τὸ κατοικῆσαι ἐν ἀνθρώπῳ. Α— Ὢ φρενὸς γραοπρεποῦς καὶ νοῦ παρειμένου καὶ βατταρίζειν εἰδότος, καὶ ἕτερον οὐδέν. «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν,» ἐπιφωνείτω τις τοῖς διεναντίας, τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς;

Γέγονε γάρ, ὡς ἔοικεν, οὐκ ἔτι μὲν σὰρξ ὁ Λόγος κατὰ τὰς Γραφάς, ἀνθρωποπολίτης δὲ μᾶλλον, καὶ ἦν ἀκόλουθον αὐτὸν ἀνθρωπαῖον μᾶλλον, οὐκ ἄνθρωπον ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ ὁ κατοικήσας τὴν Ναζαρέτ, Ναζωραῖος ὠνόμασται, καὶ οὐ Ναζαρέτ. Εἴργει δέ, οἶμαι, παντελῶς οὐδέν, εἴπερ εὖ ἔχειν οἴονται τὸ σφίσιν αὐτοῖς ἀσυνέτως ἐξευρημένον, ἄνθρωπον ὀνομάζεσθαι σὺν Υἱῷ τὸν Πατέρα καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον. Κατοικεῖ γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα. Καὶ γοῦν ὁ Παῦλός φησιν· «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν;» Καὶ μὴν καὶ αὐτὸς ὁ Χριστός· «Ἐάν τις ἀγαπᾶ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα.» Ἀλλ᾽ εἴρηται μὲν οὐδαμῶς ἄνθρωπος ὁ Πατήρ, οὔτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τὸ κατοικεῖν ἐν ἡμῖν. Γελῶσι δὲ οὗτοι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, περιτρέποντες εἰς τὸ ἀπηχὲς τὰ οὕτως ὀρθὰ καὶ ἀξιάκουστα τῆς Ἐκκλησίας δόγματα. Πλὴν ἴτω πάλιν ἡμῖν κατὰ ῥοῦν ὁ λόγος, τοῖς ἐκείνων ἐμετοῖς τὸ χαιρεῖν εἰπών. Εἰ γάρ, ἐπείπερ ἦν ὁ Λόγος ἐν αὐτῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν φασιν αὐτόν· ἐνήργηκε γὰρ καὶ διὰ χειρὸς ἁγίων τὰς θεοσημίας.

Εἰ δὲ ἐν τούτοις εἶναί φασι τὸν Υἱόν, ἐν προφητικοῖς αὐτὸν ἢ γοῦν ἀποστολικοῖς κατακομίζουσι μέτροις. Β— Οὐ γὰρ εἴρηται, φασί, προφήτης καὶ ἀπόστολος; Α— Οὐκ ἂν διαψεύσαιο. Ὁ Μωϋσῆς μὲν γὰρ ἔφη τοῖς ἐξ αἵματος Ἰσραήλ· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.» Γέγραφε δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Ὥστε, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν.» Φραζόντων δὴ οὖν, ἐρήσομαι γάρ, ἆρ᾽ ἂν γένοιτο πρὸς εὐκλείας ἀνθρώπῳ παντὶ τῆς προφητείας ἡ χάρις, ἢ γοῦν ἀποστολικῶν ἀξιωθῆναι γερῶν, χρηματίσαι δὲ καὶ ἱερουργόν; Β— Φημί. Α— Ἀλλὰ ταυτὶ δὴ μικρὰ καὶ οὐκ ἀξιόληπτα φαῖεν ἂν εἶναι Χριστῷ καθὸ νοεῖται Θεός, κἂν διὰ τούτων αὐτῶν ὁρᾶται κεκενωμένος, καὶ μετὰ τῆς ἀνθρωπότητος λαβὼν αὐτά. Ὥσπερ δὲ Θεὸς ὢν φύσει καὶ Κύριος ἀληθῶς, ἔλαβε δούλου μορφὴν ὡς ἐν αὐτῇ γεγονὼς καὶ ἐν προσλήψει τῶν καθ᾽ ἡμᾶς, οὕτω καὶ τῆς προφητείας τὸ Πνεῦμα διδούς, καὶ ἀποστόλους ἀναδεικνύς, καὶ καθιστὰς ἱερουργούς, ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς· ὠνομάσθη γὰρ οὕτω καὶ προφήτης καὶ ἀπόστολος καὶ ἀρχιερεύς. Β— Ἀλλ᾽ εἰ καὶ δοῖεν αὐτὸν εἶναι προφήτην, οὐχ ὡς ἕνα τῶν προφητῶν γενέσθαι φασίν, ὑπερκεῖσθαι δὲ μᾶλλον πολὺ τὰ ἐκείνων.

Οἱ μὲν γὰρ μεμετρημένην κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἐσχήκασι χάριν, καὶ ἐν χρόνῳ προσγενομένην αὐτοῖς, ὁ δὲ πλήρης ἦν τῆς θεότητος καὶ ἐξ αὐτῆς εὐθὺς τῆς γεννήσεως· συνῆν γὰρ αὐτῷ Θεὸς ὢν ὁ Λόγος. Α— Οὐκοῦν ἐν ποσότητι χάριτος, καὶ ἐν μήκει καιροῦ πεπλεονέκτηκεν ὁ Χριστὸς τοὺς πρὸ αὐτοῦ γεγονότας ἁγίους προφήτας, καὶ τοῦτό ἐστιν ἐν αὐτῷ τὸ ἐξαίρετον.

Πρόκειται δὲ πολυπραγμονεῖν εἰ προφήτης ὅλως, καὶ οὔτι που τὸ μᾶλλον ἢ τὸ μεῖον ἔχων ἢ καὶ ὑπερκείμενος, ὡς ἔν γε τῷ εἶναι προφήτην καὶ τῷ μὴ πέρα μέτρου τοῦ καθ᾽ ἡμᾶς, τὸ σμικροπρεπές ἐστιν αὐτῷ, κἂν εἰ ἀπ᾽ ἀρχῆς νοοῖτο τοῦτο ὑπάρχων, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Βαπτιστὴς περὶ οὗ φησιν ὁ μακάριος ἄγγελος· «Καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.» Εἶτα πῶς ὁ μὲν ἦν οἰκέτης, ὁ δὲ τοῖς δεσποτικοῖς ἀξιώμασιν ἐναβρύνεται;

Καὶ ἑαυτοῦ μὲν πέρι φησὶν ὁ μακάριος Ἰωάννης· «Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ.» Περὶ δέ γε τοῦ Ἐμμανουήλ· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί.» Β— Καίτοι φαῖεν ἂν ἴσως ἄνωθέν τε εἶναι καὶ μὴν καὶ ἐπάνω πάντων τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, δεδίασι δὲ προσνέμειν αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι᾽ αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές.

Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συνάψαι, περὶ ὃν ἂν γένοιτό τε καὶ λέγοιτο τὰ ἀνθρώπινα. Ἔσται δὲ ὅλως εἰς τὴν αὐτοῦ τοῦ Λόγου φύσιν τὸ βλάβος οὐδέν. Α— Οὐκοῦν, ἕτερος μὲν ὁμολογουμένως νοοῖτ᾽ ἂν καὶ λέγοιτο παρ᾽ αὐτὸν ὁ ληφθείς. Πλὴν οὐ ταῖς ἐκείνων ἀβελτηρίαις ἑψόμεθα, οὔτε μὴν ὁριστὰς αὐτοὺς καὶ καινοτόμους τῆς ἑαυτῶν ποιησόμεθα πίστεως, τὴν ἱερὰν παρέντες Γραφὴν καὶ τὴν ἐκ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν παράδοσιν ἀτιμάσαντες. Οὐδὲ ἐπείπερ αὐτοῖς ἀδρανής τε καὶ ἀμαθέστατος ἐνῴκισται νοῦς, καὶ τὸ τοῦ μυστηρίου βάθος κατιδεῖν οὐχ οἷός τε, ταύτῃ τοι καὶ ἡμεῖς πλανώμεθα, συναμαθαίνοντες αὐτοῖς καὶ κατ᾽ εὐθὺ τῆς ἀληθείας ἰέναι παραιτούμενοι.

Ἴσμεν δὲ γεγραφότα τὸν ἱερώτατον Παῦλον ὅτι χρὴ «λογισμοὺς καθαιρεῖν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Πλὴν οὖν, ἆρα ἔχοις εἰπεῖν τὰ ἐφ᾽ οἷς σκανδαλίζονται, καὶ τῷ λίθῳ τοῦ προσκόμματος περιπταίουσιν Ἰουδαϊκῶς; Β— Ἔχοιμ᾽ ἄν, πῶς γὰρ οὔ; Καὶ πλεῖστα μὲν ὅσα ταυτί. Λελέξεται δὲ ἀναμέρος ἕκαστα. Φασὶ τοιγαροῦν Χριστὸν ἡγιάσθαι παρὰ τοῦ Πατρός. Γέγραπται γὰρ ὅτι «Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν, κἀγὼ οὐκ ᾔδειν αὐτὸν ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Γέγραφε δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες.» Ἁγιασθείη γὰρ ἥκιστά γε Θεὸς ὢν ὁ Λόγος καὶ ἅγιος κατὰ φύσιν. Λείπεται δὴ οὖν ἡγιάσθαι λέγειν τὸν ληφθέντα παρ᾽ αὐτοῦ κατὰ συνάφειαν ἄνθρωπον. Α— Εἶτα πῶς ὁ βεβαπτισμένος καὶ τὴν ἐμφανῆ τοῦ Πνεύματος λαβὼν καταφοίτησιν ἐν ἁγίῳ βαπτίζει Πνεύματι, καὶ τὰ μόνῃ πρέποντα καὶ ἐοικότα τῇ θείᾳ φύσει πληροῖ;

Χορηγὸς γάρ ἐστιν ἁγιασμοῦ, καὶ τοῦτο δεικνύς, ὡς ἴδιον ἀγαθὸν ὁ ἐνανθρωπήσας Λόγος σωματικῶς ἐνεφύσα τοῖς ἁγίοις ἀποστόλοις λέγων· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται, ἄν τινων κρατῆτε, κεκράτηνται.» Πῶς δὲ τὸν ἡγιασμένον ἐναργέστατα καταδεικνὺς ὁ θεσπέσιος Βαπτιστής, μεμαρτύρηκεν ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, μοναδικῶς καὶ ἐνάρθρως; Ἔδει γὰρ ὄντα τῆς ὑφ᾽ ἡλίῳ μυσταγωγόν, εἴπερ ἕτερον ὄντα παρά γε τὸν ἀληθῶς Υἱὸν ἠπίστατο, κατασημῆναι τὸ ἀληθές, λέγοντα σαφῶς· Οὗτός ἐστιν ὁ κατὰ συνάφειαν τὴν πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱὸν δόσει τε καὶ χάριτι γεγονὼς Υἱός. Ἀλλ᾽ οὐδὲν μὲν ἔφη τοιοῦτον, ἕνα δὲ καὶ τὸν αὐτὸν ὄντα γινώσκων καὶ ἐκ Θεοῦ Πατρὸς Λόγον καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ κατὰ σάρκα, ἁγιασθῆναι μέν φησι καθὸ ἄνθρωπος, ἁγιάζειν δὲ αὖ καθὸ νοεῖται Θεός. Ἦν γάρ, ὡς ἔφην, ἐν ταὐτῷ τοῦτο κἀκεῖνο. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, εἰ μὴ γεγέννηται κατὰ σάρκα ἐκ γυναικός, ἀποσοβῶμεν αὐτοῦ τὰ ἀνθρώπινα. Εἰ δὲ ἀληθὲς ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ᾽ ἡμᾶς, ἀνθότου τὰ δι᾽ ὧν ἂν νοοῖτο κεκενωμένος ἀφιστᾶσιν αὐτοῦ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνὲς ἀβουλότατα παραλύοντες;

Β— Ἐὰν οὖν λέγηται καὶ δόξαν λαβεῖν καὶ γενέσθαι Κύριος, ὑψωθῆναί τε παρὰ τοῦ Πατρός, καταστῆναι δὲ καὶ βασιλεύς, ἀνάψεις ἄρα καὶ ταῦτα τῷ Θεῷ Λόγῳ, καὶ οὐ πάντη τε καὶ πάντως ἀδικήσεις αὐτοῦ τὴν δόξαν; Α— Ὅτι μὲν οὖν δόξης τε καὶ βασιλείας καὶ κυριότητος ἀληθοῦς ἡ τοῦ Θεοῦ Λόγου μεμέστωται φύσις, πῶς ἂν ἐνδοιάσειέ τις; Ἀραρότως δὲ ὅτι καὶ ἐν ὑψώμασι νοεῖται τοῖς θεοπρεπεστάτοις. Ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ δοτὰ καὶ εἰσκεκριμένα, ταύτῃ τοι πλήρης ὑπάρχων καὶ ἐξ ἰδίου πληρώματος πᾶσι διδούς, ἀνθρωπίνως δέχεται, τὴν ἡμῶν πτωχείαν οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας αὐχήμασιν ἐστεφανωμένον τὸ ὑπὸ ζυγόν, τό γε ἧκον εἰς ἀνθρωπότητος μέτρον, καὶ ἐν ὑπερτάταις ὑπεροχαῖς τὸ ταπεινόν. Γέγονε γὰρ ἄνθρωπος ὁ Μονογενής, οὐχ ἵνα τοῖς τῆς κενώσεως ἐναπομείνῃ μέτροις, ἀλλ᾽ ἵνα λαβὼν σὺν αὐτῇ τὰ αὐτῆς, Θεὸς ὢν φύσει, καὶ οὕτω γνωρίζηται, καὶ τὴν τοῦ ἀνθρώπου κατασεμνύνῃ φύσιν ἐφ᾽ ἑαυτῷ, μέτοχον αὐτὴν ἀποφήνας ἱερῶν καὶ θείων ἀξιωμάτων. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους δόξαν ὀνομάζοντας τοῦ Θεοῦ καὶ Πατρός, καὶ μέντοι καὶ βασιλέα, καὶ προσέτι Κύριον τὸν Υἱὸν καὶ ὅτε γέγονεν ἄνθρωπος.

Ἡσαΐας μὲν γὰρ ὧδέ πή φησιν· «Ὃν τρόπον ἐὰν ἄνθρωπος καλαμᾶται ἐλαίαν, οὕτω καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρυγητός, οὗτοι φωνῇ βοήσονται. Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου.» Καὶ πάλιν ἕτερος τῶν ἁγίων· «Φωτίζου, φησίν, Ἰερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα 〈αὐτοῦ〉 ἐπὶ σὲ ὀφθήσεται.» Ἰάκωβός γε μὴν ὁ αὐτοῦ μαθητής· «Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.» Πέτρος δὲ αὖ ὁ θεσπέσιος· «Εἰ ὀνειδίζεσθε ἐν Χριστῷ, μακάριοί ἐστε ὅτι τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπέπαυται.» Β— Ἅλις μὲν δὴ τῶν τοιούτων ἡμῖν, ὦ γενναῖε. Φράζε δὲ ὅπως πρὸς ἡμῶν νοεῖσθαι πρέπει τὸ περὶ Χριστοῦ γεγραμμένον· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας ἀκαταλύτου.» Προσεποίσω δὲ κἀκεῖνο οἷς ἔφην, τὸ «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Ἀπεοικότα γὰρ εἶναί φασι τὰ τοιάδε τῷ Θεῷ Λόγῳ, καὶ ἡττῆσθαι πολὺ τῆς ἐνούσης ὑπεροχῆς αὐτῷ [φαίην ἄν].

Α— Ἴσημι καὶ αὐτὸς ἐγὼ μὴ ἂν ἁρμόσαι ταυτὶ τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ, ἐξωσθέντος τοῦ τρόπου τῆς οἰκονομίας, καὶ οὐκ εἰσδεχθέντος πρὸς ἡμῶν τοῦ ὅτι «Γέγονε σάρξ» κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ πρὸς τοῦτο διερηρείσμεθα, καὶ τὸ ἐνδοιάζειν ὅλως δυσσεβείας ἔχει γραφήν, φέρε τῆς οἰκονομίας τὸ βάθος, ὡς ἔνι, κατασκεψώμεθα.

Ἐπέφανε τοίνυν ἡμῖν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, κατὰ μυρίους ὅσους ὀνήσων τρόπους τὰ ἀνθρώπινα, καὶ καταδείξων εὖ μάλα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἀποκομίζουσαν τρίβον. Ἦν οὖν ἀναγκαῖον ἀναμαθεῖν, πειρασμοῦ καταθέοντος καὶ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἕνεκα κινδυνεύοντας, ὁποίους τινὰς εἶναι χρὴ τοὺς τὴν εὐκλεᾶ καὶ ἐξαίρετον πολιτείαν καὶ ζωὴν κατορθοῦν ᾑρημένους, πότερα μεθιεμένους καὶ ἀναπίπτοντας εἰς τὸ ῥᾴθυμον, καὶ οὐκ ἐν καιρῷ τρυφῶντας καὶ εὐρυνομένους εἰς εὐθυμίαν ἢ συντεινομένους εἰς λιτάς, καὶ δεδακρυμένους ὁρᾶσθαι τῷ σώζοντι, καὶ τὴν παρ᾽ αὐτοῦ διψῶντας ἐπικουρίαν καὶ μέντοι καὶ εὐανδρίαν, εἴπερ ἕλοιτο καὶ παθεῖν ἡμᾶς.

Ἔδει τε πρὸς τούτοις εἰδέναι χρησίμως ὅποι ποτὲ ἄρα τὸ τῆς ὑπακοῆς διέξεισι πέρας, καὶ διὰ ποίων ἔρχεται γερῶν, ὅσος τε καὶ οἷος τῆς ὑπομονῆς ὁ μισθός. Γέγονε τοίνυν ὑποτύπωσις τῶν τοιούτων ἡμῖν ὁ Χριστός, καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ θεσπέσιος Πέτρος· «Ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε;

Ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεοῦ, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ.» Οὐκοῦν, οὐ γυμνὸς ὢν ἔτι καὶ τῶν τῆς κενώσεως ἀμέτοχος μέτρων ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ γέγονεν ἡμῖν ὑπογραμμός, ἅτε καὶ ἀνεπιπλήκτως ἐξὸν αὐτῷ τοῖς τῆς ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καίπερ ὄντα Υἱόν. Κατατέθηπε γὰρ ὥσπερ τὸ μυστήριον ὁ πνευματοφόρος, ὅτι φύσει τε καὶ ἀληθῶς ὑπάρχων Υἱός, καὶ τοῖς τῆς θεότητος αὐχήμασιν ἐμπρεπής, καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, ὡς τῆς ἀνθρωπίνης πτωχείας ὑπελθεῖν τὸ σμικροπρεπές. Ἀλλ᾽ ἦν εἰς ἡμᾶς, ὡς ἔφην, ὁ τοῦ πράγματος τύπος καλὸς καὶ ὀνησιφόρος· ὡς τό τοι μὴ χρῆναι διᾴττειν ἡμᾶς εἰς ἑτέραν ὁδόν, καιροῦ καλοῦντος εἰς εὐανδρίαν, ἀναμάθοι τις ἂν ἐντεῦθεν, καὶ ῥᾷστά γε δή.

Καὶ γοῦν ἔφη Χριστός ποτε μὲν ὅτι «Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ·» ποτὲ δὲ αὖ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Τὸ δὲ δεῖν οἴεσθαι κατακολουθεῖν αὐτῷ, τί ἂν ἕτερον εἴη παρά γε τὸ χρῆναι κατανδρίζεσθαι πειρασμῶν, μετὰ τοῦ τὴν ἄνωθεν ἐπικουρίαν αἰτεῖν οὐκ ἀτημελῶς τε καὶ παρειμένως, κεχρημένους δὲ μᾶλλον λιταῖς ταῖς ἐκτενεστάταις, καὶ καθιέντας [ὀμμάτων] τὸ ἐξ εὐλαβείας δάκρυον; Β— Εὖ ἔφης. Α— Εἰ δὲ δὴ λέγοι· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» 〈πῶς〉 ἂν ἄρα συνεῖεν αὐτοί; Β— Οἰηθεῖεν ἄν, ὥς γε οἶμαί που, τοῦ ἀναληφθέντος ἀνθρώπου τὰς τοιαύτας εἶναι φωνάς. Α— Ἀκηδιῶντος ἄρα, καὶ ἥκιστα μὲν οἰστήν, δυσφόρητον δὲ ποιουμένου τοῦ πειρασμοῦ τὴν ἔφοδον, ἢ πῶς; Β— Ἀλύοντος, ὡς εἰκός, ἐξ ἀνθρωπίνης μικροψυχίας.

Ἐπεὶ καὶ τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου,» προσέπιπτε δὲ καὶ αὐτῷ τῷ Πατρὶ λέγων· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.» Α— Καὶ μὴν τοῦτό γέ ἐστιν ἕτερον οὐδὲν ἢ ὅπερ ἐλέγομεν ἀρτίως· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας.» Εἰ δὲ δή τις οἴεται μικροψυχίας εἰς τοῦτο καθικέσθαι Χριστόν, «λελυπῆσθαι δὲ καὶ ἀδημονεῖν» ἀφορήτως ἔχοντα πρὸς τὸ παθεῖν, δέει νενικημένον καὶ ἀσθενείᾳ κεκρατημένον, γράφεται μὲν ὁμολογουμένως αὐτὸν ὡς οὐκ ὄντα Θεόν, εἰκῇ δέ, ὡς ἔοικεν, ἀποφήνειεν ἂν ἐπιτιμῶντα τῷ Πέτρῳ. Β— Πῶς δὴ φής; Α— Ἔφη μὲν γὰρ ὁ Χριστός· «Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ σταυρώσουσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.» Ὁ δέ, ἐπείτοι φιλόθεος ἦν· «Ἵλεώς σοι, Κύριε, φησίν, οὐ μὴ ἔσται σοι τοῦτο.» Καὶ τί πρὸς αὐτὸν ὁ Χριστός; «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.»

Καίτοι πῶς ἡμάρτανε τοῦ εἰκότος ὁ μαθητής, ἀποφέρεσθαι θέλων τοῦ διδασκάλου τὸν πειρασμόν, εἰ δύσοιστος ἦν αὐτῷ, καὶ ἥκιστα μὲν φορητός, καθιεὶς δὲ μᾶλλον ἐπὶ τὸ ἄναλκι καὶ συνθραύειν ἱκανὸν τὸν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπισκήπτοντα τῶν τοῦ θανάτου δειμάτων κατευμεγεθεῖν, καὶ παρ᾽ οὐδὲν ἡγεῖσθαι τὸ παθεῖν, ἔστ᾽ ἂν ἀνύηται πρὸς αὐτῶν τὸ Θεῷ δοκοῦν; Θαυμάζω δὲ ὅτι συνῆφθαι λέγοντες αὐτὸν τῷ Μονογενεῖ, καὶ τῶν θείων ἀξιωμάτων ἀποφαίνοντες κοινωνὸν 〈ἄνθρωπον〉, τῶν τοῦ θανάτου δειμάτων ῥίπτουσι κατόπιν, ἵν᾽ ὁρῷτο καθ᾽ ἡμᾶς, γυμνὸς δηλονότι καὶ ὡς ἀπὸ τῶν θείων ἀξιωμάτων κεκερδακὼς οὐδέν. Β— Ὁποῖος οὖν ἄρα ἐστὶ τῆς ἔν γε τούτοις οἰκονομίας ὁ λόγος; Α— Μυστικὸς †οτι† καὶ βαθὺς καὶ τεθαυμασμένος παρά γε τοῖς εἰδόσιν ὀρθῶς τὸ Χριστοῦ μυστήριον. Ἄθρει γάρ μοι τοὺς τῇ κενώσει πρέποντας λόγους, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις οὐκ ἀπεοικότας, ὡς ἐν καιρῷ καὶ χρείᾳ γεγενημένους, ἵνα φανῆται πανταχοῦ καθ᾽ ἡμᾶς γεγονὼς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἕψεται δὲ τούτῳ κἀκεῖνο δὴ αὖ. Β— Τὸ ποῖόν τι φής;

Α— Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστῷ καινά, καὶ ἀναφοίτησις τῶν καθ᾽ ἡμᾶς εἰς τὸ ἐν ἀρχαῖς, ἐχρῆν ἀναγκαίως τὸν δεύτερον Ἀδάμ, τὸν ἐξ οὐρανοῦ, τὸν ἁπάσης ἁμαρτίας κρείττονα, τὴν πάναγνον καὶ ἀβέβηλον ἀπαρχὴν τοῦ γένους δευτέραν, τουτέστι Χριστόν, ἀπαλλάξαι τῆς δίκης τὴν ἀνθρώπου φύσιν, καὶ καλέσαι πάλιν ἐπ᾽ αὐτῇ τὴν ἄνωθεν καὶ παρὰ Πατρὸς εὐμένειαν, λῦσαί τε τὴν ἐγκατάλειψιν διὰ τῆς ὑπακοῆς καὶ τῆς εἰσάπαν ὑποταγῆς. «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν,» πεπλούτηκε δὲ τὸ ἀμώμητον ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ, καὶ τὸ ἀνεπίπληκτον παντελῶς, ἵνα δύνηται λοιπὸν ἐκ παρρησίας ἀναβοᾶν· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Ἐννόει γὰρ ὅτι γεγονὼς ἄνθρωπος ὁ Μονογενής, ὡς εἷς ἐξ ἡμῶν καὶ ὑπὲρ ἁπάσης τῆς φύσεως τὰς τοιαύτας ἠφίει φωνάς, μονονουχὶ λέγων· Πεπλημμέληκεν ὁ πρῶτος ἄνθρωπος, παρώλισθεν εἰς παρακοήν, κατημέλησε τῆς δοθείσης ἐντολῆς, τοῖς τοῦ δράκοντος φενακισμοῖς εἰς τὸ ἐξήνιον συνηρπάζετο· ταύτῃτοι, καὶ μάλα εἰκότως, ὑπενήνεκται τῇ φθορᾷ καὶ γέγονεν ὑπὸ δίκην. Ἀλλ᾽ ἐμὲ δευτέραν ἐφύτευσας ἀρχὴν τοῖς ἐπὶ τῆς γῆς, κεχρημάτικα δὲ δεύτερος Ἀδάμ. Ἐν ἐμοὶ κεκαθαρμένην ὁρᾷς τὴν ἀνθρώπου φύσιν, κατορθώσασαν τὸ ἀπλημμελές, ἁγίαν καὶ πάναγνον.

Δίδου λοιπὸν τὰ ἐξ ἡμερότητος ἀγαθά, λύε τὴν ἐγκατάλειψιν, ἐπιτίμησον τῇ φθορᾷ, καὶ πέρας ἐχέτω τὰ ἐξ ὀργῆς. Νενίκηκα καὶ αὐτὸν τὸν πάλαι κρατήσαντα Σατανᾶν. Εὗρε γὰρ ἐν ἐμοὶ τῶν ἑαυτοῦ παντελῶς οὐδέν. Τοιοῦτος μὲν οὖν, ὥς γε οἶμαι, τῶν τοῦ Σωτῆρος λόγων ὁ νοῦς. Ἐκάλει γὰρ οὐκ ἐφ᾽ ἑαυτὸν μᾶλλον, ἀλλ᾽ ἐφ᾽ ἡμᾶς αὐτοὺς τὴν παρὰ Πατρὸς εὐμένειαν. Ὥσπερ γὰρ εἰς ὅλην τὴν ἀνθρώπου φύσιν, καθάπερ ἐκ ῥίζης τῆς πρώτης, φημὶ τοῦ Ἀδάμ, διέβη τὰ ἐξ ὀργῆς—«βεβασίλευκε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ» —οὕτω καὶ τὰ ἐκ τῆς δευτέρας ἡμῶν ἀπαρχῆς, τουτέστι Χριστοῦ, πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον διαβήσεται γένος, καὶ πιστώσεται λέγων ὁ πάνσοφος Παῦλος· «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον» τῷ τοῦ ἑνὸς δικαιώματι οἱ πολλοὶ ζήσονται. Καὶ πάλιν· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Β— Ἄσοφον οὖν ἄρα καὶ ἀπᾷδον παντελῶς τοῖς ἱεροῖς Γράμμασι τὸ οἴεσθαί τε καὶ λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον ὡς ἐγκαταλειφθέντα ὑπὸ τοῦ συναφθέντος αὐτῷ Λόγου ταῖς ἀνθρωπίναις χρήσασθαι φωναῖς. Α— Δυσσεβὲς μὲν οὖν, ὦ ἑταῖρε, καὶ τῆς εἰς λῆξιν ἐμβροντησίας ἀπόδειξις [εἴη ἂν καὶ μάλα σαφὴς τουτὶ] οὐκ ἀπεοικός γε μὴν τοῖς μὴ φρονεῖν εὖ ἐγνωκόσιν.

Ἐπειδὴ γὰρ διιστᾶσί τε καὶ διορίζουσι πανταχῆ καὶ φωνὰς καὶ πράγματα, καὶ τὰς μὲν μόνῳ καὶ ἰδικῶς ἐκνενεμήκασι τῷ Μονογενεῖ, τὰς δὲ ὡς ἑτέρῳ παρ᾽ αὐτὸν Υἱῷ τε καὶ ἐκ γυναικός, ταύτῃτοι διημαρτήκασι τῆς εἰς εὐθύ τε καὶ ἀπλανεστάτης ὁδοῦ καὶ τοῦ εἰδέναι σαφῶς τὸ Χριστοῦ μυστήριον. Β— Οὐ διαιρετέον οὖν ἄρα φωνὰς ἢ πράγματα, παροισθέντων εἰς μέσον τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν κηρυγμάτων; Α— Οὐμενοῦν, τό γε ἧκον εἰς πρόσωπα δύο καὶ ὑποστάσεις δύο διῃρημένας ἀλλήλων, καὶ ἀποφοιτώσας εἰσάπαν εἰς τὸ ἰδικῶς τε καὶ ἀναμέρος. Ἑνὸς γὰρ ὄντος Υἱοῦ τοῦ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, φαίην ἂν εἶναι πάντα αὐτοῦ, λόγους τε καὶ πράγματα, τά τε θεοπρεπῆ καὶ προσέτι τὰ ἀνθρώπινα. Β— Οὐκοῦν, κἂν εἰ ἐκ τῆς ὁδοιπορίας κοπιάσαι λέγοιτο, πεινῆσαί τε καὶ ὕπνου μεταλαχεῖν, πρέποι ἄν, εἰπέ μοι, προσνεῖμαι τῷ Θεῷ Λόγῳ τὰ οὕτω σμικρὰ καὶ κατερριμμένα; Α— Γυμνῷ μὲν ἔτι καὶ οὔπω σεσαρκωμένῳ, καὶ πρὶν καθικέσθαι πρὸς κένωσιν, πρέποι ἂν ἥκιστά γε, φρονεῖς γὰρ ὀρθῶς. Ἐνανθρωπήσαντι δὲ καὶ κεκενωμένῳ ὁποῖον ἄρα προστρῖψαι βλάβος τὸ χρῆμα αὐτῷ; Ὥσπερ γὰρ ἰδίαν αὐτοῦ τὴν σάρκα γενέσθαι φαμέν, οὕτω πάλιν αὐτοῦ κατ᾽ οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς 〈ἑνώσεως〉 τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας. Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα μόνης ἁμαρτίας.

Καὶ μή τοι θαυμάσῃς εἰ τὰς τῆς σαρκὸς ἀσθενείας οἰκειοῦσθαί φαμεν αὐτὸν μετὰ τῆς σαρκός, ὅθεν καὶ τὰς θύραθεν παροινίας, τὰς ἀπό γε τῆς τῶν Ἰουδαίων σκαιότητος ἐπενεχθείσας αὐτῷ, πάλιν ἑαυτῷ προσνενέμηκε, λέγων διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καὶ πάλιν· «Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν.» Β— Οὐκοῦν, κἂν εἰ λέγοι τυχόν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» εἶτα πρὸς Ἰουδαίους· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἢν ἤκουσα παρὰ τοῦ Θεοῦ;» ἑνὸς εἶναι δώσομεν καὶ τοῦ αὐτοῦ ταύτας τε κἀκείνας τὰς φωνάς; Α— Πάνυ μὲν οὖν. Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστός, εἷς δὲ καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς πρὸς ἁπάντων εἶναι πιστεύεται τῶν προσκυνούντων αὐτόν. «Ἡ γὰρ εἰκὼν τοῦ ἀοράτου Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης τῆς ὑποστάσεως τοῦ Πατρός, ὁ τῆς οὐσίας αὐτοῦ χαρακτήρ,» ἔλαβε δούλου μορφήν, οὐ ὡς ἄνθρωπον ἑαυτῷ συνάψας, καθά φασιν, ἐν αὐτῇ δὲ μᾶλλον αὐτὸς γεγονώς, μεμενηκὼς δὲ καὶ οὕτως ἐν ὁμοιώσει τῇ πρὸς Θεὸν καὶ Πατέρα. Γέγραφε γοῦν ὁ πάνσοφος Παῦλος· «Ὅτι ὁ Θεός, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ Χριστοῦ Ἰησοῦ.»

Ἄθρει γὰρ ὅπως «ἐν προσώπῳ Χριστοῦ» τῆς θείας τε καὶ ἀπορρήτου δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὁ φωτισμὸς ἀναλάμπει.