Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός

Κύριλλος Ἀλεξανδρείας

Αναίρεση της διδασκαλίας περί απλής συναφείας και ο κίνδυνος της ανθρωπολατρίας

Καταδίκη της αιρετικής θεωρίας της ηθικής συναφείας, απόδειξη της αληθούς ενώσεως των φύσεων και επισήμανση του κινδύνου απόδοσης θείας λατρείας σε έναν κοινό άνθρωπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 10

Ὁμοῦ τοιγαροῦν τοῖς τῆς ἰδίας ἀνθρωπότητος μέτροις καὶ τὰ αὐτῆς οἰκειούμενος, Χριστὸς ὀνομάζεται, κἂν εἰ μὴ κεχρῖσθαι νοοῖτο, κατά γέ φημι τὴν τῆς θεότητος φύσιν, ἢ γοῦν καθὸ νοεῖται Θεός. Ἐπεὶ φράσον, πῶς ἑτέρως νοοῖτ᾽ ἂν 〈εἶς〉 Χριστὸς 〈καὶ〉 Υἱὸς καὶ Κύριος, ἀπαξιοῦντος τοῦ Μονογενοῦς τὴν χρίσιν, καὶ τῶν τῆς κενώσεως μέτρων οὐκ ἀνεχομένου; Β— Ἑτέραν γέ πως ἢ καθ᾽ ἡμᾶς ἴενται τρίβον, τὸ τῆς εὐσεβείας μυστήριον ἀσυνέτως διερμηνεύοντες. Φασὶ γὰρ ὡς ὁ Θεὸς Λόγος ἄνθρωπον εἴληφε τέλειον, ἐκ σπέρματος ὄντα Ἀβραὰμ καὶ Δαυείδ, κατὰ τὴν διαγόρευσιν τῶν Γραφῶν, τοῦτο ὄντα τὴν φύσιν ὅπερ ἦσαν ἐκεῖνοι ὧνπερ ἐκ σπέρματος ἦν, ἄνθρωπον τέλειον τὴν φύσιν, ἐκ ψυχῆς τε νοερᾶς καὶ σαρκὸς συνεστῶτα ἀνθρωπίνης, ὃν ἄνθρωπον ὄντα καθ᾽ ἡμᾶς τὴν φύσιν, Πνεύματος ἁγίου δυνάμει ἐν τῇ τῆς Παρθένου μήτρᾳ διαπλασθέντα, «γενόμενόν τε ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα πάντας ἡμᾶς ἐξαγοράσῃ» τῆς τοῦ νόμου δουλείας, τὴν πόρρωθεν προωρισμένην υἱοθεσίαν ἀπολαβόντας, καινῶς συνῆψεν ἑαυτῷ, θανάτου μὲν αὐτόν, κατὰ νόμον ἀνθρώπων, πειραθῆναι παρασκευάσας, ἐγείρας δὲ ἐκ νεκρῶν, καὶ ἀναγαγὼν εἰς οὐρανόν, καὶ καθίσας ἐκ δεξιῶν τοῦ Θεοῦ.

Ὅθεν δὴ «ὑπεράνω πάσης ὑπάρχων Ἀρχῆς τε καὶ Ἐξουσίας, καὶ Δυνάμεως, καὶ Κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐκ ἐν τῷ αἰῶνι τούτῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι,» τὴν παρὰ πάσης τῆς κτίσεως δέχεται προσκύνησιν, ὡς ἀχώριστον πρὸς τὴν θείαν φύσιν ἔχων τὴν συνάφειαν, ἀναφορᾷ Θεοῦ καὶ ἐννοίᾳ πάσης αὐτῷ τῆς κτίσεως τὴν προσκύνησιν ἀπονεμούσης. Καὶ οὔτε δύο φαμὲν υἱούς, οὔτε δύο κυρίους, ἐπειδὴ δὲ Υἱὸς κατ᾽ οὐσίαν ὁ Θεὸς Λόγος, ὁ μονογενὴς Υἱὸς τοῦ Πατρός, ᾧπερ οὗτος συνημμένος τε καὶ μετέχων, κοινωνεῖ τῆς Υἱοῦ προσηγορίας καὶ τιμῆς, καὶ Κύριος κατ᾽ οὐσίαν ὁ Θεὸς Λόγος, ᾧ συνημμένος οὗτος, κοινωνεῖ τὴς τιμῆς. Καὶ διὰ τοῦτο οὔτε δύο φαμὲν υἱούς, οὔτε δύο κυρίους, ἐπειδὴ δήλου τοῦ κατ᾽ οὐσίαν ὄντος Κυρίου καὶ Υἱοῦ ἀχώριστον ἔχων τὴν πρὸς αὐτὸν συνάφειαν ὁ τῆς ἡμετέρας σωτηρίας ληφθεὶς ἕνεκεν, συναναφέρεται τῇ τε ὀνομασίᾳ καὶ τῇ τιμῇ τοῦ Υἱοῦ καὶ τοῦ Κυρίου. Α— Βαβαὶ τῆς ἀσυνεσίας καὶ ἐμπλήκτου φρενὸς τῶν ὧδε ταῦτ᾽ ἔχειν οὐκ οἶδ᾽ ὅπως ὑπειληφότων.

Ἀπιστία γὰρ τὸ χρῆμα καὶ ἕτερον οὐδέν, καὶ δυσσεβῶν εὑρεμάτων καινότης, καὶ ἀνατροπὴ τῶν θείων τε καὶ ἱερῶν κηρυγμάτων, ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ διακεκραγότων, τὸν ἐκ Θεοῦ Πατρὸς δηλονότι Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, ὥστε εἶναι τὸν αὐτὸν Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, καὶ ἑνὸς τὰ πάντα τὰ θεοπρεπῆ καὶ προσέτι τὰ ἀνθρώπινα. Οὗτος γὰρ ὑπάρχων ἀεὶ καὶ ὑφεστηκώς, κατά γε τὸ εἶναι Θεός, ὑπέμεινε γέννησιν τὴν κατὰ σάρκα ἐκ γυναικός.

Ἑνὸς οὖν ἄρα καὶ τοῦ αὐτοῦ καὶ τὸ ἀϊδίως εἶναι καὶ ὑφεστάναι καὶ ἐν ἐσχάτοις καιροῖς κατὰ σάρκα γεννηθῆναι, ὃς ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός, ἡγιάζετο μεθ᾽ ἡμῶν καθὸ πέφηνεν ἄνθρωπος, ᾧπερ ἂν πρέποι τὸ ἁγιάζεσθαι. Καὶ ἐν δεσποτικοῖς ὑπάρχων ἀξιώμασι, καὶ τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, Θεὸν ὠνόμαζεν αὐτοῦ τὸν Πατέρα. Ζωὴ καὶ ζωοποιὸς ὑπάρχων ὡς Θεός, ζωοποιεῖσθαι λέγεται παρὰ τοῦ Πατρὸς καθὸ πέφηνεν ἄνθρωπος. Πάντα τοίνυν αὐτοῦ, καὶ οὐκ ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς.

Ποτὲ μὲν γὰρ ἔφη· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ,» ποτὲ δὲ πάλιν· «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν ἁπάντων παρέδωκεν αὐτόν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται.» Ἆρ᾽ οὖν οὐκ εὐθὺ σκοποῦ τῶν ἱερῶν Γραμμάτων ὁ πρὸς ἡμῶν εἶσι λόγος; Β— Πῶς γὰρ οὔ; Α— Εἰ δὲ δή, καθά φασιν οἱ δι᾽ ἐναντίας καὶ φρονεῖν ἐγνώκασιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, λαβὼν ἄνθρωπον ἐκ σπέρματος τοῦ θεσπεσίου Δαυεὶδ καὶ Ἀβραάμ, πλασθῆναι μὲν ἐν τῇ ἁγίᾳ Παρθένῳ παρεσκεύασε, καὶ τοῦτον ἑαυτῷ συνῆψε, καὶ θανάτου πεποίηκεν εἰς πεῖραν ἐλθεῖν, καὶ μὴν καὶ ἐγείρας ἐκ νεκρῶν ἀνεκόμισεν εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, περιττῶς, ὡς ἔοικε, πρός τε τῶν ἁγίων πατέρων καὶ πρός γε ἡμῶν αὐτῶν καὶ ἁπάσης γε τῆς θεοπνεύστου Γραφῆς ἐνανθρωπῆσαι λέγεται. Δηλοῖ γάρ, οἶμαι, τουτὶ καὶ ἕτερον οὐδὲν ὁ πάνσοφος Ἰωάννης, γεγραφὼς ὅτι «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ἀντέστραπται δέ, κατὰ τὸ εἰκός, πρὸς πᾶν τοὐναντίον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον.

Οὐ γὰρ ἔστιν ἰδεῖν ὡς Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, μορφὴν δούλου λαβών, καὶ τεταπείνωκεν ἑαυτόν, ἀλλ᾽ ἔκ γε τῶν ἐναντίων, ἀνεκομίσθη μὲν ἄνθρωπος εἰς τὴν τῆς θεότητος δόξαν καὶ τὴν κατὰ πάντων ὑπεροχήν, ἔλαβε δὲ καὶ Θεοῦ μορφήν, καὶ ὑψώθη μᾶλλον, σύνθρονος γεγονὼς τῷ Πατρί.

Ἦ οὐκ ἀληθὲς ὅ φημι; Β— Παντάπασι μὲν οὖν. Α— Εἰ δὲ ἀληθές, καθά φασι, καὶ ἀπηξίωσε τὴν οἰκονομίαν ὁ Μονογενής, ποίας ἔτι κατεφρόνησεν αἰσχύνης; Ποῦ δὲ γέγονεν ὑπήκοος τῷ Πατρὶ «μέχρι θανάτου, θανάτου δὲ σταυροῦ;» Καὶ εἰ λαβὼν ἄνθρωπον, ἤγαγε μὲν καὶ εἰς πεῖραν αὐτὸν τοῦ θανάτου, ἀνακομίσας δὲ καὶ εἰς οὐρανούς, σύνεδρον ἀπέφηνε τῷ Πατρί, ποῖ δὴ ἄρα λοιπὸν ὁ αὐτοῦ φανεῖται θρόνος, εἴπερ οὐ δύο φασὶν υἱούς, ἕνα δὲ μᾶλλον τὸν συνεδρεύοντα, τὸν ἐκ σπέρματος δηλονότι Δαυείδ τε καὶ Ἀβραάμ; Πῶς δ᾽ ἂν καὶ αὐτὸς Σωτὴρ λέγοιτο γενέσθαι τοῦ κόσμου, καὶ οὐχὶ δὴ μᾶλλον ἀνθρώπου πρόξενος ἤτοι παρακομιστής, δι᾽ οὗ καὶ σεσώσμεθα; Καὶ τέλος νόμου καὶ προφητῶν γέγονεν ἄνθρωπος ἕτερος ὢν παρ᾽ αὐτόν.

Λαλεῖ γὰρ ὁ νόμος τὸ Χριστοῦ μυστήριον, καὶ περὶ αὐτοῦ γέγραφεν ὁ Μωϋσῆς, ὃς καὶ γέγονεν ἡμῖν παιδαγωγὸς ἐπ᾽ αὐτόν. Οἴχεται δέ που πρὸς τὸ μηδὲν ἡ πίστις, ἔρρει γὰρ †οπου δε† παντελῶς οὐδὲν τὸ σεπτὸν ἡμῶν μυστήριον. Ὃ δὴ καὶ ὁ πανάριστος Παῦλος διατρανοῖ λέγων· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἀναγαγεῖν [ἐκ νεκρῶν]. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.» Πῶς οὖν ἔτι μέγα τε καὶ εὐκλεὲς καὶ ἐν ὑπερτάτῳ θαύματι τὸ τῆς «εὐσεβείας μυστήριον,» εἰ χρὴ πιστεύειν ὅτι, καθά φασιν οἱ διεστραμμένοι, ἄνθρωπος ληφθεὶς καὶ τῷ Θεῷ Λόγῳ σχετικῶς συνημμένος ἀπέθανέ τε καὶ ἀνεβίω καὶ ἀνεκομίσθη μὲν εἰς τὸν οὐρανόν;

Ἄπιστον δὲ ἴσως φανεῖταί τισιν εἰ μὴ Θεὸς ὢν φύσει καὶ ἀληθῶς, τοῖς τῆς θεότητος ἐναβρύνεται θάκοις, ἐξωσθέντος τάχα που τοῦ κατὰ φύσιν Υἱοῦ, καὶ παρεστήκασι μὲν τάξιν ἔχοντες τὴν λειτουργικὴν ἄγγελοι καὶ ἀρχάγγελοι καὶ τὰ ἔτι τούτων ἐπέκεινα Σεραφίμ, οὐ τῷ κατὰ ἀλήθειαν Υἱῷ καὶ Θεῷ, ἀνθρώπῳ δὲ μᾶλλον, τὸ τῆς υἱότητος ὄνομα μεθεκτῶς καὶ εἰσκεκριμένως καὶ τρόπῳ τῷ καθ᾽ ἡμᾶς πλουτήσαντι, καὶ τῆς οὕτω θεοπρεπεστάτης ἀξιωθέντι τιμῆς. Καταπεφρίκασι γὰρ ἥκιστά γε καὶ τοῦτο λέγοντες οἱ δι᾽ ἐναντίας. Ἆρ᾽ οὐ τῆς ἐσχάτης ἀνοσιότητός τε καὶ δυσσεβείας αὐτοῖς τὸ δόγμα μεμέστωται; Τὸ γάρ τοι δοτὸν καὶ εἰσκεκριμένον ἀπόβλητον εἴη ἄν, καὶ τὸ θύραθεν πορισθὲν οὐκ ἀνύποπτον ἔχει τὴν ζημίαν.

Καὶ σιωπῶ τὸ δύσφημον ἔτι καὶ ἀπηχὲς εἰς λόγους.

Ἀνθότου δὴ οὖν τῆς οἰκονομίας τὸ ἐξαίρετον κατασύρουσιν εἰς τὸ ἀκαλλές, καὶ τὴν θείαν τε καὶ ἱεροτάτην ἡμῶν θρησκείαν ἀνθρωπολατρείαν ἤδη καὶ ἕτερον οὖσαν οὐδὲν ἀποφαίνουσιν, ἀποκομίζοντες μὲν τοῦ κατ᾽ ἀλήθειαν Υἱοῦ, συναφθέντα δέ τινα σχετικῶς αὐτῷ προσκυνεῖν ἀναπείθοντες, ὃν καὶ ὑπεράνω πάσης Ἀρχῆς τε καὶ Ἐξουσίας καὶ Κυριοτήτων διελάσαι φασιν, οὐχὶ μόνοις τοῖς ἐπὶ γῆς, ἀλλὰ καὶ αὐταῖς ταῖς ἄνω λογικαῖς δυνάμεσι τὸν τοῦ πεπλανῆσθαι μῶμον ἐπάγοντες, εἰ προσκυνοῦσι μεθ᾽ ἡμῶν ἐνανθρωπήσαντα μὲν οὐδαμῶς τὸν φύσει τε καὶ ἀληθῶς Υἱὸν καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀναλάμψαντα Λόγον, ὡς ἕτερον δέ τινα παρ᾽ αὐτὸν 〈τὸν〉 ἐκ σπέρματος τοῦ Δαυείδ, θελήσει τάχα που μόνῃ παρ᾽ αὐτοῦ καὶ τοῖς θύραθεν ἐξωραϊσμοῖς εἰδοποιηθέντα Θεόν, οὐκ ὄντα δὲ τοῦτο κατὰ ἀλήθειαν. Β— Ἀλλὰ κἂν ἄνθρωπος ἰδικῶς νοῆται, φασίν, ἀναφορᾷ Θεοῦ καὶ ἐννοίᾳ τὴν παρὰ πάσης τῆς κτίσεως προσκύνησιν ἔχει. Α— Εἶτα τίνα τρόπον πρέποι ἄν, εἰπέ μοι, πρὸς ἡμῶν νοεῖσθαι καὶ λέγεσθαι τῆς παρ᾽ αὐτῶν θρυλλουμένης ἀναφορᾶς τὸ χρῆμα; Καὶ φέρε τὴν θείαν τε καὶ ἱερὰν πολυπραγμονοῦντες Γραφήν, καταθρήσωμεν ἀπ᾽ αὐτῆς τὸ ζητούμενον.

Οὐκοῦν, ὀλιγωρήσαντές ποτε τῆς εἰς Θεὸν αἰδοῦς, οἱ ἐξ Ἰσραὴλ Μωϋσεῖ τε καὶ Ἀαρὼν ἐπεφύοντο πικρῶς. Εἶτα προπεφώνηκε Μωϋσῆς τε καὶ Ἀαρών· «Τίς ἐστιν ὅτι διαγογγύζετε κατ᾽ αὐτοῦ; Οὐ γὰρ καθ᾽ ἡμῶν, ἀλλὰ κατὰ Θεοῦ ὁ γογγυσμὸς ὑμῶν οὗτός ἐστιν.» Ἐπλημμέλουν μὲν γὰρ εἰς Μωϋσέα καὶ Ἀαρών, ἀλλὰ τῆς θείας ἥπτετο δόξης τὸ δρώμενον, καὶ ἐπ᾽ αὐτὴν εἶχε τὴν ἀναφορὰν τῆς τῶν ὑβριζόντων ὑπονοίας ὁ τρόπος. Πλὴν οὐκ ἦσαν Θεοὶ Μωϋσῆς τε καὶ Ἀαρών, οὔτε μὴν ἀναφορᾷ Θεοῦ προσκεκύνηκεν ἡ κτίσις αὐτοῖς. Ἐβασίλευε Θεὸς διὰ προφητῶν τοῦ κατὰ σάρκα Ἰσραήλ. Εἶτα προσῄεσαν λέγοντες τῷ θεσπεσίῳ Σαμουήλ· «Ποίησον ἡμῖν βασιλέα καθὰ καὶ τὰ λοιπὰ ἔθνη.» Πρὸς ταῦτα κατεπικραίνετο, καὶ σφόδρα εἰκότως ὁ πνευματοφόρος, ἀλλ᾽ ἤκουε τοῦ Θεοῦ λέγοντος· «Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ᾽ ἢ ἐμέ, τοῦ μὴ βασιλεύειν ἐπ᾽ αὐτούς.» Ἰδοὺ δὴ πάλιν, κἀνθάδε σαφῶς, ὁ τῆς ἐξουθενήσεως τρόπος εἰς Θεὸν ἔχει τὴν ἀναφοράν. Καὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος περὶ τῶν ἐν ἐνδείᾳ φησίν· «Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Ἆρ᾽ οὖν, κατὰ τοῦτον τὸν τρόπον, εἴ τις λέγοιτο τιμᾶν τὸν ἐκ σπέρματος Δαυείδ, τῷ Υἱῷ πεποίηκε;

Κἂν εἰ μὴ πιστεύσειέ τις, προσκέκρουκεν ἀραρότως τῷ κατὰ φύσιν Υἱῷ, τιμᾶσθαι τάχα που καὶ αὐτὸν ἐθέλοντι, καὶ πιστεύεσθαι πρὸς ἡμῶν κατὰ τὸν ἴσον καὶ ἀπαραλλάκτως ἔχοντα τρόπον; Εἶτα πῶς οὐ γέγονεν ἰσότιμον μὲν τῷ δεσπότῃ τὸ δοῦλον, ἐν ὑπεροχαῖς δὲ θεότητος τὸ πεποιημένον, καὶ «Θεὸς πρόσφατος,» κατὰ τὰς Γραφάς; Ἐπενήνεκται δὲ τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι τὸ ἀνισοφυὲς αὐτῇ καὶ σὺν αὐτῇ προσκυνούμενον καὶ τῆς ἴσης αὐτῇ κοινωνοῦν εὐκλείας; Β— Φασὶ τὴν ἀναφορὰν κατὰ τοιόνδε τινὰ χρῆναι λαμβάνεσθαι τρόπον. Ἐννοοῦντες γὰρ τὸν τῷ ἐκ σπέρματος Δαυεὶδ ἀχωρίστως συναφθέντα Θεὸν Λόγον, προσκυνοῦμεν ὡς Θεόν. Α— Ἆρ᾽ οὖν ἀπόχρη πρὸς τὸ δεῖν αὐτῷ τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἑλεῖν, καὶ τῶν τῆς κτίσεως ὑπερφέρεσθαι μέτρων, τὸ συνῆφθαι μόνον αὐτῷ; Καὶ τοῦτο προσκυνητὸν τὸν οὐκ ὄντα Θεὸν ἐργάσεται; Ἀλλ᾽ εὑρίσκω τινὰ τῷ Θεῷ λέγοντα διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» Γράφει δὲ καὶ ὁ μακάριος Παῦλος· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.» Ἆρ᾽ οὖν, εἰπέ μοι, καὶ τούτους ἀναφορᾷ Θεοῦ προσκυνήσομεν ὡς κεκολλημένους αὐτῷ; Καίτοι ποῦ συνῆφθαι λέγειν τὸ τῆς κολλήσεως ὄνομα μείζονά που πάντως καὶ ἀξιολογωτέραν τὴν ἔμφασιν ἔχει, εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν ὡς τό τισι κολλώμενον ἐν ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. Β— Ἔοικεν.

Α— Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ᾽ ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶν ἀγίων Πατέρων καταβαίνουσαν εἰς ἡμᾶς, συνάφειαν ὀνομάζουσι;

Καίτοι συγχεῖ μὲν ἡ ἕνωσις οὐδαμῶς τὰ καθ᾽ ὧν ἂν λέγοιτο, διαδείκνυσι δὲ μᾶλλον τὴν εἰς ἕν τι συνδρομὴν τῶν ἡνῶσθαι νοουμένων. Καὶ οὐχὶ πάντη τε καὶ πάντως ἓν ἂν λέγοιτο μόνως τὸ ἁπλοῦν καὶ μονοειδές, ἀλλὰ γὰρ καὶ τὰ ἐκ δυοῖν ἢ πλειόνων ἔτι καὶ ἐξ ἑτεροειδῶν συγκείμενα.

Δοκεῖ γὰρ οὕτως εὖ ἔχειν τοῖς ταῦτα σοφοῖς. Κακουργότατα τοίνυν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον διϊστάντες εἰς δύο, παραιτοῦνται μὲν τὴν ἕνωσιν, συνάφειαν δὲ ὀνομάζουσιν, ἣν ἂν ἔχοι τυχὸν καὶ ἕτερός τις πρὸς Θεόν, ὡς ἐξ ἀρετῆς καὶ ἁγιασμοῦ μονονουχὶ συνδούμενος, κατά γε τὸ ὑπό του τῶν προφητῶν ὀρθῶς εἰρημένον τοῖς ἀναπίπτουσιν εἰς τὸ ῥᾴθυμον· «Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παρερχόμενον.» Συνάπτοιτο δ᾽ ἂν καὶ μαθητὴς διδασκάλῳ κατά γε τὸ φιλομαθές, καὶ ἡμεῖς ἀλλήλοις οὐ καθ᾽ ἕνα τρόπον, ἀλλὰ πολλούς. Ἢ τάχα που καὶ ὁ τοῦδέ τινος πράγματος ὑπουργὸς οὐκ ἀσυναφὴς κατὰ τὸ ἑκούσιον νοοῖτ᾽ ἂν εἰκότως τῷ λαβόντι πρὸς ὑπουργίαν.

Ὃ δὲ μᾶλλον ἔοικεν ἡ παρὰ τῶν καινοτόμων ἡμῖν συνάφεια δηλοῦν. Διεπύθου γὰρ διατεινομένων ἀμαθῶς ὅτι λαβὼν ἄνθρωπον ὡς ἕτερόν τινα παρ᾽ ἑαυτὸν υἱὸν ὁ Θεὸς Λόγος, ὑπουργὸν ὥσπερ τινὰ τῶν ἑαυτοῦ θελημάτων ἀπέφηνεν αὐτόν, ὥστε καὶ θανάτου πεῖραν ἑλεῖν, ἀναβιῶναί τε καὶ εἰς αὐτὸν ἀνελθόντα τὸν οὐρανόν, τοῖς τῆς ἀρρήτου θεότητος ἐνιζῆσαι θάκοις. Ἦ γὰρ οὐχὶ πάντη τε καὶ πάντως διὰ τούτων τῶν λόγων ἕτερος ὢν ὁρᾶται παντελῶς παρὰ τὸν φύσει καὶ ἀληθῶς Υἱόν; Β— Φημί. Α— Ἐπειδὴ δὲ ἅπαξ ἐς τοῦτο κατώλισθον ἀμαθίας ὡς οἴεσθαί τε καὶ λέγειν οὐκ αὐτὸν γενέσθαι μᾶλλον καθ᾽ ἡμᾶς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἄνθρωπον δὲ λαβεῖν, κατὰ ποῖον ἄρα νοεῖσθαι τρόπον ἐθέλουσι πρὸς ἡμῶν τὴν ἀνάληψιν; Ἆρα γὰρ ὡς προχειρισθέντα παρ᾽ αὐτοῦ πρός γε τὸ δεῖν ἀποπερᾶναί τι τῶν κατὰ γνώμην αὐτῷ, καθάπερ ἀμέλει καὶ ἑνὸς τῶν ἁγίων προφητῶν † .... † «〈Οὐκ ἤμην προφήτης οὐδὲ υἱὸς προφήτου, ἀλλ᾽ αἰπόλος ἤμην, καὶ κνίζων συκάμινα, καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων〉 καὶ εἶπε Κύριος πρός με· Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ;» Αἰπόλον γὰρ ὄντα, προφήτην ἐτίθει, καὶ τῶν ἑαυτοῦ θελημάτων ὑπουργὸν ἀπετέλει. Β— Φαῖεν ἂν ἴσως οὐχ ὧδέ που πάντως γενέσθαι τὴν λῆψιν, ἀλλ᾽ ὡς ἂν νοοῖτο πρὸς ἡμῶν τὸ «Μορφὴν δούλου λαβών.»

Α— Οὐκοῦν, καθ᾽ ἕνωσιν ἀδιάσπαστον ἴδιον γεγονὸς τοῦ λαβόντος τὸ ληφθὲν νοοῖτ᾽ ἂν εἰκότως, ὡς καὶ Θεὸν εἶναι τὸν Ἰησοῦν, καὶ Θεοῦ τοῦ κατὰ ἀλήθειαν Υἱόν, ἕνα τε καὶ μόνον, ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, γεννηθέντα μὲν θεϊκῶς πρὸ παντὸς αἰῶνος καὶ χρόνου, ἐκ ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, τὸν αὐτὸν κατὰ σάρκα ἐκ γυναικός. Οὐ γὰρ ἦν ἑτέρου τινός, ἀλλ᾽ αὐτοῦ γέγονεν ἡ τοῦ δούλου μορφή. Β— Πῶς ἔφης; Α— Ἆρα γάρ, εἰπέ μοι, τὸ τῇ φύσει δοῦλον λέγοιτ᾽ ἂν οὐκ ἀπεοικότως μορφὴν δούλου λαβεῖν, ἢ τὸ ἐλεύθερον ἀληθῶς, καὶ τῶν τῆς δουλείας μέτρων οὐσιωδῶς ἀνωτέρω κείμενον; Β— Τὸ ἐλεύθερον, οἶμαί που. Ὃ γὰρ ἦν φύσει, πῶς ἂν γένοιτο ἔτι; Α— Ἄθρει δὴ οὖν ὅτι, καίτοι καθ᾽ ἡμᾶς γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τοῖς τῆς δουλείας μέτροις ἐμβεβηκὼς κατὰ τὸ ἀνθρώπινον, προσμεμαρτύρηκεν αὐτῷ τὸ κατὰ φύσιν ἐλεύθερον ἐν τῇ τῶν διδραγμῶν συνεισφορᾷ λέγων· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Δέχεται τοίνυν δούλου μορφήν, τὰ ἐκ τῆς κενώσεως οἰκειούμενος καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν οὐκ ἀτιμάσας; οὐ γὰρ ἦν ἑτέρως τιμῆσαι τὸ δοῦλον, εἰ μὴ γέγονεν αὐτοῦ τὸ δουλοπρεπές, ἵνα καὶ τῇ παρ᾽ αὐτοῦ καταλαμπρύνοιτο δόξῃ. Νικᾷ δὲ τὸ προὖχον ἀεί, καὶ τὸ ἐκ τῆς δουλείας αἶσχος ὑφ᾽ ἡμῶν ἠφανίζετο.

Καθ᾽ ἡμᾶς γὰρ γέγονεν ὁ ὑπὲρ ἡμᾶς, καὶ ἦν ἐν μέτροις τοῖς οἰκετικοῖς ὁ ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ αὐτοῦ τὰ ἀνθρώπινα. Οὐκοῦν, ἐν τῷ λέγεσθαι λαβεῖν αὐτὸν τὴν δούλου μορφὴν ὅλον ἐστὶ τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς τὸ μυστήριον. Εἰ δὲ Υἱὸν ὁμολογοῦντες ἕνα καὶ Κύριον, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, κοινωνὸν αὐτῷ τῆς υἱότητος καὶ μέντοι τῆς δόξης ἄνθρωπον ἁπλῶς συνῆφθαί φασι τὸν ἐκ σπέρματος τοῦ Δαυείδ, ὥρα λέγειν ἡμᾶς τοῖς ὧδε φρονεῖν ᾑρημένοις, φιλαλλήλως ἐπιστυγνάζοντας· «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;» Παρεκομίσθησαν γὰρ εἰς ἀδόκιμον νοῦν, «τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι.» Δυὰς γὰρ ἡμῖν υἱῶν ἀνισοφυὴς ἀναφαίνεται, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦται τὸ δοῦλον, καὶ ἰσομέτροις ὑπεροχαῖς ἐκλαμπρύνεται νόθος τις υἱὸς τῷ κατὰ φύσιν καὶ ἀληθῶς, καίτοι Θεοῦ λέγοντος ἐναργῶς· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» Πῶς γὰρ οὐχ ἕτερος ἰδικῶς παρὰ τὸν φύσει τε καὶ ἀληθῶς Υἱόν, ὁ ψιλῇ τε καὶ μόνῃ συναφείᾳ τετιμημένος, καὶ ἐν ὑπηρέτου τάξει ληφθείς, καὶ ἀξιωθεὶς υἱότητος καθὰ καὶ ἡμεῖς αὐτοί, καὶ τῆς παρ᾽ ἑτέρου δόξης μετεσχηκώς, δόσει τε καὶ χάριτι πρὸς τοῦτο ἱγμένος;