Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός

Κύριλλος Ἀλεξανδρείας

Η ασύγχυτη και αδιαίρετη ένωση των δύο φύσεων

Ομολογία της υποστατικής ενώσεως της θεότητος και της ανθρωπότητος στον ένα Χριστό με βάση το παράδειγμα της σύνθετης ανθρώπινης φύσεως και αγιογραφικές μαρτυρίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 10

Β— Οὐ διαιρετέον οὖν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν Λόγον τὸν Ἐμμανουήλ; Α— Ἥκιστά γε. Χρῆναι δέ φημι Θεὸν ἐνηνθρωπηκότα λέγειν αὐτόν, εἶναί τε κατὰ ταὐτὸν τοῦτό τε κἀκεῖνο. Οὔτε γὰρ ἀποπεφοίτηκε τοῦ εἶναι Θεὸς γενόμενος ἄνθρωπος, οὔτε μὴν ἀπαράδεκτον ἔχει τὴν οἰκονομίαν, τὸ τῆς κενώσεως ἀτιμάσας μέτρον. Β— Ἦν οὖν ἄρα, φασίν, ὁμοούσιον τῷ Λόγῳ τὸ σῶμα αὐτοῦ. Νοηθείη γὰρ ἂν ὧδε καὶ οὐχ ἑτέρως εἷς καὶ μόνος Υἱός. Α— Καίτοι πῶς οὐ λῆρος ἤδη ταυτὶ καὶ νοῦ παραπαίοντος ἀπόδειξις ἐναργής; Πῶς γὰρ ἐν οὐσίας ταυτότητι κατίδοι τις ἂν τὰ τοῖς τῆς φύσεως λόγοις τοσοῦτον ἀλλήλων διῳκισμένα;

Ἕτερον γάρ τι θεότης, καὶ ἕτερον ἀνθρωπότης. Ἐπεὶ τίνων φαμὲν γενέσθαι τὴν ἕνωσιν; Οὐ γὰρ ἓν τῷ ἀριθμῷ φαίη τις ἂν εἶναι τὰ ἑνούμενα, ἀλλ᾽ ἢ δύο τυχὸν ἢ καὶ τούτου πέρα. Β— Διαιρετέον οὖν ἄρα φασὶ τὰ ὠνομασμένα. Α— Οὐ διαιρετέον, ὡς ἔφην, εἰς ἰδικὴν ἑτερότητα, τὴν κατά γε τὸ ἀπ᾽ ἀλλήλων εἶναι καὶ ἀναμέρος. Συγκομιστέον δὲ μᾶλλον εἰς ἕνωσιν ἀδιάτμητον. Γέγονε γὰρ σὰρξ ὁ Λόγος, κατὰ τὴν Ἰωάννου φωνήν. Β— Ἄρ᾽ οὖν συγκέχυνται καὶ μία γεγόνασιν ἄμφω φύσεις. Α— Εἶτα τίς οὕτως ἐμβρόντητός τε καὶ ἀμαθὴς εἴη ἂν ὡς ἢ τὴν θείαν οἴεσθαι τοῦ Λόγου τετράφθαι φύσιν εἰς ὅπερ οὐκ ἦν, ἢ μεταχωρῆσαι τὴν σάρκα, κατά γε τὸν τῆς ἀλλοιώσεως τρόπον, εἰς τὴν αὐτοῦ τοῦ Λόγου; Ἀμήχανον γάρ. Ἕνα γε μὴν Υἱὸν καὶ μίαν αὐτοῦ φύσιν εἶναί φαμεν, κἂν εἰ ἐν προσλήψει νοοῖτο γενέσθαι σαρκός, ψυχὴν ἐχούσης τὴν νοεράν. Αὐτοῦ γάρ, ὡς ἔφην, γέγονε τὸ ἀνθρώπινον, νοεῖται δὲ πρὸς ἡμῶν οὐχ ἑτέρως πλὴν ὅτι κατὰ τοῦτον αὐτὸν τὸν τρόπον Θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος. Β— Ἄρ᾽ οὖν οὐ δύο φύσεις εἶεν ἄν, Θεοῦ καὶ ἀνθρώπου. Α— Ἕτερον μέν τι καὶ ἕτερον θεότης καὶ ἀνθρωπότης, κατά γε τοὺς ἐνόντας ἑκατέρῳ λόγους. Ἀλλ᾽ ἦν ἐν Χριστῷ ξένως τε καὶ ὑπὲρ νοῦν εἰς ἑνότητα συνδεδραμηκότα, συγχύσεως δίχα καὶ τροπῆς. Ἀπερινόητος δὲ παντελῶς ὁ τῆς ἑνώσεως τρόπος. Β— Καὶ πῶς ἐκ δυοῖν, θεότητός τε καὶ ἀνθρωπότητος, εἷς ἂν νοοῖτο Χριστός;

Α— Οὐ καθ᾽ ἕτερον οἶμαι τρόπον ἢ καθ᾽ ὃν ἂν εἶεν τὰ ἀλλήλοις συνηγμένα πρὸς ἕνωσιν ἀδιάτμητον, καὶ τὴν ὑπὲρ νοῦν, ὡς ἔφην. Β— Οἷον δὴ τί; Α— Ἆρ᾽ οὐχ ἕνα φαμὲν τὸν καθ᾽ ἡμᾶς νοούμενον ἄνθρωπον, καὶ μίαν αὐτοῦ φύσιν, καίτοι τὸ μονοειδὲς οὐκ ἔχοντος, συντεθειμένου δὲ μᾶλλον ἐκ δυοῖν, ψυχῆς δὴ λέγω καὶ σώματος; Β— Φαμέν. Α— Μὴ ἀναμέρος τις ἀπολαβὼν τὴν σάρκα, διαστήσας δὲ αὐτῆς τὴν ἑνωθεῖσαν αὐτῇ ψυχήν, εἰς ἀνθρώπους δύο τὸν ἕνα κατατέμῃ, καὶ τὸν τῆς ὀρθότητος οὐ καταφθείρῃ λόγον; Β— Καὶ μὴν ὁ πάνσοφος γράφει Παῦλος· «Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Α— Ὀρθῶς ἔφης. ᾜδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπτὴν ποιεῖται τὴν διαφοράν.

Ἄνθρωπον δὲ τὸν ἔσω ψυχὴν ὀνομάζει, καὶ μὴν καὶ σάρκα τὸν ἔξω. Διαμέμνηται γὰρ τῶν ἱερῶν Γραμμάτων καὶ ἀπὸ μέρους ἔσθ᾽ ὅτε τὸ σύμπαν ἡμῖν καταδηλούντων ζῶον, ὡς ἔν γε τῷ φάναι Θεόν· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» Μωϋσέα γε μὴν προσδιαλεγόμενον τοῖς ἐξ Ἰσραήλ· «Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον,» καὶ ἐπ᾽ αὐτοῦ δὲ τουτὶ τοῦ Ἐμμανουὴλ γεγονὸς εὑρήσομεν. Μετὰ γάρ τοι τὴν ἕνωσιν, τὴν πρός γέ φημι τὴν σάρκα, κἂν Μονογενῆ καὶ Θεὸν ἐκ Θεοῦ καλέσειέ τις αὐτόν, οὐ δίχα σαρκὸς ἢ γοῦν ἀνθρωπότητος νοοῖτ᾽ ἂν ὑπάρχειν. Κἂν εἴτουν ἄνθρωπον λέγοι, οὐκ ἀποσοβήσει τοῦ εἶναι Θεὸν καὶ Κύριον. Β— Ἀλλ᾽ εἰ μίαν εἶναι φύσιν Υἱοῦ φαμεν, κἂν εἰ νοοῖτο σεσαρκωμένος, πᾶσά πως ἀνάγκη γενέσθαι φυρμὸν ὁμολογεῖν καὶ σύγκρασιν, ὑποκλεπτομένης ὥσπερ τὴς ἀνθρώπου φύσεως ἐν αὐτῷ. Τί γὰρ ἡ ἀνθρώπου φύσις πρὸς τὴν τῆς θεότητος ὑπεροχήν; Α— Μάλιστα μέν, ὦ ἑταῖρε, περιττοεπὴς ὁ λέγων φυρμὸν γενέσθαι καὶ σύγκρασιν εἰ δὴ μία πρὸς ἡμῶν ὁμολογοῖτο φύσις Υἱοῦ σεσαρκωμένου τε καὶ ἐνηνθρωπηκότος.

Οὐ γὰρ ἂν ἔχοι τις ἐξ ἀναγκαίων τε καὶ ἀληθῶν συλλογισμῶν ποιεῖσθαι τὴν δεῖξιν. Ἀλλ᾽ εἰ μὲν νόμον ἡμῖν τὸ οἰκεῖον ἱστᾶσι θέλημα, «διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι.» Προσεκτέον γὰρ ἡμῖν οὐκ ἐκεῖνοις μᾶλλον, ἀλλὰ τῇ θεοπνεύστῳ Γραφῇ. Εἰ δὲ δεῖν οἴονται, διὰ τὸ εἶναι μηδὲν τὴν ἀνθρώπου φύσιν ὡς πρός γε τὴν θείαν ὑπεροχήν, ὑποκλέπτεσθαι τε καὶ δαπανᾶσθαι, καθά φασιν αὐτοί, πάλιν ἐροῦμεν· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.» Οὐ γὰρ ἦν ἀμήχανον τῷ φιλαγάθῳ Θεῷ οἰστὸν ἑαυτὸν ἀποφῆναι τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τοῦτο ἡμῖν προϋπέφηνεν αἰνιγματωδῶς Μωϋσέα μυσταγωγῶν, καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον ὡς ἐν τύποις ἔτι ζωγραφῶν. Ἐπεφοίτησε μὲν γὰρ ἐν εἴδει πυρὸς τῷ βάτῳ κατὰ τὴν ἔρημον, καὶ ἐνήστραπτε μὲν τῷ θάμνῳ τὸ πῦρ, πλὴν οὐ κατεκαίετο. Τεθαύμακε δὲ τὴν ὅρασιν ὁ Μωϋσῆς. Καίτοι πῶς οὐκ ἀσύμβατον εἴη ἂν τῷ πυρὶ τὸ ξύλον; Οἰστὴ δὲ ὅπως ταῖς τῆς φλογὸς ἐμβολαῖς ἡ εὐκατάπρηστος ὕλη. Ἀλλ᾽ ἦν, ὡς ἔφην, μυστηρίου τὸ χρῆμα τύπος, οἰστὴν ἀποφαίνοντος τοῖς τῆς ἀνθρωπότητος μέτροις τὴν θείαν τοῦ Λόγου φύσιν, αὐτοῦ γε ἐθέλοντος. Ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν. Β— Ὡς εὖ ἴσθι τοι, μὴ ἂν ἑλέσθαι τὰ ἴσα φρονεῖν αὐτούς. Α— Ἁλώσεται τοίνυν καὶ ἀναμφιλόγως υἱοὺς ἡμῖν δύο καὶ δύο χριστοὺς ὁ πρὸς αὐτῶν πρεσβεύων λόγος. Β— Δύο μὲν οὐχί.

Φασὶ δὲ ὅτι εἷς μέν ἐστιν ὁ κατὰ φύσιν Υἱός, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁ δὲ ληφθεὶς ἄνθρωπος φύσει μέν ἐστιν υἱὸς Δαυείδ, υἱὸς δὲ τοῦ Θεοῦ διὰ τὸ ἀνειλῆφθαι ὑπὸ τοῦ Θεοῦ Λόγου, καὶ διὰ τὸ κατῳκηκέναι ἐν αὐτῷ τὸν Θεὸν Λόγον, εἰς ταύτην ἦλθε τὴν ἀξίαν, καὶ χάριτι τὴν υἱοθεσίαν ἔχει. Α— Εἶτα ὅποι ποτὲ νοῦ καὶ φρενὸς εἴεν ἂν οἱ τῇδε δοξάζοντες; Ἢ πῶς οὐ δυάδα φασὶν υἱῶν, ἀποδιϊστάντες ἀλλήλων ἄνθρωπον καὶ Θεόν; Εἴπερ ἐστὶ κατ᾽ αὐτοὺς ὁ μὲν φύσει τε καὶ ἀληθῶς Υἱός, ὁ δὲ χάριτι τὴν υἱοθεσίαν ἔχων, καὶ εἰς ταύτην ἦλθε τὴν ἀξίαν ὡς ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, ἆρ᾽ οὖν ἔχει τι τὸ μεῖζον ἢ καθ᾽ ἡμᾶς; Ἐναυλίζεται γὰρ καὶ ἐν ἡμῖν αὐτοῖς, καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ ἱερώτατος Παῦλος· «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν.» Ἐν ἡμῖν γάρ ἐστι διὰ τοῦ Πνεύματος, «ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ.» Οὐκοῦν, κατ᾽ οὐδένα τρόπον εἴη ἂν τὰ καθ᾽ ἡμᾶς ἐν μείοσιν εἰ τῶν ἴσων ἠξιώμεθα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Χάριτι γὰρ καὶ ἡμεῖς υἱοὶ καὶ θεοί.

Ἐνηνέγμεθα δὲ πάντως εἰς ταύτην τὴν ὑπερφυᾶ καὶ τεθαυμασμένην ἀξίαν, ὡς ἔναυλον ἔχοντες τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον. Ἀνόσιον δὲ καὶ ἀπόπληκτον παντελῶς τὸ ἠξιῶσθαι λέγειν αὐτοὺς τῆς υἱοθεσίας τὸν Ἰησοῦν, καὶ ὡς ἐν χάριτος μοίρᾳ τὴν ἐπὶ τῷδε δόξαν ἑλεῖν. Β— Φράσαις ἂν ὅπως. Α— Καὶ μάλα. Πρῶτον μὲν γάρ, ὡς ἔφην, ἕτερος ὢν ἰδικῶς Υἱὸς καὶ Χριστὸς καὶ Κύριος παρὰ τὸν ἀληθῆ τε καὶ κατὰ φύσιν, νοοῖτ᾽ ἂν ἐντεῦθεν. Εἶτα πρὸς τούτῳ καὶ ἕτερόν τι τῶν ἀμηχάνων εἰσκρίνεται, καὶ τοῖς εἰς ὀρθότητα λογισμοῖς οὐκ ἀπεοικότως ἀντανιστάμενον. Β— Τὸ ποῖόν τι φής; Α— Ὁ πάνσοφος Ἰωάννης περὶ Χριστοῦ φησιν· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ἆρ᾽ οὖν ὁ χάριτι τὴν υἱοθεσίαν ἔχων, καὶ εἰσκεκριμένον ἑλῶν ἀξίωμα τὸ εἶναι ὅ ἐστι, χαρίσαιτ᾽ ἂν καὶ ἑτέροις ὃ πεπλούτηκε μόλις; Οὐκ ἀπίθανον εἶναί σοι τὸ χρῆμα δοκεῖ; Β— Καὶ μάλα. Α— Τὸ δὲ μὴ φύσει προσόν, ἔξωθεν δὲ μᾶλλον εἰσπεποιημένον, οὐκ ἀπόβλητον γένοιτ᾽ ἄν, κατά γε τὸ ἐγχωροῦν; Β— Πῶς γὰρ οὔ; Α— Οὐκοῦν, εἴη ἂν τῶν ἐνδεχομένων καὶ ἀπολισθεῖν ποτε δύνασθαι τῆς υἱότητος τὸν Υἱόν. Οὐ γὰρ ἀνύποπτον εἰς ἀποβολὴν ὃ μὴ φυσικοῖς ἐρήρεισται νόμοις. Β— Ὧδε ἔχει.

Α— Καὶ καθ᾽ ἕτερον δὲ τρόπον καταθεῷτό τις ἂν ὡς ἀκαλλές τέ ἐστι καὶ τῆς ἀνωτάτω δυσβουλίας ἐπίμεστον ἀληθῶς τὸ δόγμα αὐτοῖς. Εἰ γάρ ἐστιν ἀληθὲς ὡς τὸ κατὰ θέσιν καὶ χάριν ἀεί πώς ἐστιν ἐν ὁμοιώσει τοῦ κατὰ φύσιν καὶ ἀλήθειαν, πῶς ἡμεῖς κατὰ θέσιν υἱοί, πρὸς αὐτὸν ἔχοντες τὴν ἀναφορὰν ὡς πρὸς Υἱὸν ἀληθῶς, εἰ καὶ αὐτὸς μεθ᾽ ἡμῶν ἐν τοῖς κατὰ χάριν ἐστί; Πῶς δὲ καὶ ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς ὡς υἱὸς πέμπεται μετὰ τοὺς οἰκέτας; Ὃν ἑωρακότες, ἔφασαν οἱ τοῦ ἀμπελῶνος μελεδωνοί· «Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτόν.» Ἔστι τοίνυν ὁ ἐν σαρκὶ πεφηνὼς καὶ τῆς Ἰουδαίων σκαιότητος εἰς πεῖραν ἐλθὼν Υἱὸς ἀληθῶς, καὶ ἐλεύθερος, ὡς φύσεως δηλονότι τῆς ἐλευθέρας ἐκπεφυκώς, καὶ οὐκ ἔν γε τοῖς ὑπὸ ζυγὸν καθὸ νοεῖται Θεός, καὶ εἰ γέγονε καθ᾽ ἡμᾶς τοὺς ὑπὸ ζυγὸν δουλείας υἱὸς ὁ Υἱός, ὡς ἔφην, φύσει τε καὶ ἀληθῶς, ὁ πέρα ζυγοῦ καὶ ὑπὲρ τὴν κτίσιν, πρὸς ὃν καὶ ἡμεῖς, οἱ κατὰ θέσιν καὶ χάριν υἱοὶ μεμορφώμεθα. Β— Οὐ λέγομεν, φασί, τὸν ἄνθρωπον Υἱὸν εἶναι 〈φύσει〉 τοῦ Θεοῦ, ἵνα μὴ δύο φύσει υἱοὺς εἴπωμεν. Ὥσπερ γὰρ ὁ ἐξ οὐρανῶν κατελθὼν Λόγος οὔκ ἐστι κατὰ φύσιν υἱὸς τοῦ Δαυείδ, οὕτως οὐδὲ ὁ ἐκ σπέρματος τοῦ Δαυεὶδ Υἱός ἐστι κατὰ φύσιν τοῦ Θεοῦ. Α— Διατετμήσονται δὴ οὖν εἰς υἱοὺς δύο, καὶ ἄμφω ψευδώνυμοι καταφωραθεῖεν ἄν.

Φαίη δ᾽ ἄν, οἶμαι, τὶς εἰκαῖον εἶναι φενακισμὸν τὸ Χριστοῦ μυστήριον, εἴπερ ὧδε ἔχει καθὰ ληροῦντές φασιν οἱ διεναντίας. Ποῦ τοιγαροῦν ἡ ἕνωσις, καὶ ἐφ᾽ ὅτῳ πεπράχθαι φασὶν αὐτήν; Ἢ τάχα που καὶ τὸ γενέσθαι σάρκα τὸν Λόγον οὐκ ἀληθὲς ὂν ἐκφαίνεται, καὶ περιττῶς εἰσκεκομισμένον, εἰ μὴ κεχρημάτικεν υἱὸς τοῦ Δαυεὶδ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος διὰ τὸ ἐκ σπέρματος αὐτοῦ γενέσθαι κατὰ τὴν σάρκα. Χρῆναι δὲ οἶμαι καὶ πρὸς ἡμῶν ἀκούειν αὐτοὺς τὸ παρ᾽ αὐτοῦ τοῦ Χριστοῦ τοῖς Ἰουδαίων καθηγηταῖς εἰρημένον· «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱός ἐστι; »Κἂν εἰ φαῖεν ὅτι τοῦ Δαυείδ, ἀκούσονται πρὸς ἡμῶν· «Πῶς οὖν Δαυεὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ οὖν Δαυεὶδ ἐν Πνεύματι καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;» Ὁ μὴ κατὰ φύσιν καὶ ἀληθῶς Υἱός, καθά φασιν οἱ διεναντίας, συνεδρεύει τε τῷ Θεῷ, καὶ ὁμόθρονος, εἰπέ μοι, τῷ πάντων κρατοῦντι γίνεται;

Καίτοι, καθά φησιν ὁ πάνσοφος Παῦλος, οὐδενὶ πώποτε τῶν ἀγγέλων εἴρηκεν ὁ Πατήρ· «Υἱός μου εἶ σύ,» ἀλλ᾽ οὐδέ· «Κάθου ἐκ δεξιῶν μου.» Εἶτα πῶς ἐν τοῖς ὑπερτάτοις ἀξιώμασι καὶ ἐν τοῖς τῆς θεότητος θάκοις ὁ ἐκ γυναικός, καὶ πέρα πάσης Ἀρχῆς καὶ Κυριότητος, Θρόνων τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· «Εἰ οὖν Δαυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι;» φρονεῖν ἀναπείθει τοὺς οἵπερ ἂν εἶεν τῆς ἀληθείας ἐρευνηταί, ὡς ἐν μεθέξει σαρκὸς καὶ αἵματος γεγονὼς ὁ Λόγος, εἷς μεμένηκε καὶ οὕτως Υἱός· ὅτι μέν ἐστι Θεός, ἐκ θεοπρεποῦς ὑπεροχῆς καὶ κυριότητος μαρτυρούμενος, ὅτι δὲ πέφηνεν ἄνθρωπος, τοῦ καὶ Υἱὸν χρηματίσαι Δαυεὶδ εὖ μάλα κατασημαίνοντος. Β— Φαῖεν ἂν ἴσως καὶ πρός γε ταῦτα, διατεκμαίρομαι γάρ· Ἆρ᾽ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς καὶ αὐτὸν εἶναι δώσομεν τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Καίτοι πῶς ἡ τοιάδε πεῦσις οὐ πολὺ δὴ λίαν τὸ ἀσύφηλον ἔχει; Καὶ ἀπᾳδόντως ἂν γένοιτο τῇ τοῦ μυστηρίου δυνάμει καὶ τοῖς τῆς ἀληθείας φιλοθεάμοσιν; Β— Φράσον ὅπως. Α— Μὴ γάρ μοι διέλῃς, ὡς ἕτερόν τινα λέγων παρὰ τὸν ἕνα Χριστὸν καὶ Υἱὸν 〈καὶ〉 Κύριον, τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Ὁ γάρ τοι τῆς ὀρθότητος λόγος τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Υἱὸν μονογενῆ αὐτὸν καὶ οὐχ ἕτερον εἶναι βούλεται τὸν ἐκ Δαυεὶδ κατὰ σάρκα.

Μὴ τοίνυν ἐξ ἀμετρήτου λεγόντων ἐμβροντησίας, ὅτι ὥσπερ ὁ ἐξ οὐρανοῦ κατελθὼν Λόγος οὔκ ἐστι κατὰ φύσιν υἱὸς τοῦ Δαυείδ, οὕτως οὐδὲ ὁ ἐκ σπέρματος τοῦ Δαυεὶδ Υἱός ἐστι κατὰ φύσιν τοῦ Θεοῦ.

Ὁ γάρ τοι φύσει καὶ ἀληθῶς ἐκ τοῦ 〈Θεοῦ καὶ〉 Πατρὸς ἀναλάμψας Λόγος, ἐν προσλήψει γεγονὼς σαρκὸς καὶ αἵματος, καθάπερ ἔφην ἀρτίως, μεμένηκεν ὁ αὐτός, τουτέστι φύσει τε καὶ ἀληθῶς Υἱὸς τοῦ Πατρός, εἷς ὢν καὶ μόνος, καὶ οὐχ ὡς ἕτερος μεθ᾽ ἑτέρου, ἵνα καὶ ἓν αὐτοῦ νοῆται πρόσωπον. Συναγείροντες γὰρ οὕτως πρὸς ἕνωσιν ἀληθῆ καὶ τὴν ὑπὲρ νοῦν καὶ λόγον τὰ τοῖς τῆς φύσεως λόγοις πρὸς ἀνομοιότητα διεσχοινισμένα, τὴν ἀπλανῆ τῆς πίστεως βαδιούμεθα τρίβον. Ἕνα γὰρ καὶ τὸν αὐτὸν εἶναί φαμεν Χριστὸν Ἰησοῦν, ἐκ Θεοῦ μὲν Πατρὸς ὡς Θεὸν Λόγον, ἐκ σπέρματος δὲ κατὰ σάρκα τοῦ [θεσπεσίου] Δαυείδ. Ἢ οὐκ ἄριστά σοι ταῦτα διεσκέφθαι δοκῶ; Β— Πάνυ μὲν οὖν. Α— Προσερήσομαι δέ τι καὶ ἕτερον τοὺς διεναντίας. Β— Τὸ τί δὴ φής; Α— Οὐ γὰρ ἐκ Θεοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχειν πεπιστεύκασι τὸν μονογενῆ Θεὸν Λόγον, τόν γε μήν, ὡς αὐτοί φασι, ληφθέντα κατὰ συνάφειαν ἄνθρωπον ἐκ σπέρματος γενέσθαι τοῦ θεσπεσίου Δαυεὶδ διατείνονται; Β— Οὕτω φασί. Α— Πλεονεκτήσει δὴ οὖν πάντη τε καὶ πάντως, φύσει τε καὶ δόξῃ Θεὸς ὢν ὁ Λόγος, τὸν ἐκ σπέρματος τοῦ Δαυείδ, καὶ ὑπεραλεῖται τοσοῦτον ὅσον ἂν ἔχοι τὸ μεσολαβοῦν τῶν φύσεων ἡ διαφορά.

Ἢ εἴπερ οὔκ ἐστιν ἀληθὲς ὅ φημι, διαιροῦσιν ἀνθότου, καὶ 〈τὸν μὲν νέμοντα τὴν δόξην καὶ〉 τὴν ἐξουσίαν, τὸν δὲ λαβόντα παρακομίζουσι, καὶ τοῦθ᾽ ὅπερ ἐστὶν ἐν τάξει γερῶν καὶ ἐν χαρίσματος μοίρᾳ κερδαίνοντα.

Μεῖον δὲ πάντως καὶ ἐν δευτέροις τοῦ διδόντος τὸ δεχόμενον, καὶ τοῦ δοξάζοντος τὸ τῆς παρ᾽ αὐτοῦ δόξης μετεσχηκός. Β— Πλείστην, οἶμαι, καὶ αὐτοὶ φαῖεν ἂν τὴν διαφορὰν Θεοῦ τε καὶ ἀνθρώπων. Α— Εἶτα πῶς ὁ πάνσοφος Παῦλος, ὁ τῶν θείων μυστηρίων ἱερουργός, ὁ αὐτὸν ἔνοικον ἔχων τὸν κηρυττόμενον, καὶ λαλῶν ἐν Πνεύματι, τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων καὶ Θεὸν ὀνομάζει, καὶ εὐλογητὸν εἶναί φησιν εἰς τοὺς αἰῶνας, ἀμήν;