Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ ἐξόδου ψυχῆς

Κύριλλος Ἀλεξανδρείας

Η έξοδος της ψυχής, τα εναέρια τελώνια και η κατάληξη δικαίων και αδίκων

Η συνάντηση της ψυχής με τους αγγέλους και τους δαίμονες, η διεξέλευση από τα τελώνια των παθών και η ματαιότητα της κοσμικής δόξας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 5

Παραγίνονται γὰρ ἐφ᾽ ἡμᾶς στρατιαὶ καὶ δυνάμεις οὐράνιοι· καὶ τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμοκράτορες τῆς πονηρίας, οἱ τελωνάρχαι, καὶ λογοθέται, καὶ πρακτοψηφισταὶ τοῦ ἀέρος· καὶ σὺν αὐτοῖς ὁ ἀνθρωποκτόνος διάβολος, ὁ ἐν κακίᾳ δυνάστης, οὗ ἡ γλῶσσα, ὡσεὶ ξυρὸν ἠκονημένον· περὶ οὗ φησιν ὁ προφήτης· «Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς·» καὶ ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ὁ δράκων ὁ μέγας, ὁ ἀποστάτης, ὁ ᾅδης, ὁ πλατύνων στόμα αὐτοῦ, ὁ ἄρχων τῆς ἐξουσίας τοῦ σκότους, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος καὶ τρόπῳ τινὶ δίκην, κατέχων τὴν ψυχὴν, ἐπιφέρων καὶ ψηφίζων πάντα τὰ ἐμοὶ πεπραγμένα ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει, καὶ ἐν ἀγνοίᾳ, ἀνομήματα καὶ ἁμαρτήματα, ἀπὸ τῆς νεότητος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν. Ὁποῖον φόβον καὶ τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θεωροῦσαν τοὺς φοβεροὺς, καὶ ἀγρίους, καὶ ἀπηνεῖς, καὶ ἀνηλεεῖς καὶ ἀτιθάσσους δαίμονας, ὡς Αἰθίοπας ζοφώδεις παρισταμένους, ὧν καὶ αὐτὴ ἡ ἰδέα μόνη χαλεπωτέρα ὑπάρχει πάσης κολάσεως, οὕστινας ὁρῶσα ἡ ψυχὴ θορυβεῖται, θροεῖται, ὀδυνᾶται, ταράσσεται, καὶ συστέλλεται, πρὸς τοὺς τοῦ Θεοῦ ἀγγέλους προσφεύγουσα;

Κατέχεται οὖν ἡ ψυχὴ ὑπὸ τῶν ἁγίων ἀγγέλων, διὰ τοῦ ἀέρος παρερχομένη, καὶ ὑψουμένη, εὑρίσκει τε τελώνια φυλάττοντα τὴν ἄνοδον, καὶ κρατοῦντα, καὶ διακωλύοντα τὰς ἀναβαινούσας ψυχάς. Ἕκαστον τὸ τελώνιον τὰς οἰκείας ἁμαρτίας προσφέρει αὐτῶν· τὸ μὲν τῆς καταλαλιᾶς, ὅσα διὰ στόματος καὶ γλώττης ἀπὸ ψεύδους, καὶ ὅρκου, καὶ ἐπιορκίας, ἀργολογίας τε καὶ φλυαρίας, καὶ ματαιολογίας καὶ γαστριμαργικὰς παραχρήσεις, ἀσωτοποσίας τε οἴνου, καὶ ἀμέτρους γέλωτας, καὶ ἀπρεπεῖς, καὶ φιλημάτων ἀσέμνων καὶ ἀπρεπῶν, καὶ ᾀσμάτων πορνικῶν· οἱ δὲ ἅγιοι ἄγγελοι οἱ τὴν ψυχὴν ὁδηγοῦντες, προσφέρουσι καὶ αὐτοὶ, ὅσα διὰ στόματος καὶ γλώσσης ἐλαλήσαμεν ἀγαθὰ, προσευχὰς, εὐχαριστίας, ψαλμοὺς, ᾠδὰς, ὕμνους, καὶ ᾄσματα πνευματικὰ, ἀναγνώσεις τῶν Γραφῶν, καὶ ὅσα διὰ στόματος καὶ γλώσσης ἀγαθὰ τῷ Θεῷ προεπέμψαμεν.

Δεύτερον τελώνιον, ὅρασις ὀμμάτων, καὶ ὅσα ἀπὸ ἀπρεποῦς θέας, καὶ περιέργου, καὶ ἀχαλινώτου ὁράσεως, καὶ νευμάτων δολίων. Τρίτον τελώνιον, τῆς ἀκοῆς, καὶ ὅσα διὰ τῆς τοιαύτης αἰσθήσεως, τὰ ἀκάθαρτα πνεύματα δέχονται. Τέταρτον τελώνιον, ἡ ὄσφρησις ὀσμῆς τε εὐώδους ἀλειμμάτων, καὶ ἡδονικῆς ὀσφρήσεως, ἅπερ γυναιξὶ θυμελικαῖς, καὶ ἑταίραις πρέπουσι. Πέμπτον τελώνιον, ὅσα δι᾽ ἁφῆς χειρῶν πονηρὰ καὶ χαλεπὰ ἐπράχθησαν· καὶ τὰ λοιπὰ τῆς κακίας τελώνια, φθόνου τε καὶ ζήλου, κενοδοξίας τε καὶ ὑπερηφανίας, πικρίας καὶ ὀργῆς, ὀξυχολίας τε καὶ θυμοῦ, πορνείας, καὶ μοιχείας, καὶ μαλακίας, φόνου τε καὶ φαρμακείας, καὶ τῶν λοιπῶν θεοστυγῶν καὶ μιαρῶν πράξεων· ὧν ἐν τῇ παρούσῃ ὥρᾳ οὐκ ἔνι λεπτομερῶς διηγήσασθαι· ἀλλ᾽ ἐν ἑτέρῳ καιρῷ ταμιευέσθω· καὶ ἁπλῶς οὕτως καθεξῆς ἕκαστον πάθος ψυχῆς, καὶ πᾶν ἁμάρτημα ἰδίους τελώνας ἔχει, καὶ φορολόγους. Ψυχὴ οὖν ἡ ταῦτα καὶ μείζονα, καὶ πλείονα τούτων θεωροῦσα, ὁποῖον φόβον, καὶ τρόμον, καὶ κλόνον δοκεῖς ἔχειν, ἕως ὅτου ἡ ἀπόφασις ἔλθῃ, καὶ ἡ ἐλευθερία αὐτῆς γένηται; Ἐκείνη ἐστὶν ἡ ὥρα ἐπόδυνος, καὶ ἐπικίνδυνος, καὶ πολυστένακτος, καὶ ἀπαραμύθητος, ἕως ἂν ἴδῃ τί τὸ ἀποβησόμενον. Αἱ γὰρ θεῖαι δυνάμεις ἵστανται, καὶ πρόσωπον τῶν ἀκαθάρτων πνευμάτων· καὶ αὗται τὰς καλὰς αὐτῆς ἐπιφέρουσι πράξεις, διά τε λόγων.

καὶ ἔργων, καὶ λογισμῶν, καὶ ἐννοιῶν· κατανοεῖ ἡ ψυχὴ μέσον ἱσταμένη ἐν φόβῳ καὶ τρόμῳ, ἕως οὗ ἐκ τῶν πράξεων, καὶ τῶν ἔργων, καὶ λόγων αὐτῆς, ἡ κατακριθεῖσα δεσμευθῇ, ἢ δικαιωθεῖσα ἐλευθερωθῇ (τῶν ἰδίων γὰρ ἁμαρτημάτων ἕκαστος ταῖς σειραῖς σφίγγεται)· καὶ ἐὰν ᾖ ἀξία, εὐσεβῶς ζήσασα, καὶ θεαρέστως βιώσασα, παραλαμβάνουσιν αὐτὴν ἄγγελοι· καὶ λοιπὸν ἀμέριμνος οὖσα, πορεύεται ἔχουσα συνοδοιπόρους τὰς ἁγίας δυνάμεις, κατὰ τὸ γεγραμμένον· «Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.» Τότε πληροῦται τὸ εἰρημένον· «Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός.» Τότε ἀπαλλαγεῖσα τῶν πονηρῶν καὶ σαπρῶν καὶ φοβερῶν πνευμάτων ἐκείνων, πορεύεται εἰς ἐκείνην τὴν ἀνεκλάλητον χαράν.

Ἐὰν δὲ εὑρεθῇ ἐν ἀμελείᾳ καὶ ἀσωτίᾳ ζήσασα, ἀκούει τὴν δεινοτάτην ἐκείνην φωνήν· «Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.» Τότε αὐτὴν καταλαμβάνουσιν ἡμέραι ὀργῆς, καὶ θλίψεως, καὶ ἀνάγκης, καὶ στενοχωρίας, ἡμέρα σκότους καὶ γνόφου· τότε ἀφέντες αὐτὴν οἱ ἅγιοι τοῦ Θεοῦ ἄγγελοι, παραλαμβάνουσιν αὐτὴν οἱ Αἰθίοπες ἐκεῖνοι δαίμονες, καὶ τύπτοντες αὐτὴν ἀνηλεῶς κατάγουσιν εἰς τὴν γῆν· καὶ διχάσαντες αὐτὴν, ῥίπτουσιν αὐτὴν δεδεμένην δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου· ἔνθα τυγχάνουσιν ἀποκεκλεισμέναι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν, τῶν ἀπ᾽ αἰῶνος κεκοιμημένων, καθώς φησιν ὁ Ἰακώβ· εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς γῆν σκότους αἰωνίου οὐκ ἐπίφεγγος, οὐδὲ ζωὴ βροτῶν, ἀλλ᾽ ὀδύνη αἰώνιος, καὶ λύπη ἀτελεύτητος, καὶ κλαυθμὸς ἄπαυστος, καὶ βρυγμὸς ὀδόντων ἀσίγητος, καὶ στεναγμοὶ ἀκοίμητοι· ἐκεῖ οὐαὶ διαπαντὸς, ἐκεῖ οἴμοι, οἴμοι!

ἐκεῖ κράζουσι, καὶ οὐκ ἔστιν ὁ βοηθῶν· βοῶσι, καὶ οὐδείς ἐστιν ὁ ῥυόμενος· οὐκ ἔστι διηγήσασθαι τὴν ἀνάγκην ἐκείνην· οὐκ ἔστιν εἰπεῖν διὰ γλώττης τὰς ὀδύνας τῶν ἐκεῖσε κατακειμένων καὶ ἀποκεκλεισμένων ψυχῶν ἀδυνατεῖ πᾶν στόμα ἀνθρώπου φανερῶσαι τὸν φόβον καὶ τὸν τρόμον ἐκεῖνον· οὐκ ἕνι χείλη ἀνθρώπου ἰσχύοντα εἰπεῖν τὴν περίστασιν, καὶ τὸν κλαυθμὸν αὐτῶν· στενάζουσι διηνεκῶς καὶ ἀπαύστως, ἀλλ᾽ οὐδεὶς ὁ ἐλεῶν· κράζουσιν ἐκ βάθους, ἀλλ᾽ οὐδεὶς ὁ εἰσακούων· ἀποδύρονται, ἀλλ᾽ οὐδεὶς ὁ ῥυόμενος· ἀνακαλοῦνται, καὶ κόπτονται, ἀλλ᾽ οὐδεὶς ὁ σπλαγχνιζόμενος. Τότε ποῦ ἡ καύχησις τοῦ κόσμου τούτου; ποῦ ἡ κενοδοξία; ποῦ ἡ τρυφή; ποῦ ἡ ἀπόλαυσις; ποῦ ἡ σπατάλη; ποῦ ἡ φαντασία; ποῦ ἡ ἀνάπαυσις; ποῦ ὁ κόσμος; ποῦ τὰ χρήματα; ποῦ ἡ εὐγένεια; ποῦ τότε ἡ τερπνότης; ποῦ ἡ ἀνδρεία τῆς σαρκός; ποῦ τὸ κάλλος τῶν γυναικῶν τὸ ψευδὲς καὶ ἀνωφελές; ποῦ τότε ἡ παῤῥησία ἡ ἀναιδὴς καὶ ἀναίσχυντος; ποῦ τότε ὁ καλλωπισμὸς τῶν ἱματίων; ποῦ ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ σιφνή; ποῦ ὁ τὴν βδελυρὰν τῶν ἀνέρων κοίτην, ἡδονὴν ἡγούμενος; ποῦ οἱ τὰ μύρα καὶ τὰ ἀλείμματα ἀλειφόμενοι καὶ καπνιζόμενοι; ποῦ οἱ μετὰ τυμπάνων καὶ κιθάρας τὸν οἶνον πίνοντες; ποῦ τότε ἡ καταφρόνησις τῶν ἐν ἀφοβίᾳ ζώντων; ποῦ ἡ φιλαργυρία, καὶ ἡ φιλοχρηματία, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγχνία;

ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερηφανία ἡ πάντα βδελυσσομένη, καὶ ἑαυτὴν λογιζομένη εἶναί τι; ποῦ τότε ἡ κενὴ καὶ ματαία τῶν ἀνθρώπων δόξα; ποῦ ἡ λαγνεία καὶ ἡ ἀκολασία; ποῦ ἡ δυναστεία, καὶ ἡ τυραννίς; ποῦ τότε βασιλεύς; ποῦ ἄρχων; ποῦ ἡγούμενος; ποῦ οἱ ἐπ᾽ ἐξουσιῶν; ποῦ οἱ γαυριῶντες ἐπὶ πλήθει πλούτου, καὶ πτωχοὺς μὴ ἐλεοῦντες, καὶ τοῦ Θεοῦ καταφρονοῦντες; ποῦ τὰ θέατρα, καὶ τὰ κυνήγια; ποῦ τότε οἱ μετεωριζόμενοι, καὶ μετριάζοντες, καὶ ἀμερίμνως βιοῦντες; ποῦ τὰ μαλακὰ ἐνδύματα, καὶ αἱ στρωμναὶ αἱ μαλακαὶ, καὶ ἁπαλαί; ποῦ αἱ ὑψηλαὶ οἰκοδομαὶ, καὶ τὸ εὗρος τῶν στοῶν; ποῦ οἱ ἐν ἀφοβίᾳ ζήσαντες; Τότε ἰδόντες, θαυμάσουσι καὶ φρίξουσι, καὶ καταπλαγέντες ὀλολύξουσι, ταραχθέντες σαλευθῶσι· τρόμος αὐτοὺς ἐπιλάβοι, καὶ ὠδῖνες ὡσεὶ τικτούσης, ἐν πνεύματι βιαίῳ συντριβήσονται ἀφανιζόμενοι. Ποῦ τότε ἡ σοφία τῶν σοφῶν; ποῦ τῶν ῥητόρων ἡ εὐγλωττία, καὶ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαὶ, οὐαί! ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;