ΛΟΓΟΣ Θʹ.
Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός.
Οὐκ εὐλόγως οἱ χριστομάχοι τὰ περὶ τῆς θεότητος τοῦ Υἱοῦ γυμνάζοντες, καὶ σχέσιν ζητοῦντες ἣν ἔχει φυσικῶς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ταῖς ἀνθρωπίνως εἰρημέναις κέχρηνται φωναῖς, αἷς ὁ Κύριος εἶπεν, ὅτε τὴν ἡμῶν σάρκα περιεβάλετο. Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος οἰκονομικῶς διαλέγεται, ἐν τούτῳ ἡ ἀσώματος οὐσία χαρακτηρίζεται, ἀλλ᾽ εἰδέναι χρὴ καὶ πιστεύειν, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ὁμοούσιος κατὰ πάντα τῷ Πατρὶ, τὴν ἀνθρώπου φύσιν περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, ἵνα καὶ ὡς ἄνθρωπος ἔσθ᾽ ὅτε λαλῇ, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Λαλεῖ δὲ καὶ ὡς Θεὸς τὰ ὑπὲρ ἄνθρωπον, ὡς τοῦτο κατὰ φύσιν ὢν, καὶ ὅτε καιρὸς τὴν τούτου χρείαν εἰσφέρει. Ἀλλ᾽ εἴ τις βούλοιτο τὰ ἀνθρωπινώτερον καὶ οἰκονομικῶς, καθάπερ ἔφην, εἰρημένα φέρειν ἐπὶ τὸν τῆς θεότητος αὐτοῦ λόγον, καὶ πάλιν, τὰ θεϊκῶς εἰρημένα φέρειν ἐπ᾽ ἐκεῖνον τὸν καιρὸν καθ᾽ ὃν γέγονεν ἄνθρωπος, ἀδικήσει τῶν πραγμάτων τὴν φύσιν, καὶ ἀναιρήσει τὴν οἰκονομίαν. Ποτὲ μὲν γὰρ ὡς Θεὸς λέγει· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Καὶ πάλιν· «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ.» Εἰ δέ τις βούλοιτο μόνον αὐτῷ φυλάττειν τὸ θεοπρεπὲς ἀξίωμα, ἀναιρήσει πάντως τὸ ἐν ὑστέροις καιροῖς ἄνθρωπον γενέσθαι αὐτόν. Οὐ γὰρ ἦν ἐν ἀνθρωπότητι, πρὶν Ἀβραὰμ γενέσθαι, οὐδὲ καθὸ ἄνθρωπος καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ.