Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγοι Η'-Ι': Η ομοουσιότητα και φυσική ομοιότητα του Υιού προς τον Πατέρα

Ανασκευή της άποψης περί ομοιότητας μόνο στη βούληση και απόδειξη της ταυτότητας της ουσίας, με ερμηνεία του ευαγγελικού χωρίου «Τί με λέγεις αγαθόν».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 22

ΛΟΓΟΣ Ηʹ. Πρὸς τοὺς λέγοντας, ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ βουλήσει αὐτοῦ ὅμοιός ἐστιν ὁ Υἱός. Πολλὴν ἄν τις εἰκότως ἀβουλίαν τῶν χριστομάχων καταψηφίσαιτο, ἢ λογιεῖται ὀρθῶς μαίνεσθαι, πιστεύων τοῖς τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιον εἶναι λέγουσι τὸν Υἱὸν, οὐκ αὐτῷ τῷ Πατρί· καίτοι τῆς θείας Γραφῆς οὐ τοῦτον ἐκφερούσης περὶ αὐτοῦ τὸν ὅρον, ἀλλ᾽ οὐδὲ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὴν βούλησιν τοῦ Πατρός. Ἐχρῆν δέ γε τὸν εἰπόντα Χριστόν· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» μὴ τῷ Πατρὶ κατὰ φύσιν ἑαυτὸν ἐξομοιοῦν, τῇ βουλήσει δὲ μᾶλλον αὐτοῦ, εἴπερ οὕτως ἔχει, καθάπερ ἐκεῖνοί φασιν. Ἀλλ᾽ οὐδαμοῦ τὴν βούλησιν ὀνομάσας, εἰκόνα δὲ τοῦ Πατρὸς ἑαυτὸν προσειπὼν, δῆλος ἂν εἴη τὴν ἐκείνων ὑπόνοιαν ἀναιρῶν.

ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους· Ἡ βούλησις αὕτη τοῦ Πατρὸς, ἧς ὅμοιον εἶναί φατε τὸν Υἱὸν, πότερόν ποτε οὐσία τίς ἐστι, καὶ ὑπέστη αὐτὴ καθ᾽ ἑαυτὴν, ἢ οὐχί; Εἰ μὲν γὰρ οὐσιώδη καὶ ὑποστατικὴν εἶναι δώσετε ταύτην, πῶς ἔτι μονογενὴς ὁ Υἱὸς, τρίτος ὢν ἐκ Πατρός; Φαίνεται γὰρ μεσολαβοῦσα τὴν γέννησιν αὐτοῦ βούλησίς τις ἐνυπόστατος καὶ ζῶσα, κατὰ τὴν ὑμετέραν πρότασιν. Εἰ δὲ τοῦτο παραιτούμενοι, οὐ καθ᾽ ὑπόστασιν τὴν βούλησιν διακεῖσθαι δώσετε, οὐδὲ οὐσίαν εἶναι ζῶσαν καὶ ὑπάρχουσαν, ὥσπερ τὸν Υἱὸν, ἀπαιδεύτως σφόδρα καὶ ἀμαθῶς μὴ δύο παραθέντες οὐσίας ὁμοιότητα ζητεῖτε. Πῶς γὰρ ἔσται τὸ ἐνυπόστατον τῷ μὴ τοιούτῳ προσεοικός; ἢ πῶς τὸ μὴ εἰς οὐσίαν ἐνεχθὲν τῷ ὑφεστηκότι κατὰ τὸν τῆς ἐμφερείας τρόπον ἀντεξετάζοιτο;

ΑΛΛΟ. Καὶ τίς οὐκ ἂν ὁμολογήσειε νοῦν ἔχων ὅτι τῷ ζώῳ πρὸς τὸ ζῶον ἡ ὁμοιότης, καὶ τῷ μὴ ζώῳ πρὸς τὸ μὴ ζῶον; Τὰ γὰρ ἑτερογενῆ καὶ πάντη τῆς πρὸς ἄλληλα σχέσεως φυσικῶς διακεκομμένα, οὐκ ἄν τις εὖ φρονῶν ἀντεξετάζοι πρὸς ἄλληλα, οὐδὲ τοῦτο ἐκείνῳ προσεοικὸς, οὔτε μὴν ἐκεῖνο τούτῳ φήσειεν ἄν.

Οἷον φέρε εἰπεῖν· Ἄνθρωπος προσκείσθω, ἢ ἕτερόν τι τῶν ὄντων ὅσα πίπτει πρὸς τὸν ὅρον τοῦ ζώου, κείσθω καὶ ἐπιστήμη, ἤτοι σοφία, ἤτοι βούλησις, ἢ ἕτερόν τι τῶν ὅσα καθ᾽ ἑαυτὰ οὐκ ἐνυπόστατα μὲν, ἐνυπάρχει δὲ ὅμως τῶν ὄντων τισὶν, ἀνθρώποις τυχὸν ἢ ἀγγέλοις. Ἆρ᾽ οὖν, εἴ τις τὸν ἄνθρωπον ἢ ἕτερόν τι ζῶον τῇ ἐπιστήμῃ ἤτοι τῇ σοφίᾳ ἢ τῇ βουλήσει προσεοικέναι φήσειεν, οὐκ ἂν εἰκότως μωρίας ὀφλήσοι γέλωτα, τὰ μηδὲν ἀλλήλοις προσεοικότα δοκιμάζειν τε καὶ ἀντεξετάζειν ἐπιχειρῶν;

Οὐκοῦν ἐνυπόστατος ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, τῇ ἀνυποστάτῳ βουλήσει κατ᾽ οὐδὲν ἔσται προσεοικώς. Ἢ γὰρ ἀποτόμως ἀνόμοιον εἶναι τῷ Πατρὶ λεγέτωσαν, καὶ φανερῶς δυσφημοῦντες μισείσθωσαν· ἢ εἴπερ ἀνάγκη τὴν ὁμοιότητα δοῦναι τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἀνάγκη δὴ πᾶσα ὡς οὐκ ἔσται τῆς βουλήσεως ὅμοιος, ἀλλὰ μᾶλλον τοῦ γεγεννηκότος. Δέδεικται γὰρ ὅτι τοῖς ἐν οὐσίᾳ καὶ ὑποστάσει πρὸς τὰ ἐνούσιά τε καὶ ἐνυπόστατα ἡ ὁμοιότης ἡ κατὰ τοῦτο σώζεται, οὐ πρὸς τὰ ἑτερογενῆ, καὶ ἐν ἑτέροις ἔχοντα τὸ εἶναι, ὥσπερ ἡ σοφία τυχὸν ἐν τῷ σοφῷ, καὶ ἡ βούλησις ἐν τῷ βουλευομένῳ.

ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιος ὢν, καθ᾽ ὑμᾶς, ὁ Υἱὸς ἀνόμοιός ἐστι τῷ γεγεννηκότι, ἀνάγκη πᾶσα τὴν βούλησιν οὐδὲν προσεοικέναι τῷ Θεῷ καὶ Πατρὶ λέγειν, ἧς χαρακτὴρ ὑπάρχων ὁ Υἱὸς, ἀνόμοιός ἐστι, καθ᾽ ὑμᾶς, τῷ Πατρί. Ἔσται οὖν καὶ τῇ βουλήσει τῇ ἑαυτοῦ ἀνόμοιος ὁ Πατήρ. Τοῦτο γὰρ ἐκ τοῦ λόγου συνάγεται τὸ ἀσέβημα. Καὶ εἰ ἐνυπόστατόν τι τὴν βούλησιν εἶναί φατε, ἔστι τι πάντως ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ τὸ ἀνόμοιον αὐτοῦ. Καὶ τοῦτο γὰρ ὁ λόγος προσομολογεῖν ὑμᾶς ἀναγκάσει. Ἀλλ᾽ ἐνθάδε ζητητέον τῆς ἀνομοιότητος τὸν τρόπον, ἣν ἡ βούλησις ἔχει πρὸς τὸν Πατέρα. Εἰ μὲν γὰρ ὡς ἐλάττων αὐτοῦ κατά τι τυγχάνουσα, τὴν ὁμοιότητα τὴν πρὸς αὐτὸν οὐκ ἔχει, τὸ προεληλυθὸς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, χεῖρον αὐτοῦ καὶ ἔλαττον· οὐ γὰρ ἔξωθεν, οὐδὲ ἐπείσακτον ἡ βούλησις, ἀλλ᾽ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ.

Τὸ δὲ χείρονα τίκτειν, οὐδὲ τοῖς γενητὴν ἔχουσι τὴν φύσιν οἶδε συμβαίνειν. Οὐδὲ γὰρ ἄνθρωπος ἕτερόν τι γεννήσει παρ᾽ ὅπερ ἐστὶν αὐτός· ἀλλ᾽ οὐδὲ ἕτερόν τι τῶν ἀλόγων ζώων. Εἰ δὲ, ὅπερ οὐ θεμιτὸν λέγειν, ἐπὶ τὸ μεῖζον ἔχειν τι δραμοῦσα τοῦ Πατρὸς ἡ βούλησις αὐτοῦ τὴν πρὸς αὐτὸν ἀνομοιότητα κατὰ τοῦτο φορεῖ, ὡς πρὸς ἐλάττονα ἢ κατά τι χείρονα, πῶς οὐκ ἀσεβὲς μεῖζόν τι καὶ κρεῖττον τοῦ Πατρὸς εἶναι λέγειν; Εἰ δὲ μήτε τοῦτο δώσετε, μήτε ἐκεῖνο, ἀνυπόστατόν τε τὴν βούλησιν εἶναι ὁμολογήσετε καὶ οὕτω νοουμένην ὥσπερ ἐφ᾽ ἡμῶν, πῶς κἀνταῦθα θήσετε ἀνόμοιον εἶναι τὴν βούλησιν τῷ Πατρί; Ἔσται γὰρ, ἂν οὕτως ἔχῃ, τὰ ἑαυτῷ μὴ πρέποντα βουληθείς· ὅπερ ἐστὶ καὶ μόνον ἐννοεῖν ἀτοπώτατον.

ΑΛΛΟ. Ὁ λόγος ἀναγκάσει καὶ ἄκοντας ὑμᾶς δοῦναι τῷ Υἱῷ τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα. Ἐδείχθη γὰρ λίαν ἀτοπώτατον ὂν τὸ πιστεύειν, τὰ μὴ αὐτῷ πρέποντα βεβουλῆσθαι Θεὸν, ὡς ἀνάγκην εἶναι πᾶσαν ἐοικυῖαν αὐτῷ τὴν βούλησιν αὐτοῦ λέγειν. Εἰ τοίνυν ἡ μὲν βούλησις ἔοικε τῷ Πατρὶ, ὁ δὲ Υἱὸς τῇ βουλήσει, ἔσται πάντως ὁ τρίτος τῷ πρώτῳ προσεοικώς.

Ἡ γὰρ ἐν τῷ μέσῳ κειμένη βούλησις, τὴν τοῦ τεκόντος αὐτὸν φυσικὴν ἐμφέρειαν ἀναμαξαμένη, δέδωκεν αὐτὴν τῷ Υἱῷ, καθ᾽ ὑμᾶς· οὕτω μὲν οὖν τῷ Πατρὶ προσεοικὼς, καὶ μὴ βουλομένων ὑμῶν, ὁ Υἱὸς εὑρεθήσεται. Ἐπειδὴ δὲ οὐδέν ἐστι τὸ μεταξὺ Πατρὸς καὶ Υἱοῦ, ἀργήσει μὲν πάντως ὁ περὶ τῆς βουλήσεως λόγος, καὶ οὐδενὸς ἔτι μεσολαβοῦντος προσεχῶς ὁ Υἱὸς ἔσται κατὰ φύσιν ὅμοιος τῷ Πατρί.

ΑΛΛΟ. Γέγραπται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Εἰ τοίνυν ἡ βούλησις τοῦ Πατρὸς χαρακτηρίζει τήν τε δύναμιν καὶ σοφίαν αὐτοῦ, τουτέστι τὸν Υἱὸν, ἀνάγκη πᾶσα μὴ ἀνομοίαν αὐτὴν εἶναι λέγειν τῷ Πατρὶ, ἵνα μὴ φαίνηται δύναμιν καὶ σοφίαν ἔχων ὁ Πατὴρ οὐχ ὁμοίαν ἑαυτῷ. Εἰ δὲ τοῦτο, λοιπὸν ἐννοείτωσαν οἱ χριστομάχοι τῆς ἑαυτῶν ἀβουλίας τὸ μέγεθος. Παραιτούμενοι γὰρ ἕνα ὄντα τὸν Υἱὸν, ὅμοιον εἶναι λέγειν τῷ Πατρὶ, δύο δεδώκασιν, εἴπερ εἶναί τι τὴν βούλησιν ἐροῦσιν ἐνυπόστατον. Εἰ δὲ ἀνυπόστατός ἐστιν, οὐκ ἔσται χαρακτὴρ τοῦ ὑφεστῶτος τὸ μὴ ὑφεστηκὸς, κατ᾽ αὐτὸ δὴ τοῦτο τὸ μὴ ὑφεστηκέναι.

ΑΛΛΟ Τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα καὶ ταῖς αὐταῖς δυνάμεσι φυσικαῖς ἀποκεχρημένα, τῆς αὐτῆς εἶναι πάντως οὐσίας ἀναγκαῖον. Οὐδὲν γὰρ τῶν ὄντων πρὸς τὸ ἑτερογενὲς καὶ ἑτερούσιον τὰς αὐτὰς ἀπαραλλάκτως φορέσει δυνάμεις τε καὶ ἐνεργείας· κεχρήσεται δὲ μόνοις τοῖς ἴσοις ἰδιώμασι τὰ μίαν λάχοντα τὴν φύσιν· οἷς δὲ ἡ ἐν τῇ οὐσίᾳ κοινότης μία, τούτοις ἀκολουθήσει καὶ τὸ ἀλλήλοις κατὰ πάντα προσεοικέναι. Εἰ τοίνυν μία μὲν ἐνέργεια Πατρὸς καὶ Υἱοῦ, ἡ αὐτὴ δὲ δύναμις ἐν πᾶσιν ὁρᾶται, οὐχ ἑτερούσιος ὡς πρὸς ἑαυτὴν ἡ δυάς. Εἰ δὲ τοῦτο, φορέσει πάντως καὶ τὴν ὁμοιότητα τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς ὁμοούσιος, καὶ οὐκ ἔσται τῆς βουλήσεως εἰκών.

ΑΛΛΟ. Εἰ ὅσα βουλεύεται ὁ Θεὸς καὶ Πατὴρ, ταῦτα βουλεύεται καὶ ὁ Υἱὸς (οὐδεμία γὰρ στάσις ἢ διχόνοια χωρήσει ποτὲ ἐν τῇ μιᾷ καὶ ἀχράντῳ Τριάδι), ποῖον ἕξει τόπον ἐνυπόστατος βούλησις, τρίτον ἀποφαίνουσα τὸν Υἱὸν τὸν προσεχῆ τῷ Πατρὶ, καθὸ καὶ Υἱὸς οὐδὲν ἔχων μεσολαβοῦν τὴν γέννησιν αὐτοῦ; Διὸ καὶ αὐτός ἐστιν ἡ ζῶσα καὶ ἐνούσιος ἡ βούλησις τοῦ γεγεννηκότος.

ΑΛΛΟ. Τῆς βουλήσεως τοῦ Πατρὸς χαρακτῆρα καὶ ὁμοίωσιν εἶναι τὸν Υἱὸν καταψεύδονται, ἀλλ᾽ οὐκ αὐτοῦ τοῦ Πατρός. Διὸ δὴ πάλιν ἐρωτητέον τοὺς χριστομάχους, Εἰ ὅμοιός ἐστιν ὁ Πατὴρ τῆς ἑαυτοῦ βουλήσεως, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀνόμοιος, ἀνομοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει· καὶ σιωπῶ πρὸς τοῦτο τὸ δύσφημον· εἰ δὲ ὁμοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει, ἧς, ὥς φατε, χαρακτήρ ἐστι καὶ εἰκὼν ὁ Υἱὸς, ἔοικεν ἄρα κατὰ τοῦτο τῷ Πατρί. Πῶς οὖν ἀνόμοιος ἔσται κατὰ τὴν οὐσίαν αὐτῷ, ὁ διὰ τὸ τῇ βουλήσει προσεοικέναι χαρακτὴρ ὢν αὐτοῦ; Συγκείσεται γὰρ, ἂν οὕτως ἔχῃ, καθ᾽ ὑμᾶς, ἐξ ὁμοίου καὶ ἐξ ἀνομοίου ὁ Υἱὸς, κατά τι μὲν ἐοικὼς τῷ Πατρὶ, κατά τι δὲ ἀλλοτριούμενος τῆς πρὸς αὐτὸν ὁμοιότητος. Εἶτα, ποῖος συγχωρήσει λόγος τὸ ἓν κατ᾽ οὐσίαν ὑπάρχον καὶ ἐν ἀριθμῷ, οἷον Παῦλον τυχὸν ἢ Πέτρον, δύο φέρειν ἐν ταυτῷ κατὰ φύσιν τὰ ἐναντία; Οὐ γὰρ δυνήσεταί τις εἰπεῖν· Λογικός τέ εἰμι καὶ ἄλογος· οὐδ᾽ αὖ τὸ πῦρ ἐρεῖ τις θερμὸν εἶναί τε καὶ ψυχρόν· δεῖ γὰρ, ἑνὸς ἐνυπάρχοντος, ἀναῤῥεῖσθαι τῶν σημαινομένων τὸ ἕτερον.

Οὐκοῦν ἀμήχανον ἐν Υἱῷ καὶ τὸ ὅμοιον εἶναι καὶ τὸ ἀνόμοιον. Ἐπιμαρτυρούσης δὲ τῆς θείας αὐτῷ Γραφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα, καὶ αὐτοῦ δὲ φάσκοντος· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τὸ ἀνόμοιον οὐ παραδεξόμεθα, ποδηγούμενοι διὰ τούτων ἐπὶ τὸ ἀληθέστερόν τε καὶ πρεπωδέστερον.

Ἐπειδὴ δὲ πάλιν οὐκ εἶπεν· Ὁ ἑωρακὼς ἐμὲ, τὴν βούλησιν ἑώρακε τοῦ Πατρός μου, οὐ τῆς βουλήσεως εἰκόνα τὸν Υἱὸν ὁμολογήσομεν, ἀλλ᾽ αὐτοῦ τοῦ Πατρὸς ὡς Υἱόν.

ΑΛΛΟ. Τὰ τῆς πρὸς ἄλληλα συναφείας ἢ φυσικῆς ἐμφερείας ἀναχωρήσαντα, καὶ κατὰ τὸν τῆς οὐσιώδους ποιότητος λόγον ἀπεσχοινισμένα, διίσταται ἢ τόπῳ τεμνόμενα, ἢ μόναις ταῖς ἐπινοίαις. Τόπῳ μὲν οὖν τῆς πρὸς ἄλληλα συναφείας διίσταται τὰ σωματικὴν ἔχοντα σύστασιν, διίσταται δὲ καὶ λόγῳ τινὰ τῶν κατὰ τὴν οὐσιώδη διαφορὰν, ὡς ἄνθρωπος ἵππου.

Τὰ δὲ ὅσα τὴν δήλωσιν καὶ τὸ ἐξ αὐτῶν ἀποτελούμενον ἀνόμοιον ἔχει, λόγῳ ψιλῷ καὶ ἐπινοίᾳ μεριζόμενα φαίνεται, οἷον ὑγίεια καὶ νόσος. Ἐν δὲ τούτοις ὅσα λόγῳ μόνῳ καὶ τῷ ἐξ αὐτῶν ἀποτελουμένῳ κατ᾽ ἐναντιότητα διέστηκε, τὰ μὲν ἄμεσα καλοῦσιν οἱ τὰ τῆς φιλοσοφίας ἠσκημένοι μαθήματα, τὰ δὲ ἔμμεσα. Ἄμεσα μὲν οὖν, καθάπερ ἤδη προεῖπον, ὑγίεια καὶ νόσος· οὐδὲν γὰρ τούτων ἐστὶ μεταξύ.

Εἰ γὰρ ἐπ᾽ ἀνθρώπου τυχὸν φέροιτό τι τούτων, ἓν ἔσται πάντως ἐν αὐτῷ. Ἢ γὰρ ὑγιαίνει, ἢ νοσεῖ, καὶ τὸ μέσον τοῦ νοσεῖν ἢ μὴ νοσεῖν, οὐδέν. Ἔμμεσον δὲ τὴν δικαιοσύνην εἶναί φασι καὶ τὴν ἀδικίαν. Ἐπειδήπερ οὐ πᾶς ἄνθρωπος ἢ ὁλοκλήρως δίκαιος, ἢ ἄδικός ἐστι. Δυνατὸν γὰρ μέσον ὥσπερ τινὰ τόπον εὑρέσθαι ἐκ μέρους δικαίου τινὸς ὄντος, καὶ οὐ παντελῶς ἀδίκου. Τούτων τοιγαροῦν κατὰ τόνδε τὸν τρόπον ἡμῖν διεσκεμμένων, καὶ τῆς ἀνομοιότητος ἐν τούτοις ἐξεταζομένης ἐπὶ παντὸς πράγματος, ἴδωμεν κατὰ ποῖον τῶν εἰρημένων λόγον ἀφέστηκε τῆς τοῦ Πατρὸς ὁμοιότητος ὁ Υἱός. Τόπῳ μὲν οὖν οὐκ ἄν τις αὐτὸν μερίζεσθαι λέγοι, ἐπεὶ μήτε σῶμά ἐστι· σωμάτων γὰρ ἴδιον τοπικαῖς μερίζεσθαι διαστάσεσι· λείπεται τοίνυν τὸ, λόγῳ χωρίζεσθαι· λόγῳ δέ φημι τῷ κατὰ τὴν φύσιν. Ἀλλ᾽ εἴπερ φύσει Θεὸς ὁ Πατὴρ, καὶ φύσει Θεὸς ὁ Υἱὸς, ποῖος αὐτὸν ἀποτέμνει λόγος; Τίς δὲ οὐ συγχωρήσει τὴν πρὸς ἄλληλα φορεῖν ὁμοιότητα τῆς αὐτοῦ οὐσίας ὑπάρχοντα; Ἔτι τε πρὸς τούτῳ, οὐδὲ ὡς ἐναντίον ἕξει τι πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, ὡς τὰ ἄμεσα καλούμενα. Οὐ γὰρ ὡς ὑγίεια καὶ νόσος ἀλλήλοις ἀντίκεινται· οὐδὲ ὥσπερ ἕν τι πάντων τῶν εἰρημένων ἐν ἀνθρώποις σώζεσθαι ὁ τῶν πραγμάτων ἀναγκάσει λόγος, οὕτω καὶ ἐπὶ Πατρὸς καὶ Υἱοῦ. Ἐνοικεῖ γάρ τισιν ὁ Πατὴρ, ἐνοικεῖ δὲ καὶ ὁ Υἱός.

Καὶ οὐ καθάπερ ἐκεῖνα εἰς ταυτὸν ἀσύμβατά τε καὶ ἀσυνύπαρκτά ἐστιν, οὕτω καὶ ὁ Υἱὸς καὶ ὁ Πατήρ· «Ἰδοὺ γὰρ, φησὶν ὁ Χριστὸς, εἰσελευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.» Ἀλλ᾽ οὐδὲ οὕτως ἔμμεσον ἔσται πρᾶγμα Πατὴρ πρὸς Υἱὸν, ὥσπερ ἡ δικαιοσύνη τυχόν. Οὐ γὰρ ἔλαττον ἔσται Πατὴρ ὁ Πατὴρ, οὐδὲ ἔλαττον ἔσται Υἱὸς ὁ Υἱὸς, ἵνα τις μέσος γένηται τόπος χωρῶν τῆς οὐσίας τὴν ὑπόβασιν, ὥσπερ ἐπὶ τῆς δικαιοσύνης καὶ ἀδικίας ἐλέγετο. Οὐδενὸς τοιγαροῦν χωρίζοντος τόπου τῆς πρὸς Θεὸν Πατέρα ὁμοιότητος τὸν Υἱὸν, περιττὸν τὸ λέγειν τῇ βουλήσει προσεοικέναι μᾶλλον αὐτὸν, καὶ οὐκ αὐτῷ τῷ ἐκλάμψαντι αὐτὸν Πατρί.

ΑΛΛΟ. Ὧν ὁ λόγος ὁ αὐτὸς, ταῦτα πάντως ὁμοειδῆ τε εἶναι καὶ ἀλλήλοις ἐοικότα φυσικῶς ἀναγκαῖον. Οἷον φέρε εἰπεῖν· Ὁ τοῦ ἀνθρώπου λόγος οὕτως ἔχων, ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· καθ᾽ ὧν δ᾽ ἂν φέροιτο, ταῦτα τῆς αὐτῆς οὐσίας ὄντα δεικνύει. Καὶ οἷς ἂν ταῦτα ἐπαληθεύηται, τὰ ἐν τῷ ὅρῳ, φημὶ, ταῦτα πάντως ἀνθρώπους εἶναι δεῖ. Εἰ γὰρ ζῶόν ἐστι λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ ἄνθρωπος τὸ σημαινόμενον;

Εἰ τοίνυν τὸ Θεὸς ὄνομα καὶ Κύριος, καὶ τὸ ἄφθαρτος, καὶ τὸ βασιλεὺς, καὶ εἴ τι ἕτερον πρὸς τούτοις περὶ τοῦ Πατρὸς λέγεται, καὶ ταῦτα καὶ ἐφ᾽ Υἱοῦ φερόμενα ἐπαληθεύεται, καὶ οὐ μέχρι μόνων τῶν ὀνομάτων τὴν εὐφημίαν ἔχει, ἀλλ᾽ ἔστιν ὄντως οὕτω καὶ κατὰ φύσιν, ποῖος λόγος τῆς πρὸς τὸν Πατέρα φυσικῆς ὁμοιότητος χωριεῖ τὸν Υἱόν; Ἕνα γὰρ ἔχουσι τῆς οὐσίας τὸν ὅρον, καὶ πάντα ὅσα πρόσεστι τῷ γεγεννηκότι, καὶ ἐπὶ τοῦ γεννηθέντος ἐπαληθεύεται.

Εἰ δέ τις ἀποτολμᾷ ψευδώνυμον Θεὸν εἶναι λέγειν τὸν Υἱὸν, καὶ πλέον οὐδὲν ἔχειν τῶν κατὰ χάριν εἰς θεότητα καὶ εἰς υἱότητα κεκλημένων, εἰς τὸ Παύλου τοῦ Σαμοσατέως ἐμβεβηκὼς δόγμα, δικαίως ἀκούσεται παρ᾽ ἡμῶν· «Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε.» Ἀμήχανον γὰρ τοὺς μὴ φύσει Θεὸν ὑπάρχειν πιστεύοντας τὸν Υἱὸν, νοῆσαι τὴν ἐμφέρειαν ἣν ἔχει πρὸς τὸν Πατέρα κατὰ φύσιν. Τοιγαροῦν ἐοικὼς τῷ Πατρὶ, οὐκ ἐνυπάρκτου βουλήσεως εἰκόνα φορεῖ, ὑπάρχων πρὸ τῶν αἰώνων Υἱός.

ΛΟΓΟΣ Θʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων καὶ ῥητῶν, τοῦ, «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» καὶ τοῦ, «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν.» Καὶ ὁμοίως, «Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν.» Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ, καὶ κατέπαυσε, καθάπερ οἱ Χριστομάχοι φασὶ, ἐν ὑστέρῳ χρόνῳ προσγέγονεν αὐτῷ. Ἦν οὖν ἄρα πρὶν γεννηθῆναι, κατ᾽ ἐκείνους ἐν μονάδι τὸ Θεῖον· γέγονε δὲ ὕστερον ἐν δυάδι γεννηθέντος τοῦ Υἱοῦ, καὶ ὥσπερ τις προσθήκη καὶ αὔξησις θεότητος ἐξ ἀρχαίας μονάδος εἰς τὴν μετὰ ταῦτα δυάδα. Ἀποκαμὼν δὲ ὁ Πατὴρ ὥσπερ ἐν τῷ εἶναι μόνος, ἐπενόησε τὸν Υἱὸν κοινωνὸν τῆς θεότητος καὶ τῶν ἔργων. Καὶ πολλὰ πρὸς τούτοις δύσφημά τε καὶ πολλῆς γέμοντα τῆς ἀτοπίας ἐκ τοῦ φρονεῖν οὕτω παρενεχθήσεται· ἃ καὶ τοσαύτην ἔχει τὴν δυσφημίαν, ὡς παντί τῳ γενέσθαι φευκτά.

Εἰ τοίνυν τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν παραιτεῖσθαι καλὸν, πιστεύειν ἀκόλουθον ὡς οὐ προσγέγονεν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ᾽ ἦν ἀεὶ συναΐδιος ἐξ αὐτοῦ. Καὶ ὥσπερ, εἰ προσγεγονὼς ἐφαίνετο, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως, ἐπεὶ μὴ τοῦτό ἐστιν, ἀλλ᾽ ἦν ἀεὶ σὺν αὐτῷ, πάντως ἔσται καὶ ὁμοούσιος.

ΑΛΛΟ. Κἂν ἔχῃ τινὰ διαφορὰν ὁ Υἱὸς ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα, καθ᾽ ἣν ὁ μὲν Πατὴρ ἀρχή ἐστιν, ὁ δὲ Υἱὸς ἐκ τῆς ἀρχῆς, ἀλλ᾽ οὐ διὰ τοῦτο τῆς ταυτότητος καὶ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξωσθήσεται. Οὐ γὰρ ἔσται τι συναΐδιον τῷ Πατρὶ, μὴ ὂν ἐξ αὐτοῦ φυσικῶς· ἵνα μὴ καὶ τοῖς κτίσμασι τοῦτο προσεῖναι λέγωμεν, ὂ μόνῃ πρόσεστι τῇ θείᾳ φύσει. Οὐκοῦν κἂν ἀρχὴν ὁ Υἱὸς ἔχῃ τὸν ἑαυτοῦ Πατέρα, ἀλλὰ καθὸ ἐκ τῆς ἀρχῆς ἐστι, σύνδρομον αὐτῇ τὸ εἶναι ἔχων, ἀνόμοιος οὐκ ἔσται κατὰ τὴν οὐσίαν αὐτῇ. Ἐπειδὴ γὰρ ἐκ τῆς ἀρχῆς ἐστι, διὰ τοῦτο καὶ ὁμοούσιος τῇ ἀρχῇ.

Τὸ δὲ ὁμοούσιον τῷ Πατρὶ, ἐπιγενητὸν οὐκ ἔστι, ἵνα μὴ τοῦτο ὢν εὑρίσκηται καὶ αὐτός.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Οὐκ ἐπιδέχεται, φησὶ, γέννησιν ἡ τοῦ Πατρὸς οὐσία· ἐγεννήθη δὲ ὁ Υἱός. Πῶς οὖν ὁ γεγεννημένος ὁμοούσιος ἔσται τῷ Πατρὶ, τῷ μὴ ἐπιδεχομένῳ γέννησιν;

Πρὸς τοῦτο λύσις. Λεγέτωσαν ἡμῖν οἱ τὰ τοιαῦτα προτείνοντες ἀμαθῶς, Εἰ διὰ τῆς γεννήσεως ἀναιρεῖται τὸ ὁμοούσιον, διὰ ποίου σωθήσεται πράγματος; Καὶ πάλιν, εἰ τῷ γεγεννηκότι τὸ γεννηθὲν οὐχ ὁμοούσιον, ποῖον ἔσται τὸ ὁμοούσιον; Ἄρα τὸ μὴ γεννηθὲν καὶ ἀλλότριον τῆς οὐσίας, ἢ τὸ ἀπό τινος ληφθὲν τῶν ὅσα ἐστὶ περὶ τὰς οὐσίας· ἀλλὰ τοῦτο ἀδύνατον. Ἐρεῖς οὖν ὅτι τὸ ἀγέννητον τῷ ἀγεννήτῳ πάντως ὁμοούσιον, τὸ δὲ ἀγέννητον τῷ γεννητῷ οὐχ ὅμοιον. Οὐκοῦν ἐπειδήπερ οὐκ ἐγεννήθη μὲν ὁ Ἀδὰμ, ἐγεννήθη δὲ Ἄβελ ἐκ γυναικὸς, οὐκ ἔσται τῷ Ἀδὰμ ὁμοούσιος. Εἰ δὲ ἐγεννήθη μὲν, ἔχει δὲ τῆς φύσεως τὴν ταυτότητα πρὸς τὸν Ἀδὰμ, καίτοι μὴ γεγεννημένον, τί κωλύει καὶ τὸν Υἱὸν ἐξ ἀγεννήτου Πατρὸς ὄντα γεννητὸν εἶναι καὶ ὁμοούσιον;

ΑΛΛΟ, διηγηματικῶς. Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς καὶ οἱ χριστομάχοι συνθήσονται· καὶ οὐκ ἄν τις, οἶμαι, πρὸς τοσαύτην ἐλάσαι κακίαν, ὡς τολμῆσαι καθάπερ καὶ τὰ ποιήματα καὶ αὐτὸν ἔξω κεῖσθαι τῆς θείας οὐσίας κατὰ τὸν τῆς φύσεως λόγον. Εἰ τοίνυν ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, διατί μὴ ὁμοούσιος; Λεγέτωσαν ἡμῖν οἱ τοῦ Θεοῦ Λόγου κατήγοροι. Ἀδυνατήσας ἆρα τοιοῦτον αὐτὸν γεννᾷ, ἢ μὴ θελήσας; Εἰ μὲν οὖν ἀδυνατήσας λέγουσιν, αἰσχυνέσθωσαν τὴν τοῦ Πατρὸς οὐσίαν ὑβρίζοντες, δι᾽ ὧν αὐτῇ προσάπτειν τὸ μὴ δύνασθαι τετολμήκασιν. Εἰ δ᾽ ἐπὶ θάτερον μεταστήσονται, καὶ μὴ ἐθελῆσαι φήσουσιν ὁμοούσιον αὐτῷ γεννῆσαι τὸν Υἱὸν, ἑτέρως ὑβρίζουσι πρᾶγμα χαλεπὸν καὶ τὸ πάντων αἴσχιστον περιτιθέντες αὐτῷ, τὸν ἐπὶ τοῖς ἀμείνοσιν ὄκνον. Εἰ γὰρ κρεῖττον ἦν τὸ ὁμοούσιον τοῦ μὴ τοιούτου, πῶς οὐκ ἔσται δυσφημίας ἁπάσης ἐπέκεινα τὸ λέγειν ὀκνῆσαι περὶ τὰ κρείττονα καὶ πρεπωδέστερα τὴν θείαν οὐσίαν, καὶ μὴ μᾶλλον ἐθελῆσαι τὸ κάλλιον ἢ τὸ μὴ οὕτως ἔχον;

Ἀλλὰ πάντα δύναται ποιεῖν ὁ Πατὴρ, καὶ θέλει μᾶλλον τὸ κρεῖττον· οὐδὲν οὖν ἐστι τὸ κωλύον ὁμοούσιον εἶναι τὸν Υἱόν.

ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Τὸ ἐξ αἰτίου τινὸς ὂν, ἢ γεγεννημένον, φησὶν, ἀνάγκη δεύτερον εἶναι τούτου, ὃ δὴ καὶ γέγονεν αὐτῷ τοῦ εἶναι αἴτιον. Οὐκοῦν δεύτερος ἔσται τοῦ Πατρὸς ὁ Υἱὸς αἴτιον αὐτὸν ἔχων· καὶ διὰ τοῦτο οὐχ ὁμοούσιος.

Ἢ ἀφιλονεικότερον ἐνστήσεταί τις ὁμοούσιον αὐτὸν εἶναι λέγων, ἡ μία θεότης, ἄρα, τομήν τινα χωρήσασα, γέγονεν εἰς δυάδα· οὐ γὰρ ἑτέρως ὁμοούσιος εἶναι δύναται. Ἀνάγκη οὖν λέγειν οὐχ ὁμοούσιον εἶναι τὸν Υἱόν.

Πρὸς ταῦτα λύσις. Οὐκ αἰσθάνεται πάλιν μεθύων ὁ χριστομάχος, καὶ μάτην καταφλυαρῶν τῆς θείας οὐσίας. Τὸ μὲν γὰρ τέμνεσθαι καὶ διάστασίν τινα μεταξὺ τὴν πρὸς ἄλληλα δύνασθαι λαβεῖν, σωμάτων ἴδιον. Ἡ δὲ θεία τοῦ Πατρὸς οὐσία, ἀσώματος οὖσα, τομῆς τε καὶ διαιρέσεως ἀνεπίδεκτός ἐστιν· οὔτε δὲ ἐν τόπῳ μένουσα, οὔτε ὑπό τινος οὖσα χωρητὴ, ἀλλ᾽ ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ καταστάσει κειμένη, τὸν Υἱὸν ἐξ ἑαυτῆς ἀδιαστάτως ἐξέλαμψεν· οὐκ ἂν ἑτέρως ἔχειν τὸ εἶναι τελεία δυναμένη, εἰ μὴ ἐγέννησε τὸν Υἱὸν, καὶ ἀνεδείχθη καρπογόνος· καὶ πάλιν οὐκ ἂν ἑτέρως ἐσομένη δημιουργὸς, εἰ μὴ τέτοκεν ἐξ ἑαυτῆς ἀμερίστως τὸν Υἱὸν, δι᾽ οὗ τὰ πάντα ἐργάζεται. Ἔστιν οὖν ὁ Υἱὸς γεννηθεὶς ἐκ Πατρὸς, οὐ κατά τινα τομὴν, ἢ ἀπόῤῥοιαν, καθάπερ ὑμεῖς φαντάζεσθε· ἀλλ᾽ ὥσπερ ἐκ πυρὸς θερμότης, ἀμερίστως ἐκ τῆς τοῦ τεκόντος προελθὼν οὐσίας.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ ὁμοούσιός ἐστι, φησὶν, ὁ Υἱὸς τῷ Πατρὶ, τί μὴ καὶ αὐτός ἐστιν ἀγαθὸς οὕτως ὡς ὁ Πατήρ; Λέγει γάρ που πρός τινα ὁ Χριστός· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ἕνα δὲ εἰπὼν, ἑαυτὸν ἔξω τέθεικεν, ὡς ἀγαθὸν μὲν ὄντα καὶ αὐτὸν, οὐχ οὕτω δὲ ὥσπερ ἂν εἴη καὶ ὁ Πατήρ.

Πρὸς ταῦτα λύσις. Κύριον ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, δώσεις ἄρα καὶ αὐτὸν εἶναι Κύριον, καὶ τοῦτο κατὰ ἀλήθειαν, ἢ πρὸς τοῖς ἄλλοις ἀρνήσῃ καὶ τόδε. Εἰ μὲν γὰρ οὐκ εἶναι Κύριον ἐρεῖς, τἀναντία φρονεῖς ταῖς θείαις Γραφαῖς καὶ τῷ ταῦτα λαλήσαντι Πνεύματι.

Συντεθειμένος δὲ καὶ φάσκων αὐτὸν εἶναι Κύριον, ἀσεβῶς ἐλεγχθήσῃ καὶ Κύριον λέγων καὶ προσκυνῶν ὃν οὐ φὴς ὁμοούσιον εἶναι τῷ Θεῷ καὶ Πατρὶ, καὶ κτίσματι μᾶλλον ἢ Θεῷ κατὰ φύσιν λατρεύεις. Τὸ γὰρ ἑτέρας ὑπάρχον οὐσίας παρὰ τὸν ὄντα Θεὸν, οὐκ ἂν εἴη φύσει Θεός. Καὶ τούτου μάρτυς ἡ θεία λέγουσα Γραφή· «Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι·» μία γὰρ θεότητος φύσις. Καὶ ὅτι ταύτῃ μόνῃ δεῖ προσκυνεῖν, ἀκούσῃ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Εἰ τοίνυν διὰ τὸ μόνον ἀγαθὸν λέγεσθαι τὸν Θεὸν καὶ Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι ἀγαθὸς ὁ Υἱὸς οὔτως ὡς ὁ Πατὴρ, καὶ διὰ τὸ ἕνα λέγεσθαι Κύριον καὶ Θεὸν τὸν Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι Κύριος καὶ Θεὸς ὁ Υἱὸς, κατὰ τὴν τοῦ νοήματος ἀκολουθίαν· πῶς οὖν προσκυνεῖς τῷ μήτε Κυρίῳ μήτε Θεῷ; Εἰ δὲ Κυρίου καὶ Θεοῦ τοῦ Πατρὸς ὄντος, συνεπάγεται καὶ ὁ Υἱὸς τὴν ἐκεῖθεν ἰδιότητα ἔχων ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων, καὶ ἔστι μετὰ Πατρὸς Κύριος καὶ Θεὸς, ἕξει πάντως καὶ τὸ εἶναι ἀγαθὸς ὡς ὁ Πατὴρ, τῆς πατρικῆς ἰδιότητος κἀν τούτῳ πάλιν ὑπαρχούσης ἐν αὐτῷ, καθάπερ καὶ ἐν ἐκείνῳ.

ΑΛΛΟ. Πολλὰ περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγουσιν αἱ θεῖαι Γραφαὶ, καὶ οὐ τὸ τῶν ὀνομάτων διάφορον διαστέλλει πάντως αὐτοῖς καὶ τῆς οὐσίας τὸν λόγον, ὡς ἀνομοιότητά τινα διὰ τούτων χωρῆσαι μεταξύ. Ἔστι γὰρ μία θεότης Πατρὸς καὶ Υἱοῦ, κἂν ἑκάτερος τῇ τῶν ὀνομάτων ποικιλίᾳ διαφόρως σημαίνηται, οὐχ ὡς ἴδιον ἔχων τι καὶ καθ᾽ ἑαυτὸν, ὃ μὴ τῷ ἑτέρῳ πρόσεστιν, ἀλλ᾽ ὡς ἐπ᾽ ἀμφοῖν χωρεῖν δυναμένου παντὸς ὅπερ ἂν ἐφ᾽ ἑνὸς λέγοιτο, δίχα μόνης τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσηγορίας τε καὶ πράγματος. Ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, καὶ Υἱὸς οὐκ ἂν γένοιτό ποτε· καὶ ἔστιν ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ Πατὴρ οὐκ ἂν εἴη ποτέ. Εἰ δέ τις βούλοιτο φάσκειν μὴ δύνασθαι χωρεῖν ἐπ᾽ ἀμφοῖν ὅπερ ἂν ἐφ᾽ ἑνὸς φέροιτο πρόσρημα, μεγάλῳ περιπεσεῖται κακῷ. Τί γὰρ ἂν ποιήσοι, λέγοντος τοῦ Παύλου· «Εἷς ὁ Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὗ τὰ πάντα.» Ἰδοὺ γὰρ τῷ Πατρὶ τὸ εἶναι Θεὸν καὶ ἕνα δέδωκε· τῷ δὲ Υἱῷ τὸ εἶναι Κύριον καὶ ἕνα. Ἆρ᾽ οὖν διὰ τοῦτο Θεὸς μὲν οὐκ ἔσται ὁ Υἱὸς, ἐπειδὴ Θεὸς καὶ εἷς ὁ Πατὴρ κατωνόμασται; Κύριος δὲ οὐκ ἔσται ὁ Πατὴρ, ἐπειδὴ Κύριος καὶ εἷς ὁ Υἱὸς ἐκλήθη; Ἀλλ᾽ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο. Θεοῦ γὰρ ὄντος τοῦ Πατρὸς, Θεός ἐστι καὶ ὁ Υἱός· καὶ Κυρίου πάλιν ὄντος τοῦ Υἱοῦ, Κύριός ἐστιν ὁ Πατήρ.

Ἀλλ᾽ εἴπερ ἦν τις οὐσίας διαφορὰ τὴν δυάδα διατειχίζουσα, καὶ οὐκ ἐῶσα μίσγεσθαι φυσικῶς εἰς ταυτότητα, οὐκ ἂν, οἶμαι, κυρίως τὸ τοῦ ἑτέρου πρόσρημα τῷ ἑτέρῳ προσῆν.

Ἐπειδὴ δὲ πάντα τὰ τοῦ Πατρὸς ἐν Υἱῷ φαίνεται, καὶ τὰ τοῦ Υἱοῦ πάλιν ἐν Πατρὶ, ὡς οὐδενὸς ἔτι τὸν τῆς ταυτότητος διείργοντος λόγον, ἔσται καὶ αὐτὸς ἀγαθὸς, ὡς ὁ Πατὴρ, καὶ διὰ τοῦτο ὁμοούσιος.

ΑΛΛΟ. Ὅσα τῆς πρὸς ἄλληλα φυσικῆς κοινωνίας τε καὶ ταυτότητος ἀπεσχοίνισται, ταῦτα δὴ πάντως καὶ ξενισμός τις ἰδιοτήτων τῆς πρὸς ἄλληλα σχέσεως φυσικῆς ἀποτέμνει. Οἷον φέρε εἰπεῖν, ἄνθρωπος ἔστω καὶ ἵππος τὰ σημαινόμενα. Ἀνθρώπῳ μὲν γὰρ ὡς πρὸς τὸν ἵππον ξένα τὰ ἴδια, ἵππῳ δὲ πάλιν ὡς πρὸς ἄνθρωπον, οὐ ταυτὰ τὰ ἰδίως προσόντα. Εἰ τοίνυν φυσική τις διάστασις εἴργει τὸν Υἱὸν, καὶ ἀλλότριον τῆς τοῦ Πατρὸς οὐσίας ὄντα δεικνύει, πῶς τὰ τοῦ Πατρὸς ἴδια φαίνεται φορῶν; πῶς δὲ ὁ Πατὴρ, εἴπερ ἐστὶν ἀλλότριος κατὰ φύσιν τοῦ Υἱοῦ, τὰ αὐτοῦ ἴδια φορεῖ;

Ἀληθεύει γὰρ λέγων ὁ Σωτὴρ ὡς πρὸς τὸν Πατέρα, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι· καὶ πάντα τὰ σὰ ἐμά ἐστιν.» Εἰ τοίνυν πάντα, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ἄκρως ἀγαθὸν, ἕξει τοῦτο καὶ ὁ Υἱὸς ἰδίωμα φύσεως ὑπάρχον πατρικῆς ὡς ἐξ αὐτοῦ προελθών. Ὁ δὲ τῆς πατρικῆς οὐσίας ἔχων τὰ ἴδια, εἴη πάντως ἂν καὶ ὁμοούσιος.

Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν.» Ὅτε τὴν τοῦ ἀνθρώπου μορφὴν ὁ τοῦ Θεοῦ Λόγος περιεβάλετο, καὶ διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν ὑπάρχων ἐν μορφῇ Θεοῦ, καθὰ γέγραπται, τεταπείνωκεν ἑαυτὸν, τότε δὴ καὶ ὡς ἄνθρωπος ἔσθ᾽ ὄτε διαλέγεται, οὐδὲν ἀδικούμενος εἰς τὴν δόξαν τὴν θεοπρεπῆ διὰ τούτου. Εἰ γὰρ ὄντως ἄνθρωπος γέγονε, καὶ οὐ διὰ τοῦτο ἀπέστη τοῦ εἶναι Θεὸς, κἂν ὡς ἄνθρωπος γεγονὼς λέγῃ τὰ ἀνθρώπῳ πρέποντα, οὐ διὰ τοῦτο τὸ θεοπρεπὲς ἀξίωμα ζημιωθήσεται· ἀλλ᾽ ἔσται πάλιν ὁ αὐτὸς, φερομένης ἐπὶ τὴν οἰκονομίαν τῆς ἐν λόγοις ταπεινότητος. Ὅτι δὲ οἰκονομικῶς ὡς ἄνθρωπος τὰ τοιαῦτά φησι, καλῶς ὅπερ ἀνείληφε σχῆμα λόγῳ τε καὶ ἔργῳ φυλάττων, ἐντεῦθεν εἰσόμεθα. Λέγει γάρ που πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα τὸ Ἰουδαϊκὸν ὑποκρινόμενος πρόσωπον· «Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν.» Καίτοι τῶν προσκυνουμένων ὁ Υἱὸς, οὐ τῶν προσκυνούντων, ἔστι. «Προσκυνησάτωσαν γὰρ αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ.» Καὶ περὶ μὲν ἀγγέλων ἢ ἑτέρας τινὸς τῆς κατ᾽ αὐτοὺς τάξεως οὐδὲν φέρεται τοιοῦτο παρὰ ταῖς θείαις Γραφαῖς. Οὐ γὰρ ἀγγέλοις κελεύεταί τις προσκυνεῖν, ἀλλὰ μόνῳ Θεῷ. Γέγραπται γάρ· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.»

Ὥσπερ τοίνυν προσκυνούμενος ὁ Υἱὸς, προσκυνεῖν φησιν οἰκονομικῶς, ὡς ἄνθρωπος, οὕτως ὅταν Θεὸς κατὰ φύσιν ὑπάρχων, Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῇ, πάλιν ὡς ἄνθρωπος οἰκονομικῶς, οὐ διὰ τοῦτο τοῦ εἶναι Θεὸς ἐκβληθήσεται· ἀλλ᾽ ὡς κατὰ φύσιν Υἱὸς, ἔσται δὲ ὁμοούσιος.

ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι (τοῦτο γὰρ ὁ Παῦλός φησι), Θεὸν ἔχει κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα, δύναται τούτοις ὑποπίπτειν ἡ θεία φύσις, ἕξει καὶ ὁ Πατὴρ Θεὸν, καὶ εἰ μή πω γέγονε.

Τὸ γὰρ ἐνδεχόμενον γενέσθαι, καὶ εἰ μή πω τετέλεσται, δυνάμει τοῦτό ἐστιν ὅπερ ἐνδέχεται. Εἰ δὲ τοῦτο δύσφημον, οὐ κατὰ φύσιν ὁ Πατὴρ τοῦ Υἱοῦ Θεὸς λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος οἰκονομικῶς.

ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι, καθὰ γέγραπται, ἐταπείνωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔσται τῆς ταπεινώσεως τὰ δουλοπρεπῆ ῥήματα, οὐκ ἀναβαίνοντα μὲν πρὸς τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ τῷ τῆς ἐνανθρωπήσεως προσώπῳ περικείμενα. Καὶ ὥσπερ ἐκ τοῦ τῆς θεότητος ὕψους τὴν ἐν ἀνθρωπότητι ταπείνωσιν ἐπιγινώσκομεν, οὔτως τὸ ἐναντίον ἐκ τῆς ταπεινώσεως τῆς ἐν ἀνθρωπότητι, τὸ ἐν θεότητι μέγα καὶ ὑψηλὸν τῆς οὐσίας τοῦ Υἱοῦ γνωρισθήσεται.

ΛΟΓΟΣ Θʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Οὐκ εὐλόγως οἱ χριστομάχοι τὰ περὶ τῆς θεότητος τοῦ Υἱοῦ γυμνάζοντες, καὶ σχέσιν ζητοῦντες ἣν ἔχει φυσικῶς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ταῖς ἀνθρωπίνως εἰρημέναις κέχρηνται φωναῖς, αἷς ὁ Κύριος εἶπεν, ὅτε τὴν ἡμῶν σάρκα περιεβάλετο. Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος οἰκονομικῶς διαλέγεται, ἐν τούτῳ ἡ ἀσώματος οὐσία χαρακτηρίζεται, ἀλλ᾽ εἰδέναι χρὴ καὶ πιστεύειν, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ὁμοούσιος κατὰ πάντα τῷ Πατρὶ, τὴν ἀνθρώπου φύσιν περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, ἵνα καὶ ὡς ἄνθρωπος ἔσθ᾽ ὅτε λαλῇ, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Λαλεῖ δὲ καὶ ὡς Θεὸς τὰ ὑπὲρ ἄνθρωπον, ὡς τοῦτο κατὰ φύσιν ὢν, καὶ ὅτε καιρὸς τὴν τούτου χρείαν εἰσφέρει. Ἀλλ᾽ εἴ τις βούλοιτο τὰ ἀνθρωπινώτερον καὶ οἰκονομικῶς, καθάπερ ἔφην, εἰρημένα φέρειν ἐπὶ τὸν τῆς θεότητος αὐτοῦ λόγον, καὶ πάλιν, τὰ θεϊκῶς εἰρημένα φέρειν ἐπ᾽ ἐκεῖνον τὸν καιρὸν καθ᾽ ὃν γέγονεν ἄνθρωπος, ἀδικήσει τῶν πραγμάτων τὴν φύσιν, καὶ ἀναιρήσει τὴν οἰκονομίαν. Ποτὲ μὲν γὰρ ὡς Θεὸς λέγει· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Καὶ πάλιν· «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ.» Εἰ δέ τις βούλοιτο μόνον αὐτῷ φυλάττειν τὸ θεοπρεπὲς ἀξίωμα, ἀναιρήσει πάντως τὸ ἐν ὑστέροις καιροῖς ἄνθρωπον γενέσθαι αὐτόν. Οὐ γὰρ ἦν ἐν ἀνθρωπότητι, πρὶν Ἀβραὰμ γενέσθαι, οὐδὲ καθὸ ἄνθρωπος καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ.

Καὶ πάλιν, εἴ τις θελήσει τὰ τῆς ἀνθρωπότητος ῥήματά τε καὶ πράγματα γυμνῷ προσάπτειν τῷ Θεῷ Λόγῳ πρὸ τῆς ἐνανθρωπήσεως, ἀσεβήσει μεγάλως. Τί γὰρ ποιήσει, λέγοντος τοῦ Χριστοῦ· «Νῦν ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστι;» Λύπην ἄρα καὶ θόρυβον δώσει περὶ τὴν τοῦ Θεοῦ φύσιν γενέσθαι, καὶ κρατεῖν θανάτου φόβον; Τί δὲ ὅταν σταυρούμενον ἴδῃ, καὶ τοῦτο πάσχειν τοῦ Υἱοῦ τὴν θεότητα δώσει οὕτως ὡς ἄνθρωπον; Ἢ τὸ δύσφημον παραιτήσεται; Οὐκοῦν ἑκατέρῳ καιρῷ τε καὶ πράγματι σωζέσθω τὸ πρέπον, καὶ γυμναζέσθω μὲν τῆς θεολογίας ὁ λόγος, μὴ πάντως ἐξ ὧν ὡς ἄνθρωπος φαίνεται λαλῶν, ἀλλ᾽ ἐξ ὧν ἐστιν ἐκ Πατρὸς, ὡς Υἱὸς καὶ Θεός. Συγχωρείσθω δὲ τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς, τὸ λέγειν αὐτὸν ἔσθ᾽ ὅτε καὶ ἃ μὴ πρέπει γυμνῇ καὶ καθ᾽ ἑαυτὴν οὔσῃ τῇ θεότητι. Ὅταν οὖν, ὡς ἄνθρωπος, λέγῃ μὴ εἶναι ἀγαθὸς οὕτως ὡς ὁ Πατὴρ, φερέσθω μᾶλλον καὶ τοῦτο ἐπὶ τὴν οἰκονομίαν τὴν μετὰ σαρκὸς, καὶ μὴ ἁπτέσθω τῆς οὐσίας τοῦ Υἱοῦ καὶ Θεοῦ.

Ἀπολογία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα· «Διὰ τί με λέγεις ἀγαθόν; καὶ ἐξήγησις τοῦ ῥητοῦ. Ἐξεταστέον ὅλην τοῦ προκειμένου τὴν διάνοιαν· καὶ οὕτω γνωσόμεθα σαφῶς, ὅπερ ἐβούλετο διδάσκειν ὁ Χριστὸς, διὰ τοῦ φάναι· »Τί με λέγεις ἀγαθόν;» Νομικὸς προσῆλθεν (οὔτω γὰρ γέγραπται), τὸ ὅπως σωθήσεται μανθάνειν ἐπιζητῶν. Εἶτα προτείνει διδάσκαλον αὐτὸν καὶ ἀγαθὸν προειρηκὼς τὸ, «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» Πρὸς ταῦτα Χριστός· «Τί με λέγεις, φησὶν, ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.» Ἀλλ᾽ οὐκ ἐνεγκὼν τῆς ἐντολῆς τὸ βάρος, καὶ ἀτονήσας περὶ τὴν ἀρετὴν, ὀκλάζει περὶ τὸ πρόσταγμα. Ἀπῆλθε γὰρ, φησὶ, λυπούμενος. Ποῖος οὖν ἦν ἐνθάδε θεολογίας καιρός; Τῷ δὲ ἐρωτήσαντι, Τί ἄρα ποιήσας ἔσται καὶ αὐτὸς τοῖς σωζομένοις ἐναρίθμιος; ποῖον ἔχει λόγον, μὴ ὅπερ ἐξῄτησε μαθεῖν ἀποκαλύψαι μᾶλλον, ἀλλ᾽ ἕτερόν τι παρὰ τὸ ἐκείνῳ ποθούμενον εἰπεῖν; Πῶς δὲ οἷόν τε ἦν τὸ ἐνεγκεῖν οὐκ ἰσχύσαντα μιᾶς ἐντολῆς εὐαγγελικῆς φορτίον, τὸ ὑπὲρ πάντα διδάσκεσθαι μυστήριον, οὕτως ἀτονοῦντα περὶ τὴν τῶν ἀγαθῶν ἔφεσιν, ὡς μηδὲ λόγῳ δύνασθαι ταύτην χωρεῖν; Λελύπηται γὰρ, ὡς γέγραπται.

Ἐπειδὴ τοίνυν ἄνθρωπον βλέπων ὁ νομικὸς, ὡς ἀνθρώπῳ πρόσεισι, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐρωτᾷ, ἐξελέγχων ὡς ἀμαθῆ, μάλισθ᾽ ὅτι σοφίας ὑπόληψιν ἐπραγματεύετο, διὰ τοῦ δοκεῖν εἰδέναι τὸν νόμον, δυσωπεῖ λέγων· Μόνος ἀγαθὸς κατὰ ἀλήθειαν ὁ Θεός. Τί τοιγαροῦν ὡς ἀνθρώπῳ προσελθὼν, τὸ μόνῳ προσὸν τῷ Θεῷ κατὰ φύσιν, ἐμοὶ περιτίθης, ἀγαθὸν ἀποκαλῶν; Εἷς γάρ ἐστιν ὁ φύσει ἀγαθὸς, Θεὸς δηλαδή. Εἰ μὲν οὖν οἶδάς με, φησὶ, Θεὸν ὄντα, καὶ διὰ τοῦτο ἀγαθὸν, ὅτου δὴ χάριν ὡς ἀνθρώπῳ προσέρχῃ ψιλῷ; Εἰ δὲ οὐ πιστεύεις εἶναί με Θεὸν, ἀλλ᾽ ἄνθρωπον οἴει με ψιλὸν, τί δή ποτε τῷ Θεῷ πρέπον ἀξίωμα μόνῳ προσάπτεις ἀνθρώπῳ;

Ἔλεγχος οὖν ἀμαθίας τὸ εἰρημένον ἐστὶν, οὐ θεολογίας ἀξίωσις.

ΑΛΛΟ. Εἰ διὰ τὸ λέγεσθαι μόνον εἶναι καὶ ἕνα κατὰ φύσιν ἀγαθὸν τὸν Θεὸν, ἐκβάλλεται τῆς κατὰ τοῦτο ἐμφερείας τε καὶ ὁμοιότητος ὁ Υἱὸς τῆς πρὸς τὸν Πατέρα, φημὶ, καὶ ἔλαττον ἔσται ἀγαθὸς, διά τε τοῦτο οὐχ ὁμοούσιος, φρασάτω τις ἡμῖν τῶν χριστομαχεῖν εἰωθότων, τί ἄρα ποιήσαι ὅταν καὶ ἡμεῖς προθῶμεν αὐτοῖς τούτῳ παραπλήσιον; Λέγει μὲν γάρ που περὶ Θεοῦ καὶ Πατρός τις τῶν ἁγίων ὅτι ὁ Θεὸς φῶς ἐστι· λέγει δὲ καὶ περὶ τοῦ Υἱοῦ, ὅτι καὶ ἦν τὸ φῶς τὸ ἀληθινόν.

Ἰδοὺ φῶς ὁ Πατὴρ, φῶς καὶ ὁ Υἱός. Μόνῳ δὲ τῷ Υἱῷ πρόσκειται τὸ ἀληθινόν. Ἐκβληθήσεται ἄρα τοῦ εἶναι κατὰ ἀλήθειαν φῶς ὁ Πατὴρ, ἐπειδὴ μόνῳ τοῦτο περιτέθεικε τῷ Υἱῷ ἡ τοῦ Ἰωάννου φωνή. Ἀλλ᾽ οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτο μανίας ἐλάσαι ποτὲ, ὡς τοῦτο παραδέξασθαι τὸ δυσσέβημα. Εἰ τοίνυν κατὰ ἀλήθειαν ὄντος τε καὶ καλουμένου φωτὸς μόνου τοῦ Υἱοῦ, φῶς κατὰ ἀλήθειάν ἐστι καὶ ὁ Πατὴρ, καὶ ἀγαθοῦ κατὰ φύσιν ὄντος τοῦ Πατρὸς καὶ ἐπ᾽ αὐτοῦ κεῖται τὸ μόνος, ἔσται κατὰ φύσιν ἀγαθὸς καὶ ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ὅπου δὲ φύσεως ταυτότης, ἐκεῖ πάντως ἔσται καὶ τὸ ὁμοούσιον.

ΑΛΛΟ. Εἰ τὸ κατά τι διαφέρειν τὸν Υἱὸν ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα, τὴν αὐτὴν οὐκ ἔχειν αὐτῷ δίδωσιν οὐσίαν, ἀλλ᾽ ἑτερογενῆ καὶ ἔκφυλον ὥσπερ αὐτὸν ἀπεργάζεται, τὸ κατὰ μηδὲν διαφέρειν ὁμοούσιον ἀποδεικνύει.

Ὅταν οὖν ἡ θεία λέγῃ Γραφὴ περὶ τοῦ Πατρὸς ὅτι φῶς ἐστιν, ἀποκαλῇ δὲ πάλιν φῶς τὸν υἱὸν, οὐδενὸς ὄντος ἐνθάδε τοῦ τὴν ὁμοιότητα διατέμνοντος (κεῖται γὰρ ἐπ᾽ ἀμφοῖν τὸ φῶς τὸ ἀληθινὸν), τί κωλύει τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρί;

ΑΛΛΟ. Εἰ ἑτερούσιός ἐστιν ὁ Υἱὸς ὡς πρὸς τὸν Πατέρα, πῶς ὁ Πατὴρ ἐν αὐτῷ φαίνεται, καὶ αὐτὸς ἐν Πατρί; «Ὁ ἑωρακὼς γὰρ ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα.» Οὐ γὰρ δή που τὴν ἀνθρώπου μορφὴν ἐν ἵππῳ θεωρήσομεν· οὐδὲ αὖ πάλιν τὴν ἐκείνου κατόψεταί τις ἀνθρωπείᾳ μορφῇ. Τὸ γὰρ ὅμοιον ἐν ὁμοίῳ φαίνεται· τὰ δὲ ἑτεροειδῆ, καὶ τῆς ἀλλήλων φυσικῆς ὁμοιότητος ἀπεσχοινισμένα, οὐκ ἂν ἐν ἀλλήλοις φαίνοιτό ποτε.

Φαίνεται δὲ Υἱὸς ἐν Πατρὶ, καὶ Πατὴρ ἐν Υἱῷ. Οὐκ ἄρα, καθ᾽ ὑμᾶς ἑτερούσιος, ἀλλ᾽ ὁμοούσιος, ὡς χαρακτὴρ καὶ εἰκὼν τοῦ πατρός.

Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, ὁ Υἱὸς ὁμοούσιος εἶναι δύναται τῷ Πατρὶ, Θεὸν καὶ αὐτὸν ἔχων; Αὐτοῦ γὰρ φαίνεται φωνή· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν·» καὶ πάλιν· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Εἰ δὲ Θεὸς αὐτοῦ ἐστι, πῶς ὁμοούσιος; Τὰ γὰρ τῆς αὐτῆς ὄντα φύσεως οὐκ ἂν εἶεν ἐπ᾽ ἄλληλα κατὰ φύσιν θεοί· ὡς οὐδὲ ψυχὴ Θεὸς ἂν ἑτέρᾳ γένοιτο ψυχῇ, οὐδὲ ἄγγελος ἀγγέλῳ.

Πρὸς ταῦτα λύσις. Οὐκ αἰσθάνεται πάλιν ὁ χριστομάχος κτίσμα μὲν, οὐχ Υἱὸν εἰσφέρων τὸν Κύριον, δοῦλον δὲ ἀντὶ Δεσπότου, καὶ λάτριν ἀντὶ Θεοῦ. Εἰ γὰρ κατὰ φύσιν οἴεται Θεὸν εἶναι τοῦ Υἱοῦ τὸν Πατέρα, καὶ τὴν ἐν τοῖς ἄλλοις οἰκονομίαν οὐχ ὁρᾷ, οὔτε ὁμοούσιος ἔσται, οὔτε Δεσπότης, οὔτε Θεός. Καλῶς γὰρ δὴ τῇδε διϊσχυρίζεται.

Ἐκβαλέτω τοιγαροῦν φανερῶς καὶ τῆς θεότητος καὶ κυριότητος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασι συνταττέτω, ἵνα σαφὴς αὐτῶν ἡ δυσφημία γενομένη, πάντας ἀναπείσῃς λέγειν· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς. Δέον γὰρ ἐξετάζειν τὴν κεκρυμμένην τοῦ Λόγου δύναμιν, δυσφημοῦσιν ἀφυλάκτως, οὐκέτι Θεὸν, ἀλλὰ ναὸν Θεοῦ, τὸν Υἱὸν εἰσφέροντες, ὥσπερ ἦν τῶν ἁγίων ἕκαστος, περὶ ὧν φησιν· «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω.» Ἔσται τοιγαροῦν κατὰ τὴν ἐκείνων μανίαν εἷς καὶ αὐτὸς τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ θεῶν, πρὸς οὓς εἴρηκεν· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ Υἱοὶ ὑψίστου πάντες.» Ὧν ὅτι παντελῶς ἀφέστηκε, καὶ φύσεως ὑπεροχῇ μεμέρισται, διδάξει σαφῶς ἐν Εὐαγγελίῳ Χριστὸς, λέγων· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί·» κάτω λέγων τὴν βασιλευομένην καὶ ὑποκειμένην τὴν φύσιν· ἄνω δὲ πάλιν τὴν βασιλεύουσαν καὶ τοῖς πᾶσιν ἐποχουμένην θεότητα. Ἀληθῶς τοίνυν τοῦ Χριστοῦ λέγοντος ἄνωθεν εἶναι, οὗτος αὐτὸν ἐκ τῶν κάτω φησὶ, φανερῶς τοῦ Υἱοῦ τὴν οὐσίαν συκοφαντῶν.

Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, ἔσται τῷ Πατρὶ ὁμοούσιος ὁ Υἱὸς, αἴτιον αὐτὸν τοῦ εἶναι ἔχων; Ὃ μὴ πρόσεστι τῷ Πατρί. Οὐ γὰρ ἐξ αἰτίου τινὸς, ὅπερ ἂν, ὡς οἶμαι, πᾶς τις οὖν ἀληθὲς εἶναι φήσειεν.

Πρὸς τοῦτο λύσις. Πολλὴν ἄν τις εἰκότως ἀμαθίαν καταψηφίσαιτο τῶν τὰ τοιαῦτα τολμώντων λαλεῖν. Υἱὸν γὰρ λέγοντες. οὐχ ὁμοούσιον εἶναί φασιν, οὐκ αἰσθανόμενοι τάχα πρὸς ἣν ἐμβαίνουσιν ἄνοιαν. Εἰ γὰρ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν ἀληθῶς, ἔσται πάντως τῷ γεγεννηκότι κατὰ τὴν οὐσίαν ὁ αὐτός. Εἰ δὲ οὐκ ἔστιν Υἱὸς, καθ᾽ ὑμᾶς, δείξατε γυμνὴν ἑαυτῶν τὴν βλασφημίαν, καὶ λέγετε ποίημα εἶναι, ἵνα μηδὲ ὁμοούσιος ᾖ. Καὶ τότε δειχθήσεσθε πάσαις μαχόμενοι ταῖς θείαις Γραφαῖς.

Υἱὸν γὰρ λέγουσι τὸν Υἱὸν, καὶ οὐ ποίημα.

ΑΛΛΟ Αἴτιον γεγενῆσθαι τοῦ εἶναι τῷ Υἱῷ τὸν Πατέρα φατὲ, κατὰ τίνα τρόπον, ὦ χριστομάχοι; Εἰ μὲν οὖν ὡς δημιουργόν τινα ποίημα φαντάζεσθε, καὶ οὐχ Υἱὸν, καὶ διαῤῥήδην μάχεσθε τῷ Πατρὶ λέγοντι περὶ τοῦ ἰδίου γεννήματος· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε.» Εἰ δὲ Υἱὸν ὄντως ὁμολογεῖτε, καὶ οὕτως εἶναι πιστεύετε, ἀνάγκη πᾶσα μὴ ὡς δημιουργὸν αἴτιον τοῦ εἶναι τῷ Υἱῷ γεγενῆσθαι λέγειν τὸν Πατέρα, ἀλλ᾽ ὡς γεννήτορα φυσικῶς. Κωλύει δὲ οὐδὲν, μᾶλλον δὲ ἀνάγκη πᾶσα τὸ ἔκ τινος φυσικῶς προελθὸν, ὅμοιον εἶναι κατ᾽ οὐσίαν αὐτοῦ, κἂν αἴτιον αὐτὸ τοῦ εἶναι ἔχοι.

ΑΛΛΟ. Εἰ πᾶν ὅπερ ἂν ἐξ αἰτίου τινὸς γένηται, τοῦτο πάντως ἔσται πρὸς αὐτὸ καὶ ἀνομοιούσιον, πῶς ὁ Ἄβελ ἐξ αἰτίου γεννηθεὶς τοῦ Ἀδὰμ, ὅμοιος ἦν αὐτῷ κατ᾽ οὐσίαν; Οὐκοῦν ἀνάγκη πᾶσαν ἁπλῶς γεννητικὴν φύσιν, ὅμοια πάντως αὐτῇ τὰ ἐξ αὐτῆς ἔχειν, κἂν τὸ τίκτον αἴτιον ᾖ φυσικῶς τῷ ἐξ αὐτοῦ τικτομένῳ.

ΑΛΛΟ. Εἰ διὰ τοῦτο κατ᾽ οὐσίαν ὁ Υἱὸς οὐκ ἔσται τῷ Πατρὶ προσεοικὼς οὐδὲ ὁμοούσιος, ἐπειδήπερ ὁ μὲν Πατὴρ οὐκ ἐξ αἰτίου τινός ἐστιν, ὁ δὲ Υἱὸς αἴτιον αὐτὸν ἔχει, τί κωλύσει λέγειν ὅτι καὶ ὁ Κάϊν οὐκ ἂν εἴη τῷ πατρὶ ὁμοούσιος; Ἐπειδήπερ ὁ μὲν Ἀδὰμ ὑπ᾽ οὐδενὸς ἐγεννήθη· πρῶτος γὰρ ἦν ἄνθρωπος. Ὁ δὲ Κάϊν αἴτιον ἔσχεν αὐτόν· ἐξ αὐτοῦ γὰρ γέγονεν. Εἰ δὲ ψεύσεται πάντως ὁ τοῦτο λέγων (ὁμοούσιος γὰρ τῷ Ἀδὰμ ὁ Κάϊν), ἔσται τῷ Πατρὶ πάντως ὁμοούσιος ὁ Υἱὸς, κἂν αἴτιον αὐτὸν ἔχῃ τοῦ εἶναι, ἐξ αὐτοῦ προελθὼν ἀχρόνως, καὶ ἀϊδίως ὢν σὺν αὐτῷ.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Καὶ πῶς ἔσται, φησὶ, τὸ ἀγέννητον τῷ γεννητῷ ὁμοούσιον; Πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορά.

Πρὸς τοῦτο λύσις. Οὐκ ἀνατρέψει τὸ σοφὸν τῶν χριστομάχων πρόβλημα τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπειδήπερ ὁ μὲν Πατὴρ ἀγέννητός ἐστιν, Υἱὸς δὲ γεννητός. Εἰ γὰρ τὸ κατά τι διαφέρειν, πάντως καὶ διάφορον ἐν τοῖς οὖσι τὴν φύσιν ἀπεργάζεται, καὶ τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ φυσικῆς ὁμοιότητος ἀποτέμνει τὰ γένη· διοριζέτωσαν, φέρε εἰπεῖν, καὶ τὸν Παῦλον ἀπὸ τοῦ Πέτρου κατὰ τὸν τῆς οὐσίας λόγον, ἐπειδήπερ τινὰ μερικὴν ἔχουσι καὶ ὡς ἐν ἀτόμῳ πρὸς ἀλλήλους τὴν διαφορὰν, καθ᾽ ἢν ὁ μὲν ἔστι Πέτρος, ὁ δὲ Παῦλος. Ὁρῶμεν δὲ ὅτι πολλάκις καὶ τὰ καθ᾽ ἕτερόν τινα τρόπον τῆς ἀλλήλων ὁμοιότητος πολὺ διεστηκότα, κοινωνεῖ κατὰ τὸν τῆς οὐσίας λόγον. Ὁ μὲν γὰρ μέλας ἄνθρωπος τυχὸν ὡς πρὸς τὸν λευκὸν πολλὴν ἔχει τὴν διαφορὰν, ἀλλ᾽ οὐ τοῦτο τὴν οὐσίαν αὐτοῖς διατέμνει. Εἰ τοίνυν καὶ ἐφ᾽ ἡμῶν αὐτῶν ἡ κατά τι διαφορὰ τὸ εἶναι τῆς αὐτῆς οὐσίας οὐκ ἀνατρέπει, ἧς ἂν εἶεν κἀκεῖνοι πρὸς οὓς ἂν διακρινοίμεθα· τί κωλύει καὶ τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ, κατὰ τοῦτο διαφέροντα καθ᾽ ὃ μὲν Πατὴρ ἀγέννητός ἐστιν, ὁ δὲ Υἱὸς γεννητός;

Μία γὰρ ἐν αὐτοῖς ἡ θεότης, ἐκ Πατρὸς ἀγεννήτου τρέχουσα φυσικῶς ἐπὶ τὸ γέννημα.

ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Οὐκ ἂν εἴη τέλειος, φησὶ, μὴ πάντως ἀπό τινος ἐκτρέχων ἀρχῆς. Εἰ τοίνυν κατέπαυσεν ὁ Πατὴρ γεννῶν τὸν Υἱὸν, τὸ δὲ καταπαῦσαι τέλος ἐστὶν, ἀρχὴν ἄρα ἔχει τοῦ εἶναι. Πῶς οὖν ὁ τοιοῦτος ὁμοούσιος ἔσται τῷ ἐκ μηδεμιᾶς ἀρχῆς ὄντι Πατρί;

Πρὸς τοῦτο λύσις. Εἰ κατέπαυσεν ὁ Πατὴρ, καθ᾽ ὑμᾶς, ὦ χριστομάχοι, γεννῶν τὸν Υἱὸν, καὶ ἀπό τινος ἀρχῆς ἤρξατο (τοῦτο γὰρ ὑμῶν ἡ πρότασις ἔχει), προσγέγονεν ἄρα τῷ Πατρί. Τὸ δὲ προσγεγονὸς καὶ ἀρχὴν ἔχον τοῦ εἶναι, πρόσφατον ἂν εἴη πάντως καὶ ἀναγκαίως. Πῶς δὴ οὖν ἄρα θήσετε τὸν Υἱὸν Θεὸν εἶναι παρὰ τῆς θείας Γραφῆς οὐ συγχωρούμενον, ἂν οὕτως ἔχῃ, καθάπερ ὑμεῖς φατε; «Οὐκ ἔσται γὰρ ἐν σοὶ Θεὸς, φησὶ, πρόσφατος.» Ἀλλ᾽ οἶδεν αὐτὸν ἡ θεία Γραφὴ καὶ Υἱὸν ὄντα καὶ Θεόν. Οὐκ ἄρα πρόσφατος, οὐδὲ ἀρξάμενος τοῦ γεννᾶσθαι, καθ᾽ ὑμᾶς· ἀλλὰ γεννητὸς μὲν, συναΐδιος δὲ ὅμως ὡς Υἱὸς ὢν ἐν τῷ Πατρί. Εἰ δὲ τὸ εἶναι πρόσφατον οὐ συγχωρήσει τῆς αὐτῆς οὐσίας εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, τὸ μὴ εἶναι πρόσφατον, ὁμοούσιον ἀποδείξει.

ΑΛΛΟ. Εἰ μόνῳ Θεῷ τῷ κατὰ φύσιν τὸ προσκυνεῖσθαι παρά τε ἡμῶν καὶ ἀγγέλων ὀφείλεται, ἑτέρῳ δὲ οὐδενὶ, καὶ ἐφ᾽ ἡμῶν μὲν τέθειται· «Κύριον τὸν Θεόν σου προσκυνήσεις,» ἀγγέλοις δὲ τὸ Πνεῦμα κελεύει προσκυνεῖν τὸν Υἱὸν, κατὰ τὸ, «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ,» Θεὸς ἄρα ἐστὶν ὁ προσκυνούμενος Υἱός. Πῶς οὖν ἔσται μία θεότης, εἰ οὐκ ἔστι, καθ᾽ ὑμᾶς, ὁμοούσιος τῷ Πατρί; Εἰ γὰρ ἔχει τινὰ διάστασιν ἤτοι διαφορὰν κατὰ τὸν τῆς οὐσίας λόγον, ἑτεροῖος μὲν ἂν εἴη Θεὸς ὁ Υἱὸς, ἑτεροῖος δὲ ὁ Πατὴρ, καὶ δύο κατὰ τοῦτο Θεοὺς ἀνάγκη λέγειν· ὅπερ ἐστὶν ἀσεβὲς, καὶ οὐδὲ μέχρι μόνον ἀκοῆς παραδεκτόν.

Ἀλλ᾽ ἔστι μία θεότης, καὶ οὕτω κηρύττουσιν αἱ θεῖαι Γραφαί· ὁμοούσιος ἄρα τῷ Πατρὶ ὁ Υἱός. Οὕτω γὰρ τὸ ἓν Θεότητι σωθήσεται.

ΑΛΛΟ. Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ καὶ κατέπαυσε, κατὰ τὴν τῶν χριστομάχων μανίαν, ἀλλοίωσίς τις καὶ μεταβολὴ περὶ αὐτὸν γέγονεν. Ὃ γὰρ οὐκ ἦν πρὶν γεννήσῃ, γέγονε μετὰ τὸ γεννῆσαι. Εἰ δὲ τῶν τοιούτων ἀνωτέρω τὸ θεῖόν ἐστι τροπῆς τε καὶ ἀλλοιώσεως ἀνεπίδεκτον, οὐκ ἤρξατο τοῦ γεννᾷν, οὐδὲ κατέπαυσε, καθάπερ οὗτοί φασιν· ἀλλ᾽ ἦν ἀχρόνως ἐν Πατρὶ ὁ τῶν αἰώνων καὶ χρόνων ποιητὴς Υἱός.

Ἐπειδὴ δὲ συναΐδιος, διὰ τοῦτο καὶ ὁμοούσιος.

ΑΛΛΟ. Εἰ ἤρξατο τοῦ γεννᾷν ὁ Πατὴρ τὸν Υἱὸν, προσγέγονεν ἄρα τῇ οὐσίᾳ αὐτοῦ τοῦτο, καὶ ὅπερ οὐκ εἶχεν ἐν ἀρχῇ, προσέλαβεν ὕστερον. Τὸ δὲ προσθήκην ἐπιδεχόμενόν τινα, ἀτελὲς ἂν εἴη, καὶ οὐ τέλειον. Ἀλλὰ τοῦτο ἄτοπον· τελεία γὰρ ἡ τοῦ Πατρὸς οὐσία. Οὐκ ἄρα προσγέγονεν αὐτῇ τὸ γεννᾷν, ἀλλ᾽ ἦν ἐν αὐτῇ τοῦτο οὐκ ἀρξάμενον. Εἰ δὲ οὐκ ἤρξατο γεννᾷν, συναΐδιος ἄρα ἐστὶ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ γεννηθεὶς Υἱός.

Καὶ ὥσπερ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως ἐπεὶ μὴ ἔσχεν ἀρχὴν τὴν ἐν χρόνῳ, ἔσται πάντως ὁμοούσιος.

ΑΛΛΟ, διηγηματικῶς. Ὥσπερ οἱ τῇ ἀληθείᾳ μαχόμενοι, ἀρχὴν καὶ τέλος τῇ τοῦ Υἱοῦ γεννήσει περιτιθέντες, ἐκβάλλουσιν αὐτὸν τῆς ὁμοιότητος τῆς πρὸς τὸν Γεγεννηκότα· οὕτω καὶ ἡμεῖς οὔτε ἀρχὴν, οὔτε τέλος περὶ τὴν τοῦ Υἱοῦ γέννησιν παραδεχόμενοι, εἰσφέρομεν αὐτὸν εἰς ἀπαράλλακτον ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα. Τὸ δὲ ὅμοιον κατὰ πάντα, καὶ ὁμοούσιον.

Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί. Πρότασις ὡς ἐκ τῶν Ἀετίου. Καὶ πῶς ἂν δύναιτο, φησὶ, ταυτότης οὐσίας ἐπί τε Πατρὸς καὶ Υἱοῦ σώζεσθαι, εἴ γε ὁ μὲν Πατὴρ ἀγέννητός ἐστι, γεννητὸς δὲ ὁ Υἱός; Ἀνάγκη γὰρ πᾶσα λέγειν ἐν οὐδενὶ παραλλάττειν τὸ ἀγέννητον πρὸς τὸ γεννητόν. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύσει καὶ τὸν Πατέρα γεννητὸν εἶναι λέγειν καὶ τὸν Υἱὸν ἀγέννητον, καὶ συγκέχυται τὸ πᾶν.

Πρὸς ταῦτα λύσις. Ὁ ταῦτα προτείνων ἀμαθῶς, ἀντακούσεται παρ᾽ ἡμῶν· Καὶ πῶς ἂν δύναιτο ταυτότης οὐσίας μὴ σώζεσθαι ἐπί τε Πατρὸς καὶ Υἱοῦ, εἴ γε τοῦ Πατρὸς εἰκών ἐστιν ὁ Υἱὸς, καὶ ἐν ἑαυτῷ δείκνυσι τὸν Πατέρα;

Εὔδηλον γὰρ δή πουθέν ἐστι καὶ πᾶσιν ὁμολογούμενον, ὡς οὐδεὶς ἐν ἑτέρᾳ φύσει τὴν ἑτέραν ὄψεται· οὐδ᾽ ἄν τις ἔχοι λέγειν ἵππον ἑωρακὼς, ὅτι δή τινα τῶν ἀνθρώπων τεθέαται. Ἐν γὰρ τοῖς ὁμοφυέσιν ἡ τῶν ὁμοίων ἀπόδειξις, οὐκ ἐν τοῖς ἀλλήλων διεστηκόσι, κατὰ τὸν τοῦ πῶς εἶναι λόγον. Εἰ τοίνυν ζητοῦντι τῷ Φιλίππῳ τὸν Πατέρα ἰδεῖν, ἑαυτὸν ἐπιδεικνύει Χριστὸς, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» ἀνάγκη πᾶσα τῆς αὐτῆς οὐσίας εἶναι λέγειν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς ἀπαράλλακτον εἰκόνα καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ.

ΑΛΛΟ. Ὁμοούσιον ἑαυτὸν ὄντα τῷ Πατρὶ διδάσκων ὁ Κύριος ὁρᾶται πανταχοῦ, καίτοι γεννητὸς ὑπάρχων· ἐπεὶ πῶς ἑαυτὸν Υἱὸν εἶναί φησι; Πρὸς ταῦτα τὴν ἀπὸ τῶν οἰκείων λογισμῶν ἀσθένειαν ἀντεπάγοντες οἱ χριστομάχοι, μὴ δύνασθαί φασιν, ἐπειδὴ γεννητός ἐστι, τῆς αὐτῆς οὐσίας εἶναι τῷ ἀγεννήτῳ Πατρί, Ἐκεῖνα τοιγαροῦν περὶ ἑαυτοῦ φάσκοντος τοῦ Χριστοῦ, ταῦτα δὲ τῶν χριστομάχων, τίς εἰς τοῦτο μωρίας ἐκβήσεται, ὡς οἴεσθαι δεῖν ἀνθρώπῳ μᾶλλον ἢ Θεῷ πιστεύειν, καὶ μὴ τὴν καλὴν ἐκείνην τῶν ἀποστόλων φθέγγεσθαι φωνὴν, λέγειν τε πρὸς τοὺς ἀνοσίους αἱρετικούς· «Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις;» Εἰ γὰρ ἀτονοῦσι περὶ τὴν τῆς ἀληθείας κατάληψιν, οὐκ ἀδικήσει τοῦτο προσούσης αὐτοῖς ἀβουλίας.

ΑΛΛΟ. Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς, καὶ αὐτοὶ πάντως ὁμολογεῖτε· οὐ γὰρ ὡς ἓν τῶν ποιημάτων ἔξω τῆς οὐσίας τοῦ τεκόντος κείσεται. Καὶ πῶς οὐκ ἔσται τῷ τεκόντι πάντως ὁμοούσιος, εἴ γε ὄντως ἐστὶ γέννημα, καρπὸς ὥσπερ τις φυσικὸς τοῦ γεννήσαντος ὑπάρχων; Εἰ μὲν οὖν τοῦτον ἔχειν δώσετε τὸν τρόπον, ἔσται πάντως καὶ ὁμοούσιος· εἰ δὲ μέχρι διακόνου φωνῆς καὶ προσηγορίας ψιλῆς γέννημα καλεῖται, λεγέσθω ποίημα παρ᾽ ὑμῶν, ἵνα δὴ καὶ σαφέστερον δυσφημοῦντες φαίνησθε.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Ἀετίου. Εἰ ἀμέριστός ἐστι, φησὶ, τὴν οὐσίαν ὁ Θεὸς, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ᾽ ὑπέστη κατ᾽ ἐξουσίαν. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας ἡ ὑποστᾶσα φύσις πρὸς τὴν ὑποστήσασαν αὐτόν;

Πρὸς ταῦτα λύσις. Τὸ μέγα τοῦτο καὶ βαθὺ, καθάπερ οἴονται, σόφισμα, τὸ μὴ μερίζεσθαι τοῦ Θεοῦ τὴν οὐσίαν, τῆς αὐτῆς οὐσίας εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, πῶς οὐκ ἐπιτρέψει παρὰ τοῖς ὀρθῶς δοκιμάζειν εἰωθόσι τὰ πράγματα;

Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ καὶ φιλαίτιοι. Οὐ γὰρ ἐπειδήπερ ἀμέριστός ἐστι τὴν οὐσίαν ὁ Θεὸς, διὰ τοῦτο καὶ τῆς γεννητικῆς δυνάμεως ἔρημος ἔσται, καθ᾽ ὑμᾶς. Καὶ οὐκ ἀπόδειξιν ἔχει τοῦ μὴ δύνασθαι γεννᾷν αὐτὸν, τὸ ἀμέριστον εἶναι κατὰ τὴν οὐσίαν.

Εἰ δὲ τιμᾷν οἴονται τὸν Θεὸν, σώζοντες μὲν αὐτῷ τὸ μερίζεσθαι μηδαμῶς, ἀποστεροῦντες δὲ τοῦ δύνασθαι γεννᾷν, ὡς διὰ τοῦτο κατ᾽ ἐξουσίαν ὑποστῆσαι τὸν Υἱὸν, ἀκουέτωσαν ὅτι πολὺ μεῖζον καὶ κάλλιον τῆς κατ᾽ ἐξουσίαν λαμπρότητος τῆς φυσικῆς ἐνεργείας ἡ χάρις. Ἀξιολογώτερον γὰρ τὸ ἀμερίστως οἴεσθαι τὸν Θεὸν γεννᾷν ἐξ αὐτοῦ ἀῤῥήτῳ τινὶ καὶ ἀκαταλήπτῳ τρόπῳ, ἢ διὰ τὸ μὴ μερίζεσθαι, καθ᾽ ὑμᾶς, μηδὲ γεννᾷν ἰσχύειν.

ΑΛΛΟ. Εἰ κατ᾽ ἐξουσίαν, ὥς φατε, τὸν Υἱὸν ὑπέστησεν ὁ Πατήρ, περιττῶς καλεῖται καὶ Υἱός. Τὸ γὰρ οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθὸν, πῶς ἂν λέγοιτο καὶ ὁ Υἱός; Τὸ δὲ ἔκ τινος κατὰ φύσιν προελθὸν, ἐπαληθεύουσαν ἔχει καὶ τὴν τοῦ γεννήματος ἐπωνυμίαν.

Ἐγεννήθη τοιγαροῦν ὁ Υἱὸς, ὁμοούσιος ἄρα τῷ Πατρί. Καὶ μία γὰρ τοῖς γεννωμένοις πρὸς τὰ γεννῶντα φύσις.

ΑΛΛΟ. Εἰ καθάπερ ὑμεῖς οἴεσθε πλανῶντές τε καὶ πλανώμενοι, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προῆλθεν ὁ Υἱὸς, ὑπέστη δὲ ἐξουσιαστικῶς, καὶ ἔστιν αὐτὸς ἡ σοφία καὶ δύναμις τοῦ Πατρὸς, οὔτε σοφὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὔτε μὴν δυνατός. Εἰ δὲ, κατὰ τὴν ἀμαθεστάτην ὑμῶν πρότασιν, ἔξωθεν ὑπέστησε τὸν Υἱὸν, ὅς ἐστιν αὐτοῦ σοφία καὶ δύναμις, ἀλλ᾽ ἔστι κατὰ φύσιν σοφός τε καὶ δυνατὸς, ἀνάγκη πᾶσα καὶ τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι λέγειν, εἰ δὲ τοῦτο, καὶ ὁμοούσιος.

ΑΛΛΟ. Ἀναγκαῖον ἐρέσθαι τοὺς ὅσοι τὸν Υἱὸν κατ᾽ ἐξουσίαν ὑποστῆναι τὴν τοῦ Πατρὸς, καὶ οὐκ ἐξ αὐτοῦ γεγεννῆσθαί φασι, τί τὸ πεπεικὸς τὸν Πατέρα τὸν Υἱὸν ὑποστῆσαι κατὰ τὸν ὑμῶν ἀμαθῆ λόγον. Ἀναγκαίως ἄρα τοῦτο πεποίηκεν, ἢ χαρίσασθαι τῷ Υἱῷ βουληθεὶς, ὅτι δὴ καὶ αὐτὸν εἰς ὑπόστασιν ἄγοι καθάπερ καὶ ἡμᾶς. Εἰ μὲν οὖν ἀναγκαίως ἀνάγκῃ δώσετε τὸν Θεὸν ὑποκεῖσθαι, εἰ δὲ μὴ τοῦτο, χαρίσασθαι δὲ βουληθέντα τῷ Υἱῷ, ἑαυτῷ χαρισάμενος φανεῖται τὸ εἶναι δημιουργὸς καὶ δυνατὸς καὶ σοφὸς, εἴ γε ἐν Υἱῷ ταῦτά ἐστι. «Πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο, φησὶν ἡ Γραφὴ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Καὶ πάλιν, «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Ἀλλὰ μὴν οὐχ ἑαυτῷ ταῦτα χαρίζεσθαί φαμεν τὸν Θεὸν καὶ Πατέρα, ἀλλ᾽ εἶναι φυσικῶς σοφόν τε καὶ δυνατόν. Οὐκ ἐξουσιαστικῶς ἄρα τὸν Υἱὸν ὑπέστησε, καθ᾽ ὑμᾶς, ἀλλὰ τῆς οἰκείας φύσεως ἔχει καρπόν· ἐπειδὴ δὲ τοῦτο, καὶ ὁμοούσιος. Τὸ γὰρ ἐκ Θεοῦ προελθὸν κατὰ φύσιν, οὐκ ἀλλότριον αὐτοῦ.

Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιος ὁ Υἱός. Εἰ δι᾽ ἣν ἔλαβε μορφὴν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁμοούσιος ἡμῶν ὅτι ἐξ ἡμῶν, ἔστι δὲ μορφὴ Θεοῦ ὁ Υἱὸς, ὁμοούσιος ἄρα ἐκείνῳ, οὗ καὶ ἔστι μορφή;

ΑΛΛΟ. Εἰ τῷ καθ᾽ ἡμᾶς φωτὶ τὸ ἀπαύγασμα αὐτοῦ ἐστιν ὁμοούσιον, ὁ δὲ Υἱὸς τοῦ ἀϊδίου φωτός ἐστιν ἀπαύγασμα, ὁμοούσιος ἄρα καὶ αὐτὸς τῷ φωτὶ, οὗ καὶ ἔστιν ἀπαύγασμα, τῶν ὑποδειγμάτων κατά τι μέρος τῆς οἰκείας φύσεως εἰς τὸ ὅμοιον παραγομένων.

ΑΛΛΟ. Εἰ τὸ ἴσον ἐν νοητοῖς οὐ ποσότητι μετρητὸν, τὸ δ᾽ οὕτως ἴσον, καὶ ὁμότιμον ἐξ ἀνάγκης καὶ ὁμοούσιον, ἔστι δὲ ἴσος καὶ ὁμότιμος τῷ Πατρὶ ὁ Υἱὸς, κατὰ τὰ θεῖα Λόγια, ἐξ ἀνάγκης ἔσται καὶ ὁμοούσιος· τοῦ ἴσου κατὰ τὸ ποσὸν ἐν ἀσωμάτῳ φύσει μὴ θεωρουμένου, ἀλλὰ μᾶλλον ἐν οὐσίας ταυτότητι.

ΑΛΛΟ. Εἰ τὰ κατ᾽ ἀλήθειαν, ἀλλ᾽ οὐ θέσει, γεννώμενα, ὁμοούσια τῶν κατ᾽ ἀλήθειαν γεννώντων ὡμολόγηται, ἔστι δὲ τῶν κατ᾽ ἀλήθειαν γεννηθέντων ὁ Υἱὸς ἤπερ τῶν κατὰ θέσιν, ὁμοούσιος ἄρα τῷ κατ᾽ ἀλήθειαν αὐτὸν, ἀλλ᾽ οὐ θέσει, γεγεννηκότι Θεῷ.

ΑΛΛΟ. Εἰ τὸ οὐσιωδῶς γεννώμενον κληρονομεῖ τὴν τοῦ γεγεννηκότος οὐσίαν, ἔχον ταύτην ἐν ἑαυτῷ, ἔχει δὲ πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐσιωδῶς ἄρα γεγέννηται.

ΑΛΛΟ. Εἰ μηδὲν τῶν μετὰ τὸν Υἱὸν ἐκ μὴ ὄντων οὐσίας ὑφίστησιν, ὑφίστησι δὲ ὁ Υἱὸς, οὐκ ἄρα τῶν μετ᾽ αὐτὸν ἔσται συγγενὴς, ἀλλὰ τῷ ἐκ μὴ ὄντων ὑφιστῶντι ὁμοούσιος. Τὰ γὰρ τῆς αὐτῆς ἐνεργείας ὄντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται.

ΑΛΛΟ. Εἰ τὰ τῆς αὐτῆς ἐνεργείας ἀπαραλλάκτως ὑπάρχοντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται, ἔστι δὲ τῆς αὐτῆς τῷ Πατρὶ ἐνεργείας ὁ Υἱὸς, πάντα ὅσα ποιεῖ καὶ αὐτὸς ὁμοίως ποιῶν, ὁμολογουμένως ἔσται καὶ τῆς αὐτῆς οὐσίας, διὰ τὸ καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας.

ΑΛΛΟ. Εἰ φύσει Θεός ἐστιν ὁ Πατὴρ, ἀλλ᾽ οὐ μετοχῇ, ἔστι δὲ φύσει Θεὸς καὶ ὁ Υἱός. Εἴπερ τῶν κατὰ μετοχὴν ὑπερέχει, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ, ἀλλ᾽ οὐ τοῖς κατὰ μετοχήν.

ΑΛΛΟ. Εἰ μετοχῇ, ἀλλ᾽ οὐ φύσει, Θεὸς ὁ Υἱὸς, πολλοὶ δὲ οἱ κατὰ μετοχὴν θεοὶ, οὐδὲν ἄρα πλεονάζει τῶν πολλῶν εἰς ὑπεροχὴν οὐσίας. Εἰ δὲ μὴ ἔσται μετοχῇ, ὅτι τῶν κατὰ μετοχὴν αὐτός ἐστι ποιητὴς, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ, ἀλλ᾽ οὐ τοῖς κατὰ μετοχήν.

ΑΛΛΟ. Εἰ πᾶσα οὐσία λογικὴ, οὐ μόνῳ τῷ θέλειν, ἀλλὰ καὶ τῷ ἐνεργεῖν καὶ πάσχειν δημιουργεῖ, μόνη δὲ ἡ ἀγέννητος οὐσία τῷ θέλειν καὶ μὴ πάσχειν, θέλων δὲ καὶ μὴ πάσχων δημιουργεῖ ὁ Υἱὸς, τῆς ἐν θελήσει μόνῃ δημιουργούσης οὐσίας ἐστὶν, ἀλλ᾽ οὐ τῆς ἐνεργούσης κατὰ πάθος.

ΑΛΛΟ. Εἰ πᾶν τὸ γεννῆσαν οὐ νόθον, ὁμοούσιον ἑαυτῷ γεγέννηκε, γεγέννηκε δὲ ὁ Θεὸς τὸν Μονογενῆ, οὐκ ὄντα νόθον, ὁμοούσιον ἄρα ἑαυτῷ γεγέννηκεν. Εἰ δὲ γεννᾷ μὲν, νόθον δὲ γεννήσας οὐ γεγέννηκε. Χεῖρον γὰρ τὸ παρὰ φύσιν τοῦ μηδόλως γεγεννῆσθαι.

ΑΛΛΟ. Εἰ τὸν Μονογενῆ γεννήσας ὁ Θεὸς καὶ Πατὴρ κρειττόνως ἡμῶν γεγέννηκε, γεννῶντες δὲ ἡμεῖς προϋπάρχομεν τῶν γεγεννημένων, Θεὸς ἄρα γεννῶν οὐ προϋπάρχει. Εἰ δὲ ὡσαύτως ἡμῖν γεγέννηκεν (οὐκ ἂν γὰρ εἴποι τις ἡττόνως), γεννῶμεν δ᾽ ἡμεῖς ἐκ τῆς ἑαυτῶν οὐσίας, καὶ Θεὸς ἄρα ἐκ τῆς ἐαυτοῦ γεγέννηκεν οὐσίας. Διόπερ ὁμοούσιον αὐτῷ τὸ ἐξ αὐτοῦ πάντως που καὶ ἀναγκαίως τίθεσθαι χρή.

ΑΛΛΟ. Εἰ τῶν γενητῶν ὁ καθόλου κόσμος ὥσπερ τι γένος ἐστὶ, τοῦ δὲ γένους τὸ κατὰ μέρος εἶδος, ἔστι δὲ γενητὸς ὁ Υἱὸς, εἶδος ἄρα ἐστὶ τοῦ γένους, τουτέστι τοῦ κόσμου. Εἰ δὲ μὴ ἔστιν εἶδος τοῦ κόσμου, διὰ τὸ καὶ προϋπάρχειν αὐτοῦ, τῷ μὴ ἐνδέχεσθαι προϋπάρχειν τὸ εἶδος τοῦ γένους, οὐδὲ ἐκ τοῦ κόσμου ὅλως ἐστίν. Εἰ δὲ τοῦτο, τοῦ κοσμοποιοῦ, ἀλλ᾽ οὐ τοῦ κόσμου, ἐξ ἀνάγκης ἔσται ὁμοούσιος.

ΑΛΛΟ. Εἰ τῶν ὄντων τὸ μὲν ἐστὶ Θεὸς, τὸ δὲ κόσμος, ἐξ ἀνάγκης ὁ Υἱὸς ἢ κόσμου ἴδιός ἐστι κατὰ τὴν γένεσιν, ἢ Θεοῦ κατὰ τὴν οὐσίαν. Ἐπειδὴ δὲ μὴ κόσμου ἴδιος τῷ μὴ ἐνδέχεσθαι τὸ ἴδιον ὑπὸ ἰδίου δημιουργεῖσθαί ποτε, τοῦ κοσμοποιοῦ ἄρα Θεοῦ ὁμοούσιός ἐστιν.