Πρὸς τοῦτο λύσις.
Ἄρ᾽ οὖν ἐξέσται καὶ ἀγγέλοις ἢ καὶ ἄλλαις λογικαῖς δυνάμεσι, περὶ ὧν ἐν Ψαλμοῖς εἴρηται· «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ,» ταῖς τοῦ Σωτῆρος κεχρῆσθαι φωναῖς, ὡς ἕκαστον εἰπεῖν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Καίτοι παντί τῳ δῆλον, ὅτι πάντα ὅσα βούλεται Θεὸς, ταῦτα πάντως καὶ Ἄγγελοι βούλονται, καὶ Ἀρχάγγελοι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Ἐξουσίαι, καὶ τούτων οὐδὲν διαφωνοῦν εὑρίσκεται πρὸς τὴν θείαν βούλησιν. Οὐ γὰρ ἂν ἔμεινεν ἐν τῇ οἰκείᾳ τάξει, μὴ τοῦτον ἔχοντα τὸν σκοπόν. Ὁ γὰρ ἕτερόν τι παρὰ τὸ τοῦ Θεοῦ θέλημα ζητήσας, ἤκουσε· Νῦν δὲ εἰς ᾄδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Εἰ τοίνυν ἕκαστον τῶν εἰρημένων θέλει μὲν ὅσα βούλεται Θεὸς, ἕστηκε δ᾽ ἐν τούτῳ, καὶ σώζει τὴν οἰκείαν ἀρχὴν, καὶ οὐδαμοῦ φαίνεται ταῖς τοῦ Υἱοῦ κεχρημένον φωναῖς, οὐχὶ συμφωνία τῆς γνώμης, οὐδὲ τὸ βούλεσθαι τὰ αὐτὰ, δεικνύει τὸν Υἱὸν ἐν Πατρὶ καὶ τὸν Πατέρα πάλιν ἐν Υἱῷ, ἀλλ᾽ ἡ τῆς οὐσίας ἀπαράλλακτος ὁμοιότης, καὶ ἡ ταυτότης τῆς κατὰ φύσιν ἰδιότητος.