Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος ΙΒ': Η αμοιβαία ενοίκηση και ενότητα Πατρός και Υιού

Ερμηνεία των ρητών περί της ενοικήσεως και της ενότητας, διακρίνοντας τη φυσική ενότητα των θείων προσώπων από την κατά χάριν ένωση των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 22

ΛΟΓΟΣ ΙΒ. Εἰς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Οὐδὲν, φασὶ, θαυμαστὸν, εἰ ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, καὶ ὁ Υἱὸς ἐν Πατρὶ, ὅπου καὶ περὶ ἡμῶν αἱ θεῖαι λέγουσι Γραφαὶ ὅτι «Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν.» Ὥσπερ οὖν καὶ ἡμεῖς ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, καθάπερ εἴρηται, οὕτω καὶ ὁ Υἱός ἐστιν ἐν Πατρί. Πῶς γὰρ οἷόν τε μείζονα ὄντα τοῦ Υἱοῦ χωρεῖν ἐν αὐτῷ τὸν Πατέρα; Ἢ πῶς κατὰ πολὺ τοῦ Πατρὸς ἐλαττούμενος ὁ Υἱὸς, ἐν αὐτῷ χωρῆσαι δυνήσεται καὶ πληρῶσαι τὸ μεῖζον;

Πρὸς τοῦτο λύσις. Εἰ καθάπερ σῶμα ἐν σώματι χωρεῖν οἴεσθε τὸν Υἱὸν ἐν Πατρὶ, εἰκότως ἂν, οἶμαι, καὶ ζητεῖν ἕλοισθε τὸν εἰς ἀλλήλους ἀντεμβιβασμόν. Ἐπὶ μὲν γὰρ σκεύους ὀστρακίνου τυχὸν ἢ ἐξ ἑτέρας τινὸς ὕλης κατεσκευασμένου, οὐκ ἄκομψον ἴσως τὸ λέγειν μὴ δύνασθαι τὸ μεῖζον τῷ ἐλάττονι γενέσθαι χωρητὸν, μηδ᾽ αὖ πάλιν τὸ ἔλαττον ἀναπληροῦν τὸ μεῖζον. Ἐπὶ δὲ τῶν ἀσωμάτων, καὶ ὧν ἡ φύσις τὸ ἔκ τινος ὕλης εἶναι διαπέφευγε, ποῖον ἂν ἔχει λόγον ἡ πρότασις; Καὶ ταῦτά φαμεν ὡς πρὸς τὸ παρὸν, τὸ παρ᾽ ὑμῖν ἀμαθῶς ὑπονοούμενον συγχωρήσαντες, καὶ καθάπερ αὐτοὶ πλανώμενοι πεπιστεύκατε, μείζονα τοῦ Υἱοῦ εἶναι λέγειν τὸν Πατέρα· ὁ δὲ τῆς ἀληθείας λόγος οὐχ οὕτως ἔχει. Ἔστι γὰρ ἴσος τῷ Πατρὶ κατὰ πάντα.

Οἶμαι δ᾽ αὖ οὐκ ἂν ὑμᾶς ὅλως τούτοις χρήσασθαι τοῖς λόγοις, εἴπερ ᾔδειτε τί ἐστιν ἀληθινὸς ὁ Πατὴρ, καὶ ἀληθινὸς ὁ Υἱὸς, καὶ τί φῶς ἀόρατον καὶ ἀΐδιον, καὶ τὸ ἀπαύγασμα αὐτοῦ, καὶ τί πάλιν ἐστὶν ἀσώματος ὑπόστασις καὶ χαρακτὴρ ἀσώματος. Εἰ γὰρ τὰς περὶ τῶν τοιούτων μνήμας κατὰ τὴν ἀκριβῆ κατάληψιν εἰς νοῦν ἐμφορεῖτε, πάντως ἂν καὶ τὴν τοῦ Θεοῦ φύσιν ἐννοήσαντες, οὐκ ἂν ὡς περὶ σωμάτων ἐφαντάζεσθε, ἀλλ᾽ ἀκολούθως τοῖς εἰρημένοις ἀκριβῶς ἐζητεῖτε, πῶς μὲν ὁ Υἱὸς ἐν Πατρὶ, πῶς δέ ἐστιν ὁ Πατὴρ ἐν Υἱῷ. Ὡς γὰρ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ἀπαύγασμα καὶ ὁμοιότης, οὗτος ἐν ἐκείνῳ κἀκεῖνος ἐν τούτῳ φαίνεται. Ἐπειδὴ δέ φατε μηδὲν εἶναι θαυμαστὸν, εἰ καὶ ὁ Υἱός ἐστιν ἐν Πατρὶ, διὰ τὸ καὶ ἡμᾶς ἐν αὐτῷ κινεῖσθαι καὶ ζῇν, ἀναγκαῖον ὑμᾶς κἂν τούτῳ πολὺ πλανωμένους ἐπιδεῖξαι καὶ τῆς ἀληθείας ἐκβεβηκότας τὸν ὅρον. Οὐ γὰρ καθάπερ ἐν ἑκάστῳ τῶν ἁγίων γινόμενος ὁ Θεὸς ἁγιάζει τούτους, οὕτως ἐστὶ καὶ ἐν τῷ Χριστῷ. Ἀλλ᾽ αὐτὸς ὁ Υἱὸς δύναμίς ἐστι καὶ σοφία τοῦ Πατρὸς, ἁγιάζων πάντα τὰ μετέχοντα αὐτοῦ ἐν Πατρὶ, αὐτὸς δὲ πάλιν οὐ κατά τινα μετουσίαν ἅγιος ὢν ὥσπερ ἡμεῖς, οὐδὲ κατὰ χάριν Υἱὸς κεκλημένος, ἀλλὰ γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ἀΐδιον.

Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν Πατρὶ καθάπερ ἡμεῖς· ἡμεῖς μὲν γὰρ ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν· ὁ δὲ κατὰ φύσιν Υἱὸς, ὥσπερ ἀπό τινος πηγῆς ἀεὶ ζώσης, ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν, ζωὴ κατὰ φύσιν ἐστὶ, πάντα ζωογονῶν· οὐ κατὰ μετοχὴν ζωῆς ζωογονούμενος ὥσπερ ἡμεῖς. Ἢ γὰρ ἂν οὐκ ἂν εἴη κατὰ φύσιν ζωή. Τὸ γὰρ ἐπείσακτον καὶ ἔξωθεν προσπορισθὲν, οὐκ ἂν νοοῖτο κατὰ φύσιν προσὸν τῷ κεκτημένῳ. Λέγει δὲ ὁ Υἱός· «Ἐγώ εἰμι ἡ ζωή.» Οὐκ ἄρα, καθάπερ ἡμεῖς ἐν Θεῷ ζωογονούμεθα, ταυτὸν δὴ καὶ αὐτὸς τὸν τρόπον ζῇ καὶ ἔστιν· ἀλλ᾽ ὄντως τοῦτο κατὰ φύσιν ὑπάρχων ὅπερ εἶναι φησὶν ἑαυτὸν, τουτέστι, ζωὴν, καὶ ὢν ἐν Πατρὶ φυσικῶς, ἕν τε ὑπάρχων ὡς πρὸς αὐτὸν διὰ τὴν ταυτότητα τῆς οὐσίας, ἥτις ἐστὶν ἡ θεότης.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Ἑαυτὸν εἶναί φησιν ἐν Πατρὶ, καὶ ἐν αὑτῷ τὸν Πατέρα, διὰ τὸ μήτε τὸν λόγον, ὃν ἐποιεῖτο πρὸς ἅπαντας, μήτε μὴν τὰ ἔργα ἴδια αὐτοῦ εἶναι· ἀλλὰ τοῦ τὰ τοιαῦτα λαλεῖν ἐντειλαμένου Πατρὸς, καὶ τοῦ δεδωκότος τὴν δύναμιν εἰς, τὴν τῶν ἔργων συμπλήρωσιν.

Πρὸς ταῦτα λύσις. Οὐκοῦν ἐξέστω, καθ᾽ ὑμᾶς, ὦ αἱρετικοὶ, καὶ ἑκάστῳ τῶν ἀγίων τὴν τοιαύτην ἀποφθέγγεσθαι φωνήν· ἐπεὶ καὶ αὐτοὶ θείων γεγόνασι ῥημάτων διάκονοι, καὶ τὸ δύνασθαι λαβόντες ἄνωθεν, ἔργων παραδόξων γεγόνασι ποιηταί. Ὁ μὲν γὰρ μακάριος Δαβὶδ, «Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.» Ὁ δὲ σοφώτατος Σολομὼν· «Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ.» Καὶ Μωσῆς ὁ μακάριος τῶν τοῦ Θεοῦ ῥημάτων πιστὸς γέγονε διάκονος, καὶ ἀπαξαπλῶς ἕκαστος τῶν προφητῶν οὐ τοῖς ἰδίοις ἐκέχρητο λόγοις, ἀλλὰ, «Τάδε λέγει Κύριος,» εἶχεν ἐπὶ γλώττης ἀεί. Ἔστι μὲν οὖν ἐκ τούτων ἰδεῖν, ὅτι καὶ πολλοί τινες ἕτεροι τοὺς παρὰ Θεοῦ διακονησάμενοι φαίνονται λόγους· εἰργάζοντο δὲ παράδοξα καὶ αὐτοὶ, παρὰ Θεοῦ δὲ, καθάπερ εἴρηται, λαβόντες τὸ δύνασθαι. Καὶ γοῦν οἱ τοῦ Σωτῆρος μαθηταὶ πρὸς τοὺς ἀποθαυμάζοντας τὰ παρ᾽ αὐτῶν γινόμενα λέγουσιν· «Ἄνδρες ἀδελφοὶ, τί ἡμῖν προσέχετε ὡς ἰδίᾳ δυνάμει καὶ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν τὸν χωλόν.» Ἐξέστω τοιγαροῦν καὶ ἑκάστῳ τούτων τῇ τοῦ Κυρίου κεχρῆσθαι φωνῇ καὶ λέγειν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» ἐπειδὴ καὶ αὐτῶν, καθάπερ ἤδη προείρηται, ἕκαστος καὶ λόγοις ἐχρήσατο θείοις, καὶ δυνάμεις πεποίηκε παρὰ Θεοῦ τὸ δύνασθαι λαβών.

Καὶ οὕτως οὐδὲν ἐξαίρετον ἐν Υἱῷ, ἀλλὰ ἔσται καὶ αὐτὸς τῶν πάντων εἷς, μάτην, ὡς ἔοικε χρηματίζων Υἱὸς, εἰ τὸ περιττὸν οὐδὲν ἐν αὐτῷ. Ἀλλὰ τοῦτο ἄτοπον, κρατήσει πάντως τὸ ἕτερον.

ΑΛΛΟ. Εἰ πᾶσιν ἐξῆν τοῖς ἁγίοις ἢ καὶ ὅλως ἑτέρῳ τινὶ κτιστὴν ἔχοντι τὴν φύσιν εἰπεῖν, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» εἶπεν ἂν ὁ ἐπιστάμενος τοῦτο Σωτὴρ, εἴπερ ἦν ἀληθές· Κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί ἐστιν· ἵνα φαίνηται διδάσκων, ὅτι καθάπερ ἐν ἑτέροις ἐστὶν, οὕτω καὶ ἐν ἐμοί· καὶ ὥσπερ ἄλλοι τινὲς ἐν αὐτῷ εἰσιν, οὕτω κἀγώ. Νυνὶ δὲ προσλαβὼν οὐδένα τῶν ἄλλων, ἑαυτῷ δὲ μόνῳ προσὸν ἐπιστάμενος τοῦτο διὰ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς, μετὰ πολλῆς τινος τῆς ἐπιτηρήσεως, «Ἐγὼ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Οὐκ ἄρα κοινὸν ἔχει μετὰ πάντων τὸ ἀξίωμα, ἀλλ᾽ ἰδιάζον καὶ ἐξαίρετον ὡς Υἱὸς, καὶ Λόγος, καὶ Θεός.

ΑΛΛΟ, διδάσκον ὅπως χρὴ νοεῖν τὸ προκείμενον ῥητόν. Ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ νοηθήσεται κατὰ τοῦτον τὸν τρόπον. Ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προῆλθεν ὁ Υἱὸς, οὐ καθάπερ τὰ κτίσματα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν, ἢ ἔξωθέν ποθεν τὴν τοῦ εἶναι σύστασιν ἔχων, ἀλλ᾽ ἔστι τῆς τοῦ γεννήσαντος οὐσίας τὸ ἴδιον· ὥσπερ οὖν ἐκ φωτὸς ἀπαύγασμα, ἢ καὶ ἀπό τινος πηγῆς ἐκβαίνει ποταμός.

Ἔστιν οὖν τοῖς ὁρῶσι τὸν Υἱὸν, τὴν τοῦ Πατρὸς οὐσίαν ὁρᾷν, καὶ τὸ τοῦ γεννήσαντος ἴδιον ἀπὸ τούτου νοεῖν. Ὅτιπερ ἐπειδὴ σύμπαν τὸ εἶναι τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας πρόεισιν, οὕτως ἐστὶν ἐν Πατρὶ, καὶ πάλιν ἐκ τῶν ἐναντίων, ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, ἐπειδήπερ ὅπερ ἐστὶν αὐτὸς φύσει, τοῦτο καὶ ὁ ἐξ αὐτοῦ προελθὼν Θεὸς Λόγος. Φαίνεται δὲ καὶ ἔστιν ἐν Υἱῷ, ὥσπερ οὖν καὶ ἐν τῷ παρ᾽ αὐτοῦ προελθόντι ἀπαυγάσματι ὁ ἥλιος, καὶ ἐν τῷ λόγῳ ὁ νοῦς, καὶ ἐν τῷ ποταμῷ ἡ τοῦτον ἀναβλύζουσα πηγή. Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἐν Υἱῷ κείμενον, καὶ τῆς θεότητος, ἵν᾽ οὕτως εἴπω, τὸ εἶδος δεικνύει πᾶσιν αὐτὸν ἐν αὐτῷ. Ἐπιτηρῆσαι δὲ χρὴ καὶ ἀναγκαίως εἰδέναι ὅτιπερ οὐ τῆς τυχούσης οἰκονομίας ἕνεκα τὴν τοιαύτην ὁ Σωτὴρ εἴρηκε φωνήν.

Ἐπειδὴ γὰρ τὴν ταυτότητα τῆς φύσεως ἣν ἕχει πρὸς τὸν γεννήσαντα, δεῖξαι βουληθεὶς, εἶπεν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἵνα μή τις τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν ὑπολάβῃ, μόνοις ὀνόμασι διαστελλομένους εἰς δυάδα, ὄντας δὲ οὐχ οὕτως ἐν ὑποστάσει, ἀναγκαίως ἐπεξηγούμενος ὅπερ εἴρηκε, καὶ σαφέστερον τοῖς ἀκροωμένοις αὐτὸ καθιστῶν, ἐπιφέρει τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» ἵνα διὰ μὲν τοῦ, τοῦτον ἐν ἐκείνῳ, κἀκεῖνον ἐν τούτῳ φαίνεσθαι, τὴν ταυτότητα τῆς θεότητος καὶ τῆς οὐσίας τὴν ἑνότητα δείξῃ· διὰ δὲ τοῦ ἕτερον ἐν ἑτέρῳ εἶναι, μὴ ἕν τι ὂν ἐν ἀριθμῷ νοηθῇ, ὃ ποτὲ μὲν Πατὴρ, ποτὲ δὲ Υἱὸς λέγεται ἀλλ᾽ ὄντως ὑφεστῶτα Πατέρα, καὶ ὑφεστῶτα Υἱὸν ἐναργέστερον ἀποδείξῃ.

ΑΛΛΟ. Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν μέν εἰσι κατὰ φύσιν, δύο δὲ ἐν ἀριθμῷ, οὐχ ὡς ἑνός τινος εἰς δύο καταδιαιρεθέντος μέρη, ὡς εἶναι λοιπὸν τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ σχέσεως ἀμέτοχα, οὔτε μὴν ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς διττοῖς ὀνόμασιν ἀποκαλουμένου, ἵνα ἐν μόνῃ προσηγορίᾳ φαίνηται τῆς δυάδος ἡ δύναμις· οὐδὲ ὡς τοῦ αὐτοῦ ποτὲ μὲν Πατρὸς, ποτὲ δὲ Υἱοῦ λεγομένου, τοῦτο γὰρ Σαβελλίου τὸ δόγμα, ἀλλ᾽ εἰσὶ μὲν ἀριθμῷ δύο· ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, οὐδέ ποτε εἰς Υἱὸν μεταποιούμενος· καὶ πάλιν, ὁ Υἱὸς οὐδέποτε εἰς Πατέρα μεταβαλλόμενος. Οὕτω δὲ ὄντος τοῦ πράγματος, καὶ ἐν δυάδι κειμένου τοῦ ἀριθμοῦ, μία φύσις ἀμφοτέροις καὶ ἡ αὐτὴ θεότης, ἐοικότος ἀεὶ τοῦ γεννήματος τῷ γεγεννηκότι φυσικῶς. Εἰκὼν γάρ ἐστι, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστάσεως τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. Οὕτω γὰρ ἕνα φαμὲν εἶναι Θεὸν διὰ τὴν ταυτότητα τῆς φύσεως Πατρὸς πρὸς Υἱὸν, καὶ Υἱοῦ πρὸς Πατέρα.

ΑΛΛΟ. Ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα οὐκ ἄν τις εἴποι κατὰ φύσιν ἕτερον εἶναι φῶς παρ᾽ ἐκεῖνον, ἢ κατὰ μετουσίαν τινὰ καὶ σχέσιν τὴν ἐξ αὐτοῦ τοιοῦτο γίνεσθαι, ἀλλ᾽ ὄντως φύσει προϊὸν ἐξ αὐτοῦ, καὶ δύο μὲν ταῦτα φῶτα κατ᾽ ἐπίνοιαν ὁρᾶται, ἓν δέ εἰσι κατὰ φύσιν· οὕτως οὐκ ἄν τις εὐλόγως, εἰ καὶ εἰς δυάδα τέμνοιτο Πατρός τε καὶ Υἱοῦ ὁ ἀριθμὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα ἐρεῖ τὸν Υἱὸν, ὅσον εἰς τὴν θεότητα καὶ τὴν ταυτότητα τῆς οὐσίας. Ἀλλ᾽ ὥσπερ ὁ ἥλιος ἐν τῷ ἀπαυγάσματί ἐστι τῷ ἐξ αὐτοῦ προελθόντι, καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ ἀφ᾽ οὗ καὶ ἐξῆλθεν, οὕτως ἐστὶ Πατὴρ ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρὶ, ἀριθμῷ μὲν εἰς δυάδα τεμνόμενοι, καὶ ὄντες οὕτως ἐν ὑποστάσει, τῇ δὲ ταυτότητι τῆς φύσεως εἰς μίαν σφιγγόμενοι θεότητα.

ΑΛΛΟ. Εἴ τις ἀκριβῶς ἐξετάσαι τὴν θείαν Γραφὴν, εὑρήσει τοσούτοις ὀνόμασιν ἀποκαλούμενον τὸν Υἱὸν, ὅσοισπερ ἂν ἴδοι καὶ τὸν Πατέρα, δίχα μόνον τοῦ λέγεσθαι Πατέρα· καὶ πάλιν ἐπὶ Πατρὸς τὴν ἴσην ἀντιστροφὴν, τοσούτοις ὀνόμασιν ἀποκαλούμενον αὐτὸν, ὅσοις καὶ ὁ Υἱὸς, δίχα μόνον τοῦ λέγεσθαι Υἱόν. Ἥξει δὲ ἡμῖν καὶ δι᾽ ἐναργῶν ἀποδείξεων ὁ λόγος. Παντοκράτωρ ὁ Πατὴρ, φέρεται καὶ ἐφ᾽ Υἱοῦ· «Τάδε λέγει ὁ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.» Κύριος ὁ Πατὴρ, καὶ «Εἷς Κύριος. Ἰησοῦς Χριστός.» Φῶς ὁ Πατὴρ, λέγει καὶ ὁ Υἱός· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Ὁ Πατὴρ ἀφίησιν ἁμαρτίας· ποιεῖ τοῦτο καὶ ὁ Υἱός· «Ἵνα γὰρ, φησὶν, εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας.» Ἐπειδὴ τοίνυν πάντα πρόσεστι τῷ Υἱῷ ὅσα καὶ ἐν τῷ Πατρὶ, ἀληθεύων λέγει· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Καὶ πάλιν πρὸς τὸν ἑαυτοῦ Πατέρα τοὺς λόγους ποιούμενος φάσκει· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Εἰ τοίνυν ὅσα πρόσεστι τῷ Πατρὶ, ταῦτα καὶ τῷ Υἱῷ· καὶ πάλιν, ὅσα πρόσεστι τῷ Υἱῷ, ταῦτα καὶ τῷ Πατρὶ, οὐ ψεύδεται λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» τῆς τῶν προσόντων ταυτότητος ἐν τῇ δυάδι φαινομένης ἀπαραλλάκτως.

Ἐπειδὴ δὲ τοῦτο ἀληθὲς, ἴδιον ἂν εἴη γέννημα τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ ἂν ἐφόρεσε κατὰ φύσιν τὰ τοῦ γεννήσαντος, οὐκ ὢν ἐξ αὐτοῦ, οὐδ᾽ αὖ προσῆν τῷ Πατρὶ τὰ τοῦ γεννήματος, εἰ μὴ τῆς οὐσίας αὐτοῦ ἴδιον ὑπῆρχε τὸ γεννηθέν.

Ἄλλως ὡς ἐξ ὑποδείγματος. Ὥσπερ ἂν εἴ τις εἰς εἰκόνα διαγεγραμμένην ἄριστα βλέποι, καὶ ἀποθαυμάζοι μὲν τὸ τοῦ βασιλέως σχῆμα, καὶ ὅσαπερ ἐν ἐκείνῳ φαίνεται, ταῦτα καὶ ἐν τῇ γραφῇ δυνάμενός τε καὶ ἔχων ὁρᾷν, εἰς ἐπιθυμίαν ἔλθοι τοῦ καὶ αὐτὸν ἰδεῖν τὸν βασιλέα· εἴποι δ᾽ ἂν εἰκότως πρὸς αὐτὸν ἡ γραφή· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν βασιλέα, καὶ πάλιν· Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν, ὅσον εἰς ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν, καὶ πάλιν· Ἐγὼ ἐν τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἐν ἐμοὶ, κατὰ τὸ τῆς μορφῆς σχῆμα (τὸ γὰρ εἶδος τὸ ἐκείνου πάντως φορεῖ ἡ γραφὴ, καὶ τὸ τῆς γραφῆς εἶδος ἐν ἐκείνῳ πάντως σώζεται)· οὕτως ἐστὶ καὶ ὁ Υἱὸς λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἀπαραλλάκτως ἔχων ὁ Υἱὸς, εἰκών ἐστι τοῦ Πατρὸς ἀκριβὴς, καὶ μορφὴ τοῦ γεννήσαντος, ὅλον ἐν ἑαυτῇ δεικνύουσα τὸν γεγεννηκότα.

Οὕτω γὰρ νοήσεις καὶ τὸ παρὰ τῷ Παύλῳ κείμενον· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ἴσος γὰρ ἦν τῷ Θεῷ ὅλος ὢν Θεὸς, ὥσπερ καὶ ὁ Πατήρ· οὕτως ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάττων ὁ Θεός· οὕτως ἅπερ ἐργάζεται ὁ Υἱὸς, τοῦ Πατρός ἐστιν ἔργα.

Οὐδεμιᾶς γὰρ ἐν αὐτοῖς οὔσης διαφορᾶς ὅσον εἰς θεότητα καὶ φύσιν, τὸ κωλύον οὐδὲν ἔργα τοῦ Πατρὸς λέγεσθαι τὰ τοῦ Υἱοῦ, καὶ τὸ ἀντικείμενον.

ΑΛΛΟ. Εἰ πάντα ὅσα πρόσεστιν ἐξαίρετα τῷ Πατρὶ, ταῦτα προσόντα καὶ τῷ Υἱῷ φαίνεται, οὐ κατὰ χάριν ἐπιγεγονότα, οὐδὲ κατά τινα μετοχὴν, ἀλλὰ φυσικῶς, ὥσπερ καὶ τῷ γεγεννηκότι, καὶ τὸ μεσολαβοῦν οὐδὲν, ἢ τὸ μερίζον εἰς ἀνομοιότητα, δῆλον ἂν εἴη καὶ παντί τῳ σαφὲς, ὅτιπερ αὐτὸ τῆς πατρικῆς οὐσίας τὸ ἴδιον ὑπάρχων ὁ Υἱὸς, ὅλον ἐν ἑαυτῷ φορεῖ τὸν Πατέρα· καὶ ὅλος ἐστὶν ἐν Πατρὶ κατὰ τὴν ταυτότητα τῆς οὐσίας· καὶ διά τοι τοῦτο καλῶς τε καὶ ἀκολούθως ἐρεῖ· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Διὰ γὰρ τοῦ μηδὲν αὐτῷ παραλελεῖφθαι τῶν ὅσα πρόσεστι τῷ Πατρὶ, τοιοῦτος ἔσται πάντως ὁποῖος ἂν εἴη καὶ ὁ γεννήσας αὐτόν.

ΑΛΛΟ. Πατὴρ καλεῖται Θεὸς, συνεισφερομένης αὐτῷ πάντως τῆς ὑπάρξεως τοῦ Υἱοῦ· οὐ γὰρ ἂν εἴη Πατὴρ, οὐκ ἔχων τὸν ἐξ ἑαυτοῦ προελθόντα Λόγον. Καὶ πάλιν ἡ τοῦ Υἱοῦ προσηγορία συνεισάγει πάντως τὴν τοῦ Πατρὸς ὕπαρξιν. Τοῦτο γὰρ ὡς πρὸς ἐκεῖνο σημαίνεται.

Εἰ τοίνυν ἀναγκαίως θάτερόν ἐστιν ἐν θατέρῳ, καὶ Πατὴρ μὲν σημαίνεται μετὰ τοῦ ἰδίου γεννήματος· Υἱὸς δὲ πάντως μετὰ τοῦ γεννήσαντος αὐτὸν, προσαληθεύει, λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.»

ΑΛΛΟ. Εἰ πᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν, εἰς τὸν Πατέρα πιστεύει, καὶ ὁ τιμῶν τὸν Υἱὸν, τιμᾷ τὸν Πατέρα, καὶ πάλιν, ὁ προσκυνῶν τῷ Πατρὶ, προσκυνεῖ τῷ Υἱῷ, πῶς οὐχ οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ὢν ἐν τούτῳ δειχθήσεται κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον; Διὰ γὰρ τοῦτο καὶ μία προσκύνησις ἡ ἐν Υἱῷ καὶ Πατρὶ γινομένη σὺν ἁγίῳ Πνεύματι, καὶ εἷς Θεὸς παρὰ πάντων ὁμολογεῖται, καὶ ἔστιν, ὡς οὐδεμιᾶς μεταξὺ κειμένης διαφορᾶς Πατρός τε καὶ Υἱοῦ, ἀλλ᾽ ἐν ταυτότητι τῆς οὐσίας ὄντων καὶ οὐδὲν ἐχόντων ὃ τῆς φυσικῆς ἰδιότητος ἀποτέμνει τὸν ἕτερον.

ΑΛΛΟ. Δόγμα, ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ὁ Πατὴρ, φασὶν, ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, κατὰ τόδε τὸ σχῆμα. Ἐπειδὴ γὰρ κατὰ οὐδένα τρόπον διαφωνοῦσιν ἐν τοῖς κρίμασιν, ἢ ἐν τοῖς νοήμασιν, ἀλλ᾽ ἅπερ ἂν ὁ Πατὴρ βούληται, καὶ ὁ Υἱὸς ταῦτα, καὶ πάλιν ἅπερ ἂν ὁ Υἱὸς ἐθελήσῃ, ταῦτα καὶ ὁ Πατὴρ, καὶ συμφωνία τις καὶ ταυτότης θελημάτων καὶ γνώμης ἐν αὐτοῖς φαίνεται, κατὰ τοῦτο Πατὴρ ἐν Υἱῷ, καὶ Υἱός ἐστιν ἐν Πατρί.

Πρὸς τοῦτο λύσις. Ἄρ᾽ οὖν ἐξέσται καὶ ἀγγέλοις ἢ καὶ ἄλλαις λογικαῖς δυνάμεσι, περὶ ὧν ἐν Ψαλμοῖς εἴρηται· «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ,» ταῖς τοῦ Σωτῆρος κεχρῆσθαι φωναῖς, ὡς ἕκαστον εἰπεῖν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Καίτοι παντί τῳ δῆλον, ὅτι πάντα ὅσα βούλεται Θεὸς, ταῦτα πάντως καὶ Ἄγγελοι βούλονται, καὶ Ἀρχάγγελοι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Ἐξουσίαι, καὶ τούτων οὐδὲν διαφωνοῦν εὑρίσκεται πρὸς τὴν θείαν βούλησιν. Οὐ γὰρ ἂν ἔμεινεν ἐν τῇ οἰκείᾳ τάξει, μὴ τοῦτον ἔχοντα τὸν σκοπόν. Ὁ γὰρ ἕτερόν τι παρὰ τὸ τοῦ Θεοῦ θέλημα ζητήσας, ἤκουσε· Νῦν δὲ εἰς ᾄδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Εἰ τοίνυν ἕκαστον τῶν εἰρημένων θέλει μὲν ὅσα βούλεται Θεὸς, ἕστηκε δ᾽ ἐν τούτῳ, καὶ σώζει τὴν οἰκείαν ἀρχὴν, καὶ οὐδαμοῦ φαίνεται ταῖς τοῦ Υἱοῦ κεχρημένον φωναῖς, οὐχὶ συμφωνία τῆς γνώμης, οὐδὲ τὸ βούλεσθαι τὰ αὐτὰ, δεικνύει τὸν Υἱὸν ἐν Πατρὶ καὶ τὸν Πατέρα πάλιν ἐν Υἱῷ, ἀλλ᾽ ἡ τῆς οὐσίας ἀπαράλλακτος ὁμοιότης, καὶ ἡ ταυτότης τῆς κατὰ φύσιν ἰδιότητος.

ΑΛΛΟ. Ἐπειδὴ μένουσιν ἀκλόνητον ἔχοντες τὴν στάσιν καὶ σώζοντες τὴν οἰκείαν ἀρχὴν Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, καὶ αἱ τούτων ἀνωτέρω λογικαὶ δυνάμεις, πρόδηλον δήπουθεν ὡς οὐ στασιάζουσι κατὰ τῶν τοῦ Θεοῦ θελημάτων, ἀλλ᾽ εἴκουσί τε καὶ ὑποτάσσονται τοῖς τοῦ πεποιηκότος νόμοις, καὶ σύμφωνον ἔχουσι πρὸς Θεὸν τὴν γνώμην, ὡς πάντα βούλεσθαί τε καὶ ποιεῖν ὅσαπερ αὐτῷ δοκεῖ. Οὕτω τοίνυν ἔχοντος τοῦδε, καὶ συνομολογουμένου παρὰ πᾶσιν, ὅτου δὴ χάριν μόνος ὁ Υἱὸς Μονογενὴς, καὶ Λόγος καὶ σοφία ἐστίν; Ἔδει γὰρ, εἴπερ ὄντως τὸ θέλειν ὅσα καὶ ὁ Πατὴρ βούλεται, Μονογενῆ καλεῖσθαι ποιεῖ, καὶ σοφίαν, καὶ Λόγον, καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασι ταῦτα ὑπάρχειν, καὶ τοσούτοις ὀνόμασιν ἀποκαλεῖσθαι καὶ αὐτὰ, ὅσοισπερ ἂν καὶ ὁ Υἱός.

Εἰ δὲ τούτων οὐδὲν, οὔτε Μονογενής ἐστιν Υἱὸς, οὔτε Λόγος, οὔτε σοφία, οὔτε φῶς, οὔτε ἀπαύγασμα, οὔτε μορφὴ, οὔτε εἰκὼν τοῦ Πατρὸς, ἀναγκαῖον εἰδέναι λοιπὸν, ὅτιπερ οὐ τὸ βούλεσθαι τὰ αὐτὰ τῷ Πατρὶ, οὐδὲ τὸ μίαν ἔχειν πρὸς αὐτὸν τὴν γνώμην παρασκευάζει λέγειν τὸν Υἱόν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ πάλιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν·» ἀλλ᾽ ὅτι, τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ὑπάρχων γέννημα, φέρει μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, φαίνεται δὲ καὶ αὐτὸς ἐν Πατρί. Κρατοίη δ᾽ ἂν ὁ αὐτὸς οὗτος λόγος καὶ ἐπ᾽ ἀνθρώπων ἁγίων, οἷς τὸ ἀκολουθεῖν τοῖς θείοις θελήμασι σκοπὸς, καὶ οὐκ ἔστιν εἰπεῖν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.»

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ τὸ καλεῖσθαι, φασὶν, Υἱὸν καὶ εἰκόνα τοῦ Πατρὸς, ἕνα αὐτῷ κατὰ φύσιν ἐργάζεται τὸν τοιούτοις ὀνόμασιν ἀποσεμνυνόμενον, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἐπειδήπερ καὶ υἱοὶ κεκλήμεθα, καὶ κατ᾽ εἰκόνα γεγόναμεν Θεοῦ, ὁμοίους εἶναι κατ᾽ οὐσίαν αὐτῷ;

Πρὸς τοῦτο λύσις. Ἀλλ᾽ ἡμῖν μὲν, ὦ βέλτιστοι, κατὰ χάριν· τῷ δὲ Θεοῦ Λόγῳ κατὰ φύσιν τοῦτο ὑπάρχει. Καὶ περὶ μὲν ἐκείνου λέγεται· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;» ὡς οὐκ ἐπείσακτον ἔχοντος, ἀλλὰ φυσικὸν τὸ ἀξίωμα.

Περὶ δὲ ἡμῶν· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ Υἱοὶ Ὑψίστου πάντες.» Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς εἰ μὴ πᾶσαν ποιησαίμεθα σπουδὴν εἰς τὸ παραιτεῖσθαι τὸ φαῦλον, ῥᾳδίως ἐξ ὧν εἰλήφαμεν ἀποπεσεῖν δυνάμεθα.

Εἰλήφαμεν δὲ κατὰ χάριν τὸ καλεῖσθαι καὶ υἱοὶ καὶ θεοὶ, ἃ δὴ φυσικῶς πρόσεστι τῷ Υἱῷ. Εἰκὼν δὲ πάλιν χρηματίζομεν Θεοῦ, ἐπειδήπερ τὴν ἀληθινὴν εἰκόνα τὸν Λόγον αὐτοῦ ἐδεξάμεθα, καὶ ᾤκησεν ἐν ἡμῖν, ἢ καὶ ἐν τελευταίοις καιροῖς ἐνηνθρώπησε διὰ τὴν ἡμετέραν σωτηρίαν. Πολλή τις οὖν καὶ ἄμετρος ἡ διαφορὰ, μεταξύ τε ἡμῶν τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ τοῦ κατὰ φύσιν ὄντος καὶ ἀληθινῶς. Καὶ φλυαρία μᾶλλον ὑμῶν ἡ πρότασις ἢ νόημα χρήσιμον δέδεικται.

ΑΛΛΟ. Εἰ ταύτης ἕνεκα καὶ μόνης τῆς αἰτίας ὅμοιον εἶναι τῷ Πατρί φατε τὸν Υἱὸν, ὦ χριστομάχοι, ὅτι δὴ πάνθ᾽ ὅσα βούλεται ὁ Πατὴρ, ταῦτα καὶ αὐτὸς, οὐκ ἔσται τῷ Πατρὶ μᾶλλον προσεοικὼς, ἀλλὰ τοῖς τοῦ Πατρὸς θελήμασι. Καὶ ὁ μὲν Πατὴρ, καθ᾽ ὑμᾶς, ὀνόματι μόνον τοῦτό ἐστιν· ὁ δὲ Υἱὸς, οὔτε υἱὸς, οὔτε ἀπαράλλακτος τοῦ γεννήσαντος εἰκὼν, ἀλλὰ μόνων τῶν θελημάτων αὐτοῦ μιμητής. Ἐπεὶ καὶ ὁ Παῦλος μιμητὴς ὑπάρχων τοῦ Χριστοῦ καὶ προσεοικὼς αὐτῷ κατά τε τὸ βούλεσθαι πάνθ᾽ ὅσα καὶ αὐτὸς ἐβούλετο, καὶ κατὰ τὸν τῆς διδασκαλίας λόγον, ἔχει μὲν εἰκόνα τῶν θελημάτων αὐτοῦ, οὐκ ἔστι δὲ κατὰ φύσιν ὁ αὐτὸς τῷ Υἱῷ τοῦ Θεοῦ. Εἰ δὲ τοῦτο ἄτοπον ὁμοῦ καὶ ἀσεβὲς, ἀνάγκη φέρειν τὴν ὁμοιότητα κατὰ μόνης τῆς οὐσίας καὶ τοὺς τῆς φύσεως χαρακτῆρας.

Οὔτω γὰρ ὄντως ἀληθέστερον εἰκὼν τοῦ Πατρὸς ὁ Υἱὸς ἀναδειχθήσεται, ὡς καὶ δύνασθαι λέγειν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.»

ΑΛΛΟ, τρόπῳ διηγηματικῷ. Οὕτως ἔν εἰσιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, καὶ κατὰ τόνδε τὸν τρόπον ἐμφερής ἐστιν αὐτῷ, ὡς ἂν ἐφ᾽ ἡμῶν νοηθείη υἱὸς πρὸς τὸν ἑαυτοῦ πατέρα κατά γε τὸν τῆς οὐσίας λόγον, καὶ ὡς ἂν ἴδοι τις πρὸς τὸν ἥλιον τὸ ἐξ αὐτοῦ προϊὸν ἀπαύγασμα. Διὰ γὰρ τοῦτο καὶ διὰ τὸ οὕτως ἔχειν τὸν Υἱὸν πρὸς τὸν ἑαυτοῦ Πατέρα, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατὴρ ἐργάζεται, καὶ πρὸς τοὺς ἁγίους ἐρχομένου πάλιν αὐτοῦ, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος, ὡς αὐτὸς ἔφησεν· «Ἐλευσόμεθα, ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.» Πάντα γὰρ, καθάπερ ἤδη προείρηται, παρὰ Πατρὸς δι᾽ Υἱοῦ γίγνεται· καὶ γοῦν εἴ ποτέ τισιν ἁγίοις δέδοται χάρις, ταύτην ὁ Πατὴρ δι᾽ Υἱοῦ χορηγήσας φαίνεται. Καὶ μάρτυς ὁ Παῦλος γράφων πρός τινας· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πάλιν ὁ αὐτὸς ἑτέροις ἐπιστέλλων· «Αὐτὸς δὲ ὁ Πατὴρ καὶ Θεὸς ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς.» Ἀλλ᾽ εἰ μή τις ἦν ἑνότης Πατρὶ πρὸς Υἱὸν, εἶπεν ἂν, Κατευθύνοιεν τὴν ὁδὸν ἡμῶν, ἵνα τοὺς δύο σημάνῃ. Νυνὶ δὲ τοῦτο μὲν οὐ ποιεῖ· τὴν δὲ ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τηρήσας σαφῶς, τὸ κατευθύναι τέθεικεν ἑνικῶς· οὐχ ὡς ἰδίᾳ μὲν τοῦ Πατρὸς, ἰδίᾳ δὲ χορηγοῦντος τοῦ Υἱοῦ, ἀλλ᾽ ὡς Πατρὸς δι᾽ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι ἐκ τῆς μιᾶς θεότητος πεμπομένων τῶν χαρισμάτων εἰς τοὺς ἁγίους.

ΑΛΛΟ. Εἰ κεχώριστο κατὰ φύσιν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, καὶ εἰ μή τις ἑνότης ἀδιάστατος ἦν ἐν αὐτοῖς ὁποίαν ἔχει τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον, ἐξήρκει καὶ μόνον τὸν Πατέρα τοῖς ἁγίοις ἐπιδιδόναι τὰ χαρίσματα, μὴ συμπαραλαμβανομένου πρὸς τοῦτο καὶ τοῦ Υἱοῦ. Εἰ γὰρ κτιστῆς ἐστιν οὐσίας, καὶ ἕτερόν τι παρὰ τὸν Θεὸν, ποῖον ἔχει λόγον οὐδενὸς τῶν ἄλλων κτισμάτων ἐπικοινωνοῦντος Θεῷ πρὸς τὴν δόσιν τῶν θείων χαρισμάτων, μόνον αὐτὸν παραλαμβάνεσθαι;

Οὐ γὰρ ἀνέξεταί τις λέγοντός τινος· Δοίη σοι τὰ αἰτήματά σου Θεὸς τυχὸν ὁ Πατὴρ καὶ ὁ ἄγγελος· ἀλλ᾽ οὐδὲ εἴ τι μεῖζον ὀνομάσειεν ἀγγέλου. Μόνῳ γὰρ τὸ διδόναι πρέπει Θεῷ. Εἰ δὲ δίδωσιν, οὐ μετά τινος ἑτέρου τῶν κτισμάτων, ἀλλὰ μόνῳ σὺν Υἱῷ καὶ δι᾽ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, δῆλον ἐντεῦθεν ἂν εἴη καὶ παντί τῳ γνώριμον, ὅτιπερ τῆς οὐσίας τοῦ Πατρὸς ἴδιόν ἐστι γέννημα, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, αὐτός τε ὁμοίως ὑπάρχων ἐν τῷ Πατρὶ, πάντα ἐνεργεῖ καὶ ἐργάζεται καὶ χορηγεῖ τοῖς ἁγίοις τὰς δωρεάς.

Καὶ μάρτυς ὁ Παῦλος λέγων· «Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ.»

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰρήκατε, φασὶ, μηδὲν τῶν κτισμάτων συμπαραλαμβάνεσθαι τῷ Θεῷ ἐν ταῖς τῶν χαρισμάτων ἐπιδόσεσι. Τί οὖν ἄρα ποιήσετε τὸν πατριάρχην Ἰακὼβ εὑρίσκοντες ἐν ταῖς θείαις Γραφαῖς τοὺς ἐξ Ἰωσὴφ εὐλογοῦντα τόν τε Ἐφραῒμ δηλονότι καὶ τὸν Μανασσῆ, καὶ λέγοντα· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, καὶ ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου, εὐλογήσαι τὰ παιδία ταῦτα;» Ἰδοὺ, φησὶν, ὀνομάσας Θεὸν, προστέθεικε καὶ τὸν ἄγγελον, ὡς εὐλογεῖν σὺν αὐτῷ δυνάμενον.

Πρὸς ταῦτα λύσις. Εἰ προφητικὸν ἐνυπάρχειν πνεῦμα τῷ τὰ τοιαῦτα λέγοντι ἐνομολογοῦσιν οἱ χριστομάχοι, καὶ πιστεύουσιν ὄντως ἄγιον ἄνδρα γεγενῆσθαι τὸν Ἰακὼβ, ὅτου δὴ χάριν τοσαύτην αὐτῷ περιτιθέντες πλάνην, οὐκ αἰσχύνονται ὡς ἄγγελον συνάπτειν τῷ πάντων Θεῷ, καὶ δύνασθαι συνευλογεῖν τῷ πεποιηκότι τὸ δι᾽ αὐτοῦ γενόμενον νομίζειν; Εἰ δὲ τοῦτο ἄτοπον, ἀκουέτωσαν καὶ παρ᾽ ἡμῶν. Εἰ μὲν ἅγιον ὄντως πιστεύετε γεγενῆσθαι τὸν Ἰακὼβ, παύσασθε δυσφημοῦντες αὐτόν· ζητεῖτε δὲ μᾶλλον τῶν εἰρημένων παρ᾽ αὐτοῦ τὴν ἀληθῆ διάνοιαν. Εἰ δὲ οὐκ ἧν ἅγιος, πρὸς δὲ τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο λέγειν τολμᾶτε, τί πρὸς ἀνατροπὴν, ὡς οἴεσθε, τῶν τοσούτων καὶ τηλικούτων, ἀνδρὸς οὐχ ἁγίου φέρετε φωνήν; Παρελθόντες τοιγαροῦν τὰς ὑμῶν ἀμαθίας, ἑρμηνεύσομεν καθ᾽ ὃν δεῖ τρόπον τοῦ πατριάρχου τοὺς λόγους. Ὡς γὰρ ἀνὴρ ἅγιος καὶ Πνεύματι θείῳ πρὸς τὴν γνῶσιν τῶν τῆς εὐσεβείας δογμάτων παιδαγωγούμενος, πρῶτον μὲν ἔφησεν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, εὐλογήσαι τὰ παιδία ταῦτα. Εἶτά φησι· Καὶ ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου· ἴνα διὰ μὲν τοῦ λέγειν, Ὁ Θεὸς, σημαίνῃ τὸν Πατέρα· διὰ δὲ τοῦ λέγειν, Ὁ ἄγγελος, τὸν ἐξ αὐτοῦ Λόγον. ᾜδει γὰρ ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος.

Ὅτι δὲ τὸν Υἱὸν ἐνθάδε φησὶ, καὶ οὐ τοιοῦτον ἄγγελον, ὁποῖον ἡ συνήθεια δίδωσι νοεῖν, ἐντεῦθεν ἔσται καταφανές. Εἰρηκὼς γὰρ, Ὁ ἄγγελος, οὐχ ἵστησι μέχρι τούτου τὸν λόγον, ἀλλὰ προστέθεικεν· «Ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου.» Ἴδωμεν τοίνυν ἐκ τῶν αὐτοῦ ῥημάτων, εἰ μὴ ὁ Θεὸς ἧν ὁ ῥυόμενος αὐτὸν, ἀλλά τις τῶν γενητῶν ἀγγέλων.

Ἀπόδειξις ἐφεξῆς, ὅτι Θεὸς ἦν ὁ ῥυόμενος ἐκ πάντων τῶν κακῶν τὸν πατριάρχην Ἰακώβ. Λέγεται παλαῖσαι πρὸς τὸν πατριάρχην Ἰακὼβ ἄγγελος, καὶ τοῦτο κεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Ἀλλὰ συσχὼν αὐτὸν ὁ ἅγιος ἔφασκεν· «Οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς.» Ἦν δὲ οὗτος ὁ Θεός.

Αὐτοῦ τε τοῦ πατριάρχου φέρεται φωνή· «Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον.» Τοῦτον τὸν ὡς ἄγγελον αὐτῷ ὀφθέντα παρεκάλει τοῖς ἐκγόνοις ἐπιπέμψαι τὴν εὐλογίαν.

ΑΛΛΟ, ἐκ τῶν αὐτῶν. Ὤφθη τῷ πατριάρχῃ Κύριος ὁ Θεὸς, ὡς γέγραπται, καὶ εἶπεν αὐτῷ· «Ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ οὗ ἐὰν πορευθῇς.» Οὐκοῦν Θεὸς ἦν ὁ ῥυόμενος, καὶ οὐκ ἄγγελος. Καὶ πάλιν, ὅτε Λάβαν κατεδίωξε τὸν Ἰακὼβ καὶ κατέλαβε, τότε πάλιν Θεὸς κεκώλυκε τὴν ἐπήρειαν, οὐ συγχωρήσας λαλῆσαι ῥήματα πρὸς τὸν Ἰακώβ. Ὅτι δὲ Θεὸς αὐτῷ καὶ τοῦτο ἐξήνυσεν, αὐτὸς ἔσται μάρτυς λέγων πρὸς τὰς ἑαυτοῦ γυναῖκας· «Οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κακοποιῆσαί με.» Καὶ πάλιν ἐπιβουλευόμενος παρὰ τοῦ ἀδελφοῦ Ἡσαῦ, οὐκ ἄγγελον ἐπεκαλεῖτο, ἀλλὰ Θεὸν παρεκάλει βοῶν· «Ἐξελοῦ με, Κύριε, ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι αὐτόν.»

ΑΛΛΟ, ἀποδεικτικῶς, ὅτι ὁ Λόγος τοῦ Θεοῦ, τὸ εἶδος αὐτοῦ ἐστιν. Λέγει που πρὸς Ἰουδαίους λίαν ἀπειθοῦντας ὁ Σωτήρ· «Ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Τοίνυν ὅτι μὴ πεπιστεύκασι τῷ ἐκ τοῦ Πατρὸς ἀποσταλέντι Λόγῳ, οὔτε τῆς φωνῆς ἀκηκοέναι λέγονται τοῦ Θεοῦ, οὔτε μὴν τὸ εἶδος αὐτοῦ τεθεᾶσθαι πώποτε, ἀλλ᾽ οὔτε ἔχειν ἐν αὐτοῖς ἐνοικοῦντα τὸν λόγον. Ἔστι δὴ λοιπὸν ἅπασι σαφὲς καὶ εὐσύνοπτον, ὅτιπερ, εἰ ἐδέξαντο τὸν ἀπεσταλμένον, ἤκουσαν ἂν καὶ τῆς φωνῆς τοῦ Θεοῦ, καὶ τὸ εἶδος ἐθεάσαντο αὐτοῦ, καὶ εἶχον ἐνοικοῦντα τὸν Λόγον.

Ταῦτα τοίνυν πάντα ἐστὶν ὁ Υἱὸς, φωνὴ καὶ εἶδος, καὶ Λόγος τοῦ Πατρός. Εἰ δὲ εἶδός ἐστι, δῆλον ὅτι καὶ εἰκὼν καὶ χαρακτήρ. Ἔχων οὖν ὡς χαρακτὴρ κατὰ φύσιν ἐν ἑαυτῷ τὸ πρωτότυπον, οὗ καὶ ἔστι χαρακτὴρ, ἀληθεύσει λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»

ΑΛΛΟ, σημαῖνον ὅτι εἶδος Θεοῦ καλεῖται ὁ Λόγος. Ὁ πατριάρχης Ἰακὼβ μετωνομάσθη παρὰ τοῦ Θεοῦ καὶ κέκληται κατά τινα χρόνον Ἰσραὴλ, ὅτε, καθά φησιν ἡ θεία Γραφὴ, «Ἀνέτειλεν αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.» Εἶδος δὲ Θεοῦ τί ἂν ἕτερον εἴη, εἰ μὴ πάντως ὁ μετὰ παῤῥησίας βοῶν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.

Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;»

Ἀντίθεσις ὡς ἀπὸ τῶν χριστομάχων, ἀσεβείας μεστή. Εὑρίσκεται, φασὶν, αὐτὸς ὁ Σωτὴρ τὸν ἑαυτοῦ Πατέρα παρακαλῶν ὑπέρ τε τῶν ἑαυτοῦ μαθητῶν, καὶ ὑπὲρ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων, καὶ οὕτω λέγων· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς καὶ ἡμεῖς.» Καὶ μεθ᾽ ἕτερα· «Οὐ περὶ τούτων δὲ μόνων ἐρωτῶ, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πατὴρ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἒν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας.

Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν. Ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν· ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέσταλκας.» Οὐκοῦν ὥσπερ ἄνθρωποι τὴν φύσιν ὄντες ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα, οὕτω καὶ αὐτὸς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν Πατέρα.

Καὶ αὐτὸς δὲ πάλιν ὁ Πατὴρ, οὕτως ἕν ἐστι πρὸς τὸν Υἱὸν, καθάπερ καὶ πρὸς ἡμᾶς. Καὶ ὥσπερ οὐδεὶς ἀναγκάζει λόγος ὁμοίους ἡμᾶς εἶναι κατὰ φύσιν τῷ Πατρὶ, ὅτι δὴ καὶ πρὸς αὐτὸν ἓν γίνεσθαι λεγόμεθα, οὕτως οὐκ ἀνάγκη πᾶσα λέγειν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, ἐπειδήπερ φησίν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Ὡς γὰρ προλαβόντες εἰρήκαμεν, οὕτως ἐστὶν ἐν Πατρὶ, καθὰ καὶ ἡμεῖς. Ἢ τοίνυν καὶ ἡμᾶς ἀκόλουθον ὁμολογεῖν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς, διὰ τὸ ἓν γίνεσθαι πρὸς Θεὸν, ἢ εἰ μένομεν ἄνθρωποι, κἂν ἓν γενώμεθα πρὸς τὸν Πατέρα, δίκαιον καὶ ἐφ᾽ Υἱοῦ τοῦτο φρονεῖν. Μένει γὰρ ἐπὶ τῆς ἑαυτοῦ φύσεως, οὐκ ἀναβαίνων εἰς τὴν τοῦ Πατρὸς οὐσίαν, κἂν ὡς ἓν ὑπάρχειν λέγηται πρὸς αὐτόν.

Λύσις ἐφεξῆς. Ταῦτα καὶ ὁ τῶν χριστομάχων πατὴρ καὶ τῆς φλυαρίας αὐτῶν χορηγὸς διάβολος εἰρηκὼς ἤκουσε· «Νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.» Ὡς γὰρ τετόλμηκεν εἰπεῖν ἐκεῖνος· «Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ·» τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, πολὺ τῆς ἀνθρώπων φύσεως τοὺς ὅρους ὑπερβαινόμενοι καὶ τῆς οὐσίας ἀναβάντες τὸ μέτρον, οὐ φοβοῦνται λέγοντες· Ἐσόμεθα ὅμοιοι τῷ Ὑψίστῳ. Ὥσπερ οὖν ἀληθεύει ὁ τοῦ Θεοῦ Λόγος βοῶν, ὅτι «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, οὕτω καὶ οἱ χριστομάχοι εἴποιεν ἂν ἀληθεύοντες· Ἡμεῖς καὶ ὁ πατὴρ ἡμῶν ὁ διάβολος ἕν ἐσμεν, διὰ τὸ τῆς γνώμης ἀπαράλλακτον. Εἰς τοῦτο δὲ ἤδη μωρίας ἐλαύνουσιν ὡς οἴεσθαι κατὰ χάριν ἔχοντας τὸ καλεῖσθαι θεοὺς, ὁμοίους εἶναι δύνασθαι κατὰ τὴν φύσιν τοῦ τὴν χάριν ἐπιδεδωκότος. Καὶ υἱοὶ κεκλημένοι, καθ᾽ ὁμοιότητα τοῦ κατὰ φύσιν Υἱοῦ, ἴσους ἑαυτοὺς εἶναι πιστεύουσι τοῦ πρὸς υἱοθεσίαν ἀναγαγόντος, καὶ τὸ ἴδιον αὐτοῦ κατὰ φύσιν ἀξίωμα, κατὰ χάριν αὐτοῖς ἐπιθέντος διὰ πολλὴν φιλανθρωπίαν.

Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Κἂν λέγῃ, φασὶν, ὁ Υἱὸς, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὐ πάντως ἔσται τῆς αὐτῆς οὐσίας τῷ Πατρὶ, ἐπεὶ καὶ ἡμεῖς ἄνθρωποι κατὰ φύσιν ὄντες, ἓν ὡς πρὸς τὸν Θεὸν γινόμεθα· καὶ μάρτυς αὐτὸς λέγων ὁ Υἱός· «Θέλω, Πάτερ, ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.

Πρὸς τοῦτο λύσις. Εἰ οὕτως εἰσὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν, ὡς καὶ ἡμεῖς πρὸς τὸν Πατέρα, καὶ ὁ Πατὴρ πρὸς ἡμᾶς, οὐδὲν ἅρα τὸ μεταξὺ τοῦ Θεοῦ Λόγου καὶ ἡμῶν, ἀλλ᾽ ἔσται κατὰ φύσιν ἡμῖν ὁ αὐτὸς, διοίσει δὲ μόνον τῷ χρόνῳ, ἐπεὶ καὶ αὐτός ἐστι πρὸ πάντων· ἀλλὰ κἂν ἔχῃ τὸ προτερεύειν κατὰ τὸν χρόνον, ἔσται πάλιν ἡμῖν κατ᾽ οὐσίαν ὁ αὐτός. Τί γὰρ κωλύσει τὸν Ἀδὰμ εἰς τὸ εἶναι κατὰ φύσιν ὅμοιον τῷ Παύλῳ τύχον, ἢ ἑτέρῳ τινὶ τῶν μετ᾽ αὐτὸν γεγονότων, τὸ πρὸ πάντων αὐτὸν πεποιῆσθαι παρὰ Θεοῦ; Εἰ τοίνυν οὐδὲν ἐν τούτοις ὁ χρόνος ὠφελεῖ, τί κωλύει καὶ τὸν Υἱὸν πρὸ ἡμῶν γεγονότα, τῆς αὐτῆς οὐσίας ἡμῖν ὑπάρχειν, εἰ μηδὲν ἔστιν ἕτερον τὸ μεταξὺ ἡμῶν τε καὶ αὐτοῦ;

Καὶ εἰ τοῦτο καθ᾽ ὑμᾶς ἐστιν ἀληθὲς, ὅτου δὴ χάριν αὐτὸς μόνος καλεῖται Ποιητὴς, ἡμῶν οὐκ ἐχόντων τοῦτο; Καὶ ἡμεῖς μὲν δι᾽ αὐτοῦ γεγόναμεν, αὐτὸς δὲ τὴν τοῦ Δημιουργοῦ δόξαν φέρει. Ἦν δὲ ὄντως ἀκόλουθον εἰ ταυτόν ἐσμεν κατὰ φύσιν αὐτῷ, τὴν αὐτὴν ἐκείνῳ χώραν ἐπέχειν παρὰ τῷ Πατρὶ καὶ ἡμᾶς, καὶ ἕκαστον ἡμῶν καλεῖσθαι καὶ Μονογενῆ, καὶ Λόγον, καὶ σοφίαν τοῦ Πατρός. Ὧν γὰρ ἡ φύσις μία, τούτοις ἔσται καὶ τὸ ὄνομα κοινόν· καὶ ὅπερ ἑνὶ κατὰ φύσιν ὑπάρχει, τοῦτο πάντως ἐγκείσεται καὶ τοῖς τῆς αὐτῆς μετέχουσιν οὐσίας. Εἰ δὲ τοῦτο ἄτοπον, καὶ οὔτε δημιουργοί ἐσμεν ἢ κεκλήμεθα, οὔτε μὴν σοφία, ἢ Λόγος, ἢ ἀπαύγασμα· μόνος δὲ ταῦτά ἐστιν ὁ Υἱὸς, οὐκ ἄρα κατὰ φύσιν ἔσται πρὸς ἡμᾶς ὁ αὐτὸς, ἀλλ᾽ ἰδιάζουσαν ἐκ τοῦ Πατρὸς ἔχει τὴν γέννησιν, καὶ οὕτως ἐστὶν ἓν πρὸς τὸν ἑαυτοῦ Πατέρα, οὐ καθάπερ ἡμεῖς τῇ πρὸς αὐτὸν σχέσει τὴν ἑνότητα κερδαίνοντες μετοχικῶς τε καὶ μεταληπτικῶς, ὥσπερ ἂν εἰ καὶ σίδηρος πυρὶ ὁμιλήσας περιθερμαίνοιτο παρ᾽ αὐτοῦ.

ΑΛΛΟ, μετὰ γοργῆς ἀποδείξεως διδάσκον ὅτι τὰ ἐξομοιούμενά τισιν, οὐ πάντως καὶ κατὰ φύσιν ἔνεισιν οἷς ἐξομοιοῦνται, ἀλλ᾽ ὥσπερ τινὲς εἰκόνες τὰ φύσει προσόντα τισὶ γίνονται τῶν κατὰ προαίρεσιν ἡμῶν κινημάτων. Λέγει πρός τινας ἡ θεία Γραφή· »Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.» Καὶ πάλιν περὶ ἑτέρων· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Καὶ πάλιν· «Ἵπποι θηλυμανεῖς ἐγενήθησαν.» Ὁ δέ γε Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς τρανότερον λέγει· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Καὶ πάλιν· «Γίνεσθε οἰκτίρμονες καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.» Εἰ μὲν οὖν τὸ τοῖς ἀλόγοις ζώοις ἐξομοιοῦσθαί τινας, ὅτι τὴν αὐτὴν ἐκείνοις ἐνόσησαν ἀβουλίαν, καὶ κατὰ φύσιν εἶναι τοῦτο ποιεῖ ὅπερ ἐστὶν ἐκεῖνα· καὶ πάλιν, εἰ τὸ μιμεῖσθαι τοὺς μαθητὰς τὸ τοῦ ὄφεως φρόνιμον, καὶ τὸ τῆς περιστερᾶς ἀκέραιον, καὶ τὸ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς πρόχειρον περὶ τὸ πάντας ἑλεῖν, καὶ ὄφεις αὐτοὺς καὶ περιστερὰς καὶ κατὰ φύσιν ὁμοίους γίνεσθαι παρασκευάζει τῷ Θεῷ· ὅταν λεγώμεθα γίνεσθαι πρὸς Κύριον ἓν, οὐδὲν κωλύει λέγειν, ὅτι δὴ κατὰ τὸν τῆς οὐσίας λόγον ἓν γεγόναμεν πρὸς τὸν Θεὸν, ὥσπερ ἐστὶ καὶ ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα.

Εἰ δὲ μέχρι μόνης ἐννοίας ἢ πράξεως ἡ ὁμοιότης ἡμῖν πρὸς τὰ ἀντιπαραβαλλόμενα πέφυκε γίνεσθαι, οὐκ ἐσμὲν ἄρα κατ᾽ οὐσίαν οἱ αὐτοὶ πρὸς τὸν Θεὸν, ὅταν ἓν πρὸς αὐτὸν γίνεσθαι λεγώμεθα. Ἀλλ᾽ ὥσπερ αὐτὸς ἕν ἐστι ῥύσει πρὸς τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ ἡμεῖς ἓν ὡς πρὸς ἀλλήλους γινόμεθα τῇ τε γνώμῃ, καὶ ὁμονοίᾳ, καὶ τῷ κατὰ μηδένα τρόπον στασιάζειν πρὸς ἀλλήλους, ἀλλ᾽ ἑνὶ δεσμῷ τῆς ἁγίας ἀγάπης ὥσπερ εἰς ταυτότητα περισφίγγεσθαι.

ΑΛΛΟ. Ἔθος τῷ Σωτῆρι Χριστῷ τὰ κατὰ φύσιν αὐτῷ προσόντα ἀγαθὰ προφέρειν ἀεὶ, καὶ τούτοις ἐξομοιοῦσθαι κελεύειν, ὡς πρὸς τὴν θείαν ἡμᾶς ἀναπλάττων εἰκόνα, καθ᾽ ἣν καὶ πεποιήμεθα. Ὅτε γοῦν πράους καὶ ἡμᾶς διδάξαι βούλεται, λέγει· «Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.» Καὶ οὐχ ὅταν ἐξ αὐτοῦ μαθόντες γενώμεθα πρᾶοι, πάντως ἐξομοιούμεθα κατὰ φύσιν αὐτῷ, ἀλλὰ μόνον κατὰ τὸ τῆς πραότητος σχῆμα. Οὐκοῦν ὅταν λέγῃ περὶ ἡμῶν, «Ἵνα ὦσιν ἒν, καθὼς ἡμεῖς ἕν ἐσμεν,» ἐξ ἑαυτοῦ λαβὼν τὸ παράδειγμα, οὐ πάντως ἵνα κατὰ φύσιν ἓν ὡς πρὸς τὸν Θεὸν γενώμεθα τοῦτό φησιν, ἀλλ᾽ ἵνα ὥσπερ φυσικῶς ἕν ἐστιν αὐτὸς πρὸς τὸν Πατέρα, οὕτω καὶ ἡμεῖς τῇ ὁμοψυχίᾳ καὶ τὰ αὐτὰ φρονεῖν εἰς ἀλλήλους ἓν γενώμεθα, τὴν φυσικὴν ταυτότητα τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν εἰκόνα λαμβάνοντες τῆς ἀδιαστάτου γνώμης· ὥσπερ ἓν ἡμᾶς σῶμα καὶ μίαν ψυχὴν δυναμένης ἀποτελεῖν. Οὕτω γὰρ περὶ τῶν πιστευσάντων γέγραπται, ὅτι «Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ψυχὴ μία.»

ΑΛΛΟ. Τὰ φύσει προσόντα τισὶν ὥσπερ εἰκόνες ἀμετάβλητοι γίνονται τοῖς πρὸς αὐτὰ τὴν οἰκείαν προαίρεσιν διαπλάττειν βουλομένοις· ὁποῖόν ἐστι τὸ, «Γίνεσθε ὡς οἱ ὄφεις, καὶ ὡς αἱ περιστεραί.» Οὐκοῦν εἰκόνα τινὰ ὑπογραμμὸν τῆς ὀφειλούσης ἐν ἡμῖν ἑνότητος γίνεσθαι προαιρετικῶς, προτείνει καὶ νῦν ὁ Υἱὸς, ἣν ἔχει πρὸς τὸν Πατέρα φυσικὴν ταυτότητα.

Ὅταν οὖν λέγῃ περὶ ἡμῶν· «Ἵνα καὶ αὐτοὶ ἓν ὦσι, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν,» οὐχ ἵνα τὴν φύσιν ἀφέντες τὴν ἑαυτῶν, εἰς τὴν τοῦ Υἱοῦ μεταποιηθῶμεν, τοῦτό φησιν (ἀδύνατον γὰρ), ἀλλ᾽ ἵνα καθάπερ ἤδη προείρηται, τοῦτο κατὰ γνώμην ὡς πρὸς ἀλλήλους γενώμεθα ὅπερ ἐστὶ κατὰ φύσιν αὐτὸς πρὸς τὸν Πατέρα· ἓν δηλαδή. Εἰ δὲ οὐκ ἔστιν εἰκὼν καὶ ὑπόδειγμα τὸ λεγόμενον, ἀλλὰ πάντως φυσικὴν ἔσεσθαί τινα μεταβολὴν οἴεταί τις, ἑαυτὸν ἐξαπατᾷ τὸ ἀληθὲς οὐχ ὁρῶν. Εἰ γὰρ ἐβούλετο γενέσθαι κατὰ φύσιν ἡμᾶς ὁ Υἱὸς ὅπερ ἐστὶν αὐτὸς πρὸς τὸν Πατέρα, ἐχρῆν εἰπεῖν· Ἵνα δὴ, ὥσπερ ἐγὼ πρὸς σὲ, Πάτερ, ἕν εἰμι, οὕτω καὶ αὐτοί. Νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, τῷ δὲ πληθυντικῷ χρησάμενος ἀριθμῷ, καὶ λέγων· «Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι,» διδάσκει σαφῶς ὅτιπερ οὐκ εἰς τὴν τῆς θεότητος φύσιν μεταποιηθῆναι βούλεται τοὺς εἰς αὐτὸν πιστεύοντας (ἀπίθανον γὰρ), ἀλλ᾽ εἰκόνα τῆς κατὰ προαίρεσιν ἑνότητος λαβόντας τὸ φύσει προσὸν αὐτῷ, τοῦτο εἶναι κατὰ γνώμην ἐπείγεσθαι, ὅ ἐστιν αὐτὸς φυσικῶς πρὸς τὸν γεννήσαντα.

ΑΛΛΟ, δεικνύον ὅτι τὸ ἐν Θεῷ γίνεσθαι, οὐ φύσεως σημαίνει μεταβολὴν, ἀλλ᾽ ὅτι δι᾽ αὐτοῦ ἢ παρ᾽ αὐτοῦ. Εὑρίσκεταί που λέγων ὁ Ψαλμῳδός· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.» Καὶ πάλιν· «Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.» Ἀλλ᾽ ἔστι δῆλον ὅτιπερ οὐκ ἐν τῷ Θεῷ γενόμενος φυσικῶς καὶ τεῖχος ὑπερβήσεσθαι καὶ κερατιεῖν, ἀλλ᾽ ὅτι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ καὶ ἐν τῇ δυνάμει αὐτοῦ τοῦτο ποιήσει.

Οὐκοῦν ὅταν ὁ Υἱὸς λέγῃ· «Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν,» οὐχ ἵνα κατὰ φύσιν ἓν γένωνται πρὸς τὸν Θεὸν οἱ πιστεύοντες, τοῦτό φησιν, ἀλλ᾽ ἵνα ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ, μίαν ἔχοιεν εἰς ἀλλήλους τὴν γνώμην, καὶ εἰς φιλίας ἐνότητα περισφίγγωνται.

Ἐπειδὴ δὲ προστίθησι τὸ, «καθὼς ἡμεῖς ἕν ἐσμεν,» δῆλός ἐστιν οὐ φυσικὴν τοῖς πιστεύουσι χαριζόμενος μεταβολὴν, ἀλλ᾽ ὡς εἰκόνα καὶ ὑπόδειγμα τὸ φύσει προσὸν αὐτῷ τιθεὶς τῆς προαιρετικῆς ἡμῶν ἑνότητος. Τὸ γὰρ, καθὼς, οὐ πάντως ἀλήθειαν, ἀλλ᾽ ὁμοίωσίν τινα παραδηλοῖ.

ΑΛΛΟ, δι᾽ οὗ μανθάνομεν ὅπως προσήκει νοεῖν τὸ ῥητὸν, τουτέστιν, «Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.» Μεγάλην τινὰ καὶ ὑπερφυῆ τῷ γένει τῶν ἀνθρώπων καταθέσθαι χάριν βουλόμενος ὁ τοῦ Θεοῦ Λόγος, ἕλκει σύμπαντας ὡς πρὸς ἑνότητα τὴν πρὸς ἑαυτόν.

Φορέσας μὲν γὰρ τὸ σῶμα τὸ ἀνθρώπινον, γέγονεν ἐν ἡμῖν. Ἔχει δὲ ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς Λόγος αὐτοῦ καὶ ἀπαύγασμα. Ὥσπερ οὖν, φησὶν, ἐγώ εἰμι ἐν αὐτοῖς, διὰ τὸ τὴν αὐτὴν αὐτοῖς φορέσαι σάρκα, καὶ σὺ, Πάτερ, ἐν ἐμοὶ, διὰ τὸ εἶναί με τῆς σῆς οὐσίας τὸ ἴδιον, οὕτω βούλομαι ἵνα καὶ αὐτοὶ εἰς ἑνότητά τινα συναφ[θ]έντες ἀλλήλοις ἀνακραθῶσι, καὶ ὥσπερ ἓν σῶμα γενόμενοι ἐν ἐμοὶ πάντες ὦσιν ὡς πάντας φοροῦντι διὰ τοῦ ἑνὸς ἀναληφθέντος ναοῦ, οὕτω τε εἶεν καὶ φαίνοιντο τετελειωμένοι. Καὶ γὰρ ἐγὼ τέλειός εἰμι καὶ ἄνθρωπος γεγονώς.

ΑΛΛΟ, δεικνύον ἀκριβῶς ὅτιπερ οὐ τὴν ἑαυτῶν ἀφέντες φύσιν, πρὸς τὴν θείαν μεταποιούμεθα, ὅταν ἓν γίνεσθαι πρὸς τὸν Θεὸν λεγώμεθα, ἀλλ᾽ ὅτι μέτοχοι γεγονότες αὐτοῦ, τοῦτο καλούμεθα. Ὁ μακάριος Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Εἰ τοίνυν διὰ τὸ μετέχειν τοῦ Πνεύματος ἓν γινόμεθα πρὸς Θεὸν, καὶ ἡμεῖς μὲν ἐν αὐτῷ, αὐτὸς δὲ ἐν ἡμῖν εἶναι λέγεται· ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐκ ἔστι τῶν μετεχόντων τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον τοῦ Πνεύματος χορηγὸς, πρόδηλον ἂν εἴη ὅτιπερ οὐχ ὡς αὐτός ἐστιν ἐν Θεῷ καὶ Πατρὶ, οὕτω καὶ ἡμεῖς. Ἀλλ᾽ αὐτὸς μὲν ἐν τῇ φύσει τοῦ γεγεννηκότος ἐστὶν, ὡς Λόγος αὐτοῦ καὶ ἀπαύγασμα. Ἡμεῖς δὲ δι᾽ αὐτοῦ τῆς τοῦ Πνεύματος μετοχῆς ἀξιούμενοι, ἓν ὡς πρὸς Θεὸν γίνεσθαι λεγόμεθα.

ΑΛΛΟ, τὴν αὐτὴν ἔχον διάνοιαν. Λέγει που πάλιν ὁ μακάριος Ἰωάννης· «Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.» Εἰ τοίνυν ὁμολογοῦντες, ὅτιπερ Υἱός ἐστιν Ἰησοῦς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, καὶ αὐτὸς ὁμοίως ἐν ἡμῖν· ὁ δὲ Υἱὸς οὐχ οὕτως ἐστὶν ἐν Πατρὶ, οὐ γὰρ δῶρον ὁμολογίας ἔχει τὸ εἶναι ἐν αὐτῷ, δῆλόν ἐστι καὶ πᾶσιν εὐσύνοπτον ὅτιπερ ἄνθρωποι μὲν καλοῦνται χάριτι πρὸς ἑνότητα τὴν εἰς Θεὸν, καὶ γέρας ὁμολογίας καὶ πίστεως ἔχουσι τοῦτο. Ὁ δὲ τοῦ Θεοῦ λόγος δίχα τινὸς τοιούτου φυσικῶς ἐστιν ἐν Πατρὶ, καὶ ἐν ἑαυτῷ τὸν Πατέρα φέρει, καὶ ὄντως ἕν ἐστι πρὸς αὐτόν.

ΑΛΛΟ. Κατὰ τὴν Ἰωάννου φωνὴν, ὁ ὁμολογήσας ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔχει τὸν Θεὸν ἐν ἑαυτῷ μένοντα, καὶ αὐτὸς δὲ ἐν τῷ Θεῷ γίνεται. Ὡμολόγησέ τις, ὑποκείσθω γὰρ τοῦτο τῷ λόγῳ, καὶ λαβὼν Πνεῦμα τῆς ὁμολογίας δῶρον, ἐδέξατο μὲν Θεὸν ἐν ἑαυτῷ, γέγονε δὲ καὶ αὐτὸς ἐν Θεῷ. Ἀλλὰ τὸν οὕτω διατιθέντα, συμβέβηκεν ἔκ τινος διαβολικῆς ἐπηρείας μετάγνωσιν τῶν ὀρθῶς βεβουλευμένων ἐλθεῖν, ἀπέστη τε τῆς ὁμολογίας, καὶ διὰ τοῦτο τὴν χάριν ἀποβέβληκε, καὶ τοῦ θείου Πνεύματος ἔρημος γεγονώς· οὐ γὰρ ἐν τοῖς δυσφημοῦσι τὸν Υἱὸν κατοικεῖ. Ἀπώλεσε καὶ τὸ εἶναι ἐν Θεῷ, καὶ τὸ ἔχειν αὐτὸν ἐν ἑαυτῷ.

Ἄνθρωπος δὲ ἦν καὶ ὁμολογήσας, καὶ ὅτε τῆς ὁμολογίας ἀπέστη. Οὐκ ἄρα φύσει πρὸς τὴν θείαν οὐσίαν μεταποιούμεθα, ἓν ὡς πρὸς τὸν Θεὸν γίνεσθαι λεγόμενοι, ἀλλὰ χάρις ἡμᾶς, καὶ ἀρετὴ συνάπτει, καὶ κακία πάλιν ἀφίστησι· καὶ εἰ ὁμολογοῦντες ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, ἀρνούμενοι δὲ πάντως ἀλλοτριούμεθα. Φαίνεται δὲ οὐ δῶρον ἀρετῆς τοῦτο ἔχων ὁ Υἱός. Οὐκ ἄρα οὕτως ἐστὶν ἐν Πατρὶ ὥσπερ ἡμεῖς, ἀλλ᾽ αὐτὸς μὲν φυσικῶς καὶ ἀμεταπτώτως ἐξ αὐτοῦ γεγεννημένος, ἡμεῖς δὲ χάριτι καὶ μετοχῇ. Ὥσπερ οὖν αὐτοῦ κατὰ φύσιν ὄντος Υἱοῦ καὶ Θεοῦ, οὕτω καὶ ἡμεῖς καθ᾽ ὁμοιότητα αὐτοῦ καὶ υἱοὶ καὶ θεοὶ χρηματίζομεν.