Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγοι ΙΓ'-ΙΔ': Η αναλλοίωτη ομοιότητα και το φυσικό ιδίωμα της ζωής

Απόδειξη ότι ο Υιός είναι άτρεπτος και αποτελεί κατά φύσιν ζωή, ανασκευάζοντας την άποψη περί προκοπής και ηθικής ανταμοιβής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 22

ΛΟΓΟΣ ΙΓʹ. Περὶ ὁμοιότητος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· καὶ, ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστὰς, ἀλλ᾽ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, ὡς Υἱὸς καὶ γέννημα. Ἀντίθεσις ὡς ἐκ τῶν θεομάχων. Εἰ ἀπαράλλακτος, φασὶν, εἰκών ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, καὶ ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι, γεννάτω καὶ αὐτὸς, καὶ Υἱοῦ γενέσθω Πατήρ· οὕτω γὰρ αὐτὸν ἀκριβῶς μιμήσεται. Εἰ δὲ οὐ γεννᾷ, πῶς ἐν τῷ μὴ τίκτοντι τὸ τίκτον φαίνεται; Ἀνόμοιος γὰρ ἔσται κατὰ τοῦτο τῷ Πατρί.

Πρὸς τοῦτο λύσις. Εἰ τὸ παραλλάττον οὐδὲν ἐν Θεῷ καὶ ἀνθρώποις, ἀπαιτείσθω τὸ γεννᾷν καὶ οὕτως ὡς ἄνθρωπος. Εἰ δὲ ἐξαίρετος ἡ Θεοῦ φύσις, ἔσται πάντως καὶ τῆς καθ᾽ ἡμᾶς ἀνάγκης ἐλευθέρα. Οὐ γὰρ ὡς ἄνθρωπος ἐγέννησε Θεὸς, ἵνα καὶ ὁ τεχθεὶς ταῖς φυσικαῖς ἡμῶν ἑπόμενος ἀκολουθίαις τέκῃ, ἀλλὰ θείαν τινὰ καὶ ἄῤῥητον ἐκ Πατρὸς ἔχει τὴν γέννησιν. Εἰ δὲ ἀνάγκη τὸν γεννηθέντα γεννᾷν διὰ τὴν παρ᾽ ἡμῖν φυσικὴν συνήθειαν, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ὑποπίπτει τὰ τῆς θεότητος ἴδια· τί τὸ κωλύον πατέρα. δοῦναι τῷ Πατρί; Οὕτω γὰρ οἱ παρ᾽ ἡμῖν. Εἰ δὲ ἔστιν οὐκ ἔκ τινος ἀρχῆς ὁ Πατὴρ, καὶ τὴν καθ᾽ ἡμᾶς ἀναβαίνει συνήθειαν ὡς Θεὸς, οὐδεὶς ἀναγκάσει λόγος τίκτειν τὸν Υἱόν. Ἔσται γὰρ καὶ οὕτω μᾶλλον τῷ Πατρὶ παραπλήσιος, ἄνω πάσης ἀνάγκης ὑπάρχων, ὡς Θεός.

ΑΛΛΟ. Οὐκ ἄν τις εἴποι νοῦν ἔχων, ἀνόμοιον φαίνεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἐπεὶ μὴ καὶ αὐτὸς ἐγέννησε, μηδὲ υἱοῦ γέγονε πατήρ. Ἀλλὰ μᾶλλον καὶ διὰ τοῦτο θαυμαστήν τινα καὶ ἀκριβεστάτην ὄψεται τοῦ Πατρὸς ἐν Υἱῷ τὴν εἰκόνα. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὢν, ἀεὶ μένει Πατὴρ, καὶ εἰς Υἱὸν οὐ μεταβάλλεται, οὕτως ὁ ἐξ αὐτοῦ Λόγος Υἱὸς προελθὼν, μένει τοῦθ᾽ ὅπερ ἐστὶ, τοῦ Πατρὸς τὸ ἀναλλοίωτον καὶ διὰ τούτου δεικνύων ἐν ἑαυτῷ. Ὅμοιος οὖν καὶ κατὰ τοῦτο Πατρί.

Ἐρώτησις Ἀρειανῶν, δι᾽ ἧς, ὡς οἴονται, δεικνύουσιν ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱόν. Αὐτεξούσιος, φασὶν, ἐστὶν ὁ Υἱὸς, ἢ οὐκ ἐστίν. Εἰ μὲν οὖν αὐτεξούσιός ἐστι, προαιρέσει φαίνοιτ᾽ ἂν εἰκότως καλός. Τὸ δὲ προαιρέσει καὶ οὐ φύσει περί τι κρατούμενον, δύναιτ᾽ ἂν ἐφ᾽ ἕτερα μεταβάλλεσθαι, καὶ ἐφ᾽ ὅπερ ἂν ἡ τῆς προαιρέσεως γένοιτο ῥοπὴ, ἐκεῖ πάντως ἔσται τὸ προαιρέσει διοικούμενον. Τροπὴ δὲ τοῦτο καὶ πάθος. Ὁ δὲ τροπὴν ὑπομένων καὶ πάθος, πῶς ἂν εἴη τοῦ ἀτρέπτου καὶ ἀπαθοῦς εἰκὼν καὶ ὁμοιότης; Εἰ δὲ ἄτρεπτός ἐστιν, εἰς οὐδὲν ἕτερον παρενεχθῆναι δυνάμενος, ἀλλ᾽ ὅπερ ἐστὶ μένων ἀεὶ, ὡς λίθος ἄρα ἢ ξύλον ἕστηκεν ἐφ᾽ ἑαυτῷ φυσικῷ τινι καὶ ἀῤῥήκτῳ δεσμῷ, εἰς τοῦθ᾽ ὅπερ ἐστὶ κρατούμενος, καὶ τὸ αὐτεξούσιον οὐκ ἔχων.

Πρὸς ταῦτα λύσις. Ἔδει μὲν ταῖς οὕτως ἀπαιδεύτως προσφερομέναις ἐρωτήσεσι μηδόλως ἀποκρίνεσθαι. Ἔνθα γὰρ ἡ ἀπόκρισις πανταχοῦ τὸ δύσφημον ἔχει, ἐκεῖ κρείττων ἡ σιωπή. Ἂν μὲν γὰρ αὐτεξούσιον εἴπω τὸν Υἱὸν, εὐθὺς ἡ τῆς αὐτεξουσιότητος συνεισάγεται μεταβολή.

Ἀκολουθεῖ γὰρ τῷ αὐτεξουσίῳ τὸ ἐπιδέχεσθαι μεταβολὴν, εἰ καὶ μήπω πεπονθὸς εἴη τοῦτο διὰ τὸ μὴ ἐθελῆσαι παθεῖν. Ἐὰν δὲ τοῦτο ἀφεὶς, τὸ ἕτερον εἴπω, τουτέστιν, Ἄτρεπτος ὁ Λόγος ἐστὶν, εὐθὺς ἡμῖν τοῦ ξύλου τὴν ἀκινησίαν προτείνοντες, οὐκ αἰσθάνονται τολμῶντες λέγειν, ἃ καὶ μόνον ἦν ἐνθυμεῖσθαι κινδύνου μεστά. Τί γὰρ ἂν εἴποιεν οἱ πάντα τολμῶντες ῥᾳδίως, εἴ τις αὐτοῖς περὶ τοῦ Πατρὸς πεῦσιν προσάγοι τὴν αὐτήν; Ἆρα τὸν ἴσον ἡμῖν φοβηθήσονται φόβον, καὶ τὴν ἐπὶ τούτοις ἐπαινέσουσι σιωπήν; Ἢ τί ποτε ἄρα πρὸς ταῦτα ἐροῦσιν· Ἐγὼ μὲν οὐκ ἔχω λέγειν, καλὸν δὲ καὶ χρήσιμον εἰ μηδὲ ἐνενόησαν οὗτοι. Ὅτι δὲ ἄτρεπτος ὢν ὁ τοῦ Θεοῦ Λόγος ὥσπερ ὁ γεννήσας αὐτὸν, ὅμοιός ἐστι κατὰ πάντα τῷ Πατρὶ, γένοιτ᾽ ἂν διὰ τούτου σαφές. Εἰ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ Πατρὸς, καὶ ἀληθεύει, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,» καὶ πάλιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἔσται πάντως ἄτρεπτος καὶ ἀναλλοίωτος ὡς ὁ Πατήρ. Ἐπεὶ πῶς ἂν γένοιτο εἰκὼν τοῦ ἀεὶ καὶ ὡσαύτως ἔχοντος, τὸ τροπὴν ἐπιδεχόμενον; Ἢ πῶς ἂν εἴποιεν, Ἕν ἐσμεν, τὰ τοσοῦτον ἀλλήλων διεστηκότα, καὶ μακρὰν οὕτω φέροντα τὴν ἀνομοιότητα; Ἐπειδὴ δὲ ἀμήχανον ψεύδεσθαι τὴν ἀλήθειαν, τουτέστι τὸν Υἱὸν, ὅμοιον αὐτὸν εἶναι λέγοντα τοῦ Πατρὸς, ἀνάγκη πᾶσα τοῦθ᾽ ὅπερ ἐστὶν ὁ Πατὴρ εἶναι πιστεύειν κατὰ φύσιν καὶ τὸν Υἱόν.

Ἄτρεπτος οὖν, ὡς ἐκεῖνος, καὶ κατὰ πάντα αὐτῷ προσεοικώς.

Ἄλλως τὸ αὐτό. Εἰ τρεπτῆς ὢν φύσεως ὁ Υἱὸς, αὐτοπροαίρετός τε καὶ αὐτεξούσιος, κατ᾽ ἐκείνους, ὑπάρχων, ἐφέσει τῇ περὶ τὸ ἀγαθὸν εἰς τοῦτο γέγονε καταστάσεως, ὡς μηδεμίαν ἔχειν πρὸς τὸν Πατέρα διαφορὰν, ἀλλὰ λοιπὸν δύνασθαι λέγειν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» οὐδὲν ἐν Θεῷ μέγα, εἰ καὶ τοῖς τρεπτὴν ἔχουσι τὴν φύσιν ἔξεστι βουλομένοις εἶναι τοῦτο κατὰ φύσιν, ὅπερ ἐκεῖνός ἐστιν. Εἰ δὲ ἄβατα παντελῶς ἐστιν ἑτέρᾳ φύσει τὰ τῆς θεότητος ἴδια, πάντα δὲ ταῦτα φυσικῶς ἐν Υἱῷ φαίνεται, ὅμοιος ἄρα ἐστὶ κατὰ πάντα τοῦ Πατρός· οὐκ ἔκ τινος προκοπῆς ἢ ἀλλοιώσεως τῆς εἰς τὸ ἀγαθὸν, ἐκ τοῦ μὴ τοιούτου ὅπερ ἐστὶν ὑπάρχων, ἀλλὰ τέλειος ἐκ τελείου, καὶ ἄτρεπτος ἐξ ἀτρέπτου Πατρὸς προελθών.

Πῶς γὰρ οὐ τέλειος ὁ οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ; Πῶς δὲ οὐκ ἄτρεπτος ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν, καθά φησιν αὐτός;

ΑΛΛΟ. Εἰ ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, καρπὸς δὲ τῆς τοῦ Πατρὸς οὐσίας ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, τουτέστιν ὁ Υἱός· ἢ ποιείτωσαν καὶ τὸ δένδρον σαπρὸν, τρεπτῆς αὐτὸ φύσεως εἶναι λέγοντες (οὕτω γὰρ βούλονται τὸν καρπὸν), ἢ εἰ καλὸν ποιοῦσι τὸ δένδρον, τοιοῦτον εἶναι πιστευέτωσαν καὶ τὸν ἐξ αὐτοῦ προελθόντα καρπὸν, οὐ τῆς ἀλλοιουμένης, ἀλλὰ τῆς ἀτρέπτου φύσεως εἶναι λογιζόμενοι, καθὰ καὶ τὸ δένδρον.

ΑΛΛΟ. Ἐρωτῶντι Φιλίππῳ καὶ λέγοντι· «Δεῖξον ἡμῖν τὸν Πατέρα,» Χριστὸς ἀποκρίνεται· «Τοσούτῳ χρόνῳ μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Εἰ τοίνυν ἡ περὶ τοῦ Υἱοῦ γνῶσις, γνῶσίς ἐστι τοῦ Πατρὸς, ἀνάγκη πᾶσα τοιοῦτον εἶναι πιστεύειν τὸν Υἱὸν, ὁποῖός ἐστιν ὁ Πατήρ. Εἰ δὲ τοῦτο, ἄτρεπτος δὲ ὁ Πατὴρ, ἔσται τοῦτο πάντως καὶ ὁ Υἱός. Οὕτω γὰρ ἂν ἐν αὐτῷ γνωσθείη καὶ φαίνοιτο.

Μαρτυρίαι ἀπὸ τῆς Γραφῆς, ὅτι ἄτρεπτος ὁ Υἱὸς, καὶ ἐξ αὐτῶν συλλογισμὸς εἰς τοῦτο περιτρέπων. Ὁ Παῦλος λέγει· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁ Ψαλμῳδός· «Σὺ καταρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ὁ Σωτὴρ περὶ ἑαυτοῦ· «Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Ὁ Ἱερεμίας· «Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Ἐνταῦθα γὰρ τὸ ἱδρυμένον καὶ ἀμετάθετον, καὶ ἀεὶ ὡσαύτως ἔχον τῆς θείας φύσεως ὁ προφήτης σημαίνων φησί· «Σὺ καθήμενος τὸν αἰῶνα·» τὴν δὲ ἐν παντὶ χρόνῳ τῶν γενητῶν μεταβολὴν ἐξηγούμενος, ἐπιφέρει· «Καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Εἰ τοίνυν ἐπὶ μὲν τῶν γενητῶν τροπὴν, καὶ ἀλλοίωσιν, καὶ ἀπώλειαν, καὶ ἐξαλλαγὴν ἡ θεία λέγουσα Γραφὴ, τῆς πρὸς ταῦτα κοινωνίας ὑπεξαιρεῖ τὸν Υἱὸν, «Σὺ δὲ ὁ αὐτὸς εἶ,» λέγουσα, οὐκ ἄρα τρεπτῆς φύσεώς ἐστιν. Οὐδὲ γὰρ ἂν ὁ αὐτὸς εἴη, ἐφ᾽ ἕτερόν τι παρ᾽ ὅπερ ἐστὶ μετατρέπεσθαι δυνάμενος.

ΑΛΛΟ. Εἰ κατὰ φύσιν οὐκ ἔστιν ἄτρεπτος ὁ Υἱὸς, συνέβη δὲ αὐτῷ τὸ εἶναι τοῦτο ὅπερ ἐστὶ, καὶ ἐπίκτητον ἔχει τὴν πρὸς τὸν Πατέρα ὁμοιότητα, ἦν ἄρα χρόνος ὅτε ἧν μὲν ὁ Υἱὸς, ἀνόμοιος δὲ τῷ Πατρί; Καὶ πῶς Υἱὸς ἔτι νοηθήσεται ὁ μὴ ἐκ τῆς κατὰ φύσιν ὁμοιότητος μαρτυρούμενος; Ἢ πῶς ἐν βεβαίῳ τῆς μακαριότητος στήσεται, ὁ ἐπισυμβεβηκὸς τοῦτο ἔχων; Εἰ γὰρ συνέβη, καὶ ἀποσυμβῆναι τοῦτο δυνήσεται. Εἰ δὲ ἐν ταυτότητι μένειν τὸν Υἱὸν ἡ θεία λέγει Γραφὴ, πάντα ἐν αὐτῷ κατὰ φύσιν ἐστὶ τὰ τῆς θεότητος ἴδια, ἀλλότριον δὲ ταύτης ἡ τροπὴ, ἄτρεπτος ἄρα ἐστὶ καὶ ἀναλλοίωτος.

ΑΛΛΟ. Τὸ τρεπόμενον καὶ ἀλλοιωθῆναι δυνάμενον, οὐκ ἂν λέγοι περὶ ἑαυτοῦ· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Εἰ γὰρ ποτὲ μὲν τόδε ἐστὶν, ποτὲ δὲ οὐκ ἔστι, ψεύδεται πρὸς ἑαυτόν. Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ λέγει· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Οὐκ ἄρα τῶν ἀλλοιουμένων, ἢ τρεπομένων ἐστὶν, ἀλλ᾽ ὅμοιος τῷ Πατρὶ, ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὤν.

ΑΛΛΟ, διηγηματικῶς. Ἕνα τῶν ἀλλοιουμένων σπουδάζοντες δεῖξαι τὸν Υἱὸν, ἵνα ἐκ τούτου νομίζηται εἶναι καὶ γενητὸς, καὶ λοιπὸν ἀνόμοιος τῷ Πατρὶ, εἰς ἀπόδειξιν τῆς ἑαυτῶν μανίας προφέρουσί τινα τῶν ἐν ταῖς θείαις Γραφαῖς· καί φασι τὸν Ἀπόστολον εἰπεῖν· «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ.» Παρὰ δὲ τῷ Ψαλμῳδῷ γέγραπται πάλιν· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Εἶτα λέγουσι τὰ ῥήματα σοφιζόμενοι, ὅτι τὸ, διὸ, καὶ διὰ τοῦτο, αἰτίαν τινὰ σημαίνει, δι᾽ ἣν ὑπερυψώθη, καὶ ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἐχρίσθη τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. Εἰ δὲ αἰτία τις τούτων αὐτῷ γέγονε πρόξενος, ἠλλοιώθη δηλονότι καὶ μεταβέβληται, τοῦτο γεγονὼς ὅπερ οὐκ ἦν πρὸ τούτου· καὶ εἰ δοτὸν ἐν αὐτῷ τὸ ἀξίωμα, ἔσται καὶ ἀφαιρετόν.

Τὸ δὲ ἐν τοιαύτῃ καταστάσει τυγχάνον, πῶς ἂν εἴη κατὰ φύσιν τῷ ἀτρέπτῳ ὅμοιον, καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος εἰκών;

Πρὸς ταῦτα λύσις. Εἰ καθ᾽ ὑμᾶς γέγονέ τις αἰτία δι᾽ ἣν ὑπερυψώθη, καὶ τοῦ ὀνόματος ἔτυχεν, ἐχρίσθη τε τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, οὐκ ἂν ἦν τοῦθ᾽ ὅπερ ἐστὶ νῦν, τῆς αἰτίας οὐ γενομένης. Οὐκοῦν οὐ φύσει Θεὸς ὁ Υἱὸς, εἰ ἐξ αἰτίας κατὰ χάριν Θεός· οὐδὲ φύσει Υἱὸς, εἰ ἐξ αἰτίας κατὰ χάριν Υἱὸς, καὶ μισθὸς ὡς ἔοικεν ἀρετῆς ἡ υἱότης αὐτῷ, καὶ τὸ τῆς θεότητος ὄνομα, ὤσπερ καὶ ἐφ᾽ ἡμῶν. Οὐδὲν οὖν ἔσται τὸ αὐτοῦ τε καὶ ἡμῶν μεταξύ.

Ἔξεστι γὰρ διὰ βίου σεμνότητος τῶν ἴσων τυχεῖν, εἴ γε καλούμεθα καὶ θεοὶ καὶ υἱοὶ, καὶ χριόμεθα τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, τούτων ἀξίους ἑαυτοὺς παραστήσαντες. Εἰ δὲ τοῦτο ἄτοπον καὶ νοεῖν καὶ λέγειν, ὑπὲρ ἡμᾶς ἔσται καὶ οὐχ ὡς ἡμεῖς ὁ Υἱός. Ὁ μὲν γὰρ ἐκ τοῦ Πατρὸς κατὰ φύσιν ὑπάρχων, Υἱός ἐστιν ἀληθινὸς, ὡς ἄνθρωπος ἐξ ἀνθρώπου, καὶ Θεός ἐστιν ἐκ Θεοῦ γεννηθείς. Ἡμεῖς δὲ οἷς ταῦτα κατὰ φύσιν οὐ πρόσεστι, τὴν ἀπὸ τοῦ λαβεῖν χάριν, ἀντὶ τοῦ κατὰ ἀλήθειαν ἐσχήκαμεν, υἱοὶ καὶ θεοὶ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν χρηματίζοντες· μέχρι γὰρ μόνου τοῦ ὀνόματος ἐφ᾽ ἡμῶν ἡ κτῆσις τῶν ὑπὲρ ἡμᾶς, ἔτι δὲ τοῦ Υἱοῦ, φυσική τε καὶ οὐσιώδης.

ΑΛΛΟ. Ὁ θεῖος Ἀπόστολός πού φησι περὶ τοῦ Υἱοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν,» καὶ τὸ ἑξῆς· «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Ὅτε τοίνυν ἐνηνθρώπησε τὴν τοῦ δούλου μορφὴν ἀναλαβὼν, ἐχαρίσθη αὐτῷ τὸ ὄνομα, καὶ ὑπερυψώθη. Οὐκοῦν πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ τῆς τοῦ δούλου μορφῆς, οὔτε εἶχε τὸ ὄνομα, οὔτε ἦν ὑψηλότερος κατὰ τὸν τῶν Ἀρειανῶν λόγον. Εἰ γὰρ ἦν ταῦτα καὶ πρὸ τῆς ἐπιδημίας, περιττός που πάντως ἐστὶν ὁ τοῦ εἰληφέναι τι λόγος. Εἰ δὲ οὐκ εἶχεν, ὅπερ οὐκ ἦν ἐγένετο. Τί οὖν ἦν πρὶν ταύτης δέξασθαι καθ᾽ ὑμᾶς; Καὶ πάλιν· Εἰ ὅτε ἐταπείνωσεν ἑαυτὸν εἰληφὼς ταῦτα φαίνεται ἐν οἷς νῦν ἐστιν, ἔστι δὲ Λόγος, σοφία, δύναμις, ἀλήθεια, φῶς, ζωὴ, ἀνάστασις, εἰκὼν τοῦ Πατρὸς, τούτων οὐδὲν ἦν πρὸ τῆς ταπεινώσεως. Σκοπείτωσαν τοίνυν εἰς ὅσον αὐτοῖς δυσφημίας βάραθρον ὁ λόγος χωρεῖ· εἰ γὰρ ἆθλον ὥσπερ καὶ μισθὸν τῆς ταπεινώσεως ταῦτ᾽ ἔχει παρὰ Πατρὸς, φαίνεται δὲ οὐκ ἐν ἄλλῳ χρόνῳ ταπεινώσας ἑαυτὸν, ἀλλ᾽ ὅτε γέγονεν ἄνθρωπος, ἀνεστραμμένην ὁρῶμεν τῶν πραγμάτων τὴν τάξιν. Αἱ μὲν γὰρ θεῖαι Γραφαὶ τὴν ἐπιδημίαν τοῦ Θεοῦ Λόγου γεγενῆσθαι λέγουσιν ἐπὶ βελτιώσει τῆς σαρκὸς, καὶ ὅλης τῆς ἀνθρώπου φύσεως.

Εἰ δὲ Θεὸς, καὶ Υἱὸς, καὶ Ὑψηλὸς γέγονεν ἐν τῷ καιρῷ τῆς σαρκὸς, βελτιωθέντα μᾶλλον ὁρῶμεν ἢ βελτιώσαντα· ὠφεληθέντα μᾶλλον ἢ ὠφελήσαντα. Οὐκοῦν οὐδὲ δι᾽ ἡμᾶς ἐπεδήμησεν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ δι᾽ ἑαυτόν· οὐδὲ τῆς ἡμετέρας ἕνεκα σωτηρίας τὴν σάρκα περιεβάλετο, ἀλλ᾽ ἵνα βελτιωθῇ. Πῶς οὖν οἱ προφῆται καὶ ἀπόστολοι Σωτῆρα καλοῦσιν αὐτόν; Ἔδει γὰρ μᾶλλον βελτιωτὴν ἑαυτοῦ ὀνομάζειν ἢ τοῦτο. Πῶς δὲ ὑπὲρ ἡμῶν ἀπέθανεν, ὁ τούτου μισθὸν τὸ εἶναι Θεὸς καὶ Υἱὸς εἰληφέναι λεγόμενος; Εἰ δὲ τοῦτο φρονεῖν δυσσεβέστατον, οὐδὲν ἐξ ἀλλοιώσεως καὶ τροπῆς προσγέγονεν ἄρα τῷ Υἱῷ, ἀλλ᾽ ἔστι τοῦτο φυσικῶς ὡς Υἱὸς, ὅπερ ἂν εἴη καὶ ὁ Πατήρ· διὸ δὴ καὶ ὅμοιος.

ΑΛΛΟ. Εἰ κατ᾽ ἐκείνους οὐκ ἦν ὁ Υἱὸς, ἢ ἦν μὲν, ἐβελτιώθη δὲ ὕστερον τροπὴν ὑπομείνας τὴν εἰς τὸ ἄμεινον, ὅτε καὶ μορφὴν δούλου λαβὼν ἑαυτὸν ἐταπείνωσε (διὰ τοῦτο γὰρ αὐτὸν ὁ Θεὸς ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα), γέγονε δὲ τοῦτο ἐν ὑστέροις τοῦ αἰῶνος καιροῖς, ὅτε καὶ ἡ ἐν σαρκὶ παρουσία· πῶς δι᾽ αὐτοῦ γέγονε τὰ πάντα, πῶς δὲ ὁ Πατὴρ ἔχαιρεν ἐπ᾽ αὐτῷ, οὔπω τὸ τέλειον ἔχοντι;

Τὸ γὰρ προσθήκης ἔτι δεόμενον ἀτελές. Πῶς δὲ πάλιν ἐν ὑστέροις καιροῖς ἔλαβε τὸ προσκυνεῖσθαι, καὶ ἐξ ἀρχῆς τοῦτο ἔχων ἐφαίνετο; Προσκυνεῖ γὰρ αὐτὸν Ἀβραὰμ ἐπὶ τῇ δρυῒ τῇ Μαμβρῇ, προσκυνεῖ καὶ Μωσῆς ἐν τῇ βάτῳ λέγοντα· «Ἐγώ εἰμι ὁ ὤν.» Πῶς δὲ, καθά φησιν ὁ Δανιὴλ, «Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ;» Πῶς δὲ πάλιν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος φαίνεται, καὶ ὑπὸ τῶν Σεραφὶμ δορυφορούμενος καὶ δοξολογούμενος; Πῶς δὲ πάλιν αἱ ἐν τοῖς οὐρανοῖς δυνάμεις διὰ τοῦ Πνεύματος ἀκούουσαι· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν,» καὶ λέγουσαι· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» Ἀντήκουον· «Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.» Οὐχ οὗτος γέγονε Κύριος τῶν δυνάμεων, ἀλλ᾽ οὗτός ἐστιν ὁ πάλαι Κύριος τῶν δυνάμεων. Εἰ δὲ τοῦτο ὢν φαίνεται ὃ δὴ καὶ νῦν ἐστι καὶ πρὸ τοῦ τῆς ἐπιδημίας καιροῦ, περιττὸν ἂν εἴη λέγειν, μᾶλλον δὲ κινδύνου μεστὸν, τροπῆς δεκτικὸν ὑπάρχειν τὸν Υἱόν· ἢ προαιρέσεως ἀγαθῆς ἐσχηκένα, μισθὸν τὴν υἱότητα, καὶ τὸ εἶναι σοφίαν, καὶ Λόγον, καὶ Θεόν. Ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ὢν, ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι.

ΑΛΛΟ, ὅτι οὐκ ἐξ ἀλλοιώσεως τῆς ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ ἄμεινον, ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλὰ φυσικῶς. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, τοσοῦτον ἂν δόξειε τῆς κατὰ φύσιν ἀξίας ὑποβεβηκέναι, ὅπερ ἂν ὀφθείη κεῖσθαι μεταξὺ Θεοῦ καὶ ἀνθρώπου. Οὐ γὰρ ἦν μὲν πρότερον ἄνθρωπος, γέγονε δὲ ὕστερον ὁ Θεὸς, ἀλλὰ Θεὸς ὢν γέγονεν ἄνθρωπος· ἔχει τοίνυν οὐδὲν εἰς βελτίωσιν ἐκ τούτων ὁ τοῦ Θεοῦ Λόγος. Εἰ δὲ ὑψοῦσθαι λέγεται, καὶ ἐν τάξει χαρίσματος τὸ ὑπὲρ πᾶν ὄνομα δέχεσθαι, εἰς ἐκεῖνο δηλονότι μετὰ σαρκὸς ἐπανάγεται, εἰς ὅπερ ἦν καὶ δίχα σαρκός. Καὶ αὐτὸς δέ πού φησι· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ποία δὲ ἦν ἡ πρὸ τοῦ κόσμου δόξα τοῦ Υἱοῦ; Τὸ ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχειν. Οὐδὲν ἄρα ἐστὶ τὸ ἐξ ἀλλοιώσεως καὶ τροπῆς τῆς ἐπὶ τὸ ἄμεινον προστεθὲν τῷ Υἱῷ, ἀλλ᾽ ἡ ἐν χαρίσματος τάξει νῦν αὐτῷ διδομένη δόξα καὶ ὕψωσις, λύσις ἐστὶ τῆς μετὰ σαρκὸς ἀδοξίας, τὴν ἀπὸ τῆς τοῦ δούλου μορφῆς ἀτιμίαν ἐξαφανίζουσα. Λέγεται δὲ δίδοσθαι ταῦτα παρὰ Πατρός. Θεῷ γὰρ πάντα τὰ ὑπὲρ ἀνθρωπότητα διοικεῖν οἰκειότερον, οὐκ ἔξω τῆς τούτων οἰκονομίας ὑπάρχοντος τοῦ Υἱοῦ κατὰ τὴν τῆς θεότητος ἑνότητα, εἰ καὶ ἰδιαζόντως Υἱός ἐστιν ὡς πρὸς Πατέρα.

ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ καθ᾽ ὑμᾶς, ὅτε ἐταπείνωσεν ἑαυτὸν, ὑπερυψώθη, διὰ τοῦτο καὶ ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστι, κέκληται Θεὸς, καὶ διὰ τοῦτο ἐχρίσθη καὶ Υἱὸς ὠνομάσθη, πρὸ τῆς ταπεινώσεως ἀνάγκη λέγειν οὐκ εἶναι ταῦτα τὸν τοῦ Θεοῦ Λόγον· οὐδὲ γὰρ ἂν δέξαιτό τις ὅπερ ἔχει καὶ μὴ λαβών. Καὶ εἰ πρὸ τῶν τῆς ταπεινώσεως χρόνων εὑρίσκεται λέγων πρός τινας Θεός· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου,» πολλοὶ πρὸ αὐτοῦ φαίνονται γεγονότες υἱοὶ καὶ θεοί. Πῶς οὖν ἀληθὲς ὅτι πάντα δι᾽ αὐτοῦ ἐγένετο; Πῶς δὲ αὐτός ἐστι πρὸ πάντων πολλοὺς ἔχων πρὸ αὐτοῦ; Πῶς δὲ καὶ πρωτότοκος πάσης κτίσεως; Καὶ εἰ πρὸς μίμησιν τοῦ κατὰ φύσιν Υἱοῦ τίθενται καὶ οἱ κατὰ χάριν, πῶς οὗτοι πρὸ τοῦ κατὰ φύσιν; Καὶ εἰ τοῦ Υἱοῦ μετέχοντες υἱοποιούμεθα δι᾽ αὐτοῦ, πῶς τὸ μετέχον πρῶτον ἕσται τοῦ μετεχομένου καὶ δι᾽ οὗ γίνεται; Πῶς δὲ οὐ κρείττων ὁ πρῶτος τούτου τυχὼν τοῦ πολλαῖς ὕστερον γενεαῖς; Ἀλλὰ πολλὴν ἕχει ταῦτα τὴν ἀτοπίαν.

Οὐκοῦν ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὁ Υἱὸς, οὐ κατὰ χάριν, οὐδὲ ἐκ προσθήκης ἔχων τὴν πρὸς τὸν Πατέρα ὁμοιότητα, ἀλλ᾽ οὐσιωδῶς τε καὶ φυσικῶς.

ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ καθάπερ τινὰ μισθὸν ἀρετῆς ἢ ταπεινώσεως ἢ ὑπακοῆς ἔχει τὸ εἶναι Υἱὸς ὁ τοῦ Θεοῦ Λόγος, κατὰ τίνα τρόπον πρὸ τῶν τῆς ταπεινώσεως χρόνων ἐπεγίνωσκόν τινες τὸν Πατέρα; λέγοντος τοῦ Υἱοῦ· «Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν Υἱὸς ἀποκαλύψῃ.» Μὴ ὄντος γὰρ κατ᾽ ἐκείνους τοῦ ἀποκαλύπτοντος Υἱοῦ, πῶς ἐπιγνωσθείη παρά τινος ὁ Πατήρ, εἰ δὲ ἀεὶ Πατὴρ γνωρίζεται, ἦν ἄρα καὶ ἀεὶ ὁ ἀποκαλύπτων Υἱός. Οὐκοῦν οὐκ ἐκ μεταβολῆς τινος, οὐδὲ ἐν προσθήκης μέρει φαίνεται λαβὼν τοῦθ᾽ ὅπερ ἐστὶν, ἀλλ᾽ ἦν ἀεὶ τοῦτο φυσικῶς, ὅμοιος ὢν καὶ κατὰ τὸ ἀπροσδεές τε καὶ τέλειον καὶ ἄτρεπτον τῷ Πατρί.

ΑΛΛΟ, σημαῖνον ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐκ ἔξωθεν, καθάπερ οἱ χριστομάχοι φασίν. Ἐπειδὴ δὲ οὐκ ἔξωθεν, ὅμοιος ἄρα. Πρότασις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ τί τὸ πλέον, φασὶν, ἐν Θεῷ; Πῶς δὲ οὐκ ἔσται καθ᾽ ἡμᾶς, εἰ καὶ αὐτὸς ἐκ τῆς οὐσίας τῆς ἑαυτοῦ τίκτει τὸν Υἱὸν, ὥσπερ καὶ ἡμεῖς; Ἐπειδὴ δὲ ἄνω τῆς ἀνθρωπείας φύσεως τοσοῦτόν ἐστιν, ὅσον τῶν γενητῶν ὑπερέχει, οὐ τὰ ἡμῶν μιμήσεται· οὐδὲ ὥσπερ τις τῶν καθ᾽ ἡμᾶς ἐκ τῆς οὐσίας τῆς ἑαυτοῦ προβαλεῖ τὸν Υἱὸν, ἀλλ᾽ ἔξωθεν ὑποστήσει. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα.

Πρὸς ταῦτα λύσις. Ἐροίμην ἂν δικαίως τοὺς χριστομάχους, εἰ παντάπασι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν παραιτεῖται Θεὸς, καὶ κατ᾽ οὐδένα τρόπον τὰ ἀνθρώπῳ προσήκοντα φορέσει. Εἰ μὲν γὰρ ἐροῦσι μὴ πάντη τῶν ἡμετέρων ἀποφοιτᾷν τὴν θείαν οὐσίαν, ἕωλος αὐτοῖς ἡ πρότασις εὑρεθήσεται, λύσιν ἔχουσα τὴν αὐτῶν ὁμολογίαν.

Εἰ δὲ ἐπιμένουσιν ἀμαθῶς οἷς προτείνουσιν ἐνιστάμενοι, λεγέτωσαν ἡμῖν, εἰ μὴ ὁ ἄνθρωπος οὐσία ἐστί. Καὶ πάλιν ἐπειδήπερ λογικὸς ὁ ἄνθρωπος, ἔστω Θεὸς κατ᾽ ἐκείνους ἄλογος, ἵνα παραιτῆται τὰ ἀνθρώπινα.

Εἰ δὲ ἐν τούτοις ὄντων ἡμῶν, ἐν αὐτοῖς ἐστι καὶ Θεὸς, οὐ παραιτήσεται γεννᾷν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, ἐπειδήπερ οὕτω τίκτομεν ἡμεῖς. Ἔδει γὰρ μᾶλλον ἐννοεῖν ὅτι κατὰ μίμησιν τῆς θείας φύσεως οἱ κατ᾽ εἰκόνα γεγονότες αὐτῆς, καὶ τοῦτο μετὰ τῶν ἄλλων κεκτήμεθα.

Ἐπειδὴ δὲ τέτοκεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καὶ οὐκ ἔξωθεν ὑπεστήσατο, ἀνάγκη δοῦναι τὸ ὅμοιον αὐτῷ.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ἡμεῖς, φασὶν, ὥσπερ ὕλῃ τινὶ ταῖς ἐκ τῆς σωματικῆς φύσεως χορηγίαις ἀποκεχρημένοι, τίκτομεν ἐξ ἑαυτῶν τὰ γεννήματα· κἄν τι τῶν ἔξωθεν κατασκευάζειν ἐθελήσωμεν, ὕλην λαβόντες τοῦτο ποιοῦμεν.

Θεὸς δὲ παντελῶς ἀσώματος ὢν, ὕλης μέν τινος ἐξ ἑαυτοῦ χορηγίαν οὐκ ἔχει, ἵνα τέκῃ τὸν Υἱὸν, δημιουργεῖ δὲ ἐξ οὐκ ὄντων. Οὐκοῦν πάντα τὰ καθ᾽ ἡμᾶς παραιτούμενος, οὔτε ἐξ ἑαυτοῦ προβάλλει τὸν Υἱὸν, οὔτε ἐξ ὕλης προϋποκειμένης ἐργάζεταί τι τῶν ὄντων· ἀλλ᾽ ἔξωθεν τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ σὺν Υἱῷ. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα.

Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἡμῖν, ὦ γενναῖοι, μονογενὴς ὁ Υἱὸς εὑρεθήσεται, εἰ καὶ αὐτὸς ἔξωθεν ὥσπερ τὰ πάντα ἐστί; Πῶς δὲ ὅλως Υἱὸς ὁ μὴ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ γεγεννηκότος; Εἰ μὲν οὖν ἐνδέχεται καὶ τὰ ἐξ οὐκ ὄντων ἤτοι ἔξωθεν γεγονότα καλεῖσθαι καὶ εἶναι κατὰ φύσιν υἱοὺς, οὐδὲν, ὡς ἔοικε, κωλύσει πάντα τὰ πεποιημένα καλεῖσθαι γεννήματα. Καὶ οὐκέτι μονογενὴς ὁ Υἱὸς, πολλοὺς ἔχων τοὺς ἀδελφοὺς κατὰ φύσιν.

Εἰ δὲ οὐκ ἐνδέχεται, μόνος δέ ἐστι μονογενὴς, ἐξηλλαγμένην ἄρα πάντη τὴν ὕπαρξιν ἔχει, οὐχ ὥσπερ ἐκεῖνα πρὸς τὸ εἶναι κεκλημένος, ἀλλ᾽ ὡς Υἱὸς ἐκ Πατρὸς προελθὼν φυσικῶς, καὶ διὰ τοῦτο ὅμοιος.

ΑΛΛΟ. Εἰ πάντα ἐξ οὐκ ὄντων ἐστὶ, καὶ μετὰ πάντων ὁ Υἱὸς, διὰ ποίαν αἰτίαν ὁ μὲν φύσει Κύριος, τὰ δὲ φύσει δοῦλα; Ἢ γὰρ τὰ πάντα κυριότητι τῇ κατὰ φύσιν ἀμᾶσθαι δίκαιον τὴν αὐτὴν ἔχοντα γένεσιν τῷ Υἱῷ, ἢ καὶ αὐτὸν μετὰ πάντων ὡς δοῦλον εἶναί τε καὶ λέγεσθαι.

Νῦν δὲ οὐχ ὁρῶμεν τοῦτο κηρύττουσαν τὴν θείαν Γραφήν. Ἀλλὰ Κύριον μὲν κατὰ φύσιν οἶδε τὸν Υἱὸν, δοῦλα δὲ τὰ ποιήματα, λέγουσα, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Καὶ πάλιν, μετὰ Πατρὸς ὑμνούμενον καὶ σπουδαζόμενον αὐτῷ τὸν Υἱὸν εἰσφέρει, τὴν κτίσιν δὲ δοξολογοῦσαν. Οὐκ ἄρα τοῖς πᾶσιν ἴσος ἐστὶν, οὐδὲ ἔξωθεν, ὥσπερ ἐκεῖνα, ἀλλ᾽ ὁ μὲν Υἱὸς κατὰ φύσιν, τὰ δὲ δοῦλα καὶ ποιήματα. Οὕτω δὲ ἔχοντα τὸν Υἱὸν, τί τὸ κωλύον ὅμοιον εἶναι τῷ Πατρί;

ΑΛΛΟ. Ἀγνοοῦσιν, ὡς ἔοικεν, αἱ λογισμοῖς ἀσυνέτοις ἐπερειδόμενοι, καὶ ψόφῳ διακένων ῥημάτων ἢ ταῖς ἀκριβείαις τῶν θεωρημάτων ἐπικομπάζοντες, ὅτι τὸ ὄντως ὂν καὶ κατ᾽ οὐσίαν τίκτειν δυνάμενον, τὸ θεῖόν ἐστιν.

Αὐτὸ γὰρ δὴ περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ὁ ὢν, ὡς τῶν ἄλλων ἁπάντων, οὐκ ὄντων μὲν πρὶν γενέσθαι, βουλήσει δὲ θείᾳ πρὸς τὸ εἶναι παρενεχθέντων. Οὐκοῦν τὸ ὄντως ὂν, ᾧ καὶ τὸ εἶναι κυριώτατον ὄνομα, αὐτὸ δὴ καὶ μόνον κατ᾽ οὐσίαν γεννήσει. Τὰ γὰρ ἄλλα ποιήματα, ἄνθρωποι τυχὸν, βουλήσει μᾶλλον Θεοῦ πρὸς τὸ δύνασθαι τίκτειν ἐκλήθησαν, ἢ κατ᾽ ἰδίαν οὐσίαν τοῦτο ποιοῦσι. Θεῖος γάρ τις ἀναγκάζει νόμος τίκτειν καὶ τὸ μὴ τίκτειν πεφυκός. Ἐπειδὴ γὰρ οὕτως ἠθέλησεν ὁ Δημιουργὸς, οὕτω καὶ γέγονεν. Εἰ γὰρ κατ᾽ οὐσίαν ἰδίως τε καὶ κυρίως ἔχει τὸ τίκτειν τὰ ποιήματα, διατί μὴ πάντα δύναται τίκτειν; Ἐπειδὴ δὲ τίκτει τινὰ, δηλονότι τὰ κεκελευσμένα, πρόδηλον δήπουθεν ὡς οὐ κατὰ φύσιν τοσοῦτον τοῖς ποιήμασιν ἐνυπάρχειν τὸ γεννᾷν, ὅσον ἐκ τοῦ κελεύοντος καὶ ἀναγκάζοντος νόμου, ὃν ἑκάστῳ τῶν ὄντων ἐπέθηκεν ὁ Δημιουργός. Οὐκοῦν τὸ κυρίως τίκτον ἐξ ἑαυτοῦ, τὸ Θεῖόν ἐστιν· ἡμεῖς δὲ κατὰ μίμησιν τὴν ἐκείνου.

Εἶτα πῶς οὐκ ἄτοπον τὸ μὲν κατὰ μίμησιν τίκτειν ἐξ ἑαυτοῦ, τὸ δὲ ἀρχέτυπον πρὸς ὃ καὶ μεμόρφωται, μὴ ἐξ ἑαυτοῦ μᾶλλον, ἀλλ᾽ ἔξωθεν ἔχειν τὸ γεννᾷν; Φανερᾶς τοιγαροῦν ἐντεῦθεν τῆς ἀληθείας γεγενημένης, οὐδὲν τὸν Πατέρα κωλύσει γεννᾷν τὸν Υἱὸν ἐξ ἑαυτοῦ.

Εἰ δὲ τοῦτο, καὶ ὅμοιος ἔσται κατὰ πάντα αὐτῷ, τῆς τοῦ Πατρὸς ἰδιότητος φυσικῶς τρεχούσης ἐπὶ τὸν Υἱόν.

ΑΛΛΟ, περὶ ὁμοιότητος τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Ἀντίθεσις ὡς ἐκ τῶν δι᾽ ἐναντίας. Εἰ οὐδεὶς, φασὶν, ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, φαίνεται δὲ καὶ τὸ οἰκεῖον πρόσωπον τῆς κατὰ φύσιν ἀγαθότητος ἔξω τιθεὶς, «Τί γάρ με φὴς ἀγαθόν;» πρὸς τὸν Γραμματέα λέγει, κατὰ τίνα τρόπον ὅμοιος ἔσται τῷ κατὰ φύσιν ἀγαθῷ Πατρὶ ὁ μὴ τοιοῦτος Υἱός;

Πρὸς ταῦτα λύσις. Ἀνόμοιον εἶναί φασιν οἱ χριστόμαχοι τὸν Υἱὸν τῷ Πατρὶ, τὸν ἐπηρτημένον τῷ λόγῳ κίνδυνον μηδόλως θεωροῦντες, ἢ θεωροῦντες μὲν, ἐν δὲ τοῖς οὕτω μεγάλοις πράγμασι παίζοντες μᾶλλον ἢ τῆς ἀληθείας ὄντες ἐξετασταί. Εἰ γὰρ ἀνόμοιος, κατ᾽ ἐκείνους, ἐστὶν ὁ Υἱὸς τῷ Πατρὶ, λεγέτωσαν ἡμῖν τίνα ποτὲ ἐροῦσι τὸν ἀγαθὸν κατὰ φύσιν· τὸν Πατέρα ἢ τὸν Υἱόν; Εἰ μὲν οὖν τῷ Πατρὶ τὴν ἐπὶ τούτῳ ψῆφον ἀπονέμουσιν, ἀνάγκη πᾶσα μὴ εἶναι ἀγαθὸν τὸν τῷ Πατρὶ μὴ προσεοικότα. Εἰ δὲ τοῦτο μὲν παραιτήσονται λέγειν, μεταθήσουσι δὲ ἐπὶ τὸν Υἱὸν τὸ οὐσιωδῶς ἀγαθὸν, ἐξ ἀνάγκης πάλιν συνελαθήσονται πρὸς τὸ χρῆναι λέγειν οὐκ εἶναι τὸν Πατέρα ἀγαθὸν, εἴ γε τῆς πρὸς τὸν Υἱὸν ὁμοιότητος ἀποφοιτᾷ. Ἐπειδὴ δὲ λίαν ἐστὶν ἀτοπώτατον ἢ κατὰ τοῦ Πατρὸς ἢ κατὰ τοῦ Υἱοῦ τὴν τοιαύτην φθέγξασθαι δυσφημίαν (ἀγαθοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἀγαθὸς ἔσται πάντως καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Υἱὸς), οὐκ ἔσται κατά τι γοῦν ἀνόμοιος τῷ Πατρὶ, εἴπερ τὸ ἀγαθὸν προσεοικέναι πάντως ἀνάγκη τῷ ἀγαθῷ.

Ἀνθυποφορὰ ὡς ἐκ τῶν χριστομάχων. Κατὰ τοῦτο, φασὶν, ὁμολογοῦμεν ὅμοιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, οὐχ ὅτι πάντως τὴν οὐσιώδη καὶ φυσικὴν ἔχει πρὸς αὐτὸν ὁμοιότητα, ἀλλ᾽ ὅτι διὰ τὸ θελῆσαι μόνον τὸν Πατέρα τοιοῦτον ὑποστῆσαι τὸν Υἱὸν ὁποῖός ἐστιν αὐτὸς, τὴν πρὸς αὐτὸν ὁμοίωσιν ἔχει.

Ὥσπερ οὖν ἀμέλει καὶ οἶκος εἰς εἶδός τι καὶ σχῆμα μεταπεποιημένος ὥσπερ εἰκών ἐστι τῆς τοῦ δημιουργήσαντος ἐννοίας· διὰ μὲν τὴν ὕλην ἕτερος ὢν ὡς πρὸς αὐτὸν, διὰ δὲ τὸ οὕτω πεποιῆσθαι ὡς ἐπενόησε προσεοικὼς αὐτοῦ τῇ διανοίᾳ.

Πρὸς ταῦτα λύσις. Γέλωτος ἀξία, μᾶλλον δὲ ὀδυρμῶν ἡ τοῦ λόγου κατασκευή. Τίς γὰρ τῶν εὖ φρονούντων οὐκ ἂν εἰκότως ἐπιστυγνάσαι τοῖς εἰς τοσαύτην ἐμπεπτωκόσιν ἀμαθίαν; Τίς δὲ οὐ θρηνήσαι τοὺς εἰς τοσαύτην ὀλισθήσαντας ἀβουλίαν; Εἰ γὰρ ἀνόμοιός ἐστι κατ᾽ οὐσίαν ὁ Υἱὸς τῷ Πατρὶ, ὅμοιος δὲ κατὰ τὸ εἶδος, πρῶτον μὲν ἀνάγκη λέγειν ἐκ διαφόρων συγκεῖσθαι τὸν Υἱὸν, καὶ τοῦτο, ἀλλήλοις πολὺ μαχομένων καὶ ἐναντίως ἐχόντων, τοῦ ὁμοίου, φημὶ, καὶ τοῦ ἀνομοίου· ἅπερ ἀλλήλοις καθ᾽ ἕν τι τὸ ὑποκείμενον ἄμικτά τέ ἐστι καὶ ἀσύμβατα. Καὶ εἰ κατά τι προσεοικὼς, οὐχ ὅλος ἐστὶ φῶς, ἀλλ᾽ οὐδὲ ὅλος ἀλήθεια, οὐδὲ φύσει Θεός. Εἶτα πρὸς τούτῳ καὶ εἰς αὐτὸν διαβήσεται τὸν γεγεννηκότα τῆς δυσφημίας τὸ βάρος. Ἔσται γὰρ ἡμῖν σύνθετος καὶ αὐτὸς ὁ Πατὴρ ἔκ τε οὐσίας καὶ νοήματος, εἴπερ κατὰ μὲν τὸν τῆς οὐσίας λόγον ἀνόμοιός ἐστι τῷ Υἱῷ, ὅμοιος δὲ κατὰ τὴν ἔννοιαν. Πῶς οὖν ὁ Πατὴρ εὑρεθήσεται τῶν πάντων ἀρχὴ, σύνθετος ὢν καθ᾽ ὑμᾶς καὶ οὐχ ἁπλοῦς; Καίτοι τῆς ἀρχῆς οὐδὲν προεπινοεῖσθαι δύναται. Μηδενὸς δὲ προεπινοουμένου τῆς ἀρχῆς, οὐδαμόθεν αὐτῇ τὸ σύνθετον προσγενήσεται.

Ἐπείπερ τὰ σύνθετα σύνοδός τις τῶν ἁπλῶν ἐργάζεται. Πανταχόθεν τοιγαροῦν ὁρωμένης τῆς ἐν τούτοις ἀτοπίας, σαθροτάτη μὲν ἔσται τοῖς χριστομάχοις ἡ πρότασις. Ἀναιρεθείσης δὲ τῆς ἐν τούτοις δυσφημίας, ὅμοιος ἔσται κατ᾽ οὐσίαν ὁ Υἱὸς τῷ Πατρὶ, οὐδαμόθεν τῆς πρὸς αὐτὸν φυσικῆς ὁμοιότητος ἐξωθούμενος.

ΑΛΛΟ. Εἰ μὴ κατ᾽ οὐσίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, μόνης δὲ τῆς ἐννοίας αὐτοῦ χαρακτὴρ ὥσπερ τις καὶ εἰκὼν, τελείαν ἔχειν πρὸς αὐτὸν ὁμοιότητα οὐ δύναται· ἐπειδὴ καὶ ἡμεῖς κατ᾽ εἰκόνα γεγονότες τοῦ Δημιουργοῦ, τότε μάλιστα τοῦτο φαινόμεθα σώζοντες, ὅτε τῆς θειότητος αὐτοῦ μέτοχοι γινόμενοι διὰ τοῦ ἐνοικοῦντος ἡμῖν ἁγίου Πνεύματος, πρὸς τὴν θείαν μορφούμεθα φύσιν. Καὶ γοῦν οἱ μήπω μετασχόντες αὐτοῦ, οὔπω σύμμορφοι καθεστήκασι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Εἰ τοίνυν φυσικὴ μὲν ὁμοιότης οὐδεμία τοῦ Πατρὸς ἐν Υἱῷ, μόνοι δὲ τῆς ἐννοίας οἱ χαρακτῆρες ἐμφαίνονται, οὐχ ἕξει τὸ τελείως ὅμοιον, ὅπερ ἐστὶ καὶ μόνον, ἐννοεῖν ἀπίθανον. Πῶς γάρ ἐστιν ἴσα Θεῷ; Εἰ δὲ τοῦτο ἄτοπον, κρατήσει ἄρα τὸ ἕτερον, ὅπερ ἐστὶ καὶ ἀληθέστερον· ὅτι τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸ δὴ τὸ ἴδιον ὑπάρχων ὁ Υἱὸς, ὅμοιος ἔσται καὶ κατ᾽ οὐσίαν αὐτῷ.

Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ἐκ μετοχῆς τῆς πρὸς τὸ θεῖον, κατ᾽ εἰκόνα τὴν πρὸς αὐτὸν μορφούμεθα. Οὐ γὰρ ἐξήρκεσε τῇ αὐτοῦ ἀνθρώπου κατασκευῇ, πρὸς τὸ φαίνεσθαι καὶ γενέσθαι εἰκόνα τοῦ πεποιηκότος, τὸ ἐν μόναις ἐννοίαις, τὸν περὶ αὐτοῦ κεῖσθαι λόγον. Λέγει που Παῦλος· Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἀλλ᾽ εἴπερ ἐξήρκει καὶ δίχα τῆς τοῦ Πνεύματος μετοχῆς κατ᾽ εἰκόνα φαίνεσθαι Θεοῦ τὸν ἄνθρωπον, πάντες ἂν ἦμεν Χριστοῦ, καὶ Πνεύματος ὄντες ἀμέτοχοι. Φησί που πάλιν ὁ μακάριος Ἰωάννης· «Ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Οὐκοῦν εἰ τὸ φυλάττειν τὴν δοθεῖσαν ἐντολὴν πρόξενον ἡμῖν τῆς τοῦ Πνεύματος μετουσίας εὑρίσκεται, μέτοχοι δὲ γεγονότες τοῦ Πνεύματος, πρὸς τὴν τοῦ πεποιηκότος εἰκόνα μορφούμεθα, πρόδηλον δήπουθεν ὅτι τὴν πρὸς Θεὸν ὁμοίωσιν ἔχειν ἀδύνατον τὸν μὴ μετέχοντά πως τῆς αὐτοῦ φύσεως.

Καὶ πάλιν ἀνανεῶν εἰς τὸ κατ᾽ εἰκόνα τὸν ἄνθρωπον ὁ Σωτὴρ, ἐνεφύσησε τοῖς μαθηταῖς λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ὅπερ οὖν ἡ ἀνακαίνησις ἔχει, τοῦτο κεκτῆσθαι πάντως καὶ τὴν ἀρχαιότητα προσήκει νοεῖν. Οὐκοῦν τελείωσιν ἐξεικονισμοῦ πρὸς τὴν θείαν οὐσίαν ἡ τοῦ Πνεύματος μετοχὴ τῷ ἀνθρώπῳ χαρίζεται, οὐχ ἁπλῶς τὸ ἐν μόναις ἐννοίαις Θεοῦ διαπλασθῆναι τοιοῦτον ὁποῖός ἐστιν αὐτός. Εἰ δὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ λαμβάνοντες πρὸς Θεὸν μορφούμεθα, πῶς ἀνόμοιος ἔσται τῷ Πατρὶ ὁ Υἱὸς ὁ τὸ μορφοῦσθαι πρὸς ἐκεῖνον καὶ ἡμῖν δι᾽ ἑαυτοῦ δωρούμενος;

Πρότασις ὡς ἐκ τῶν δι᾽ ἐναντίας. Ἀκοινώνητος, φασὶ, καὶ οὐ μεθεκτὸς ἡμῖν ὁ Πατὴρ δι᾽ ἑαυτοῦ, διὰ τὴν ὑπερβολὴν καὶ τὴν ἄκραν ὥσπερ καὶ ἀχώρητον τῇ ἀνθρωπείᾳ φύσει τῆς θεότητος μετάληψιν. Χωρεῖται δὲ καὶ ἐν ἡμῖν γίνεται δι᾽ Υἱοῦ, ὡς δι᾽ ἐλάττονος δηλαδή. Πῶς οὖν ὅμοιος ἔσται τῷ Πατρὶ, χωρητὸς ὢν ἐν ἡμῖν τοῖς ἐκεῖνον οὐ δυναμένοις χωρεῖν;

Πρὸς τοῦτο ἀνθυποφορὰ ἤτοι λύσις. Μεθύουσι πάλιν ταῖς ἀβουλίαις οἱ θεομάχοι, μὴ εἰδότες, ὡς φαίνεται, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Εἰ γὰρ, καθάπερ ὑμεῖς φατε, πάντα μεγάλα καὶ ὑπερφυῆ τὰ ἐν τῷ Πατρὶ, ἀνάγκη δοῦναι τοιαύτην καὶ τὴν ἐνυπάρχουσαν αὐτῷ ἀγαθότητα.

Πῶς οὖν ὁ εἰς ἄκρον ἀγαθὸς, ἀχώρητος ἔσται τοῖς ἀγαθότητος δεομένοις; Πῶς δὲ ὅλως ἀγαθὸς ὁ ταῖς ὑπὲρ τὴν κτίσιν ὑπερβολαῖς ἀποκλείων ἅπασι τὸ μετασχεῖν αὐτοῦ; Χρὴ γὰρ δήπουθεν, ὃ δὴ καὶ ἀληθὲς ὂν φαίνεται, τὸν ἅπαξ ἀγαθὸν, ἀναλογοῦσαν αὐτοῦ τοῖς πᾶσι προθεῖναι τὴν ἀγαθότητα, καὶ εἰς ἀπόλαυσιν τοῖς αὐτῆς δεομένοις ἑτοίμην ἐξαπλοῦν. Ἀλλ᾽ ἤδη καὶ τοῦτο ποιῶν φαίνεται, δι᾽ ὧν καὶ ἐνοικήσειν ἐν ἡμῖν ἐπαγγέλλεται καὶ ἐμπεριπατήσειν, καὶ υἱοὺς ἀποδεικνύει.

Οὐκοῦν ἕωλος τοῖς ἀθέοις ἡ πρότασις. Φαίνεται γὰρ οὐ δι᾽ ὑπερβολὴν καὶ μεγαλοφυΐαν, εἰς ἀγριότητα Θεὸς ἀποκλίνων· ἀλλὰ μᾶλλον τοσοῦτος ὑπάρχων εἰς ἡμερότητα ὅσῳ μεγάλα τὰ αὐτοῦ. Ὧν ἓν δὴ τὸ κάλλιστόν ἐστιν ἡ ἀγαθότης, φθάνουσα δι᾽ Υἱοῦ, καθά φησιν αὐτὸς, ἐπὶ πονηρούς τε καὶ ἀγαθοὺς, καὶ μηδενὶ τὸ παράπαν ἀποκλείουσα τὸ μετασχεῖν αὐτῆς.

Μετοχὴ δὲ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι κυρίως τε καὶ πρεπόντως ἂν γένοιτο. Ὥσπερ οὖν καὶ ἡλίου μετέχομεν διὰ τῆς ἐξ αὐτοῦ τικτομένης αὐγῆς, οὐ δίχα θερμότητος ἢ τῆς τοῦ Πνεύματος ἐνεργείας εἰκόνα φέρει. Ὥσπερ οὖν τῷ ἡλίῳ οὐκ ἄν τις ἀνόμοιον εἶναι λέγοι τὸ ἐξ αὐτοῦ πεμπόμενον φῶς ἤτοι τὴν θερμότητα, διὰ τὸ μετὰ τούτων εἶναι μεθεκτὸν, οὕτως οὐδὲν ἀναγκάσει τὸν Υἱὸν ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸ δι᾽ αὐτοῦ μετέχεσθαι τὸν Πατέρα. Μᾶλλον δὲ ὅμοιον ὄντα κατὰ πάντα δεικνύει. Ὅπου γὰρ Υἱοῦ μετέχοντες, τῆς τοῦ Πατρὸς μετουσίας οὐκ ἐστερήμεθα, πῶς οὐκ ἔσται ταυτότης οὐσίας Πατρὸς καὶ Υἱοῦ; Ὅπου δὲ οὐσίας ταυτότης, ποῖον ἕξει τόπον ἡ ἀνομοιότης;

Λεγέτωσαν οἱ χριστομάχοι.

Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἂν εἴη, φασὶ, κατὰ τὸν τῆς οὐσίας λόγον ὅμοιος τῷ Πατρὶ ὁ Υἱὸς, ὅς γε τοσοῦτον ἐλάττων φαίνεται, ὡς μηδὲ ὁρᾷν αὐτόν; Καὶ τοῦτο γὰρ αὐτός που διαμαρτύρεται λέγων· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Εἰ τοίνυν ἀθεώρητον τοῖς πᾶσι τὸν Πατέρα φησὶν ὁ Υἱὸς, ἐν δὲ τοῖς πᾶσι καὶ αὐτὸς, πῶς ἂν εἴη κατὰ τὴν οὐσίαν ὅμοιος ὁ τοσοῦτον ἡττώμενος;

Πρὸς τοῦτο λύσις. Καὶ πῶς οὐκ ἄντικρυς αὐτῇ μαχόμενοι τῇ ἀληθείᾳ φανεῖσθε, καὶ πάσαις ὁμοῦ ταῖς θείαις Γραφαῖς ἀντιπίπτοντες, μηδὲ αὐτῷ λέγοντες ὁρᾶσθαι τῷ Υἱῷ τὸν Πατέρα, κεκρύφθαι δὲ τὴν τοῦ Μονογενοῦς αὐτοπρόσωπον θέαν; καίτοι καὶ αὐτοῦ διαῤῥήδην βοῶντος οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς δὲ εἰ μὴ κατάληπτός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ἡμῖν αὐτὸν ἐπιδεικνύει, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Πῶς δὲ τὸ Πνεῦμα αὐτοῦ πάντα ἐπίσταται καὶ τὰ βάθη τοῦ Θεοῦ, καθάπερ καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ; Πῶς δὲ πάλιν οἱ κατ᾽ οὐρανὸν ἄγγελοι ὡς τὸ τούτου πρόσωπον θεωροῦντες ἀνεγράφησαν, εἰ μηδὲ τῷ Υἱῷ τοῦτο ὑπάρχει, καθ᾽ ὑμᾶς; Ἢ πῶς οὐκ ἀληθεύσει, λέγων· «Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα;» Καὶ πάλιν· «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι;» Ὁ τοίνυν μὴ μόνον εἰδὼς, ἀλλὰ καὶ ἀποκαλύπτειν ἑτέροις τὸν Πατέρα δυνάμενος, πῶς αὐτὸν οὐχ ὁρᾷ; Πῶς δὲ οὐκ οἶδεν ὁ ἐξ ὧν ἐστιν αὐτὸς εἰδὼς τὸν Πατέρα, καὶ λέγων πρὸς αὐτόν· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά;»

Ὥσπερ οὖν, εἴπερ ἦν ἀθεώρητος αὐτῷ, καθ᾽ ὑμᾶς, ὁ Πατὴρ, οὐκ ἂν ἦν αὐτῷ κατ᾽ οὐσίαν ὅμοιος, οὔτως ἐπειδήπερ ὁρᾷ καὶ γινώσκει τὸν Πατέρα, ἔσται πάντως αὐτῷ κατὰ πάντα προσεοικὼς, καὶ διαψεύσεται πάλιν τῆς παρ᾽ ὑμῶν συκοφαντίας ὁ λόγος.

Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Κατὰ τοῦτο, φασὶ, μόνον ὅμοιον εἶναι δώσομεν τὸν Υἱὸν τῷ Πατρὶ, καθὸ πλουσίως αὐτοῦ μετεσχηκὼς, πεποίηται τρόπον τινὰ καὶ μεμόρφωται πρὸς αὐτόν. Ὥσπερ οὖν καὶ ἡμεῖς, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις, κοινωνοὶ τῆς θείας γενόμενοι φύσεως, καθὼς γέγραπται, τὴν εἰκόνα τοῦ ἐπουρανίου λαμβάνομεν, καὶ πρὸς τοὺς θείους ὥσπερ χαρακτῆρας μορφούμεθα.

Πρὸς ταῦτα λύσις. Καὶ τίς ἂν, εἰπέ μοι, τῶν τὰς θείας ἀνεγνωκότων Γραφὰς, τῆς τοσαύτης ὑμῶν φλυαρίας ἀνάσχοιτο; Οἱ μὲν γὰρ θεῖοι κηρύττουσι λόγοι πρόσφατον οὐκ εἶναι Θεὸν ἐν ἡμῖν, ὑμεῖς δὲ τοῖς ἀπὸ τοῦ Πνεύματος λαλουμένοις ῥιψοκινδύνως ἀντιτείνοντες, πρόσφατον ἡμῖν, καὶ ἵν᾽ οὕτως εἴπωμεν, ἀρτιγενῆ Θεὸν εἰσφέροντες τὸν Υἱὸν οὐκ αἰσχύνεσθε. Τὸ γὰρ ἐκ μετοχῆς καὶ μεταλήψεως τῆς περὶ τὸ θεῖον ὡς πρὸς αὐτὸν πεποιημένον τε καὶ μεμορφωμένον, ἐπίκτητον ἔχει καὶ προσγεγονὸς τοῦθ᾽ ὅπερ ἂν αὐτῷ διὰ τῆς μετοχῆς ἐνυπάρξαι. Τὸ δέ τι προσειληφὸς, ἀνάγκη συνομολογεῖν, ἐκ τοῦ μὴ οὕτως ἔχοντος ἐξ ἀρχῆς, εἰς ἕτερόν τι μεταχωρεῖν. Τοῦτο δέ ἐστι συμβεβηκός.

Καὶ πῶς οὐ ῥᾴδιον ἀποβαλεῖν, ὅπερ ἄν τις προσλάβοι; Τὸ γὰρ ὅλως δοτὸν, καὶ ἀφαιρετόν· καὶ τὸ ἐπίκτητον, ἔσται δηλαδὴ καὶ ἀπόβλητον. Ἢ τοίνυν λεγέτωσαν δύνασθαι μεταπίπτειν τὸν Υἱὸν ἔκ τε τοῦ εἶναι Θεὸν, καὶ Κύριον, καὶ Υἱόν· ἢ εἰ τοῦτο ἀποναρκήσουσιν εἰπεῖν, συγχωρήσουσι δὲ μᾶλλον ἐν ἀδιαπτώτῳ μακαριότητι τοῦ Υἱοῦ τὴν οὐσίαν ἑστάναι, παραιτείσθωσαν καὶ τὸ ἐκ μετοχῆς τῆς πρὸς τὸν Πατέρα μεμορφῶσθαι νομίζειν αὐτόν· φυσικὴν δὲ μᾶλλον καὶ οὐσιώδη τὴν ὁμοίωσιν ἀποσωζέτωσαν τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθόντι Λόγῳ.

ΑΛΛΟ. Τὰ ἐκ μετοχῆς τοῦ ἁγιάζειν πεφυκότος Θεοῦ πρὸς ἁγιασμὸν κεκλημένα, σώζει μὲν διὰ νήψεως ἐν ἑαυτοῖς τὸ δοθὲν, ἕτερον δὲ μεταδοῦναι τῆς ἐντεθείσης αὐτοῖς ἁγιότητος, οὐ δύναται. Οὐδεὶς γὰρ ἀνθρώπων ἐκ μετοχῆς τὸ Πνεῦμα λαβὼν, ἑτέρῳ τοῦτο χορηγήσει πώποτε, ἐπεὶ καὶ αὐτὸς κεκόμισται παρὰ Θεοῦ· μόνῃ δὲ ἁρμόσει τῇ τῆς ἁγιότητος πηγῇ, χορηγεῖν ἐξ ἑαυτῆς οἷς ἂν βούληται τὸν ἁγιασμόν. Καὶ γοῦν οἱ κατ᾽ οὐρανὸν ὄντες ἄγγελοι, ἅγιοι μέν εἰσιν ἐκ μετοχῆς καὶ μεταλήψεως τῆς τοῦ ἁγίου Θεοῦ· ἁγιότητα δὲ δεδωκότες ἀνθρώποις οὐ φανοῦνται πώποτε.

Ὁμοίως καὶ ὁ μακάριος Μωσῆς προβληθέντων ἑβδομήκοντα πρεσβυτέρων διὰ τὰς ἀπαραιτήτους χρείας τῆς συναγωγῆς, οὐκ αὐτὸς ἐδίδου τὸ Πνεῦμα, ἀλλὰ Θεὸς ἀφῃρεῖτο, καθὰ γέγραπται, ἀπὸ τοῦ ὄντος ἐν αὐτῷ, καὶ ἐνετίθει τοῖς προκεχειρισμένοις. Οὐκοῦν τοῖς ἐκ μετοχῆς ἁγίοις, φορεῖν μὲν ἔξεστι τὴν δοθεῖσαν ἀπὸ Θεοῦ χάριν· διδόναι δὲ ἑτέροις, οὐδαμῶς.

Ὁ δὲ Υἱὸς, οὐχ οὕτως· ὡς γὰρ ἁγιότητος ὑπάρχων πηγὴ τοὺς μαθητὰς ἁγιάζει, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Τοῦτο δὲ ποιῶν καὶ ὁ Πατὴρ φαίνεται· ὁ δὲ τὴν ἴσην ἔχων τῷ Πατρὶ κατὰ τὴν τοῦ ἁγιάζειν ἐξουσίαν τε καὶ δύναμιν, πῶς οὐκ ἀληθινὴν ἔχει τὴν πρὸς αὐτὸν ὁμοιότητα;

ΛΟΓΟΣ ΙΔʹ. Ἔτι περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ· «Ὥσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Τὸ δὲ συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατὴρ, καὶ διὰ τοῦτο ὅμοιος. Πρότασις ὡς ἐκ τῶν Ἀρειανῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ᾽ οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱός; Ἢ πῶς οὐκ ἔσται μετ᾽ αὐτὸν ὁ ἐξ αὐτοῦ δεχόμενός τι, καθά φησιν αὐτός· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ;»

Πρὸς τοῦτο λύσις. Οὐδὲν, ὦ βέλτιστοι, τὴν οὐσίαν ἀδικήσει τοῦ Λόγου, τὸ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Οὐ γὰρ ἐν τῷ δέχεσθαι τὸ εἶναι ἔχει, ἀλλὰ ὢν καὶ ὑπάρχων πρότερον, δέχεταί τι. Καὶ καθὸ ἐκ Πατρὸς φυσικῶς γεγεννημένος, ἐπάγεται πάντα τὰ ἴδια τοῦ Πατρός.

Ὥσπερ ἂν εἰ καὶ τὸ φῶς ἐξ ἡλίου προελθὸν, δέχεσθαί τι λέγοιτο παρ᾽ αὐτοῦ, ἐπειδήπερ πᾶν ὅπερ ἐστὶν ἐν αὐτῷ, τοῦτο φαίνεται τοῦ τεκόντος ἡλίου, καὶ οὐ δή που τὸν ἥλιον πρὸ τοῦ ἀπαυγάσματος εἶναι καταναγκάσει, τὸ τὴν ἐξ αὐτοῦ προϊοῦσαν ἔκλαμψιν ἀμερίστως ὥσπερ ἐξ αὐτοῦ προελθοῦσαν, τὰ αὐτῷ προσόντα φορεῖν φυσικῶς. Οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ Πατρὸς ἀναγκάσει πάντως δεύτερον εἶναι τῷ χρόνῳ τὸν Υἱόν. Τῷ γὰρ ὄντι καὶ ὑφεστῶτι δώσει τι, οὐ τῷ μὴ ὄντι καὶ μή πω γενομένῳ.

ΑΛΛΟ. Εἰ ἐν τῷ δέχεσθαί τι τὸ εἶναι τοῖς οὖσιν ὁριούμεθα, καὶ ἀρκεῖ τοῦτο πρὸς δήλωσιν οὐσίας κατά τινος κατηγορούμενον, τί κωλύει καὶ δυσφημοῦντας εἰπεῖν, τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχειν τὸν Πατέρα, ὅτε δέχεσθαί τι λέγεται παρ᾽ ἡμῶν; Ἔξεστι γὰρ ἐπακροᾶσθαι τοῦ Ψαλμῳδοῦ λέγοντος· «Δότε δόξαν τῷ Θεῷ.» Εἰ τοίνυν οὐκ ἐν τῷ δέχεσθαι παρ᾽ ἡμᾶς τὴν δόξαν ἔχει τὸ εἶναι ὁ Πατὴρ (ὢν γὰρ καὶ ὑπάρχων ὡς παρ᾽ οἰκετῶν τὴν δοξολογίαν κομίζεται), οὐκ ἔσται τοῦτο τοῦ Υἱοῦ τὸ εἶναι, ἐν τῷ λαβεῖν τι παρὰ τοῦ Πατρός. Ὢν γὰρ καὶ ὑπάρχων ἀνάρχως καὶ ἀϊδίως ἐξ αὐτοῦ προελθὼν, λαμβάνειν λέγεται τἂ προσόντα αὐτῷ φυσικῶς· ὥσπερ ἂν εἰ καὶ ἐξ ἀνθρώπου προελθὼν υἱὸς, πάντα φαίνοιτο φορῶν τὰ τοῦ γεγεννηκότος, μετὰ πάντων τῶν αὐτοῦ, ἐξ αὐτοῦ καὶ τὸ εἶναι ἔχων.

Ὑπερκείσθω δὲ πάλιν ἡ θεία καὶ ἄῤῥητος γέννησις, τὴν τοῦ παροισθέντος ἡμῖν ὑποδείγματος δύναμιν, καὶ νοείσθω τὸ πρᾶγμα θεοπρεπῶς.

Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Ὅτι μὲν, φασὶ, τοῖς οὖσιν ἤδη καὶ ὑφεστηκόσιν, οὐ τοῖς μὴ οὖσι δέχεσθαί τι πρεπωδέστερον, συνθησόμεθα καὶ αὐτοί. Ἀλλ᾽ ἐκεῖνο νῦν ἀναγκαῖον εἰπεῖν, ὅτι τὸ δεχόμενόν τι παρά τινος, ὡς οὐκ ἔχον λαμβάνει.

Εἰ τοίνυν ἔχει μὲν ὁ Πατὴρ τὸ εἶναι ζωὴ κατ᾽ οὐσίαν, δίδωσι δὲ τοῦτο τῷ Υἱῷ ὡς οὐκ ἔχοντι δηλαδὴ, πῶς οὖν ἔσται κατ᾽ οὐσίαν ὅμοιος αὐτῷ παρ᾽ αὐτοῦ δεχόμενος ὅπερ αὐτὸς οὐκ ἔχει;

Πρὸς τοῦτο λύσις. Ἐξεταστέον ἀκριβῶς, ὦ βέλτιστοι, τοῦ προτεθέντος ῥητοῦ τὴν διάνοιαν, καὶ τότε τοῦ λόγου τὴν δύναμιν ὀψόμεθα. Ἀντακούσεσθε γὰρ παρ᾽ ἡμῶν, εἰ οὕτως ἔχει τὴν ζωὴν ὁ Υἱὸς ὥσπερ καὶ ὁ Πατὴρ, τουτέστιν, ἐν ἑαυτῷ, δι᾽ οὗ τὸ οὐσιωδῶς σημαίνεται, τί κωλύσει τὰ ὁμοίως ἔχοντα, τῆς αὐτῆς εἶναι καὶ οὐσίας;

Εἰ γὰρ ὁ Πατὴρ ἔχει τὴν ζωὴν ἐν ἑαυτῷ, ἔχει δὲ πάλιν αὐτὴν ὁ Υἱὸς ἐν ἑαυτῷ, οὐκ ἐν προσθήκης μέρει, καθάπερ ὑμεῖς φατε, ἔσται καὶ τῷ Πατρὶ κατ᾽ οὐσίαν ἴσος, ὁ ὡσαύτως ἔχων τὴν ζωὴν ἐκείνῳ, καὶ οὐχ ἑτέρως.

ΑΛΛΟ. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἐπαληθεύσει λέγων· «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον;» Καὶ πάλιν· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς.»—«Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.» Ἔδει γὰρ λέγειν· Ὁ πιστεύων εἰς ἐμὲ λήψεται παρ᾽ ἐμοῦ ζωὴν, ἣν δέδωκέ μοι ὁ Πατήρ. Καὶ πάλιν· Τὸν εἰς ἐμὲ πιστεύοντα οὐ συγχωρήσει ὁ Πατὴρ γεύσασθαι θανάτου. Εἰ δὲ τοῦτο μὲν εἰρηκὼς οὐ φαίνεται, ὡς δὲ φύσει προσοῦσαν ἑαυτῷ τὴν ζωὴν, καὶ ὡς οὐσιωδῶς ὑπάρχουσαν ἐν ἑαυτῷ, δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν Υἱὸν εἰληφέναι ταύτην παρὰ τοῦ Πατρός; Καὶ γὰρ ἂν εἴη πάσης ἐπέκεινα δυσφημίας τοῦτό γε. Ἀλλ᾽, ὥσπερ ἤδη προείρηται, προελθὼν ἐκ Πατρὸς, πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται, καὶ ὡς εἰληφὼς, κατὰ τοῦτο νοεῖται, καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. Ἓν δὲ τῶν προσόντων τῶ Πατρὶ καὶ ἡ ζωή.

ΑΛΛΟ. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλὰ ζωῆς μέτοχος, καθάπερ οἱ χριστομάχοι φασὶν, ἕτερόν τί ἐστι κατ᾽ οὐσίαν αὐτὸς παρὰ τὸ μετεχόμενον ὑπ᾽ αὐτοῦ. Πῶς οὖν ἡμῖν αὐτὸς εἰς μέσον ἔρχεται λέγων· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.

Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα;» Ἔδει γὰρ οὕτως εἰπεῖν, εἴπερ οὐκ ἦν κατὰ φύσιν αὐτὸς ἡ ζωή· Ἐν ἐμοὶ ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Καὶ, Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τοῦ ἐν ἐμοὶ, ζήσεται εἰς τὸν αἰῶνα. Νυνὶ δὲ λέγων τὸ, Ἐγώ εἰμι, ἑαυτὸν ὁρίζει, καὶ οὐχ ἕν τι τῶν προσγεγονότων ἤτοι προσόντων αὐτῷ Εἰ τοίνυν αὐτός ἐστιν ὁ ἄρτος ὁ τοὺς μετέχοντας ἀπαθανατίζειν δυνάμενος, οὐκ ἔξωθεν οὐδὲ ἐπίκτητον ἔχει τὸ ζωοποιεῖν, ἀλλ᾽ ὢν κατὰ φύσιν ζωὴ, τοὺς μετέχοντας αὐτοῦ ζωοποιήσειν ἀληθῶς ἐπαγγέλλεται.

ΑΛΛΟ. Εἰ μὴ κατὰ φύσιν ἔχει τὸ εἶναι ζωὴ ὁ τοῦ Θεοῦ Λόγος, ἐπείσακτον δὲ, ὡς ὑμεῖς φατε, κεκτημένος αὐτὸ, ζωοποιεῖν δύναται, τί κωλύσει λέγειν καὶ ἀγγέλους τοὺς ἀληθῶς μετόχους γεγονότας ζωῆς δύνασθαι ζωοποιεῖν; Ἀλλὰ τοῦτο μὲν οὐκ ἐνδέχεται· μόνος γὰρ ὁ Υἱὸς ζωοποιεῖν δύναται, καθάπερ καὶ ὁ Πατήρ. Οὐκοῦν οὐκ ἐπείσακτος ἐν Υἱῷ ἡ ζωοποιὸς δύναμις, ἀλλὰ κατὰ φύσιν αὐτῷ προσοῦσα καὶ οὐσιωδῶς ὥσπερ καὶ τῶ Πατρί.

ΑΛΛΟ. Λέγων ὁ Υἱὸς τὸ, «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ,» τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύει σαφῶς, ἣν ἔχει πρὸς τὸν γεννήσαντα. Ἔχει γὰρ οὕτω τὴν ζωὴν, ὥσπερ καὶ ὁ Πατὴρ, φυσικὴν δηλονότι καὶ οὐσιώδη. Τὸ δὲ, δέδωκε, προσθεὶς, τὴν ἐξ αὐτοῦ φυσικήν τε καὶ οὐσιώδη σημαίνει πρόοδον. Οὐ γὰρ δή που δέδωκεν ὁ Πατὴρ, ὥσπερ τι τῶν αὐτῷ προσόντων ἀφελόμενος, καὶ οὐκ ἔχοντι προστεθεικὼς τῷ Υἱῷ, κατὰ σωματικὴν ἀποτομὴν ἢ διάστασιν τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερον, ἢ τοπικῶς ἢ διαιρετικῶς νοουμένην. Ἀλλ᾽ ὥσπερ δίδωσι τὸ φυτὸν τῷ ἐξ αὐτοῦ προελθόντι καρπῷ τὴν αὐτῷ κατὰ φύσιν προσοῦσαν ποιότητα φορεῖν, οὕτως ὁ Υἱὸς εἰληφέναι παρὰ Πατρὸς τὰ αὐτῷ προσόντα νοεῖται, πάντα ὢν ὅσα καὶ ὁ Πατὴρ, δίχα μόνου τοῦ εἶναι Πατήρ.

ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Εἰ ζωὴ, φασὶ, κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὡς ὑμεῖς φιλονεικότερον ἐνιστάμενοι λέγετε, πῶς ἀληθεύσει λέγων ὁ Παῦλος περὶ τοῦ Πατρός· «Ὁ μόνος ἔχων ἀθανασίαν;» Εἰ γὰρ ἔχει καὶ ὁ Υἱὸς, οὐ μόνος ἔχει ὁ Πατήρ· εἰ δὲ μόνος ἔχει, οὐχ ἕξει δηλαδὴ καὶ ὁ Υἱός.

Πρὸς τοῦτο λύσις. Πολλὰ προσεῖναι λέγεται μόνῳ τῷ Πατρὶ, καὶ εἰ τούτων ἔσται πάντων οὐκ ἔρημος ὁ Υἱός. Ἐπειδὴ γέγραπται, Μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ἔστω μὴ ἀληθινὸς ὁ Υἱὸς, νόθος δὲ ὥσπερ τις καὶ ψευδώνυμος ἐπίκτητον ἔχων τὸ εἶναι Θεός. Καὶ πῶς ὡς τοῦτο κατὰ φύσιν ὢν προσκυνεῖται παρά τε ἡμῶν καὶ ἀγγέλων, τοῦ θείου νόμου διαῤῥήδην λέγοντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις;» Πῶς δὲ φυλάξομεν τὸ, «Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος;» Εἰ γὰρ μόνος κατὰ φύσιν Θεὸς ὁ Πατὴρ, καὶ διὰ τὸ οὕτω λέγεσθαι τοῦ εἶναι φύσει Θεὸν ἐκβάλλει τὸν Υἱὸν, πρόσφατος ἄρα καὶ νέος τις ὥσπερ ἐπεισαχθήσεται παρὰ τὸν ὄντα ἐξ ἀρχῆς καὶ κατὰ φύσιν. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν οὐ διὰ τὸ λέγεσθαι μόνον ἀθανασίαν ἔχειν τὸν Πατέρα, τῶν ἐναντίων ἔσται δεκτικὸς ὁ Υἱὸς, ἀλλ᾽ ὡς τρεχούσης εἰς τὸ γέννημα φυσικῶς τῆς πατρικῆς ἰδιότητος, τοῦτο καὶ αὐτὸς ὑπάρχων κατ᾽ οὐσίαν νοηθήσεται, ὅπερ ἂν εἴη καὶ ὁ γεννήσας αὐτόν.

ΑΛΛΟ. Πολλὰ προσεῖναι λέγεται τῷ Πατρὶ πλεονεκτήματα. Ἀλλ᾽ εἰ τούτων ἔσται γυμνὸς ὁ Υἱὸς, λέγει δέ που Παῦλος, «Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,» οὔτ᾽ ἄφθαρτος, οὔτε ἀόρατος, οὔτε σοφὸς ἔσται, καθ᾽ ὑμᾶς. Ἀλλ᾽ ἔχει τὴν ἀσέβειαν ἄμετρόν τινα τὸ οὕτω νοεῖν. Πῶς γὰρ ἔσται φθαρτὸς ὁ τῆς ἀφθαρσίας χορηγός;

Ἢ πῶς ὁραθήσεται Θεοῦ φύσις; Ἢ πῶς ἄσοφον εἶναι νομιοῦμεν τὸν Υἱὸν, περὶ οὗ γέγραπται ὅτι δὴ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία ἐστίν;» Ὥρα γὰρ λέγειν ἄσοφον εἶναι τὴν σοφίαν τοῦ Θεοῦ. Οὐκοῦν οὐκ ἀποστερήσει τὸν Υἱὸν τὸ εἶναι ταῦτα φυσικῶς, ἅπερ ἂν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ᾽ αὐτοῦ μόνον τάττοιτο.

Φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως.

ΑΛΛΟ. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἔχει πάντως τοῦτο καὶ ὁ Υἱός. Ἀληθεύει γὰρ λέγων· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.»

ΑΛΛΟ, τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, πῶς ἀληθεύσει λέγων· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν;» Ἀλλ᾽ οὐκ ἂν ψεύσαιτο ἡ ἀλήθεια, ἔσται δηλονότι ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ.

Ἄλλως τὸ αὐτό. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἀλλ᾽ ἐπείσακτον ἔχει τὸ εἶναι τοῦτο, πῶς ἀληθεύσει λέγων πρὸς τὸν Πατέρα, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά;» Ἢ γὰρ ἕξει κατὰ φύσιν τὸ εἶναι ζωὴ καὶ αὐτὸς, ὅπερ ἐστι τοῦ Πατρός.

Ἢ εἰ μὴ τοῦτο, τοῦ δὲ Πατρός ἐστι τὰ αὐτοῦ, ἐπεὶ μὴ κατὰ φύσιν ἐστὶ ζωὴ ὁ Υἱὸς, οὐκ ἔσται τοῦτο καὶ ὁ Πατήρ. Ἀλλὰ τοῦτο ἄτοπον. Φύσει γὰρ ὁ Πατὴρ ζωὴ, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν.

ΑΛΛΟ. Εἰ χαρακτὴρ ἀπαράλλακτος τῆς τοῦ Πατρὸς ὑποστάσεώς ἐστιν ὁ Υἱὸς, φορέσει φυσικῶς καὶ τὸ εἶναι ζωὴ, ἵνα μὴ παραχαράττηται τοῦ Πατρὸς ὁ χαρακτήρ

ΑΛΛΟ. Φησί που Χριστὸς πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Εἰ τοίνυν ὁ Πατὴρ ἐν Υἱῷ φαίνεται ζωὴ κατὰ φύσιν ὑπάρχων, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν.

ΑΛΛΟ, ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Φησί που Χριστός· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Εἰ τοίνυν ἐπείσακτον ἤτοι κατὰ μετοχὴν, καὶ οὐκ οὐσιῶδες ἔχει τὸ εἶναι ζωὴ, ἔσται τοῦτο καὶ ὁ Πατήρ. Φυγὼν δὲ τοῦ λόγου τὴν ἀτοπίαν, ἐξ ἀνάγκης ὁμολογήσεις τὸ ἕτερον· ζωὴ γὰρ κατὰ φύσιν ὁ Υἱός.

ΑΛΛΟ. Εἰ τοῦ Πατρὸς τὴν οὐσίαν ὁ Υἱὸς ἀπαραλλάκτως χαρακτηρίζειν λέγεται, ἔστι δὲ οὐ κατὰ φύσιν ζωὴ, ἀλλ᾽ ἐν προσθήκης μέρει τοῦτο λαμβάνει, τοῦτο καὶ ὁ Πατὴρ νοηθήσεται. Τὸ δὲ ἐν τούτοις ἄτοπον, παρεισοίσει τὸ ἐναντίον, ὅπερ ἐστὶ καὶ ἀληθές.

ΑΛΛΟ. Τὰ ἑτερογενῆ τε καὶ ἑτεροφυῆ τὴν αὐτὴν ἐνέργειαν ἔχειν, οὐκ ἄν τις δῴη σωφρονῶν. Οὐδὲ γὰρ ἂν ὕδατι πῦρ ἕν τι καὶ ταυτὸν ἐνεργήσειεν, ἀλλ᾽ ὥσπερ ἀπεσχοινισμένον ἔχουσι τῆς οὐσίας ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ διάφορον ἀποδώσουσι τὴν ἐνέργειαν.

Εἰ τοίνυν ζωῆς ὄντος κατὰ φύσιν τοῦ Πατρὸς, οὐκ ἔστι τοῦτο κατ᾽ οὐσίαν ὁ Υἱὸς, ὥσπερ τοῖς χριστομάχοις δοκεῖ, πῶς τὴν αὐτὴν ἐνέργειαν φορέσει τῷ Πατρί; Φησὶ γάρ που Χριστὸς, ὅτι Ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.

Οὐ γὰρ δή που ζωοποιεῖσθαι μὲν ἑτέρως ἐροῦσι τοὺς ὅσοι παρὰ τοῦ Πατρὸς τοῦτο λαμβάνουσι, ζωοποιεῖσθαι δὲ πάλιν καθ᾽ ἕτερον τρόπον τοὺς παρὰ τοῦ Υἱοῦ τοῦτο δεχομένους. Οὕτω γὰρ ἔφησε ζωοποιεῖν τὸν Πατέρα, ὡς ἂν ζωοποιήσειεν ὁ Υἱὸς, πανταχοῦ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα τῷ Πατρὶ ἑαυτὸν ὁριζόμενος. Οὐκοῦν οὐκ ἀνόμοιος ἔσται πρὸς τὸν γεγεννηκότα· ἀλλ᾽ ὥσπερ ἐκεῖνος φύσει ζωὴ λέγεται καὶ ἔστιν, οὕτω καὶ ὁ Υἱός.

ΑΛΛΟ. Εἰ τὴν ἀλήθειαν ταῖς Ἰωάννου φωναῖς ἐπιψηφιούμεθα, πάντα δώσομεν ἐργάζεσθαι δι᾽ Υἱοῦ τὸν Πατέρα. Εἰ δὲ τοῦτο, ἓν δὲ τῶν ἔργων τοῦ Πατρὸς καὶ τὸ ζωοποιεῖν τινας, ἔσται ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, δι᾽ οὗ τὰ πάντα ζωοποιεῖ, ἵνα μὴ νόθος μεσίτης παρεισαγόμενος, ἀμέτοχον δείξῃ Θεοῦ τὸ τῇ πρὸς αὐτὸν σχέσει ζωοποιούμενον.

ΑΛΛΟ. Εἰ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Υἱὸς, ὥσπερ εἰς ἑνότητα φυσικὴν συνάπτων τὰ ἄκρα· ἀναγκαῖον εἰπεῖν ὅτι, ὥσπερ ἀνθρώποις συνήφθη φυσικῶς ἄνθρωπος γεγονὼς, οὕτω καὶ τῆς θείας φύσεως ἤρτηται Θεὸς κατὰ φύσιν ὑπάρχων. Εἰ δὲ τοῦτο, ἐπεὶ κατ᾽ οὐσίαν καὶ οὐκ ἔξωθεν ἔχει τὸ εἶναι ζωὴ ὁ Πατὴρ, ἔσται τοιοῦτος καὶ ὁ προσεχὴς αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱός.

ΑΛΛΟ. Πανταχοῦ τὸν Υἱὸν αἱ θεῖαι Γραφαὶ καλοῦσιν Ἀλήθειαν, καὶ αὐτὸς δὲ περὶ ἑαυτοῦ τοῦτό φησιν· «Ἐγώ εἰμι, λέγων, ἡ ἀλήθεια.» Εἰ τοίνυν διεψευσμένον ἐν αὐτῷ τὸ τῆς ζωῆς πρᾶγμα, καὶ οὐκ οὐσιῶδες, οὐδὲ ἀληθινὸν, πῶς οὐ ψεύσεται λέγων ἑαυτὸν εἶναι τὴν ἀλήθειαν; Ἀλλὰ μὴν οὐ ψεύδεται· τοῦτο γὰρ ἀσεβὲς καὶ μόνον ἐννοεῖν· ἀλήθεια δέ ἐστιν. Οὐκ ἄρα διεψευσμένον ἔχει τὸ εἶναι ζωή.

ΑΛΛΟ. Εἰ ζωοποιεῖ τοῦ Πατρὸς ἡ γνῶσις τοὺς ἔχοντας αὐτὴν, ζωοποιεῖ δὲ ὁμοίως καὶ ἡ τοῦ Υἱοῦ, πῶς οὐκ ἔσται κατ᾽ οὐσίαν ὁ αὐτὸς, ὁ ταῖς τοῦ Πατρὸς ἰδιότησιν οὕτω διαπρέπων, ὡς ἂν εἰ καὶ αὐτὸς ὁ Πατήρ;

ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. «Ὥσπερ ὁ Πατὴρ, φησὶν, ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» Ἐνταῦθα τοῖς οὐκ ἐθέλουσι νοεῖν ὀρθῶς, εἰς πολλὴν ὁ λόγος κινδυνεύσει δυσφημίαν ἐκπεσεῖν. Εἰ γὰρ ἔχειν ἐν ἑαυτῷ λέγεται ζωὴν ὁ Πατὴρ, ἕτερόν τί ἐστιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ ζωήν. Εἰ δὲ τοῦτο διπλόη τις ὥσπερ καὶ σύνθεσις περὶ αὐτὸν νοηθήσεται, πῶς οὖν ἁπλοῦς καὶ σύνθετος κατ᾽ οὐσίαν ὁ Θεός; Ἀλλὰ τοῦτο ἄτοπον. Ἡ ζωὴ ἄρα ἣν ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν Υἱόν· καὶ πάλιν ἡ ἐν Υἱῷ ζωὴ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν Πατέρα, καὶ ἀληθεύει λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.»

ΑΛΛΟ. Τὰ προσόντα τῷ Θεῷ καὶ Πατρὶ φυσικά τε καὶ οὐσιώδη λέγων ἰδιώματα, φησί που Παῦλος· «Ὁ μόνος ἔχων ἀθανασίαν.» Εἰ τοίνυν οὐδὲν ἕτερόν τις ὁριεῖται λέγων τὴν ἀθανασίαν παρὰ τὴν ζωὴν, αὔτη δέ ἐστιν ὁ Υἱὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ ζωὴ, ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, τὸν Υἱὸν δηλονότι, καὶ οὐχ ἕτερόν τι παρ᾽ αὐτόν. Αὐτός τε ὁμοίως ὑπάρχων ζωὴ, δέδωκεν ἑαυτὸν τῷ Υἱῷ· οὐχ ὡς σῶμα χωρήσας ἐν σώματι, οὐδ᾽ ὡς τῷ Υἱῷ παραχωρήσας τὴν ἰδίαν ὑπόστασιν, καὶ ἐν αὐτῷ λοιπὸν τὸ εἶναι ἔχων· ἀλλ᾽ ὑπάρχων μὲν τοῦθ᾽ ὅπερ ἐστὶν ἀεὶ Πατὴρ καὶ Θεός. Τῇ δὲ τῆς οὐσίας ταυτότητι καὶ τῇ τῆς φύσεως ἑνότητι πρὸς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον ἀποῤῥήτως συνδούμενος.

ΑΛΛΟ. Ὅσα προσεῖναι λέγεται τῷ Πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς, ταῦτα πάντα ἐστὶν ὁ Υἱός. Μόνος ἀληθινὸς λέγεται Θεὸς ὁ Πατὴρ, ἐπειδὴ μόνος ἔχει τὸν Υἱὸν τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ἀλήθεια. Σοφὸς καὶ δυνατὸς ὁμοίως, ἐπεὶ Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Μόνος λέγεται φῶς οἰκεῖν ἀπρόσιτον· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα· Ἐγώ εἰμι τὸ φῶς. Μόνος ἔχειν ἀθανασίαν λέγεται· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα Υἱόν· Ἐγώ εἰμι ἡ ζωή. Εἰ τοίνυν σύμπαν τὸ τοῦ Πατρὸς ἴδιον, τοῦτό ἐστιν ὁ Υἱὸς, ὅταν λέγηται ζωὴν ἔχειν ὁ Πατὴρ ἐν ἑαυτῷ, τὸν Υἱὸν σημαίνει, καὶ οὐχ ἕτερόν τι παρ᾽ αὐτόν. Ὑπάρχων δὲ καὶ αὐτὸς ἐν Υἱῷ κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, καὶ ζωὴ κατὰ φύσιν ὢν, δέδωκεν ἑαυτὸν αὐτῷ.

ΑΛΛΟ. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, δέχεσθαι παρὰ τοῦ Πατρὸς ταύτην φησὶν, οὐχ ᾗ Λόγος ἐστὶν ἢ ἀπαύγασμα φυσικῶς ἔχει τὰ τοῦ Πατρὸς ἴδια, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος, ᾧ πάντα θεόσδοτα. Καταστήσει δὲ τοῦτο σαφὲς ἐν τοῖς ἐφεξῆς, τοῦ δεδόσθαι τὴν αἰτίαν ἐξηγούμενος. Ἐξουσίαν γὰρ, φησὶν, ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ δὲ ἐπειδήπερ Υἱὸς ἀνθρώπου ἐστὶ, τὴν ἐπὶ τῷ κρίνειν ἐξουσίαν εἰληφέναι λέγεται, τὸν αὐτὸν ἀνακυκλώσαντες λόγον ἐροῦμεν· Ἐπειδὴ Υἱὸς ἀνθρώπου γέγονε, τὴν ὁμοιότητα φορέσας τῶν παρὰ Θεοῦ δέχεσθαι τὰ πάντα πεφυκότων, καὶ ζωὴν εἰληφέναι λέγεται, μόνῃ καὶ γυμνῇ τῇ θείᾳ φύσει τηρῶν, καὶ τὸ μετοχῆς τινος ἀνεπίδεκτον καὶ τὸ δύνασθαι τοῖς πᾶσι τὰ πάντα χορηγεῖν