Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγοι ΙΣΤ'-ΙΘ': Η διαφορά κτίσματος και γεννήματος

Επιχειρήματα που διακρίνουν τον Δημιουργό Υιό από την κτίση, αποδεικνύοντας ότι είναι φυσικό γέννημα, αληθινός Λόγος και Σοφία του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 11 από 22

ΛΟΓΟΣ Ιϛʹ. Περὶ ἀϊδιότητος Υἱοῦ, καὶ ὅτι ἀμερίστως προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός. Ἀντίθεσις Ἀρειανῶν· πρὸς ἢν αἱ λύσεις ἐφεξῆς. Καὶ πῶς ἂν δύναιτο, φασὶν, ἀΐδιος εἶναι ὁ Υἱός; πῶς δὲ προελθὼν ἐκ Πατρὸς, οὐ πάντως αὐτοῦ καὶ μεμέρισται; Τὸ γὰρ ἔκ τινος προελθὸν, μέρος ἂν εἴη τῆς οὐσίας, ἀφ᾽ ἧς καὶ προελήλυθε. Τὸ δὲ ἅπαξ ἀπομερισθὲν, οὐκ ἂν ὁλόκληρον εἶναι νοοῖτο.

Ἐξ ὑποδείγματος ἡ λύσις. Τί οὖν ἄρα φήσουσι συμβαίνειν περὶ τὸν ἥλιον, ὅταν ἐκπέμπῃ τὸ ἴδιον ἀπαύγασμα; Τί δὲ περὶ τὸ πῦρ νομίζουσι γίνεσθαι, ὅταν ἐξ ἑαυτοῦ τὴν θερμασίαν ἐκπέμπῃ; Μερισμοὺς ἆρα καὶ ἀποκοπὰς ἐν ταῖς τοιαύταις οὐσίαις ὑπολαμβάνουσι γίνεσθαι; Καὶ μὴ λάμπει μὲν ὁ ἥλιος κατ᾽ οὐδένα τρόπον ἐλαττούμενος;

Διέλοι δ᾽ ἂν οὐδεὶς τοπικῶς τὸ ἀπαύγασμα ἀπ᾽ αὐτοῦ. Ἀπὸ δέ γε τοῦ πυρὸς, οὐ μεμερισμένως ὁρῶμεν τὴν θερμασίαν ἐκτρέχουσαν, ἀλλ᾽ ἔστι τῆς τοῦ πυρὸς οὐσίας καρπὸς ἀμερίστως ἐξ αὐτῆς προϊὼν, ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός. Καὶ οὐκ ἂν εἴη τὸ φῶς ποτε χωρὶς ἀπαυγάσματος, οὐδὲ τὸ πῦρ χωρὶς τοῦ θερμαίνειν. Ἀεὶ γὰρ παραπέφυκε ταῖς τοιαύταις οὐσίαις τὰ ἐξ αὐτῶν τικτόμενα. Οὕτω μοι νόει τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προερχόμενον, ἀϊδίως τε ὄντα ἐν αὐτῷ, καὶ ἐν ἰδίᾳ νοούμενον ὑποστάσει, καὶ κατ᾽ οὐδένα τρόπον ἐλαττοῦντα τὴν τοῦ Πατρὸς οὐσίαν, ἢ αὐτὸν ταύτης ἀπομεριζόμενον· ἀλλ᾽ εἶναί τε αὐτὸν ἐν Πατρὶ, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς καὶ ἀληθεύειν λέγοντα· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, αὐτόν τε ἐν τῷ Πατρὶ, καὶ ἐν αὐτῷ φαίνεσθαι τὸν Πατέρα, οὕτω τε δύνασθαι λέγειν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.»

ΑΛΛΟ. Οἱ λέγοντες ἀποκεκόφθαι τῆς τοῦ Πατρὸς οὐσίας τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτῆς προελθεῖν, καὶ εἶναι μέρος λοιπὸν οὐχ ὁλόκληρον, λεγέτωσαν ἀποκεκόφθαι καὶ τοῦ φωτὸς τὸ ἀπαύγασμα, καὶ τοῦ πυρὸς τὴν ἐξ αὐτοῦ προϊοῦσαν θερμασίαν, καὶ τοῦ νοῦ τὸν λόγον· καὶ δεικνύτωσαν ὅτι μέρη ταῦτα διῃρημένως ἐστὶ τῶν οὐσιῶν, ἐξ ὦν καὶ προέρχονται, ἢ ὅτι χωρὶς μὲν ἀπαυγάσματος ἦν ποτε τὸ φῶς, χωρὶς δὲ θερμασίας τὸ πῦρ, ἄλογος δὲ ὁ νοῦς. Καὶ τότε φανταζέσθωσαν τοιαῦτά τινα καὶ περὶ τὸν τοῦ Θεοῦ Λόγον. Εἰ δὲ ταῦτα σύνεστι μὲν ἀεὶ ταῖς οὐσίαις, ἀφ᾽ ὧν καὶ προέρχονται, ἀμερίστως δὲ τοῦτο ποιοῦσι, καὶ οὐ κεχωρισμένως (οὐ γὰρ πάθη καὶ ἀποκοπὰς ἐμποιοῦσιν αὐταῖς), πῶς οὐ πάσης εἰσὶν ἀσεβείας ἐπέκεινα ταῦτα τῇ θείᾳ φύσει προσάπτοντες, ἃ μηδὲ περὶ τὴν τῶν γενητῶν φύσιν γενέσθαι δοίη τις ἂν, εἴ γε νοῦν ἔχοι καὶ φρονοίη καλῶς;

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φασὶ, δύναται ὁ Υἱὸς ἀΐδιος εἶναι μετὰ Πατρός; Καὶ γὰρ οἱ τῶν ἀνθρώπων υἱοὶ τίκτονται μετὰ τοὺς πατέρας, καὶ χρόνοις ὕστερον γίνονται πολλοῖς, οὐκ ὄντες πρὶν γεννηθῆναι. Πῶς δὲ πάλιν ὁ Υἱὸς Λόγος εἶναι δύναται, ἢ εἰκὼν τοῦ Θεοῦ; Καὶ γὰρ ὁ τῶν ἀνθρώπων λόγος οὔτε ἐνυπόστατός ἐστιν, οὔτε μετὰ τὸ ῥηθῆναι σώζεται· ἀλλ᾽ εὐθὺς εἰς τὸ μὴ ὂν ἀναλύεται, σημήνας τὸ κατὰ διάνοιαν τῷ λαλοῦντι κείμενον, καὶ τὰ ἐν τῷ βάθει τῆς καρδίας φανεροποιήσας νοήματα.

Πρὸς τοῦτο λύσις. Εἰ μὲν ὡς ἄνθρωπος οὕτως ἐστὶ καὶ Θεὸς, καὶ πλέον τῶν ἐν ἡμῖν οὐδὲν ἐν αὐτῷ, κρατείτω καὶ ἐπ᾽ αὐτοῦ τὰ ἀνθρώπινα· καὶ προϋπαρχέτω τοῦ ἰδίου γεννήματος ὥσπερ καὶ ἡμεῖς· καὶ ἐκ τοῦ μὴ ὄντος ἔστω τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δὲ πολὺ τῶν ἡμετέρων τὸ Θεῖον ἀπῴκισται, καὶ οὐδὲν αὐτῷ κοινὸν πρὸς ἡμᾶς, ὅσον εἰς τὸν τῆς οὐσίας λόγον, πῶς αὐτὸ τοῖς ἀνθρωπίνοις καταδεσμοῦσι κακοῖς, καὶ ταῖς ἡμετέραις ἀνάγκαις ὑποτιθέντες οὐκ αἰσχύνονται; Ὅσῳ γὰρ ἂν τὴν ἀνθρώπου φύσιν ἐξάλληται, τοσοῦτον, οἶμαι, καὶ τῶν παρ᾽ ἡμῖν ἐθῶν τε καὶ νόμων φυσικῶν ἔσται καὶ ἀμείνων. Οὐκοῦν φθαρτοὶ μὲν ἡμεῖς, ἄφθαρτος δὲ ὁ Θεός. Ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθημεν· ἀεὶ δὲ ἦν καὶ ἔσται Θεός. Ὁποῖος δ᾽ ἂν ὁ τίκτων ὑπάρχῃ, τοιοῦτον εἶναι χρὴ καὶ τὸν ἐξ αὐτοῦ τικτόμενον.

Ἀΐδιος δὲ ὁ Θεὸς καὶ Πατὴρ, ἀΐδιον ἄρα καὶ τὸ ἐξ αὐτοῦ φῶς ἦν καὶ ἔστι. Συνῆν ἄρα τῷ φωτὶ τὸ ἀπαύγασμα. Καὶ ὁ μὲν ἐξ ἀνθρώπου προερχόμενος λόγος, εἰς τὸ μὴ ὂν ἀναλύεται, καὶ οὔτε ζῶν ἐστιν, οὔτε ἐνεργής. Καὶ γὰρ καὶ ὁ τοῦτον γεννήσας ἄνθρωπος, ἐκ τοῦ μὴ ὄντος ἐστὶ καὶ ὑπόκειται φθορᾷ. Ὁ δὲ τοῦ Θεοῦ Λόγος ζῶν ἐστι· καὶ ἐκ ζῶντος προελθὼν, ἦν ἀεὶ καὶ ἔστιν. Οὐ γὰρ ἦν, οὐδὲ ἔσται ποτὲ, χωρὶς Λόγου Θεός. Καὶ γοῦν ὁ Παῦλός φησι περὶ αὐτοῦ, ὅτι «Ζῶν ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής.» Δημιουργὸς γοῦν ἐστι, καὶ πάντα γέγονε δι᾽ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Οὐκ ἔστι, φασὶν, ὁ Χριστὸς ἡ ἔμφυτος καὶ ἐνυπάρχουσα τῷ Θεῷ δύναμις καὶ σοφία, ἀλλ᾽ ἑτέρα μὲν ἐκείνη περὶ ἧς καὶ ὁ Παῦλός φησιν, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης· ἕτερος δὲ παρ᾽ ἐκείνην ὁ Χριστὸς, καὶ ἕτεραι πολλαὶ σὺν αὐτῷ δυνάμεις τε καὶ σοφίαι καλούμεναι. Καὶ ἡ μὲν ἔμφυτος ὄντως καὶ ἀληθὴς τοῦ Θεοῦ δύναμις, ποιητικὴ τῶν ὅλων ἐστίν· αἱ δὲ γεγόνασι παρ᾽ αὐτῆς, εἰ καί τις ἐξαίρετος τοῦ Θεοῦ δύναμις παρὰ τὰς ἄλλας ὑπάρχει Χριστὸς, εἰς τοῦτο γενομένη, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα· ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δικαιώσῃ τὰ δικαιοσύνην οὐκ ἔχοντα. Ἔστιν οὖν, φησὶν, ἡ μὲν ἔμφυτος τοῦ Θεοῦ δύναμις ἄναρχός τε καὶ ἀγένητος, ἀϊδίως ἐν Πατρί. Γέγονε δὲ ὁ Χριστὸς ἐπὶ ταῖς εἰρημέναις αἰτίαις. Εἰ δὲ νομίζουσί τινες αὐτὸν εἶναι τὸν Χριστὸν τὴν ἔμφυτον τοῦ Θεοῦ δύναμιν διὰ τὸ γεγράφθαι παρὰ Παύλῳ· «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,» τί ἄρα ἐροῦσιν ἀκούοντες τοῦ Θεοῦ λέγοντος περὶ τῆς κάμπης· «Ἡ δύναμίς μου ἡ μεγάλη;» Τί δὲ ποιήσουσι πολλὰς Θεοῦ δυνάμεις σημαίνοντος τοῦ Ψαλμῳδοῦ, δι᾽ ὧν φησιν· «Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ;»

Πρὸς ταῦτα λύσις. Εἰ διὰ τοῦτο γέγονεν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τὰ δικαιοσύνης δεόμενα, ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα, ἡμεῖς ἄρα αὐτῷ γεγόναμεν τοῦ εἶναι αἴτιοι, καὶ οὐδ᾽ ἂν ἐγένετο καθ᾽ ἡμᾶς, εἰ μὴ Θεὸς ἐβουλεύσατο δημιουργῆσαι τὰ γενητά. Καὶ εἰ τῆς ἡμῶν ἕνεκα χρείας ταῦτά ἐστιν, ὄργανον ἄρα τῆς ἡμῶν δημιουργίας ἐστὶν, οὐκ ἐξ ἑαυτοῦ τοιοῦτος ὑπάρχων, ἀλλ᾽ οὕτω γεγονὼς δι᾽ ἡμᾶς. Ἆρ᾽ οὖν ὥσπερ καλεῖται δύναμις διὰ τὰ δυναμούμενα, καὶ σοφία διὰ τὰ σοφούμενα, οὕτω καὶ ὁ Υἱὸς διὰ τὰ υἱοποιούμενα, καὶ οὐδέν ἐστι κυρίως δι᾽ ἑαυτὸν, πάντα δὲ ταῦτα δι᾽ ἡμᾶς. Πῶς οὖν σωθήσεται τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Αὐτὸς ἐποίησε ἡμᾶς, καὶ οὐχ ἡμεῖς,» εἴπερ ἡμεῖς αὐτῷ δεδώκαμεν τοῦ εἶναι τὰς αἰτίας; Εἰ γὰρ καὶ αὐτὸς φαίνοιτο τῆς ποιήσεως ἡμῶν αὐτουργὸς, ἀλλ᾽ ἡμεῖς αὐτῷ γεγόναμεν τοῦ εἶναι τὰ σπέρματα, καὶ διὰ τὴν ἡμετέραν χρείαν ἐκτίσθη, καθ᾽ ὑμᾶς. Ὥσπερ ἀμέλει καὶ ὁ οὐρανὸς, ἵνα καλύπτῃ τοὺς ἐπὶ γῆς, καὶ ὁ ἥλιος ἵνα φαίνῃ τοῖς φωτὸς δεομένοις· καὶ ἡ γῆ δὲ ὁμοίως ἵνα τρέφῃ τὰ τροφῆς δεόμενα. Καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ καὶ κτίσμασιν, εἴ γε καὶ αὐτὸς ὡς ἐκεῖνα τάξιν ἔχει τὴν ὑπουργικήν· φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν.

ΑΛΛΟ, ἐκ τῶν αὐτῶν. Ὁμολογεῖς καὶ ἄκων, αἱρετικὲ, τὴν ἔμφυτον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν, ἀγενήτως ἐνυπάρχειν αὐτῷ· ὅταν οὖν ἀκούσῃς ἀγένητον τὸν Υἱὸν, μὴ πάλιν λέγε· Δύο οὖν ἀγένητα. Αὐτὴν δὲ ταύτην τὴν ἐν Θεῷ σοφίαν καὶ δύναμιν ἀγενήτως τε καὶ ἀχρόνως ὑπάρχουσαν πιστεύομεν εἶναι τὸν Υἱὸν, ὃς καὶ πάντα δεδημιούργηκε, καὶ δι᾽ ἡμᾶς γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνήν.

ΑΛΛΟ, ὡς ἐν ἐρωτήσεως σχήματι, ἀποδεικτικὴν ἔχον δύναμιν. Διατί τὰ πάντα ὁ Πατὴρ ἐργάζεται δι᾽ Υἱοῦ; ἢ διατί πάλιν ἐν τῷ ἁγίῳ βαπτίσματι καὶ ὁ Υἱὸς τῷ Πατρὶ συγκατονομάζεται; Διατί δὲ γενητῆς ὑπάρχων φύσεως, καθ᾽ ὑμᾶς, συναριθμεῖται τῷ κτίσαντι;

Τίς δὲ χρεία τοῦ πεποιημένου εἰς τὴν τῶν πάντων τελείωσιν καὶ ἁγιασμόν; Πῶς δὲ βοηθὸν αὐτὸν ἐπικαλούμεθα; Καίτοι πολλὰ μὲν καὶ ἕτερα κτίσματα γεγονότα φαίνεται, ἀλλὰ τούτων οὐδὲν εἰς τὴν τῶν εἰρημένων χρείαν παραλαμβάνεται· μόνος δὲ ὁ Υἱὸς ἀεὶ συνυπάρχων τῷ Πατρί. Ποῖον γὰρ ἔχει λόγον, εἰ μὴ Θεὸς ὑπάρχοι καὶ αὐτὸς, εἰς κτίστην καὶ κτίσμα τὴν πίστιν κυρήττεσθαι; Διατί δὲ καὶ δημιουργὸς ὀνομάζεται, εἰ μὴ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ καὶ ὁ Πατήρ; Καὶ μὴν αὐτὸς ἔφησεν ὁ Υἱός· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Ἔχει δὲ ὁ Πατὴρ τὸ δύνασθαι δημιουργεῖν, τοῦτο καὶ ἐν Υἱῷ σώζεται. Ὁμοίως τὸ ἁγιάζειν, τὸ σώζειν, καὶ ὅσα πρέπει Θεῷ, πάντα δι᾽ Υἱοῦ. Σύνεστι γὰρ ἀεὶ τῷ Πατρὶ, ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα. Θεὸς ἄρα Υἱὸς, οὐ πεποιημένος, καθάπερ ἐκεῖνοι ψευδόμενοι λέγουσιν, ἀλλ᾽ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν γνήσιον γέννημα.

ΛΟΓΟΣ ΙΖʹ. Ὅτι τῶν προσόντων τῷ Υἱῷ, οὐδὲν τῇ κτίσει πρόσεστι φυσικῶς· πάντα δὲ ἐκ μετοχῆς ἢ καθ᾽ ὁμοίωσιν τὴν πρὸς τὸν διδόντα φορεῖ· ὁ δὲ Υἱὸς οὐχ οὕτως. Διόπερ ἕτερος παρ᾽ αὐτήν. Εἰ δὲ τοῦτο, οὐκ ἄρα κτίσμα ἐστίν. Ἀπολογία αὐτολεξεί. Εἰ πᾶσα ἡ κτίσις ἐν ἀγνοίᾳ καθέστηκε τῇ περὶ τὸν Πατέρα, οὐδεὶς γὰρ οἶδε τίς ἐστιν ὁ Πατὴρ, οἶδε δὲ μόνος ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα τυγχάνει.

ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἐστὶ φύσει Θεὸς, φύσει δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γεγονότων ἐστίν. Ἦν δ᾽ ἡμῶν καταγέλαστος ὁ πρότερος βίος, ὅτι μὴ οὖσι φύσει θεοῖς ἐδουλεύσαμεν, πολλῷ μᾶλλον νῦν ἐσμεν ἀθλιώτεροι, τῷ μὴ φύσει θεῷ προσάγοντες τὴν λατρείαν· φεῦγε τὸ ἄτοπον.

ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ἕτερόν ἐστι πάντη τοῦ ἀγενήτου κατὰ τὴν φύσιν, οὐ δύναται τῆς ἐκείνου δόξης ἰσομέτρως κοινωνεῖν. «Τὴν γὰρ δόξαν μου, φησὶν ὁ Θεὸς, ἑτέρῳ οὐ δώσω.» Εἰ δὲ κοινωνεῖ ὁ Υἱὸς ἐρχόμενος ἐν τῇ δόξῃ τοῦ Πατρὸς, οὐκ ἄρα κτίσμα ἐστὶν ὁ τὴν τοῦ ἀκτίστου δόξαν ἠμφιεσμένος.

ΑΛΛΟ. Θεὸν ἀληθινὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ τὸν Υἱὸν, καὶ οὕτω πιστεύομεν. Εἰ δὲ πᾶν τὸ γενόμενον πρόσφατόν ἐστιν ὡς πρὸς τὸ ἀγένητον· οὐχ ὅσιον δὲ εἶναι Θεὸν πρόσφατον ἐν ἡμῖν, οὐκ ἔσται ἄρα Θεὸς πρόσφατος ὁ Υἱὸς, ὅπερ ἐστὶ τὸ ἀγένητον.

ΑΛΛΟ. Εἰ τὸ γενητὸν καθόλου ἕτερόν ἐστι τοῦ ἀγενήτου, οὐ δεῖ αὐτῷ προσκυνεῖν. Ἀπηγόρευσε γὰρ τοῦτο τὸ θεῖον λόγιον. Εἰ δὲ τῷ Υἱῷ προστασσόμεθα προσκυνεῖν, οὐκ ἔτι δὲ καὶ ἑτέρῳ Θεῷ, ὅπερ ἐστὶ τὸ γενητόν· οὐ γενητὸς ἄρα ὁ Υἱός.

ΑΛΛΟ. Εἰ πᾶν τὸ γενόμενον δοῦλόν ἐστι τοῦ πεποιηκότος, ἀδυνάτως ἄρα ἔχει ἑτέρῳ τὴν ἐλευθερίαν ὀρέγειν, ἧς αὐτὸ οὐκ ἔτυχεν. Εἰ δὲ παρέχει ὁ Υἱὸς, οὐχ ὡς δοῦλος δηλονότι, Κύριος δὲ μᾶλλον καὶ Θεός.

ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ὑπὸ φύσιν οὖσα τῇ φύσει δουλεύει ὑφ᾽ ἣν καὶ πεποίηται, ἐλεύθερον δὲ πάντη τὸ θεῖον καὶ κρεῖττον ἀνάγκης φυσικῆς, δῆλον ὡς οὐ δεδούλωται φύσει Θεός. Ἐπεὶ δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἔσται ἄρα ὑπὸ φύσιν, ὅπερ τῶν γεγονότων ἐστὶν οἰκεῖον.

Ὁ δὲ τῆς πρὸς τὴν κτίσιν ὁμογενείας φυσικῶς ἀπῳκισμένος, πῶς οὐκ ἂν εἴη παρ᾽ αὐτὴν ἑτεροφυής τε καὶ ξένος;

ΑΛΛΟ. Εἰ μηδὲν τῶν ἐν τῇ κτίσει φυσικῶς ἀπηκρίβωται πρὸς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὁμοιότητα, ὅμοιος δὲ ὁ Υἱὸς, ὡς τὸν ὁρῶντα αὐτὸν, τὸν Πατέρα ὁρᾷν, οὐκ ἄρα κτίσμα ὁ τὴν ἐκείνου ἀπηκριβωμένως φέρων ὁμοιότητα.

ΑΛΛΟ. Εἰ πάντα τὰ κτίσματα δοῦλα τοῦ Θεοῦ, ἀλλ᾽ οὐ κύρια τῆς δόξης, οὐκέτι δὲ ὁ Υἱός· τῆς γὰρ δόξης Κύριος· οὐκ ἄρα κτίσμα τυγχάνει.

ΑΛΛΟ. Εἰ πᾶν τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν, αὖθις ἐνδέχεται καὶ εἰς τὸ μὴ ὂν χωρῆσαι, οὐκ ἔστι δὲ τοῦτο ἐνδεχόμενον ἐπὶ τοῦ Υἱοῦ, εἴπερ ἀληθῶς ἐστι Θεὸς, οὐκ ἄρα ἐκ τοῦ μὴ ὄντος ὁ Υἱὸς, ἀλλ᾽ ἐκ τοῦ ὄντως Πατρὸς γενητός.

ΑΛΛΟ. Εἰ κτισμάτων ἴδιον τὸ δύνασθαι ἁμαρτάνειν, οὐκ ἔτι δὲ καὶ τοῦ Υἱοῦ, οὐκ ἄρα κτίσμα τυγχάνει.

ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἀνεδείχθη ποτὲ ἐκ μὴ ὅντων ποιοῦν οὐσίας, ποιεῖ δὲ ὁ Υἱὸς, πῶς τῶν γεγονότων ἐστίν;

ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ὅμοιον ὡς πρὸς ἑαυτὸ κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ οὐδὲν οὐδενὸς διαφέρει καθὸ γέγονεν ἕκαστον· ἔστι δὲ γενητὸς καὶ ὁ Υἱὸς, οὐδενὸς ἄρα ἔσται διαφέρων ᾗ καὶ αὐτὸς γέγονεν. Εἰ δὲ πάντων τῶν γενητῶν κατὰ πάντα διαφέρει, δῆλον ὅτι καὶ κατὰ τὸν τῆς γενέσεως τρόπον, ὅπερ ἐστὶ τὸ μὴ γενέσθαι. Οὕτω γὰρ διοίσει τῶν γεγονότων. Εἰ δὲ τοῦτο, πῶς οὐ Θεός;

ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ἐν διαστήματι ἤτοι χρόνῳ γέγονεν, οὐδὲν δὲ τούτων προλαμβάνει τὴν Υἱοῦ γέννησιν, οὐκ ἄρα γέγονεν αὐτός. Εἰ δὲ προλαμβάνεται διαστήματι χρονικῷ τε καὶ γενητῷ, πῶς πάντων ἐστὶ δημιουργὸς, διαστήματι προλαμβανόμενος γενητῷ; Εἰ δ᾽ ἀγένητον εἴη τοῦτο τὸ διάστημα, συνάμιλλον εὑρήσει Θεὸς τῆς ἑαυτοῦ ἀγενησίας τὸ διάστημα. Εἰ δὲ μήτε ῥοπὴ, μήτε διάστημα, μήτε ἄλλο τί ἐστι πρὸ τοῦ Υἱοῦ, πόθεν προϋπάρχειν λέγουσι τὸν Πατέρα, τοῦτο προϋπάρχειν σημαίνοντος οὐχ εὑρισκομένου;

ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεὸς, ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. Εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν, ἔστι δὲ ἐπὶ πάντων Θεὸς καὶ ὁ Πατὴρ, γενητὸς ἔσται κατ᾽ αὐτοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν.

ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων τὰ αὐτὰ δύναται ποιεῖν τῷ Θεῷ, πάντα δὲ ἃ ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν.

ΑΛΛΟ. Εἰ πάντα τὰ γενητὰ ἐξ ἑτέρου τὸ εἶναι ἔχει, πολλῷ μᾶλλον τὸ λέγεσθαι αὐτοὺς θεούς. Εἰ δὲ μετοχῇ ἔχουσι τὸ εἶναι θεοὶ (οὐ φύσει δηλονότι θεοὶ τὰ γενητὰ), τοῖς δ᾽ οὐ φύσει θεοῖς προσκυνεῖν ἀπαγορευτέον.

Εἰ δὲ τούτοις μὲν ἀπαγορευτέον, οὐκέτι δὲ καὶ τῷ Υἱῷ, οὐχ ὡς μὴ φύσει ἄρα Θεῷ ὅπερ ἐστὶ τὰ γεννητά.

ΑΛΛΟ. Εἰ τὸν ἐκ μὴ ὄντων ὑφιστῶντα οὐσίας ἐνεδέχετο ὑφ᾽ ἑτέρου γενέσθαι, ποιεῖ δὲ ἐκ μὴ ὄντων ὁ Πατὴρ, ἐνδέχεται ἄρα αὐτὸν, κατ᾽ αὐτοὺς, ἐκ μὴ ὄντων γεγονέναι. Εἰ δὲ ἀπρεπὲς καὶ ἀδύνατον ἑτέρων φύσεων δημιουργὸν ἐννοεῖν ὑφ᾽ ἑτέρας ἐκτίσθαι φύσεως, ἀτοπώτερον ἄρα, τὸν ἁπάσης φύσεως αὐτουργὸν ὑφ᾽ ἑτέρας δημιουργεῖσθαι φύσεως ὑπολαμβάνειν. Καὶ γὰρ ἂν τὸ ποιοῦν ἐγίνετο καὶ τὸ γινόμενον ἐποίει, εἴπερ ὁ Υἱὸς γινόμενος ἐποίει, κατ᾽ ἐκείνους, ὅπερ ἐστὶν ἀτοπώτατον· εἴ γε μόνῃ προσήκει τηρεῖσθαι τῇ θείᾳ φύσει τὰ αὐτῆς ἐξαίρετα, ὧν ἓν καὶ πρῶτον ὑπάρχει τὸ ἐκ μὴ ὄντων δύνασθαι δημιουργεῖν.

ΛΟΓΟΣ ΙΗʹ. Ὅτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τῷ κτίζειν τὸ γεννᾷν ἐπὶ Θεοῦ· καὶ ἄλλα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἔχοντα τὸ συμπέρασμα. Ἀπολογία αὐτολεξεί. Εἰ τὸ γέννημα τῷ κτίσματι ταυτὸν ἦν παρὰ Θεῷ, οὐκ ἂν ἐπὶ τὸν Μονογενῆ ἐφέρετο φωνή· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» ἅτε δὴ καὶ τῶν ἀψύχων κατὰ φύσιν υἱῶν ὄντων Θεοῦ, εἴπερ τὸ κτίσμα ταυτὸν τῷ γεννήματι τυγχάνει.

ΑΛΛΟ. Εἰ ὥσπερ τὸ κτίσμα κυρίως λέγεται ἐφ᾽ ἡμῶν, οὕτως καὶ τὸ γέννημα, ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ, οὐδὲν ἡμῶν ἕξει πλέον εἰς ὑπεροχὴν κτίσμα καὶ γέννημα κυρίως ὤν.

ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτὸν τυγχάνει, ἔστι δὲ κτίσμα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, κατ᾽ αὐτοὺς, δῆλον ὅτι καὶ γέννημα. Εἰ δὲ καὶ τὸ Πνεῦμα γέννημα, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ γέννημα, καὶ τὰ πάντα γεννήματα, πῶς μονογενὴς ὁ Υἱὸς ὁ μετὰ πολλῶν ἀδελφῶν εἰσαγόμενος;

ΑΛΛΟ. Εἰ, εἴ τι κτίσμα Θεοῦ, τοῦτο καὶ γέννημα, οὐδὲν τῶν γεγονότων λείπεται τῆς υἱοθεσίας. Εἰ δὲ τοῦτο, μάτην ἡμῖν υἱοθεσίαν ἐπηγγείλατο ὁ Θεὸς, ἅτε δὴ καὶ τῶν ἀψύχως ἐχόντων τοῦτο κατὰ φύσιν, εἴπερ, εἴ τι κτίσμα, τοῦτο καὶ γέννημα κυρίως ἐστίν.

ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτόν ἐστιν, ἔστι δὲ τὸ γενόμενον Θεοῦ κτίσμα φύσει, κτίσμα Θεοῦ δηλονότι καὶ φύσει γέννημα Θεοῦ τὸ αὐτό. Εἰ δὲ τὸ φύσει, ἀλλ᾽ οὐ θέσει γεννώμενον, ὁμοούσιον τῷ Θεῷ, πᾶν τὸ γενόμενον εὑρεθήσεται φύσει, εἴπερ τὸ κτίσμα φύσει καὶ γέννημα τυγχάνει, καὶ οὐ μετοχῇ.

ΑΛΛΟ. Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως ἦν, πολλῷ μᾶλλον ὑπὲρ τὰ ἄλλα ἦσαν οἱ ἄγγελοι κυρίως υἱοί. Εἰ δὲ τὰ πολλῷ κρείττονα μέτρῳ κυρίως οὐκ εἰσὶν υἱοὶ (οὐδενὶ γάρ ποτε τῶν ἀγγέλων εἶπεν· Υἱός μου εἶ σὺ), οὐκ ἔσται ἄρα τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως.

ΑΛΛΟ. Εἰ κτίσμα καὶ γέννημα ταυτόν ἐστιν, ὁ κτίζων ἔσται καὶ Πατήρ. Εἰ δὲ κτίζει ὁ Υἱὸς, ἔσται ὁ αὐτὸς καὶ Πατήρ. Εἰ δὲ τοῦτο, ἔσται Πατρὸς Πατὴρ ὁ ἀγένητος, οὐδὲν πλέον ἔχων τῆς καθ᾽ ἡμᾶς πραγματείας ἐν τῇ ἑαυτοῦ θεογονίᾳ, εἴπερ τὸ γέννημα τοῦτο ὃ καὶ κτίσμα τυγχάνει.

ΑΛΛΟ. Εἰ τὸ κτίσμα ἐστὶν ἀληθῶς καὶ γέννημα, καθάπερ ὁ Υἱὸς, ἔσται τῶν πάντων ἀδελφὸς ὁ Υἱὸς, οὐ μὴν Κύριος ὁ Θεός. Εἰ δὲ ἔστι Κύριος καὶ Θεὸς, οὐκ ἄρα ἀδελφός. Εἰ τοίνυν τῷ Υἱῷ ὄντι μονογενεῖ οὐδὲν τῶν ὄντων ἐστὶν ἀδελφὸν, οὐδὲ γεννήματα κυρίως εἰσὶ τὰ λοιπὰ, εἰσὶ δὲ κτίσματα κυρίως· πῶς ἄρα ταυτὸν κτίσμα καὶ γέννημα;

ΑΛΛΟ. Εἰ τὸ ποίημα ἔσται καὶ γέννημα, ὁ ποιῶν ἔσται καὶ γεννήτωρ. Καὶ προάγων μὲν τὸ πᾶν ἐξ ἑαυτοῦ ὡς γεννήτωρ, ἔξωθεν δὲ τὸ αὐτὸ ποιῶν ὡς δημιουργός. Εἰ δὲ ἔξωθεν τοῦτο ποιεῖ ὃ καὶ τίκτειν ἐξ ἑαυτοῦ δύναται, ἑνὸς ὄντος ἤδη τοῦ ἐπ᾽ ἀμφοῖν τρόπου, πῶς τὸ ἐν ἑνὶ πράγματι συναχθὲν, δύο πραγμάτων ἂν ἔχοι προσηγορίας, εἰ μὴ ἄρα θατέρα αὐτῶν εἴη διεψευσμένη;

ΑΛΛΟ. Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα, κτίσμα δὲ, ὥς φασι, τὸ Πνεῦμα, δῆλον ὅτι καὶ γέννημα. Ἀλλ᾽ εἰ μὲν Πατρὸς, οὐκέτι μονογενὴς ὁ Υἱός. Εἰ δὲ Υἱοῦ, ἔσται Υἱὸς Υἱοῦ, εἴπερ τὸ κτίσμα τοῦτο καὶ γέννημα τυγχάνει.

Ὅτι μὴ τῷ κτίζειν τὸ γεννᾷν ταυτόν ἐστιν ἐπὶ Θεοῦ. Εἰ τὸ γεννᾷν καὶ τὸ ποιεῖν ταυτόν ἐστι παρὰ Θεῷ, γεννᾷ δὲ τὸν Υἱὸν ἀμεσιτεύτως, δῆλον ὅτι καὶ πάντα γεννᾷ ἢ ποιεῖ ἀμεσιτεύτως. Εἰ δὲ γεννᾷ μὲν οὐ διά τινος, οὐκέτι δὲ καὶ τὰ πάντα ποιεῖ ἀμεσιτεύτως, πῶς τὸ γεννᾷν ταυτόν ἐστι τῷ ποιεῖν παρὰ Θεῷ;

Ποιεῖ δὲ σεισμὸν, λοιμὸν, κατακλυσμὸν, ταῦτα ἔσται γεννῶν ἃ ποιεῖ, εἴπερ τῷ ποιεῖν τὸ γεννᾷν ταυτόν ἐστι παρ᾽ αὐτῷ.

ΑΛΛΟ. Εἰ ὅθεν γεννᾷ Θεὸς, ἐκεῖθεν καὶ κτίζει, οὐδὲν ἀράχνου διοίσει, κατ᾽ αὐτοὺς, τοῦ τὸ κτίζειν παρὰ τὸ γεννᾷν οὐκ ἄλλως ἔχοντος. Ἀλλ᾽ οὗτος μὲν νόμῳ φύσεως ἀγόμενος, ὅθεν γεννᾷ, ἐκεῖθεν καὶ κτίζει. Θεὸς δὲ, οὐκ ὢν ὑπὸ φύσιν, ὡς ἀνάγκῃ φύσεως ὑποκείμενος παρ᾽ αὐτῶν ἀτιμάζεται.

ΑΛΛΟ. Εἰ ἐπεὶ ἀσύνθετον τὸ Θεῖον, ὡσαύτως ἕχει τῷ γεννᾷν τὸ ποιεῖν, ὡσαύτως ἕξει καὶ τὸ προγινώσκειν τῷ ποιεῖν, ἵνα καὶ ταύτῃ ᾖ ἀσύνθετον. Εἰ δὲ τοῦτο, ἔσται ποιῶν ἃ προγινώσκει κακὰ, εἴπερ ταυτὸν ταῦτα παρ᾽ αὐτῷ, ὅτι δὴ καὶ ἀσύνθετον.

ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν ὡσαύτως ἔχει Θεὸς, ἐπειδὴ ἀσύνθετος, καὶ τὸ ὁρᾷν τῷ γεννᾷν ταυτὸν ἂν εἴη παρ᾽ αὐτῷ, ἵνα πάντη ἐν αὐτῷ τὸ ἀσύνθετον ᾖ. Εἰ δὲ μὴ ὄντα παρ᾽ αὐτῷ ταῦτα ἀδιάφορα (οὐ γὰρ ὅπερ ὁρᾷ, τοῦτο πάντως καὶ τίκτει), τὸ ἁπλοῦν αὐτοῦ οὐ λυμαίνεται, οὐδὲ τὸ γεννᾷν δηλονότι αὐτὸν ἑτέρως καὶ κτίζειν ἄλλως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται.

ΑΛΛΟ. Εἰ παρ᾽ οἷς τοῦ γεννᾷν τὸ κτίζειν ἕτερον, παρὰ τούτοις τὸ ἐξ ἑαυτῶν γεννᾷν, ἔξωθεν δὲ κτίζειν ὑπάρχει, παρ᾽ ᾧ δὲ τὸ γεννᾷν τῷ κτίζειν ταυτὸν, τὸ ἔξωθεν κτίζειν οὐχ ὑπάρχει, ὡς οὐδὲ τὸ οἴκοθεν γεννᾷν.

Εἰ δὲ τὸ ἔξωθεν μόνον αὐτῷ συγχωροῦσιν, ὅ ἐστι μὲν ποιεῖν, γεννᾷν δὲ οὐ θέλουσι, θέσει ἔσται πατὴρ ὁ κατὰ φύσιν δημιουργός.

ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν παρὰ Θεῷ, ἐπειδὴ ἀσύνθετος, ταυτόν ἐστιν, οὐκέτι δὲ καὶ παρ᾽ ἡμῖν, ἐπεὶ μὴ τοιοῦτοι, ἔσται ταυτὸν παρ᾽ αὐτῷ τὸ προνοεῖν τῷ γεννᾷν. Οὐ γὰρ ταυτὸ τοῦτο παρ᾽ ἡμῖν, ὅτι σύνθετοι· εἰ δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀσύνθετον τὴν παρ᾽ ἡμῖν διαφορὰν οὐκ ἀλλοίαν εἶναι παρ᾽ αὐτῷ ἐξεβιάσατο; οὐδὲ τὸ γεννᾷν αὐτὸν ἄλλως, καὶ κτίζειν ἑτέρως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται.

ΑΛΛΟ. Εἰ τῷ γεννᾷν ταυτόν ἐστι τὸ ποιεῖν, ὁ γεννῶν ἔσται ποιῶν τὸ γεννώμενον, καὶ γεννῶν τὸ ποιούμενον. Ἀλλὰ τὸ μὲν ποιεῖν, ἐνεργείας ἐστὶ, φύσεως δὲ τὸ γεννᾷν. Φύσις δὲ καὶ ἐνέργεια οὐ ταυτόν· οὐκ ἄρα τῶ γεννᾷν τὸ ποιεῖν ταυτὸν ἔσται.

ΑΛΛΟ. Εἰ τῷ ποιεῖν δημιουργός τίς ἐστι, τῷ δὲ γεννᾷν πατὴρ, οὐκ ἂν εἴη ταυτὸν τὸ ποιεῖν τῷ γεννᾷν, εἴπερ ἕτερον μὲν ἔστι πατὴρ, δημιουργὸς δὲ ὁμοίως ἕτερον. Εἰ δὲ τῷ ποιεῖν ταυτόν ἐστι τὸ γεννᾷν, ὁ ποιῶν ἔσται καὶ πατήρ. Εἰ δὲ ἔστι ποιητὴς ὁ υἱὸς ἅμα τῷ πατρὶ, ὁ δὲ ποιῶν ἔστι καὶ πατὴρ, ἔσται καὶ αὐτὸς πατὴρ, ὅπερ ἄτοπον.

ΑΛΛΟ. Εἰ ταυτόν ἐστι πατὴρ καὶ δημιουργὸς, ἐπεὶ καὶ τῷ γεννᾷν τὸ ποιεῖν ταυτὸν, ἔστι δὲ ἐνεργείας ὄνομα ὁ δημιουργὸς, καὶ τὸ πατὴρ εἰκότως ἐνεργείας, ἀλλ᾽ οὐ σχέσεως ἂν εἴη· εἰ δὲ καὶ τοῦτο κἀκεῖνο ἐνεργείας ἐστὶ, κατὰ τὸν αὐτὸν χρόνον ἔσται γεννῶν καὶ ποιῶν ὁ Θεὸς, τῆς ἐνεργείας καὶ ἐν τῷ γεννᾷν καὶ ἐν τῷ κτίζειν οὐκ ἄλλως ἐχούσης.

ΛΟΓΟΣ ΙΘ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀληθινὸς Λόγος τοῦ Πατρὸς, ἀλλ᾽ ἕτερός ἐστι παρ᾽ αὐτὸν τῇ φύσει καὶ ξένος, τὸ δὲ ἐντεῦθεν συναγόμενον, ὅτι καὶ ὁμοούσιος τῷ Πατρὶ, καὶ οὐκ ἔξωθεν, ἀλλ᾽ ἐκ τῆς οὐσίας ἐστὶν αὐτοῦ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ Λόγος, φησὶν, ὁ Υἱός ἐστιν, ὁμοούσιον δὲ εἶναί φατε τῷ Πατρὶ, μὴ διαλλαττέτω κατά τι γοῦν ὡς πρὸς αὐτόν· οὕτω γὰρ ἂν εἴη καὶ ὁμοούσιος. Εἰ δὲ τοῦτο, καλείσθω καὶ ἔστω Λόγος καὶ ὁ Πατήρ. Ἀλλ᾽ οὐ παραδέξεται τοῦτο τῆς θείας Γραφῆς ὁ σκοπὸς, καὶ τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα. Πατέρα γὰρ οἶδε τὸν Πατέρα καὶ οὐχ Υἱόν· καὶ πάλιν τὸν Υἱὸν ἐν μόνῃ τῇ τοῦ Υἱοῦ προσηγορίᾳ τηρεῖ, οὐκ ἐῶσα καλεῖσθαι οὐδὲ εἶναι Πατέρα· ἕτερος ἄρα παρ᾽ αὐτόν ἐστι καὶ διεστηκὼς κατὰ τὴν οὐσίαν. Οὐκοῦν οὐδὲ Λόγος ἀληθινὸς, οὐδὲ ἐξ αὐτοῦ προελθὼν ὁ φύσει μεμερισμένος.

Πρὸς τοῦτο λύσις. Καὶ ποῦ τὸν Ἰωάννην, ὦ βέλτιστε, θήσεις, Λόγον ἀποκαλοῦντα τὸν Υἱὸν, καὶ ταύτην αὐτῷ κυριωτάτην ἀνατιθέντα τὴν ἐπωνυμίαν καὶ τῆς οὐσίας αὐτοῦ μάλιστα σημαντικήν; Φάσκει γάρ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Ὁρᾷς ὅπως τῆς οὐσίας τοῦ Υἱοῦ παραστατικόν ἐστι τοὔνομα, καὶ τὸ καλεῖσθαι Λόγον, ὅπερ ἐστὶ κατὰ φύσιν σημαίνει. Θεὸς γὰρ ἦν ὁ Λόγος, φησίν.

Εἰ δὲ μὴ φύσεως εἴη καὶ τῆς οὐσίας δηλωτικὸν ἐπὶ τοῦ Υἱοῦ τὸ Λόγος ὄνομα, σημαίνει τι πάντως ἕτερον. Καὶ γὰρ ζητεῖν ἀναγκαῖον, τί κατὰ φύσιν ὢν ὁ Υἱὸς, ἐκλήθη Λόγος, εἰ μὴ τὴν οὐσίαν αὐτοῦ σημαίνει τοὔνομα. Οἷον τέκτονά τις εἰπὼν, ἢ λιθοξόον, ἢ ταχυγράφον, οὐ τί ἐστι κατὰ φύσιν σημαινόμενον ὁρίζεται, ἀλλ᾽ οἷον ἔχει τὸ ἐπιτήδευμα μηνύει. Εἰ τοίνυν οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ σημαίνει τοὔνομα, καὶ τὸ καλεῖσθαι Λόγον, οὐ τί ἐστιν κατὰ φύσιν παρίστησιν αὐτὸν, ἀλλὰ φέρε εἰπεῖν οἷον ἔχει τὸ ἐπιτήδευμα, τί μάτην τὸν εὐαγγελιστὴν θαυμάζομεν; Πῶς δὲ ὁ υἱὸς ἐκλήθη βροντῆς ὡς μέγα τι λαλήσας καὶ ὑπέρογκον;

Καίτοι πολλοῖς ἑτέροις ὀνόμασιν ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, ἀλλὰ Λόγον εἰρηκὼς, παράδοξόν τι καὶ ὑπερφυὲς ἐφθέγξατο· καὶ οὐδὲν ἕτερον ἐπ᾽ αὐτῷ προστέθεικεν, οἷον ἐπὶ τοῦ Παύλου φαίνεται, τὸ, «Παῦλος ἀπόστολος.» Ἠρκέσθη δὲ τῷ εἰπεῖν, Λόγον, εἰς τὸ παραστῆσαι τοῦ Υἱοῦ τὴν οὐσίαν. Αὐτὸς ἄρα ἐστὶν ὁ ἀληθινὸς Λόγος τοῦ Πατρὸς, καὶ οὐχ ἕτερός τις παρ᾽ ἐκεῖνον.

ΑΛΛΟ. Εἰ διὰ ταύτην ὑπειλήφασι τὴν αἰτίαν οἱ χριστομάχοι μὴ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπεὶ μήτε ὁ Πατὴρ Λόγος ἐστὶ, μήτε ὁ Λόγος Πατὴρ, καὶ τὴν ἑνότητα τῆς φύσεως τῷ διαφόρῳ τῶν ὀνομάτων διατέμνειν δύνασθαι πεπιστεύκασι, λεγέτωσαν ἡμῖν πῶς ὁ προπάτωρ Ἀδὰμ ὁμοούσιος ἔσται πρὸς τὸν ἐξ αὐτοῦ γεγονότα, οὔτε αὐτὸς Ἄβελ εἶναι δυνάμενος, οὔτε μὴν τοῦ Ἄβελ ἐσομένου ποτὲ Ἀδάμ. Ἀλλ᾽ οὐκ ἐκβάλλει τῆς οὐσίας τὴν ταυτότητα, ἡ τῶν ὀνομάτων διαφορά. Καὶ τοῦτο ἐπὶ γενητῆς καὶ κτιστῆς οὐσίας.

Πῶς οὖν οὐκ ἀσεβὲς ἐπὶ τῆς ἀγενήτου φύσεως ἐκεῖνο δοξάζειν, πάντα ὑπερκειμένης τὰ γενητά; Ὡς οὖν εἴπερ ἦν ἑτεροούσιος, οὐκ ἂν ἦν Λόγος ἀληθινὸς, οὕτως ἐπειδήπερ ὁμοούσιος, ἀληθινὸς ἂν εἴη Λόγος.

ΑΛΛΟ. Σημαντικὰ μὲν τὰ ὀνόματα τῶν οὐσιῶν ἐστι, τὰ πρῶτα δὴ μάλιστα καὶ τὰ κυριώτατα· ἀλλὰ πολλὴν ἄν τις ἐν τούτοις ἴδοι τὴν διαφοράν. Τὰ μὲν γὰρ καθολικώτερον τὰ ὄντα σημαίνει, καὶ γενικὴν ποιεῖται τὴν δήλωσιν· τὰ δὲ εἰς τὸ καθ᾽ ἓν τὰ καθόλου σημαινόμενα διατέμνοντα, πολλὰ τὰ ὄντα φαίνεσθαι ποιεῖ.

Οἷον φέρε εἰπεῖν, τὸ ἄνθρωπος ὄνομα ἁπλῶς τε καὶ ἀπολελυμένως λεγόμενον, σύμπαν σημαίνει τὸ ἀνθρώπειον γένος, ἢ τὴν οὐσίαν αὐτήν· τὸ δὲ Παῦλος τυχὸν ἢ Πέτρος, Ἰάκωβος ἢ Κηφᾶς, εἰς τὸ καθ᾽ ἕνα σχίζον τὴν ἀνθρωπότητα, πολλοὺς εἶναι τοὺς ἀνθρώπους ποιεῖ. Οὐκοῦν ἡ τῶν ὀνομάτων διαφορὰ λαμβάνεται μὲν ἐπὶ τῶν ὁμοουσίων, οὐ μὴν ἐκβάλλει τῆς πρὸς ἄλληλα φυσικῆς ἐμφερείας τὰ τοῖς αὐτοῖς εἴδεσιν ὑποπίπτοντα. Ὅταν οὖν ὁ μὲν Πατὴρ λέγηται Πατὴρ, ὁ δὲ Υἱὸς Λόγος, οὐκ ἔσται τὴν φύσιν ἢ οὗτος πρὸς ἐκεῖνον, ἢ ἐκεῖνος ὡς πρὸς τοῦτον ἀνόμοιος, ἐν μόνοις ὀνόμασιν ἔχοντες τὴν διαστολήν. Δέδεικται γὰρ ὡς οὐκ ἀνατρέψει τῶν ὁμοφυῶν τὴν πρὸς ἄλληλα φυσικὴν ὁμοιότητα τῶν ὀνομάτων ἡ διαφορά. Οὐδὲν ἄρα κωλύει τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ, κἂν Υἱὸς καλεῖται καὶ μὴ Πατὴρ αὐτός ἐστιν ὁ ἀληθινὸς αὐτοῦ Λόγος. Ἁπλῆ γὰρ οὖσα ἡ τοῦ Πατρὸς οὐσία, οὐδὲν ἕτερον ἐπιδέξεται μεσολαβοῦν τὴν γέννησιν τοῦ ἐξ αὐτοῦ φυσικῶς προελθόντος Λόγου, καὶ ὡς ἓν ὄντως πρὸς αὐτὸν, καθὸ φύσει καὶ αὐτὸς Θεὸς καὶ ζῶν ἐκ ζῶντος ἐξελάμφθη Πατρός.

Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Ἐν τοῖς Εὐαγγελίοις, φησὶν, εὑρίσκομεν λέγοντα τὸν Υἱὸν ὡς πρὸς τὸν Πατέρα· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν,» ἀντακούοντα δὲ παρ᾽ αὐτοῦ· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Καὶ πῶς ἂν εἶναι δύναιτο Λόγος τοῦ Πατρὸς κατὰ ἀλήθειαν ὁ Υἱὸς, ὅπου φαίνεται πρὸς αὐτὸν διαλεγόμενος ὁ Πατήρ; διάλεξις δὲ λόγου χωρὶς οὐκ ἂν γένοιτό ποτε. Ἢ τοίνυν αὐτὸς ἑαυτῷ ἔσται διαλεγόμενος, ἢ εἴπερ ὄντως λέγει τι πρὸς αὐτὸν ὁ Πατὴρ, ἕτερός ἐστι παρὰ τὸν ἐνδιάθετον καὶ ἐνυπάρχοντα τῷ Θεῷ κατὰ φύσιν Λόγον, ὃς λαλεῖ πρὸς αὐτὸν, κατὰ βούλησιν τοῦ Πατρός.

Πρὸς ταῦτα λύσις. Οὐ παύσῃ συκοφαντῶν τὴν ἀσώματον οὐσίαν, λόγον ἐξ αὐτῆς ἀποτελεῖσθαι πιστεύων τοιοῦτον, ὁποῖος ἂν εἴη καὶ ὁ ἀνθρώπινος, διὰ χειλέων καὶ γλώττης ἀποκτυπούμενος· καὶ τὴν τοῦ πέλας προσαράσσων ἀκοὴν, ἵνα δὴ καὶ γένοιτο σαφὴς τοῦ λαλοῦντος ἡ βούλησις.

Εἰ γὰρ ἐθελήσαις ἀποσώζειν τῇ ἀσωμάτῳ φύσει τὸν αὐτῇ κατάλληλον λόγον, οὐ τοιαύτην εἶναι νομιεῖς τοῦ Πατρὸς τὴν φωνὴν, ὡς εἰς ἀκοὴν φέρεσθαι σωματικῶς. Οὐ γὰρ μόνος ὁ Κύριος ἠκροάσατο τοῦ Πατρὸς λέγοντος· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω·» ἀλλὰ γὰρ καὶ οἱ συνόντες αὐτῷ. Διδάσκων δὲ σαφῶς ὁ Χριστὸς, ὅτι κυρίως καὶ φυσικῶς οὐκ ἐκείνη τοῦ Πατρὸς ἦν ἡ φωνὴ, ἀλλά τις κτύπος φωνῇ προσεοικὼς ἐξήγγελλε τοῦ Πατρὸς τὴν ἐφ᾽ Υἱῷ βούλησιν. Καὶ ὅτιπερ εἴη τίμιος παρ᾽ αὐτῷ, λέγει πρὸς τοὺς ἀκροωμένους· «Οὐ δι᾽ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς.» Πρόσχες γὰρ ἀκριβῶς ὡς οὐκ ἔφησεν, Οὐ δι᾽ ἐμὲ λελάληκεν ὁ Πατὴρ, ἢ ἐβόησεν, ἢ ἕτερόν τι τοιοῦτον, ἀλλ᾽ ὅτι «Οὐ δι᾽ ἐμὲ γέγονεν ἡ φωνὴ, ἀλλὰ δι᾽ ὑμᾶς.» Εἰ τοίνυν διά τινος θείας ἐνεργείας γέγονεν ἡ φωνὴ, οὐ διὰ Χριστὸν, ὡς αὐτός φησιν, ἀλλὰ διὰ τοὺς συνόντας αὐτῷ, ἀμήχανον δὲ ἦν ἀνθρώπους ὄντας ἑτέρως δύνασθαι μαθεῖν τοῦ Πατρὸς τὴν βούλησιν, εἰ μὴ ἀνθρωπεία πρὸς αὐτοὺς ἐγένετο φωνή· τί μάτην τὰ οἰκονομικῶς γεγονότα καὶ ἀνθρωπίνως διοικούμενα δι᾽ ἡμᾶς πάλιν ἀναφέρεις ἐπὶ τὴν ἀσώματον οὐσίαν, ῥιψοκινδύνως τὰ τῇ γενητῇ πρέποντα φύσει καὶ ἐπὶ τὴν ἀγένητον ἀνατιθείς;

ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Φαίνεταί που λέγων, φασὶν, ὁ Πατὴρ πρὸς τὸν Υἱόν· «Ποιήσωμεν ἄνθρωπον.» Καὶ αὐτὸς δὴ πάλιν ὁ Σωτὴρ πρὸς Ἰουδαίους διαλεγόμενος λέγει· «Ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα ἀπαγγέλλω ὑμῖν.» Ἆρ᾽ οὖν εἴ τις ὑμᾶς ἔροιτο τοὺς ἐπὶ δογμάτων ὀρθότητι μεγαλαυχουμένους, πότερόν ποτε ὡς πρὸς εἰδότα τὸν Υἱὸν ὁ Πατὴρ ὅπερ ἔμελλεν ἐρεῖν διαλέγεται, ἢ ὡς πρὸς μὴ εἰδότα, τί ἂν ἀποκρίνοισθε; Εἰ μὲν οὖν οὐκ οἶδε, μανθάνει δὲ τότε ὅταν ὁ τοῦ Πατρὸς λόγος πρὸς αὐτὸν γένηται περί τινος, ἕτερός ἐστι παρὰ τὸν ὄντα φύσει· εἰ δὲ οἶδε, πῶς οὐκ ἀμαθὲς καὶ ἀνόητον τὸ πρὸς εἰδότα λέγειν ὥσπερ οὐκ εἰδότα; Καὶ ἐπ᾽ ἀνθρώπων γὰρ οὐκ ἔξω λόγου τὸ τοιοῦτον κείσεται. Εἰ δὲ ἄτοπον τοιούτῳ τινὶ περιπίπτειν φάναι τὸν Θεὸν, δῆλον ὅτι ὡς πρὸς οὐκ εἰδότα λέγει. Οὔτε οὖν αὐτός ἐστιν ὁ ἐνδιάθετος Λόγος, οὔτε μὴν οἶδεν ἅπερ βούλεται ὁ Θεὸς καὶ Πατὴρ, εἰ μὴ γένοιτο πρὸς αὐτὸν ὁ παρ᾽ αὐτοῦ λόγος.

Πρὸς τοῦτο λύσις. Οὐδὲν οὖν διοίσει προφητῶν ὁ ἐν προφήταις λαλῶν τοῦ Θεοῦ Λόγος, καὶ τὰ ἐσόμενα προμηνύων αὐτοῖς· οὐ γὰρ εἶχον ἐξ ἑαυτῶν τὸ εἰδέναι ταῦτα· μόνῳ δὲ ἁρμόζει Θεῷ ἐσομένων ἡ πρόγνωσις. Καὶ τί ποιήσωμεν, τοῦ Κυρίου σαφῶς ἑαυτὸν τῆς πρὸς ἐκείνους ἰσότητος ἀποδιορίζοντος; δι᾽ ὧν οὕτω φησίν· «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Θεὸς ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι.» Καὶ γὰρ εἰ τὴν πρὸς τοὺς προφήτας εἶχεν ἰσότητα φυσικὴν, οὐκ ἂν ὡς ἐκ τοῦ ἐλάττονος τῶν καθ᾽ ἑαυτὸν ἐποιεῖτο τὴν σύγκρισιν, τὰ ἐκείνων λαμβάνων εἰς παραδείγματος δύναμιν. Λέγων γὰρ, «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο,» σαφῶς ἀποδείκνυσιν οὐ λόγον γεγενῆσθαι Θεοῦ πρὸς αὐτὸν, ὥσπερ καὶ πρὸς ἐκείνους, ἀλλ᾽ ὅτιπερ αὐτὸς εἴη τοῦ Πατρὸς ὁ λόγος ὁ πρὸς τοὺς προφήτας λεγόμενος.

Πῶς οὖν ὁ τοσοῦτον τῶν προφητῶν ἀπεσχοινισμένος καὶ ἄνω που κείμενος, οὐδὲν ἕξει πλέον αὐτῶν κατὰ τὴν σὴν, ὦ βλάσφημε, τόλμαν;

ΑΛΛΟ. Εἰ οὐκ οἶδεν ὁ Υἱὸς τὴν τοῦ Πατρὸς βούλησιν, ἐκδέχεται δὲ, καθάπερ οἱ χριστομάχοι νομίζουσι, τὸν παρ᾽ αὐτοῦ λόγον, ἵνα δή ποτε καὶ μάθοι, καὶ ὥσπερ πρός τινα τῶν προφητῶν ὁ Πατὴρ διαλέγεται πρὸς αὐτὸν, ἴσος ἄρα προφήταις ἐστί. Ποῖ δὴ οὖν ἄρα χωρήσει πάλιν ἡμῖν ὁ ἅγιος Ψαλμῳδὸς ἐν Πνεύματι λέγων, ὅτι «Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» Ἰδοὺ γὰρ ἐνθάδε σαφῶς οὐδένα φησὶν οὔτε ἐν προφήταις, οὓς καὶ νεφέλας τροπικώτερον λέγει, οὔτε μὴν τοῖς εἰς υἱότητα Θεοῦ καταταττομένοις διὰ τῆς χάριτος, ἴσον ἔσεσθαι τῷ κατὰ φύσιν Υἱῷ. Πῶς οὖν ἀληθεύσει Δαβὶδ ὁ ἐν Πνεύματι τὰ τοιαῦτα λέγων, εἴπερ καὶ λόγος τοῦ Πατρὸς πρὸς αὐτὸν γίνεται, καθάπερ πρὸς τοὺς ἁγίους, καὶ οὐκ οἶδε τὴν τοῦ Πατρὸς βούλησιν καθάπερ ἐκεῖνοι, ἀλλ᾽ ἐκδέχεται τὴν ἀποκάλυψιν αὐτῆς διὰ τῆς ἀκροάσεως; Εἰ δὲ δύσφημον τὸ ψεύδεσθαι τὸ Πνεῦμα λέγειν, δύσφημον δὲ πάντως, καὶ οὐχ ἑτέρως ἔχον, ὑπερέξει προφητῶν ὁ Κύριος ἀσυγκρίτοις ὑπεροχαῖς, αὐτὸς ὢν ὁ ἀληθινὸς λόγος καὶ ἡ τοῦ Πατρὸς βούλησις καὶ σοφία.

ΑΛΛΟ. Εἰ ἕτερός ἐστιν ὁ ἐνυπάρχων τῷ Πατρὶ κατὰ φύσιν Θεὸς Λόγος παρὰ τὸν ἐν ταῖς θείαις Γραφαῖς σημαινόμενον, καὶ κεῖται μέν τις ἐν Πατρὶ κεκρυμμένος καὶ ἐνδιάθετος· ἕτερος δέ τίς ἐστιν ἐξαγγελτικὸς τῶν παρ᾽ αὐτοῦ λαλουμένων, ὃν καὶ Ἰωάννης Θεὸν Λόγον εἶναί φησι, πῶς ἔτι τῷ Θεῷ καὶ Πατρὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον σωθήσεται; Εἴπερ ἀναγκαίως ὁ κεκρυμμένον τι καὶ ἐμφανὲς ἔχων, ἁπλοῦς οὐκ ἂν εἴη, σύνθετος δὲ μᾶλλον καὶ ἐκ δύο συγκείμενος. Ἔστι δὲ ἁπλοῦς κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐδὲν ἐν αὐτῷ σύνθετον.

Εἶς ἄρα Λόγος ἐν αὐτῷ φυσικός τε καὶ ἐνδιάθετος ὁ Υἱός.

ΑΛΛΟ. Εἰ, καθάπερ οἱ χριστομάχοι τολμῶσι λέγειν, ἕτερος ὢν παρὰ τὸν ἐνυπάρχοντα φύσει Θεὸν Λόγος ὁ διὰ τῶν Εὐαγγελίων ἡμῖν κηρυττόμενος, οὐκ οἶδε τὰ κεκρυμμένα τοῦ Πατρὸς, μανθάνει δὲ ὅτε πρὸς αὐτὸν διαλέγεται· ἐξ ἀγνωσίας ἄρα εἰς γνῶσιν ἔρχεται, καὶ ἐξ ἀνοίας εἰς νόησιν. Καὶ πῶς ἀληθεύσει λέγων· «Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν.» Πῶς δὲ ἀπαράλλακτος εἰκὼν ἔσται τοῦ γεγεννηκότος, εἰ καθάπερ ἄνθρωπος ἀγνοίᾳ κρατεῖται; Χρὴ γὰρ πάντως ἢ καὶ τὸν Πατέρα λέγειν τι τῶν ἐσομένων ἀγνοεῖν, ἢ εἰ πάντα γινώσκει, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἔχει τὸν Υἱὸν, ἀδύνατον μὴ τοιαύτην ἔχειν αὐτὸν τὴν γνῶσιν, ὁποίαν καὶ ὁ Πατὴρ, οὗ καὶ ἔστι χαρακτὴρ καὶ εἰκὼν ἀπαράλλακτος.

Ἀντίθεσις ὡς ἐκ τοῦ Εὐνομίου. Καὶ τίς οὕτω, φησὶν, ἀμαθὴς ὡς τολμῆσαι λέγειν τὰ ὀνόματα κατὰ πραγμάτων κείμενα, μὴ ἕτερα εἶναι παρ᾽ αὐτά; Ἰδοὺ γὰρ, ὁ μὲν οὐρανὸς, ἔργον οὕτω μέγα καὶ ἐξαίρετον Θεοῦ· τὸ δὲ ὄνομα, δι᾽ οὗ σημαίνεται, ἕτερόν ἐστι παρ᾽ αὐτόν· καὶ γνωσόμεθα τοῦτο ἐντεῦθεν. Ὁ μὲν γὰρ οὐρανὸς πρᾶγμά ἐστιν ὁρατὸν, τὸ δὲ ἐπ᾽ αὐτῷ κείμενον ὄνομα οὐ ταῖς ὄψεσιν ὑποπίπτει, ἀλλ᾽ ἔστι μόνον ἀκουστόν. Οὐκ οὖν διὰ τὸ λέγεσθαι Λόγος ὁ Υἱὸς, πάντως ἐστὶ τοῦτο ὃ νοοῦσί τινες, ἀλλὰ καλεῖται μὲν Λόγος, ἔστι δὲ ἕτερόν τι κατὰ φύσιν.

Πρὸς ταῦτα λύσις. Σιωπᾷν ἔδει, καὶ μηδὲν ἀποκρίνεσθαι πρὸς τὴν οὕτως ἀνόητον τοῦ λόγου κατασκευήν. Ὅμως δ᾽ οὖν ἐρωτητέον τοὺς ὅσοι τὰ τοιαῦτά φασιν, εἰ μὴ τὰ ὀνόματα κυρίως κατὰ πραγμάτων κείμενα, τὰς οὐσίας αὐτῶν σημαίνει, κἂν ἕτερα παρὰ ταῦτα τυγχάνῃ. Καὶ γοῦν τὸ ἄνθρωπος ὄνομα, σημαίνει μὲν τοῦ ἀνθρώπου τὴν φύσιν, ἕτερον δέ τί ἐστι παρ᾽ αὐτόν. Ὁ μὲν γὰρ ἄνθρωπος πρᾶγμα ὁρατὸν, τὸ δὲ ἐπ᾽ αὐτῷ ὄνομα μόνον ἀκουστόν. Οὐκοῦν εἴ τις ἄνθρωπον ὀνομάσαι, ἐπειδὴ μὴ τοῦτό ἐστι πάντως ὃ σημαίνει τοὔνομα, κατὰ τὸν ἐκείνων συλλογισμὸν, ἕτερόν τι νοείτω, καὶ μὴ πάντως τοῦτο ὃ σημαίνει τοὔνομα. Εἰ δὲ μανίας ἀνάμεστον τοῦτό γε, οὐκ ἀποβλητέον τὰς τῶν ὀνομάτων κυριολογίας, οὐδὲ ἕτερόν τι παρὰ τὸ σημαινόμενον δι᾽ αὐτῶν νοητέον· ἀργήσει γὰρ οὕτω τῶν αἱρετικῶν ἡ μανία. Δεικνύτω δὲ ἡμῖν ὁ δεινὸς εἰς λογισμοὺς ὅτι μὴ κύριον ὄνομα τῷ Υἱῷ τοῦ Θεοῦ τὸ Λόγος, καὶ ἀντιταττέσθω ταῖς θείαις Γραφαῖς, καὶ τῷ μακαρίῳ εὐαγγελιστῇ Ἰωάννῃ, πρεπωδεστάτην καὶ κυριαιτάτην εἰδότι τοῦ Υἱοῦ τὴν προσηγορίαν διὰ τοῦ καλεῖσθαι Λόγον· «Ἐν ἀρχῇ γὰρ, φησὶν, ἦν ὁ Λόγος.»

Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς ἂν δύναιτο, φησὶ, λόγος εἶναι τοῦ Πατρὸς καὶ σοφία ὁ Υἱὸς, εἴπερ ἡ μὲν σοφία ἐπιστήμη ἐστὶν, ὁ δὲ λόγος ῥήματος ἀργὴ προφορά; Ἐπιστήμη δὲ οὐκ ἐνυπόστατόν τί ἐστιν, ἀλλ᾽ οὐδὲ ζῶον καὶ λόγος ὁμοίως. Ὁ δὲ Υἱὸς ζῶόν ἐστιν· οὐκ ἄρα ἐπιστήμη, οὐδὲ σοφία, οὐδὲ λόγος. Εἶτα πρὸς τούτῳ, πῶς ἂν γένοιτο λόγος ἐν λόγῳ, ἀδυνάτου παντάπασιν ὄντος τοῦ τὸ ὅμοιον ἐν ὁμοίῳ γίνεσθαι; οὐδὲ γὰρ ἂν γένοιτο χρῶμα ἐν χρώματι. Εἴπερ οὖν ἦν ὁ λόγος ὄντως ὁ φύσει τοῦ Πατρὸς Υἱὸς, πῶς ἂν πρὸς αὐτὸν ἐγένετο λόγος, φέρε εἰπεῖν, ἐν τῷ, «Ποιήσωμεν ἄνθρωπον;»

Πρὸς τοῦτο λύσις. Σκανδαλίζῃ πάλιν οὐκ ἀναβαίνων τὰ ἀνθρώπινα· ἀλλ᾽ ὥσπερ ἐπιλελησμένος ὅτι σοι περὶ τῆς θείας οὐσίας ὁ λόγος ἐστὶν, ἐκ τῶν καθ᾽ ἡμᾶς ὁρίζῃ τὰ ἐκείνῃ προσόντα. Ἢ οὐκ οἶσθα ὅτι τοῖς καθ᾽ ἡμᾶς ὀνόμασι τὸ Θεῖον ἀποκαλεῖται, πάντα δὲ ἑτέρως ἐστὶν ἢ καθάπερ ἡμεῖς; Οὐ γὰρ ἐπειδήπερ ὁ μὲν ἀνθρώπου λόγος ἀνυπόστατος καὶ γλώττης ἐξήχημα πρὸς ἀέρα πεμπόμενον, διὰ τοῦτο καὶ ὁ θεῖος ὡσαύτως ἕξει λόγος, ἀλλὰ ζῶν ἐκ ζῶντος, καὶ ὑφεστηκὼς ἐξ ὑφεστηκότος ἐστί. Καὶ πάλιν, οὐκ ἐπειδήπερ ἡ ἐν ἡμῖν σοφία καὶ ἐπιστήμη οὐκ ἐν ὑποστάσει κεῖται καθ᾽ ἑαυτὴν, διὰ τοῦτο καὶ ἡ ἐνυπάρχουσα τῷ Θεῷ σοφία τὸ ἐνυπόστατος εἶναι καθ᾽ ἑαυτὴν ζημιωθήσεται. Ἀλλ᾽ εἴπερ ὁμολογεῖς μὴ καθ᾽ ἡμᾶς εἶναι τὸν Θεὸν, ὁμολογεῖς δηλονότι καί πως τὰ αὐτοῦ μὴ εἶναι τῶν καθ᾽ ἡμᾶς, ἀλλ᾽ ὑπὲρ ἡμᾶς τοσοῦτον, ὅσον καὶ κατὰ τὸν τῆς οὐσίας λόγον διέστηκεν.

ΑΛΛΟ, πρὸς τὸ αὐτό. Ἠγνόησεν ὁ σοφὸς, ὡς οἴεται, καὶ ὀξὺς εἰς τὸ νοεῖν ἀμέτρῳ περιπεσὼν δυσφημίᾳ· ζῶον γὰρ ὀνομάζει τὸν Κύριον, οὐκ εἰδὼς ὅτι τὸ ζῶον ἕτερόν ἐστι παρὰ τὴν ζωὴν, ὥσπερ ἡ ἐπιστήμη παρὰ τὸν ἐπιστήμονα.

Ζωὴν μὲν γὰρ εἴ τις λέγοι, αὐτὸ σημαίνει τὸ πρᾶγμα τὸ ἔν τισι γινόμενον καὶ ζωοποιοῦν αὐτά· ζῶον δὲ λέγων, τὸ μετέχον τοῦ ζωοποιοῦντός φησιν. Ἀλλ᾽ οὐχ οὕτως ἑαυτὸν ὁ Κύριος ὀνομάζων φαίνεται, ζωὴν δὲ μᾶλλον ἀποκαλεῖ. Εἰ δὲ ζωὴ ὑπάρχων καὶ ζῶόν ἐστι κατὰ τὴν ἐκείνου φρενοβλάβειαν, λεγέσθω καὶ ὁ Πατὴρ ζῶον, ἐπειδήπερ φαίνεται λέγων· «Ζῶ ἐγὼ, λέγει Κύριος.» Ἀλλὰ ταῖς ἐκείνου φλυαρίαις ἐῤῥῶσθαι φράσαντες, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο προσθέντες· «Τὰ νοήματά σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν,» ἐπὶ τὴν ὀρθότητα τῶν δογμάτων δραμούμεθα, καὶ οὐ ζῶον κατ᾽ ἐκείνους, ἀλλὰ ζωὴν ἐροῦμεν τὸν Κύριον, ζωογονοῦσαν τὰ πάντα ὡς ἐν αὐτῷ κινεῖσθαι καὶ εἶναι, κατὰ τὴν Παύλου φωνήν.

ΑΛΛΟ, εἰς τὸ αὐτό. Λόγον ἡ θεία Γραφὴ τὸν Υἱὸν ὀνομάζειν, καὶ προφορὰν ῥημάτων τοιούτων ὁποῖά ἐστι τὰ ἀνθρώπινα, φαντάζεται πάλιν ὁ γοργὸς εἰς ἀβουλίαν καὶ νεανικὸς εἰς τὸ μὴ νοεῖν ὀρθῶς τὰ θεῖα μυστήρια· οὐκ εἰδὼς ὅτι κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν οὔτως αὐτὸν αἱ θεῖαι κηρύττουσι Γραφαί. Διαλέγεται δὲ ἀῤῥήτως Πατὴρ πρὸς Υἱὸν, ἔχοντος αὐτοῦ φυσικῶς τοῦ εἰδέναι τοῦ τεκόντος τὴν βούλησιν, οὐ λόγον ἐκφαίνειν δυνάμενον τὰ κεκρυμμένα περιμένοντος, ἐπεὶ καὶ αὐτός ἐστιν ὁ Λόγος. Ὅτε τοίνυν ἐπὶ Θεοῦ τι λέγεται τῶν ὅσα μᾶλλον ἀνθρώποις ἐστὶ πρεπωδέστερα, ἀναβαινέτω τὰ καθ᾽ ἡμᾶς ὁ ἀκροώμενος, καὶ ἐπὶ τὴν πνευματικὴν καὶ τὴν ἐν νοήσει τῇ θείᾳ τρεχέτω κατάληψιν.

Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Ἀλλ᾽ οὐκ ἐξαρκεῖ, φησὶν, εἰς Υἱοῦ δήλωσιν τὸ Λόγος ὄνομα, οὐδ᾽ ἂν γένοιτο σαφὴς ἡ οὐσία αὐτοῦ διὰ τῆς τοιᾶσδε προσηγορίας· φέρεται γὰρ καὶ κατὰ πολλῶν ἑτέρων ῥημάτων ἀργῶν τε καὶ ἀνυποστάτων.

Πρὸς ταῦτα λύσις. Οὐκοῦν ἀτονήσει πρὸς τὸ παραστῆσαι τοῦ Θεοῦ τὴν οὐσίαν τὸ Θεὸς ὄνομα. Φέρεται γὰρ καὶ κατὰ τῶν μὴ φύσει θεῶν, κατὰ τὸ, «Ἐγὼ εἶπα· Θεοί ἐστε.» Τί δὲ κωλύσει κἀκεῖνο λέγειν, ὡς ἐπείπερ τὸ δίκαιος ὄνομα, καὶ τὸ ἀγαθὸς, καὶ τὸ ἅγιος, καὶ ἐπ᾽ ἀνθρώπων τάττεται (πολλοὶ γὰρ τοιοῦτοι κατὰ μετοχὴν τοῦ κατ᾽ ἀλήθειαν καὶ ὄντως ἀγαθοῦ καὶ δικαίου τυγχάνοντος), οὐ κυρίως ἐπὶ Θεοῦ τετάξεται τῶν εἰρημένων ἕκαστον; Εἰ δὲ κοινὰ μὲν ἡμῖν πρὸς αὐτὸν τὰ ὀνόματα, αὐτῷ δὲ μόνῳ κατὰ φύσιν τὸ πρᾶγμα ἐπαληθεύεται, οὐδὲν κωλύσει καὶ Λόγον κυρίως κεκλῆσθαι τὸν Υἱὸν, παραστατικήν τε τῆς οὐσίας αὐτοῦ ταύτην ἔχειν τὴν ἐπωνυμίαν, εἰ καὶ ἕτεροι λόγοι πολλοί τινες εἶεν καταχρηστικῶς καὶ πρὸς μίμησιν τοῦ κατ᾽ ἀλήθειαν κεκλημένου. Διὰ γὰρ ταύτην τὴν αἰτίαν περὶ ἑαυτοῦ φησιν ὁ Υἱός· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ὥστε ὅπερ ἄν τις εἴποι περὶ αὐτοῦ θεοπρεπές τε καὶ ἄξιον τῆς θείας γεννήσεως, ἐρεῖ μὲν ἐπ᾽ αὐτοῦ κυρίως, ἐπὶ δὲ τῶν ἑτέρων οὐκέτι, καταχρηστικῶς δὲ μᾶλλον, καθάπερ εἴρηται.

Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Λόγος εἴρηται, φησὶ, παρὰ ταῖς θείαις Γραφαῖς, οὐχ ὡς ἐκ Πατρὸς κατὰ φύσιν ὑπάρχων, ἢ αὐτὸς ὢν ὁ ἐνδιάθετος λόγος, ἀλλ᾽ ὅτι τὸν Πατρὸς λόγον ἀκούσας καὶ ἡμῖν ἐξαγγέλλει· ὥσπερ οὖν καὶ ἁγιασμὸς εἴρηται, ὅτι ἁγιάζει, καὶ δικαιοσύνη, ὅτι δικαιοῖ.

Πρὸς τοῦτο λύσις. Εἰ Λόγος ἐκλήθη, κατὰ τὴν σὴν, ὦ βέλτιστε, δυσφημίαν, οὐχ ὅτι κατὰ φύσιν τοῦτό ἐστιν ἐκ Πατρὸς προελθὼν, καὶ τῆς τοῦ τεκόντος οὐσίας ἐκφαντικὸς, ἀλλ᾽ ὅτι τὸν παρὰ Πατρὸς ἀκούσας λόγον, ἐξαγγέλλει τοῦτον εἰς ἡμᾶς· τήρει καὶ ἐν τοῖς ἄλλοις τὴν ἴσην ἀκολουθίαν, ἵνα καὶ μειζόνως ἀσχημονήσῃς. Εἰ γὰρ Λόγος ἐστὶν, ὅτι λόγον ἀκήκοεν, ἀναγκαῖον εἰπεῖν ὅτι καὶ δικαιοσύνη καὶ ἁγιασμός ἐστιν, ὡς δικαιοσύνης καὶ ἁγιασμοῦ μέτοχος, καὶ οὐ κατὰ φύσιν ταῦτα ὑπάρχων. Τὰ δὲ μὴ κατὰ φύσιν προσόντα τισὶν, ἀλλ᾽ ἔξωθεν ἐπιγεγονότα, ῥᾳδίως ἀποσυμβήσεται.

Καί ποτε δικαιοσύνης καὶ ἁγιασμοῦ ἔρημος, καθ᾽ ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος φανεῖται, ὁ λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Φθανούσης τοιγαροῦν καὶ εἰς αὐτὸν ἤδη τὸν Πατέρα τῆς δυσφημίας, παραιτητέον τῶν χριστομάχων τὴν κακόνοιαν.

ΑΛΛΟ. Οὐκ ἐπινομοθετήσεις, ὦ χριστομάχε, ταῖς θείαις Γραφαῖς· οὐδ᾽ ἂν γένοιτό τις ἔκφρων τοσοῦτον, ὡς ἕτερα λέγοντος τοῦ θείου Πνεύματος περὶ τοῦ Υἱοῦ, τοῖς σοῖς πείθεσθαι νόθοις σοφίσμασι μᾶλλον, καὶ μὴ ἐκείνῳ προσέχειν. Λόγον τοιγαροῦν ὀνομάζει τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς δὲ οὐ Λόγον εἰσφέρεις, ἀλλὰ Λόγου μέτοχον. Εἰ γὰρ διὰ τοῦτο κεκλῆσθαι φὴς αὐτὸν Λόγον, ἐπειδήπερ λόγον ἀκούσας παρὰ τοῦ Πατρὸς, τοῦτον εἰς ἡμᾶς ἐξήγγειλε, πῶς οὐχ εὑρεθήσῃ ληρῶν; Ὁ γὰρ τοιοῦτος οὐκέτι Λόγος ἐστὶν, ἀλλὰ Λόγου μέτοχος· οὐ γὰρ ἂν εἴη ταυτὸν ὡς πρὸς ἑαυτὸ τὸ μέτοχόν τινος καὶ μετεχόμενον.

Οἷον φέρε εἰπεῖν, ἡ σοφία πρὸς τὸν σοφὸν τὸν μετέχοντα αὐτῆς, οὐδὲ ἡ γραμματικὴ πρὸς τὸν γραμματικὸν τὸν μετέχοντα αὐτῆς. Ἕτερον γάρ τι πρᾶγμα καὶ ἕτερόν ἐστιν. Ἀνάγκη τοίνυν ἢ Λόγον ὁμολογεῖν καὶ οὐ Λόγου μέτοχον· ἢ εἰ μετέχει Λόγου, μηκέτι Λόγον ὀνομάζειν. Ἀναιρεῖ γὰρ τοῦτο ἐκεῖνο. Καὶ ἐκείνῳ τοῦτο μάχεται, καὶ δεῖ πάντως ἕν τι τῶν εἰρημένων ὑπάρχειν τὸν Υἱόν· ἀμφότερα δὲ οὐδαμῶς.

Λόγον δὲ αὐτὸν ὀνομαζούσης τῆς θείας Γραφῆς, ἐῤῥῶσθαι φράσωμεν εἰκότως τοῖς εἰσφέρουσιν αὐτὸν οὐ Λόγον, ἀλλὰ Λόγου μέτοχον.