Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγοι ΚΓ'-ΚΔ': Η παράδοση των πάντων στον Υιό και τα ανθρώπινα πάθη

Εξήγηση της λήψεως εξουσίας από τον Πατέρα και θεολογική προσέγγιση των ανθρώπινων παθών του Σωτήρος, όπως τα δάκρυα και ο φόβος του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 15 από 22

ΛΟΓΟΣ ΚΓʹ. Εἰς τὸ, «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.» Καὶ εἰς τὸ, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Καὶ εἰς τὸ, «Οὐ δύναμαι ἐγὼ ἀπ᾽ ἐμαυτοῦ ποιεῖν οὐδέν· ἀλλὰ καθὼς ἀκούω, κρίνω·» καὶ ὅσα τούτοις ὅμοιά ἐστι ῥητά. Ἀντίθεσις ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ᾽ οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱὸς, ὁ λέγων εἰληφέναι πάντα παρὰ τοῦ Πατρός, Ἔχων γὰρ, οὐκ ἂν ἐδέξατο. Ἐπειδὴ δὲ φαίνεται λαβὼν, ὡς αὐτός φησι, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ.

Πρὸς τοῦτο λύσις. Ὅταν οὖν ἀκούσῃς λέγοντος τοῦ Υἱοῦ, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι,» καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστι, τί ἄρα ποιήσεις, αἱρετικέ; Εἰ γὰρ οὐδὲν ἔχει, καθ᾽ ὑμᾶς, ὁ Υἱὸς ἐξ ἑαυτοῦ, ἔχει τοῦτο καὶ ὁ Πατήρ· καὶ εἰ πάντα ἔχει φυσικῶς ὁ Πατὴρ, ἔχει τοῦτο καὶ ὁ Υἱός. Ἀνάγκη τοίνυν, ἢ τὸ μηδὲν ἔχειν δύνασθαι λέγοντας τὸν Υἱὸν, περιθεῖναι τοῦτο καὶ τῷ Πατρὶ, ἵν᾽ ἔχων φαίνηται τὰ τοῦ Υἱοῦ· ἢ εἰ τοῦτο φευκτέον, ἀνάγκη συνομολογεῖν κεκτῆσθαι τὸν Υἱὸν ὅσα καὶ ὁ Πατήρ. Τοῦ Πατρὸς γὰρ ἔφησεν εἶναι πάντα τὰ ἑαυτοῦ, καὶ αὐτὸς ἔχειν πάντα τοῦ Πατρός.

ΑΛΛΟ, διηγηματικῶς. Οὐ διὰ τὸ μὴ ἔχειν ὁ Υἱὸς, εἰληφέναι λέγεται παρὰ τοῦ Πατρός. Ἔχει γὰρ φυσικῶς, ἴδιος ὢν αὐτοῦ Λόγος καὶ ἀπαύγασμα, πάντα τὰ αὐτοῦ, δίχα μόνου τοῦ εἶναι καὶ λέγεσθαι Πατήρ. Λέγει δὲ εἰληφέναι παρὰ τοῦ Πατρὸς, προαναιρῶν ὡς Θεὸς τὰς τῶν αἱρετικῶν ὑπονοίας. Ἵνα γὰρ μή τις τὸν Υἱὸν θεωρῶν πάντα τὰ τοῦ Πατρὸς ἔχοντα ἐκ τῆς πολλῆς λίαν ὁμοιότητος καὶ ἀπαραλλάκτου ταυτότητος νομίσῃ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, καὶ εἰς τὴν Σαβελλίου πλάνην ἐκπέσῃ, ἀναγκαίως εἰληφέναι φησὶ παρὰ Πατρὸς, φυσικῶς τοῦτο ἔχων· ἵν᾽ ὁ λόγος εἰσφέρων ἕνα μὲν τὸν διδόντα, δεύτερον δὲ τὸν δεχόμενον, ἐν ἰδιαζούσαις ὑποστάσεσι δυάδα δεικνύῃ οὐ μόνοις ὀνόμασι διαστελλομένην. Ἴδιος δὲ ὢν τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, πάντα μὲν τὰ τοῦ Πατρὸς ἀϊδίως ἔχει. Παρ᾽ αὐτοῦ δέ φησιν εἰληφέναι διὰ τὸ ἐξ αὐτοῦ προελθεῖν, φυσικῶς ἔχων τὰ πάντα προσόντα αὐτῷ.

ΑΛΛΟ. Οὐδὲν εἰς τὸν θεότητος λόγον τὸν Υἱὸν ἀδικήσει τὸ λέγειν· «Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου·» ἀλλὰ μᾶλλον ἀποδεικνύει σαφῶς κατὰ φύσιν ὄντα Υἱόν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη, ἐν δὲ τῷ πάντα εἰπεῖν οὐδὲν ἀφῆκεν ἐκτός· οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, ἅπερ καὶ εἰληφέναι φησὶν, ἀλλ᾽ ἰδιάζουσαν ἐκ Πατρὸς τὴν γέννησιν ἔχει. Υἱὸς δὲ ὢν κατὰ φύσιν, ἔχει πάντως τὰ τοῦ γεννήσαντος ἴδια. Ἴδιον δὲ τοῦ γεννήσαντος τὸ πάντα ἔχειν· οὐκ ἄρα ἐνδεής τινος ὁ Υἱός.

ΑΛΛΟ. Εἰ πάντα αὐτῷ παρεδόθη, καθά φησιν αὐτὸς, καὶ δέδοται ἐν τῇ χειρὶ αὐτοῦ, οὔτε τῶν πάντων εἷς ἔσται, ἀλλὰ καὶ μόνος φανεῖται κληρονόμος, ὡς Υἱός. Εἰ γὰρ εἷς ὢν καὶ αὐτὸς τῶν πάντων ἐτύγχανε, κατηριθμεῖτο ἂν ἐν τοῖς πᾶσι, καὶ οὐκ ἂν ἦν κληρονόμος.

Ἐπειδὴ δὲ φαίνεται πάντα λαβὼν φυσικῶς τε καὶ οὐσιωδῶς, δηλονότι διατρεχούσης εἰς αὐτὸν τῆς τοῦ γεννήσαντος ἀρχῆς τε καὶ κυριότητος, ἄλλος ἐστὶ τῶν πάντων ἐξ ἀνάγκης, καὶ μόνος ἴδιος τοῦ Πατρὸς Υἱός.

ΑΛΛΟ, διηγηματικῶς. Εὑρίσκεταί που λέγων ὁ Σωτήρ· «Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» ὅπερ ἀκόλουθον οὕτω νοεῖν. Διὰ μὲν γὰρ τοῦ λέγειν, «Δέδωκε,» τὸ ἐκ Πατρὸς ἔχειν φυσικῶς σημαίνει, καὶ καθ᾽ ὑπόστασιν ἕτερον ἑαυτὸν πρὸς τὸν δεδωκότα δεικνύει· ἕτερον δὲ λέγω μόνον τῷ ἀριθμῷ. Διὰ δὲ τοῦ λέγειν, «Ὥσπερ ἔχει ὁ Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱὸς,» δῆλός ἐστιν ἐκεῖνο διδάσκων, ὅτι ὥσπερ ἀϊδίως ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ τὴν ζωὴν, οὕτω καὶ ὁ Υἱὸς ἀϊδίως ἔχει ζωὴν ἐν ἑαυτῷ.

Εἰ μὲν οὖν τολμᾷ τις λέγειν εἶναι χρόνον ὅτε ζωὴν οὐκ εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ, κρατεῖν ἀνάγκη τοῦτο καὶ ἐφ᾽ Υἱοῦ. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἔχειν δὲ δώσομεν ἀεὶ τὸν Πατέρα ζωὴν ἐν ἑαυτῷ, ἔσται τοῦτο καὶ ἐφ᾽ Υἱοῦ· τοῦτο γάρ ἐστι τὸ οὕτως ἔχειν αὐτὸν, ὥσπερ καὶ ὁ Πατήρ. Εἰ δὲ ἀεὶ ἔχων, εἰληφέναι λέγει, οἰκονομεῖ τι σοφὸν ἡ φωνὴ, καὶ οὐδὲν εἰς τὸν τῆς φύσεως λόγον ἀδικήσει τὸν Υἱόν.

ΑΛΛΟ. Εἴ τις τῷ ἐκ τοῦ φωτὸς ἀπαυγάσματι περιθείη φωνὴν, εἶτα τοῦτο λέγοι· Πάντα μοι δέδωκε τὸ φῶς τὰ ἑαυτοῦ, φωτίζω γὰρ ὥσπερ ἐκεῖνο· ἆρ᾽ εὐλόγως ἂν εἴποι μὴ ἐσχηκέναι ποτὲ τὸ ἀπαύγασμα τοῦ φωτίζειν τὴν δύναμιν; καὶ πῶς ἀπαύγασμα ἦν; Εἰ δὲ καὶ φωτίζειν δυνάμενον διὰ τὸ πάντα τὰ τοῦ φωτὸς ἔχειν, καὶ γεννᾶσθαι πάλιν ἐξ ἑαυτοῦ, εἰληφέναι λέγει παρ᾽ αὐτοῦ, πῶς οὐκ ἄτοπον μὴ καὶ πλέον τι τοῦ παραδείγματος νοεῖν ἐπὶ τοῦ Θεοῦ Λόγου; Πάντα γὰρ ἔχων φυσικῶς ἐκ Πατρὸς, εἰληφέναι φησὶν ἐξ αὐτοῦ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι, μετὰ πάντων ὧν ἔχει.

ΑΛΛΟ, εἰς τὸ, «Ἐδόθη μοι πᾶσα ἐξουσία·» καὶ, «Δόξασόν σου τὸν Υἱὸν,» ἢ καὶ καθολικώτερον, περὶ τοῦ δοξάζεσθαι ἢ δέχεσθαί τι τὸν Υἱόν. Οὐκ ἐν χρείᾳ δόξης ἢ ἑτέρου τινὸς καθεστηκὼς ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶν, αἰτεῖ παρὰ τοῦ Πατρὸς, ἢ καὶ λαμβάνειν λέγεται, οἰκονομικῶς δὲ τοῦτο ποιεῖ. Δέχεται μὲν γὰρ ἀνθρωπίνως διὰ τὸ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιώσεως. Ἔστι δὲ πλήρης ὡς Θεός. Ἐπειδὴ γὰρ μόνος καὶ καθ᾽ ἑαυτὸν ὁ ἄνθρωπος, κἄν τι τῶν ἀγαθῶν παρὰ Θεοῦ λάβῃ, τοῦτο ῥᾳδίως ἀπολλύει (ὃ δὴ καὶ πέπονθεν Ἀδὰμ), καὶ γυμνὸς ἐκ παρακοῆς ἐδείχθη τῆς προτεθείσης αὐτῷ χάριτος, ἀναγκαῖον ἦν, ἵνα μὴ πάλιν τοῖς αὐτοῖς περιπέσωμεν, τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον γενόμενον ἄνθρωπον, αἰτῆσαι παρὰ τοῦ Πατρὸς τὰ ἐξ αὐτοῦ χαρίσματα· ἵνα δι᾽ αὐτοῦ βέβαια τῇ ἡμετέρᾳ φύσει φυλάττηται, ἀτρέπτου καὶ ἀναλλοιώτου τυγχάνοντος. Ἀρχὴν γὰρ ἡ χάρις λαβοῦσα, μένει μὲν ἀσφαλῶς ἐν Χριστῷ, παραπέμπει δὲ αὐτὸς καὶ εἰς ἡμᾶς τὴν ὁμοίωσιν· ὅτι πάντες ἐσμὲν ἐν αὐτῷ, καθὸ ἄνθρωπος γέγονε, καὶ τὴν αὐτὴν ἡμῖν ἐφόρεσε σάρκα. Οὕτω γὰρ καὶ ἀδελφοὶ καὶ ἓν ὡς πρὸς Θεὸν γεγεννῆσθαι λεγόμεθα.

Αἰτεῖ τοίνυν καὶ δέχεται παρὰ τοῦ Πατρὸς δι᾽ ἡμᾶς, ἅπερ ἔχει μὲν φυσικῶς, ὡς Θεός· ἐπειδὴ δὲ σάρκα τοῦ δοξάζεσθαι χρῄζουσαν ἔλαβε, καὶ οὐχ ἑτέρου τινὸς, ἀλλ᾽ αὐτοῦ γέγονεν αὕτη, εἰκότως ἰδιοποιεῖται τὰ εἰς αὐτὴν ἢ περὶ αὐτὴν γινόμενα, καὶ ὡς ἄνθρωπος μὴ ἔχων, δέχεται παρὰ τοῦ Πατρὸς ἅπερ ἔχει φυσικῶς, ὡς Υἱὸς καὶ Θεός.

ΑΛΛΟ. Εἰ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, γέγονε δὲ, καὶ ἀντερεῖν οἶμαι μηδένα, τί τὸ ἀναπεῖθόν τινας, μὴ ἐπιτρέπειν αὐτῷ ταῖς ἀνθρώπου κεχρῆσθαι φωναῖς; Ὁ γὰρ αὐτὸ τὸ πρᾶγμα μὴ φυγὼν, ἀλλ᾽ εἰς τοσαύτην ἑαυτὸν ταπείνωσιν καταγαγὼν, οὐκ ἂν ἔφυγε τὸ ἐν λόγοις ἑαυτοῦ φαίνεσθαι μετριώτερος.

Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, περιαπτέτωσάν τινες τῷ Λόγῳ τὰ ταπεινὰ ῥήματα, καὶ λεγέτωσαν αὐτὸν καὶ ἀγνοεῖν καὶ δόξης χρῄζειν, καὶ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Εἰ δὲ γέγονεν ἄνθρωπος, ἔστωσαν τῆς ἀνθρωπότητος αἱ φωναὶ, καὶ μηδεὶς συκοφαντείτω τὸν τοῦ Θεοῦ Λόγον, ὡς οὐκ ἔχοντα τὸ τέλειον, ὥσπερ ὁ Πατήρ· μηδὲ ὑβριζέτω τὸ τοῦ Θεοῦ γνήσιον γέννημα.

ΑΛΛΟ. Οὐχ ὁ τοῦ Θεοῦ Λόγος, ᾗ Λόγος ἐστὶ, δοξάζεται καὶ δέχεταί τι παρὰ τοῦ Πατρὸς, ἢ καὶ ἁγιάζεται, ἀλλ᾽ ἡμεῖς ἐν αὐτῷ· καὶ δι᾽ ἡμᾶς ταῖς τοιαύταις αὐτός τε ἐχρήσατο φωναῖς, καὶ ἡ θεία Γραφὴ τοιαῦτά τινα λέγει περὶ αὐτοῦ. Εἰ γὰρ, καθὼς οἴονταί τινες, εἰς τὸν τοῦ Θεοῦ Λόγον ἀναφέρειν χρὴ τὰ τοιαῦτα, ὁράτωσαν μὴ καὶ τὸν τῆς ἐπιδημίας τρόπον ποιοῦσιν ἀργὸν, καὶ τῆς παρὰ Θεοῦ χάριτος ἔρημον ἡμῶν τὴν φύσιν ἀποδεικνύουσιν. Εἰ γὰρ ὁ Λόγος ἐστὶν ὁ δοξασθεὶς καὶ ἁγιασθεὶς κατὰ τὴν θεότητα, ποία γέγονε τοῖς ἀνθρώποις ἡ ὄνησις, ἐκ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον; Φαίνεται γὰρ αὐτὸς ἀναστὰς ἐκ νεκρῶν, οὐχ ἡμεῖς. Τί δὲ αὐτὸν ἔπεισε γενέσθαι καὶ σάρκα;

Εἰ μὲν γὰρ, ἵνα τὴν ἀνθρώπου φύσιν ὠφελήσῃ, ἀργὸν κατ᾽ ἐκείνους τὸ ἐπιχείρημα· οὐδὲν γὰρ ἡ σὰρξ ὠφεληθεῖσα φαίνεται, ἀλλὰ μᾶλλον αὐτός. Καὶ εἰ ὅτε γέγονεν ἄνθρωπος, τότε φαίνεται καὶ δόξαν λαβὼν, καὶ ἁγιασμὸν, καὶ ἐξουσίαν, καὶ ὅσα τοιαῦτα φέρεται περὶ αὐτοῦ, πρόδηλόν ἐστιν ὅτι πρὸ τῆς ἐπιδημίας τούτων ἔρημος ὢν, κατ᾽ ἐκείνους, λαμβάνει ταῦτα κατὰ τὸν τῆς ἐπιδημίας καιρόν. Χάριν οὖν ὁμολογείτω τῇ σαρκὶ, βελτίων ἀναδειχθεὶς, ὅτε πεφόρεκεν αὐτὴν, οὐ βελτιώσας αὐτήν. Ἀλλ᾽ ἔστι τοῦτο καὶ φρονεῖν καὶ λέγειν δυσσεβέστατον. Ἐπεδήμησε γὰρ ἵνα δοξάσῃ τὸν ἄνθρωπον καὶ ἁγιάσῃ. Οὐχ ὁ Λόγος ἄρα ἐστὶν ὁ δεχόμενός τι· τέλειος γὰρ, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν. Ἀλλ᾽ ἡμεῖς ἐν αὐτῷ λαμβάνομεν, ὅτε τὴν ἡμετέραν ἐφόρεσε σάρκα· ὡς γὰρ ἀναστάντος αὐτοῦ, ἡμεῖς ἀνέστημεν, καὶ ἀναβεβηκότος αὐτοῦ πάλιν, εἰς οὐρανοὺς ἡμῖν ἡ ἄνοδος ἀνεκαινίσθη· οὕτως καὶ δοξάζεσθαι καὶ ἁγιάζεσθαι λεγομένου, ἡμεῖς ἐσμεν οἱ τούτων ἀπολαύοντες.

ΑΛΛΟ, δι᾽ οὗ δείκνυται σαφῶς, ἅπερ εἶχεν ὡς Θεὸς, δι᾽ ἡμᾶς αἰτῶν ὡς ἄνθρωπος. Λέγει που Χριστός· «Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Καὶ πάλιν· «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός.» Καὶ μετὰ τὴν ἀνάστασιν· «Ἐδόθη μοι, φησὶ, πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Ἀλλὰ δείκνυται καὶ πρὶν αὐτῷ παραδοθῆναι τὰ πάντα, πάντων ὢν Κύριος. Γέγονε γὰρ τὰ πάντα δι᾽ αὐτοῦ, καὶ ὁ Ψαλμῳδὸς δὲ δοῦλα τοῦ πεποιηκότος εἰδὼς αὐτὰ λέγει, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Αἰτῶν δὲ δόξαν φαίνεται, καίτοι τῆς δόξης ὢν Κύριος. Οὕτω γὰρ ὁ Παῦλος ἔλεγε περί τινων, ὅτιπερ «Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Ὅτι δὲ καὶ πρὶν αἰτῆσαι παρὰ Πατρὸς τὴν δόξαν εἶχεν ὡς Υἱὸς, αὐτὸς διδάσκει σαφῶς λέγων· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Εἰ δὲ ὁμολογεῖ μὲν ἔχειν καὶ πρὸ τοῦ κόσμου τὴν δόξαν, αἰτεῖ δὲ νῦν αὐτὴν ὡς οὐκ ἔχων, δι᾽ ἡμᾶς ἄρα τοῦτο ποιεῖ· καὶ ἡμῶν ἐν αὐτῷ γέγονεν ἡ αἴτησις, καλοῦσα τὴν δόξαν εἰς τὴν ἀνθρώπου φύσιν. Λέγων δὲ μετὰ τὴν ἀνάστασιν, «Ἐδόθη μοι πᾶσα ἐξουσία,» καὶ πρὸ τῆς ἀναστάσεως ταύτην ἔχων φαίνεται. Εἰ γὰρ μὴ εἶχε, πῶς ἐπετίμα τῷ διαβόλῳ λέγων· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ;» πῶς δὲ τοῖς μαθηταῖς κατὰ δαιμόνων ἐχαρίζετο τὴν ἐξουσίαν; πῶς δὲ τὴν Ἀβραὰμ θυγατέρα, καθὰ γέγραπται, δεδεμένην ὑπὸ τοῦ διαβόλου ὡς ἐξουσίαν ἔχων ἔλυσεν αὐτός;

ἢ πῶς παραλυτικῷ τὴν ὑγίειαν ἐχαρίσατο; πῶς τῇ γυναικὶ τῇ ἁμαρτωλῷ τὰς ἁμαρτίας ἠφίει; νεκροὺς δὲ πῶς ἤγειρε; τυφλῶν δὲ πῶς ἀνέῳξεν ὀφθαλμούς;

Δῆλον οὖν ἐντεῦθέν ἐστιν, ὅτι τὰς ἀνθρώπῳ πρεπούσας λέγει φωνὰς, οὐχ ὅτε Λόγος ἦν πρὸ τῆς ἐπιδημίας ἔξω σαρκός· ἀλλ᾽ ὅτε γέγονεν ἄνθρωπος, εἰς ἡμᾶς καλῶν τὰς παρὰ τοῦ Πατρὸς δωρεάς. Οὕτω γὰρ λεγόμεθα καὶ θείας φύσεως γενέσθαι κοινωνοὶ, τοῦ Λόγου φορέσαντος τὴν ἡμῶν ταπείνωσιν, ἵν᾽ ἡμᾶς ἀναγάγῃ πρὸς τὸ ὕψος τὸ ἑαυτοῦ, οὐχ ἵνα μείνῃ κάτω καθάπερ ἡμεῖς. Διὰ γὰρ τοῦτο καὶ ἄνθρωποι τὴν φύσιν ὄντες, θεοὶ χρηματίζομεν, ὡς ὄντες καὶ τοῦτο ἐν Χριστῷ· Θεὸς γὰρ ὁ Χριστός.

ΑΛΛΟ. Εἰ τὰ τῆς σαρκὸς ταπεινὰ ῥήματα τῇ θεότητι τοῦ Λόγου προσάπτειν ἐπιχειροῦσί τινες, ὅταν ἴδωσι θαυματουργοῦντα Χριστὸν διὰ τῆς σαρκὸς, τί ἐροῦσιν ἄρα; Πτύσας μὲν γὰρ καὶ ποιήσας πηλὸν, ἐθεράπευσε τὸν τυφλόν· ἐκτείνας δὲ τὴν χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ, τὸν μονογενῆ τῆς χήρας ἀνέστησεν υἱόν· φωνὴν δὲ ἀφεὶς διὰ τοῦ σώματος, ἔξω τοῦ μνήματος ἐκάλεσε τὸν Λάζαρον. Ταῦτα μὲν γὰρ ἐτελεῖτο διὰ τῆς σαρκὸς, ἀλλ᾽ οὐκ ἦν ἔργα σαρκός.

Ὥσπερ οὖν εἰς τὴν φύσιν τοῦ πράγματος βλέποντες, τῇ δυνάμει τῆς θεότητος τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν λογιζόμεθα, εἰ καὶ διὰ τῆς σαρκὸς ἐγένετο· οὕτως ὅταν διὰ τὴν σάρκα λέγῃ τι καὶ ἀνθρώπινον, μὴ τῷ Θεῷ Λόγῳ τοῦτο προσάπτωμεν, ἀλλὰ τῆς θεότητος ἀλλότριον ὁρῶντες αὐτὸ, φέρωμεν ἐπὶ τὴν σάρκα. Οὕτω γὰρ ἕκαστον τῶν γινομένων ἤτοι λεγομένων παρ᾽ αὐτοῦ, ὥσπερ ἐν τῷ ἰδίῳ τόπῳ τιθέντες, ἀπλανῆ τὴν περὶ τοῦ Σωτῆρος ἡμῶν γνῶσιν ἔχοντες εὑρισκόμεθα.

ΑΛΛΟ, διηγηματικῶς. Ἕνα Χριστὸν κηρύττουσιν αἱ θεῖαι Γραφαί· «Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός.» Ἀπὸ μὲν γὰρ τῶν ἔργων τῶν, ὅσα πρέπει μόνῳ τῷ Θεῷ, γνωρίζεται Θεός. Ἐπειδὴ δὲ σάρκα γεγονότα τὸν Λόγον, καθὰ γέγραπται, δεῖ καὶ ἄνθρωπον φαίνεσθαι, οὐκ ἧν δὲ ἀλλαχόθεν ὁρᾶσθαι τοιοῦτον, εἰ μὴ ἐκ τῶν τῆς σαρκὸς ἀλοιδορήτων παθῶν τε καὶ λόγων, ἀναγκαίως καὶ τὰ ἀνθρώποις πρέποντα ποιεῖ τε καὶ λαλεῖ, ἵν᾽ οὕτως δεικνύηται καὶ ἄνθρωπος γεγονώς.

Ἔστι γοῦν ἰδεῖν κατὰ ταυτὸν ἀμφότερα ἐν αὐτῷ. Ἐπυνθάνετο μὲν γὰρ ποῦ κεῖται Λάζαρος ἀνθρωποπρεπῶς· ἤγειρε δὲ αὐτὸν, ὡς Θεός. Καὶ τῇ μὲν μητρὶ λεγούσῃ, «Οἶνον οὐκ ἔχουσιν,» ἐπέπληττεν ὡς ἄνθρωπος· τὸ δὲ ὕδωρ εὐθὺς εἰς οἶνον μετεποίει. Θεὸς γὰρ ἦν ἀληθινὸς ἐν σαρκὶ, καὶ σὰρξ ἀληθῶς ἐν Θεῷ. Δι᾽ ὧν οὖν ἔδει γνωρίζεσθαι Θεὸν, ταῦτα θεϊκῶς ἐνεργεῖ· καὶ ἀφ᾽ ὧν ἦν ἀναγκαίως ἄνθρωπον ὄντως ὁρᾶσθαι, ταῦτα ποιεῖ καὶ λέγει, οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν. Ἀποδιδόσθω τοίνυν Θεῷ τὰ Θεῷ χρεωστούμενα, καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα καὶ ὀφειλόμενα, καὶ οὕτως ἔξω παντὸς σκανδάλου καὶ πλάνης ὁ εἰς αὐτὸν πιστεύων γενήσεται.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως. «Πάντα μοι, φασὶ, παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Ὁ δὲ πάντα παρ᾽ ἑτέρου λαβὼν, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ· ὁ δὲ τοιοῦτος, πῶς ἔσται κατ᾽ οὐσίαν ὅμοιος τῷ πάντα ἔχοντι Θεῷ καὶ Πατρί;

Πρὸς τοῦτο λύσις, ὡς διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ πάντα λαβὼν ὁ Υἱὸς, οὐδὲν ἔχων ἐξ ἑαυτοῦ φαίνεται, πάντα δοὺς ὁ Πατὴρ, οὐδὲν ἔχει νῦν ἐν ἑαυτῷ. Ἀλλὰ τοῦτο ἄτοπον· πῶς γὰρ ἔρημος ἔσται τῶν προσόντων αὐτῷ φυσικῶς ὁ Πατήρ; Ἔχει δὲ πάντα, καὶ δοὺς αὐτὰ τῷ Υἱῷ δηλονότι· κἂν ὁ Υἱὸς εἰληφέναι λέγῃ, χρόνος ἦν οὐδεὶς ὅτε τούτων ἔρημος ἦν. Λαμβάνει μὲν γὰρ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπινον· ἔχει δὲ αὐτὰ φυσικῶς, ὥσπερ καὶ ὁ Πατήρ.

ΑΛΛΟ. Λέγει που Χριστός· «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν.» Εἰ τοίνυν ἐξουσίαν τοῦ κρίνειν λαμβάνει, οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ᾽ ὅτι μόνον Υἱὸς ἀνθρώπου ἐστὶν, οὐχ ᾗ Λόγος ἐστὶ καὶ Θεὸς ὁ Υἱὸς λαμβάνει, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος.

Λογιστέον οὖν τῇ μὲν ἀνθρωπότητι τὸ λαβεῖν, τῇ δὲ θεότητι τοῦ Υἱοῦ, τὸ πάντα κεκτῆσθαι φυσικῶς τὰ τοῦ γεννήσαντος αὐτόν. Οὕτω γὰρ ἂν εἴη καὶ εἰκὼν ἀπαράλλακτος τοῦ Πατρός.

ΛΟΓΟΣ ΚΔʹ. Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, «Ἔκλαυσε·» καὶ εἰς τὸ, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ εἰς τὸ, «Εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο·» καὶ εἰς τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου·» καὶ ὅσα τούτοις ὅμοια ῥητὰ, παραθέσεις ἀποδεικτικαὶ καὶ ἀπὸ τῆς θείας Γραφῆς, τῶν χριστομάχων ἀνατρέπουσαι τὴν κακόνοιαν. Εἰ παρά τινος τῶν τυχόντων ἣ καὶ ἀνθρώπου ψιλοῦ τὰς τοιαύτας εἰρῆσθαι πιστεύομεν φωνὰς, κλαιέτω μὲν ὡς ἄνθρωπος, καὶ φοβείσθω πάλιν καὶ δειλιάτω τὸν θάνατον, καὶ γινέσθω περίλυπος, καὶ ταραττέσθω, καὶ ὅσα πέφυκεν ἡ ἀνθρώπου φύσις ὑπομένειν, ταῦτα καὶ αὐτός. Εἰ δὲ Θεὸς ἦν ἐν σαρκὶ, ἦν δὲ τοῦτο, καὶ οὐχ ἑτέρως, τίνα φοβεῖται Θεός; Εἰ ἀληθὴς ἦν λέγων, «Ἐγώ εἰμι ἡ ζωὴ,» κατὰ τίνα τρόπον φοβεῖται τὸν θάνατον ἡ ζωή; Εἰ ἄλλους ἐκ θανάτου διέσωσε, πῶς δὲ αὐτὸς ἐφοβεῖτο τὸν θάνατον, ὁ τοὺς μαθητὰς ἐπαλείφων εἰς φρόνημα νεανικὸν, καὶ λέγων· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;» Πῶς ἂν αὐτὸς ἐφοβεῖτο τοῦτο παθεῖν, εἰ τὸν Ἀβραὰμ παραθαρσύνει, λέγων· «Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι;»

Εἰ Μωσέα γοργότερον ἐποίει κατὰ τοῦ Φαραὼ, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ λέγει· «Ἴσχυε καὶ ἀνδρίζου,» πῶς αὐτὸς δειλίας ἔσται δεκτικὸς, ἢ πῶς ἀνθρώπους ἐφοβήθη, ὁ ἄλλοις συμβουλεύων εἰς τὸ μὴ φοβεῖσθαι, καὶ πείθων βοᾷν· «Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος;» Πῶς δὲ ὁ εἰς τοῦτο παρελθὼν, ἵνα τὸν θάνατον ἀποκτείνῃ, αὐτὸς ἐφοβεῖτο τὸν καθ᾽ οὗ παραγέγονεν;

Ἢ πῶς οὐ πάσης ἐπέκεινα δυσσεβείας ἐστὶ τὸ λέγειν φοβεῖσθαι τὸν ᾅδην, ὃν οἱ τούτου πυλωροὶ καὶ μόνον ἰδόντες κατέπτηξαν, καὶ τὰς ἀφύκτους πετάσαντες πύλας, ἀφῆκαν τὰ ἐναποκλεισθέντα πνεύματα, ὡς ἀναστῆναι τῶν ἁγίων πολλοὺς, καὶ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὰ γέγραπται, καὶ ὀφθῆναί τισι; Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ ἐν τῷ ζητεῖσθαι λέγων πρὸς τοὺς παραγεγονότας αὐτὸν συλλαβέσθαι· «Ἐγώ εἰμι;» Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ λέγων· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν·» καὶ· «Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ;» Οὐκ ἦν οὖν ἄρα καθ᾽ ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος ὁ τὸν θάνατον ὑποπτήξας· ἀλλ᾽ ἦν ἐν αὐτῷ τὸ ἀνθρώπινον πεφυκὸς τοῦτο πάσχειν ἀεί.

ΑΛΛΟ, διηγηματικῶς. Ἀνάγκη πᾶσα τοὺς ὀρθῶς ἐθέλοντας νοεῖν τὰ παρὰ ταῖς θείαις εἰρημένα Γραφαῖς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὸν καιρὸν ἐξετάζειν καὶ τοὺς χρόνους καθ᾽ οὓς ἢ αὐτὸς εἰρηκώς τι περὶ ἑαυτοῦ φαίνεται, ἢ αἱ θεῖαι Γραφαὶ περὶ αὐτοῦ. Εἰ μὲν οὖν πρὶν γένηται σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, ἢ κλαύσας ὁρᾶται πώποτε, ἢ θάνατον φοβηθεὶς, ἢ ἕτερόν τι τῶν ἀνθρωπίνων ὑπομείνας, κρατείτω καὶ νῦν τὰ εἰρημένα περὶ αὐτοῦ. Εἰ δὲ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ τὰς τοιαύτας φωνὰς περὶ αὐτοῦ εἰρήκασιν αἱ θεῖαι Γραφαὶ, τί μὴ μᾶλλον ἀνθρωπίνως εἰρῆσθαι τὰ τοιαῦτα φήσομεν, ἵνα τὸ ἐκ τῆς βλασφημίας διαφύγωμεν κακόν;

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ὁ κλαύσας, φασὶ, καὶ φοβηθεὶς, καὶ περίλυπος γεγονὼς, πῶς ἔσται φύσει Θεός; Ἀνθρώπων γὰρ {ἴδια τὰ τοιαῦτα.}

Πρὸς τοῦτο λύσις. Ὁ τὸν Λάζαρον ἀναστήσας ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ εἰς οἶνον μεταποιήσας, καὶ τὸ βλέπειν χαρισάμενος τῷ ἐκ γενετῆς τυφλῷ, εἰρηκώς τε ὅτι «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» πῶς οὐκ ἔσται φύσει Θεός;

Θεότητος γὰρ ἔργα φαίνεται τὰ γενόμενα. Εἰ δὲ ἐκ τῶν ἀνθρωπίνως εἰρημένων ἢ καὶ γενομένων σκανδαλίζεσθε, διὰ ποίαν αἰτίαν οὐκ ὠφελεῖσθε δι᾽ ἐκείνων, ὅσα καὶ ποιήσας καὶ λαλήσας θεοπρεπῶς εὑρίσκεται; Καὶ πάλιν, εἰ δι᾽ ἐκείνων εἰς τὸ νοεῖν τι ταπεινὸν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καταβαίνετε, τί μὴ διὰ τούτων εἰς τὸ μεγάλα καὶ ὑψηλὰ νοεῖν ἀναβαίνετε;

Ὁ γὰρ ἐκεῖνα ταπεινῶς εἰρηκώς τε καὶ παθὼν, καὶ ταῦτα ὑψηλῶς, ὡς Θεὸς, εἶπέ τε καὶ πέπραχεν. Οὐκοῦν ἡ τῆς ἐνανθρωπήσεως αἰτία, καὶ ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, πρόφασις ἦν ἀναγκαία τοῦ γενέσθαι τινὰ καὶ ἀνθρώπινα.

ΑΛΛΟ. Ἐξεταζέσθω τῆς ἐνσάρκου παρουσίας ἡ οἰκονομία, καὶ τῆς ἐνανθρωπήσεως ὁ τρόπος, καὶ πόῤῥω παντὸς κείσονται σκανδάλου τινὲς τῶν ἀκροωμένων, ὅσα περὶ τοῦ Σωτῆρος ἀνθρωπινώτερον λέγουσιν αἱ θεῖαι Γραφαί. Σκοπὸς τοίνυν τῷ ἐνανθρωπήσαντι Λόγῳ δεῖξαι σαφῶς, ὅτιπερ ὄντως σάρκα περιεβάλλετο, καὶ γέγονεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς Λόγος (οὐ γὰρ ἦν ἑτέρως διασωθῆναι τὸ ἀνθρώπινον γένος)· ἀλλ᾽ ἵνα μή τις ἀκούων ὅτι γέγονε σὰρξ, μεταπεποιῆσθαι τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ὑπολάβῃ, καὶ ἕτερόν τι γενέσθαι παρ᾽ ὅπερ ἦν ἐξ ἀρχῆς, ἀναγκαίως ποτὲ μὲν τὰς ἀνθρώπῳ πρεπούσας ἀφίησι φωνάς· ποτὲ δὲ δεικνύει πράγματα θεότητι μόνῃ χρεωστούμενα, ἵνα νοῆται τὸ συναμφότερον. Ὅθεν οὖν ἔδει φαίνεσθαι σαφῶς, ὅτιπερ ὄντως ἄνθρωπος εἴη, καὶ οὐ φάντασμα, ἐκεῖθεν αὐτὸ δεικνύειν ἐπείγεται.

Ἁμαρτία μὲν γὰρ, ὡς ἀναμάρτητος, καὶ οὐκ εἰδὼς τοῦτο παθεῖν, παραιτεῖται δικαίως· ἐπιτρέπει δὲ τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ τῇ φύσει αὐτῇ προσόντα παθεῖν, εἰς ἀπόδειξιν τοῦ ὄντως καὶ κατὰ ἀλήθειαν φορέσαι σάρκα, καὶ ἄνθρωπον γενέσθαι, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ, καθάπερ ἤδη προειρήκαμεν, ἐχρῆν αὐτὸν καὶ ἐν σαρκὶ γεγονότα φαίνεσθαι Θεὸν, ἐργάζεται μὲν ἔσθ᾽ ὅτε τὰ πρέποντα Θεῷ, λέγει δὲ πρὸς τοὺς ὁρῶντας αὐτόν· «Εἰ ἐμοὶ οὐ πιστεύετε,» διὰ τὸ ἄνθρωπον βλέπειν δηλονότι, ἀλλὰ «τοῖς ἔργοις μου πιστεύετε· ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Οὐκοῦν τὰ θεοπρεπῶς εἰρημένα τε καὶ πεπραγμένα δεικνύει τὸν Σωτῆρα Θεόν. Καὶ πάλιν τὰ ἀνθρωπίνως εἰρημένα τε καὶ γεγονότα δεικνύει κατὰ ἀλήθειαν ἄνθρωπον. Αὕτη γάρ ἐστιν ἡ τοῦ μυστηρίου δύναμις.

ΑΛΛΟ. Πανταχόθεν ἀναισχυντοῦντες οἱ χριστομάχοι φανοῦνται, καὶ σκοπὸν ἔχοντες ἕνα τὸ μάτην διαλοιδορεῖσθαι τῷ Υἱῷ τοῦ Θεοῦ. Ἀκούοντες μὲν γὰρ λέγοντος αὐτοῦ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἀπειθοῦσιν ἀβούλως, καὶ πειρῶνται τὸ εἰρημένον εἰς ἐτέρας περιέλκειν ἐννοίας, οὐκ ἀποδιδόντες τῷ Υἱῷ τὸ ἓν εἶναι Πατρὸς (πρὸς) τὸν Πατέρα, ἀλλὰ τὸ καλῶς τε καὶ ὀρθῶς εἰρημένον ἐπιχειροῦντες παραλύειν. Εὑρίσκοντες δὲ πάλιν ἐν τοῖς Εὐαγγελίοις τὰ ὅσαπερ ὡς ἄνθρωπος ἢ πέπονθεν ἢ καὶ εἰρηκὼς φαίνεται, οἷον τὸ ἔκλαυσεν ἢ καὶ ἐλυπήθη, καὶ τὰ τούτοις ὅμοια, οὐ φέρουσιν ἐπὶ τὴν ἀνθρωπότητα, ἀλλ᾽ εὐθὺς τῷ Λόγῳ ταῦτα προσάπτοντες, ἀπόδειξιν ποιοῦνται τοῦ μὴ εἶναι Θεὸν τὸν ταῦτα πεπονθότα· ὥστε καὶ αὐτὸν συναριθμεῖσθαι τῇ κτίσει, τὸν ταύτης ὄντα ποιητήν.

Ἢ τοίνυν ἀπόδος τῷ Υἱῷ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, καὶ οὐχ εὑρήσεις τὸν ἐν ἰσότητι τοῦ Πατρὸς ὄντα Λόγον καθ᾽ ἑαυτὸν, ᾗ Λόγος ἐστὶ, κλαίοντα ἢ λυπούμενον, ἢ φόβῳ βαλλόμενον· ἢ εἰ μὴ πιστεύεις λέγοντι αὐτῷ, ὅτιπερ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα, μηδὲ ὅτι λελύπηται λέγοντι πιστεύσῃς· καὶ οὕτως ἔσῃ μετὰ τῶν ἀπίστων Ἰουδαίων, οὐδὲν ὅλως τῶν παρὰ τοῦ Σωτῆρος εἰρημένων δεχόμενος.

ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Γέγονεν οὖν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· οὐκ εἰς ἄνθρωπον ἦλθεν, ὥσπερ ἐν τοῖς προφήταις· ἀλλ᾽ ὄντως τοῦτο γέγονεν ὅπερ καὶ ἡμεῖς, δίχα μόνης ἁμαρτίας. Ἔστιν οὖν Θεὸς μὲν, ᾗ Λόγος ἐστὶ τοῦ Πατρὸς, καὶ τῆς οὐσίας αὐτοῦ τὸ ἴδιον· ἄνθρωπος δὲ, καθὸ γέγονε σὰρξ, ὡς γέγραπται, καὶ τὴν ἡμῶν περιεβάλετο σάρκα. Ὅρον οὖν ἐχούσης τοῦτον τῆς πίστεως τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διακρινέσθωσαν αἱ περὶ αὐτοῦ φωναὶ κατὰ τὸν λόγον τὸν πρέποντα. Κἂν ἀκούσῃς· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» μίαν ὅρα τὴν θεότητα τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς, καὶ Θεὸν ἐννόει τὸν Υἱὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ Πατρός. Ἐὰν δὲ πάλιν ἀκούσῃς περὶ αὐτοῦ, ὅτι ἔκλαυσε καὶ ἐλυπήθη, καὶ ἐπτοήθη, καὶ ἀδημονεῖν ἤρξατο, ἐννόει πάλιν ἄνθρωπον ὅντα μετὰ τὸ εἶναι Θεὸν, καὶ ἀνατίθει τῇ ἀνθρωπότητι τὰ αὐτῇ χρεωστούμενα. Ἐπειδὴ γὰρ θνητὸν καὶ φθαρτὸν ἀπέλαβε σῶμα, καὶ τοῖς τοιούτοις πάθεσιν ὑποκείμενον, ἀναγκαίως μετὰ τῆς σαρκὸς καὶ τὰ αὐτῆς ἰδιοποιεῖται πάθη καὶ αὐτῆς ὑπομενούσης αὐτὰ, ὡς αὐτὸς ὑπομένων λέγεται. Οὕτως γάρ φαμεν ὅτι καὶ ἐσταυρώθη καὶ ἀπέθανε, τοῦτο παθούσης τῆς σαρκὸς, οὐκ ἰδίᾳ καὶ καθ᾽ ἑαυτὸν τοῦ Λόγου· ἀπαθὴς γάρ ἐστι καὶ ἀθάνατος.

Οὐκοῦν ὀρθοδόξως ἐκληψόμεθα τὰ εἰρημένα, τῇ μὲν θεότητι νέμοντες τὰ θεοπρεπῆ, ἀνατιθέντες δὲ τῇ σαρκὶ τὰ δι᾽ αὐτὴν καὶ ὡς ἐξ αὐτῆς εἰρημένα διὰ τῶν ἐν ἡμῖν φυσικῶν κινημάτων· ὧν ὁ νοῦς ἔχων τὴν αἴσθησιν, ἀναβλύζει διὰ γλώττης τὰ ἐν βάθει κατὰ τὸ ἀφανὲς ἀφώνως ψιθυριζόμενα.

ΑΛΛΟ, διηγηματικῶς. Γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ᾽ ἵνα πάντα τὰ ἑαυτοῦ ταῖς ἡμῶν ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν ἑαυτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων· «Εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο,» ἐννόει πάλιν ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ, ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Λόγου μηκέτι τοῦτο πάσχειν. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.» Οὐκ ἐφοβεῖτο μὲν γὰρ, καθὸ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ᾽ εἰς τέλος διεξάγειν τὴν οἰκονομίαν ἠπείγετο. Τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τῆς σαρκὸς τὸν θάνατον φυσικῶς. Διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν ὡς ἄνθρωπος λέγει· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.» Διὰ τοῦτο γὰρ φαίνεται καὶ προσθείς· «Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.»

ΑΛΛΟ. Εἰ θανάτου καταφρονοῦντας οὕτως εὑρίσκομεν τοὺς ἁγίους, ὡς οἴεσθαι μᾶλλον εἰς ζωὴν μεταβαίνειν, εἵ τις αὐτοὺς πρὸς τὸ τοῦ παθεῖν καλοίη καιρὸς, ἀνδρεῖοί τε ὄντως εἰσὶ, διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς, εἰς τὸν ἔσω ἄνθρωπον, καθὰ γέγραπται, κατοικοῦντα τὸν Χριστὸν, πῶς δειλιᾷ τὸν θάνατον ὁ τοὺς ἄλλους διδάσκων θανάτου καταφρονεῖν; Πῶς δὲ οὐκ ἄτοπον θαυμάζειν μὲν τὴν ἀνδρίαν τῶν ἐχόντων ἐν ἑαυτοῖς τὸν Λόγον, αὐτὸν δὲ οἴεσθαι τὸν Λόγον ἀσθενῆ καὶ ἄνανδρον ὑπάρχειν οὕτως, ὡς καὶ φόβῳ κρατεῖσθαι καὶ τῷ τῆς δειλίας νοσήματι;

ΑΛΛΟ. Τῷ οἰκείῳ θανάτῳ τὸν θάνατον κατήργησεν ὁ Σωτήρ. Ὥσπερ οὖν οὐκ ἂν ὁ θάνατος κατηργήθη μὴ ἀποθανόντος αὐτοῦ, οὕτως ἐφ᾽ ἑκάστου τῶν τῆς σαρκὸς παθῶν. Εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἂν ἐλευθέρα τοῦ δειλιᾷν ἡ φύσις ἐγένετο, εἰ μὴ ἐλυπήθη, οὐκ ἂν ἀπηλλάχθη τοῦ λυπεῖσθαί ποτε, εἰ μὴ ἐταράχθη, οὐκ ἂν ἔξω ποτὲ τούτων ἐγένετο. Καὶ ἐφ᾽ ἑκάστῳ τῶν ἀνθρωπίνως γεγονότων τὸν αὐτὸν ἐφαρμόζων λόγον, εὑρήσεις ἐν Χριστῷ τὰ τῆς σαρκὸς πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ᾽ ἵνα κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιουμένης τῆς φύσεως.

ΑΛΛΟ, εἰς τὸ, «Θεέ μου, Θεέ μου.» Ἐπὶ τῷ σταυρῷ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καυχώμεθα, καὶ πιστεύομεν διὰ τοῦτο σεσῶσθαι, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος ἄνθρωπος γεγονὼς δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα τὸν ἐν ἡμῖν καταργήσῃ θάνατον, καὶ πάλιν ἡμᾶς ἑαυτῷ συναναστήσῃ, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταβαλών. Ἔδει τοίνυν καὶ παρ᾽ αὐτὸν τὸν τοῦ πάθους καιρὸν ἄνθρωπον ὄντως γεγονότα φαίνεσθαι, καὶ οὐ κατά τινα φαντασίαν ὑπονοεῖσθαι ὡς ἄνθρωπον. Καὶ διὰ ταύτην τὴν αἰτίαν ἐλάλει μὲν τὰ ἀνθρώπῳ πρέποντα· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ, «Παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον.» Ἐδείκνυ δὲ διὰ τῶν ἔργων ὅτι Θεός ἐστιν, ὁ δι᾽ ἡμᾶς ἐνανθρωπήσας, καὶ ταῦτα ὑπομένων ἐν τῷ σταυρῷ, διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν· συνέστελλε μὲν γὰρ τὴν ἡλιακὴν ἀκτῖνα, καὶ σκότῳ περιέβαλλε τὸν οὐρανὸν, ἔσχιζε δὲ τὰς πέτρας, καὶ τὴν γῆν καὶ τὸ καταπέτασμα τοῦ ναοῦ· ἕτερά τε πρὸς τούτοις ἐποίει μεγάλα, ἵνα Θεὸς ἐνανθρωπήσας φαίνηται. Καὶ γοῦν οἱ σταυρώσαντες καὶ πάλαι γελῶντες αὐτὸν, τὰ γενόμενα θεϊκῶς ὁρῶντες ἔλεγον· «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.»

ΑΛΛΟ. Ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα πάλιν ὡς Θεὸς πρὸ τῆς ἐνανθρωπήσεως πάντα πράττῃ καὶ λαλῇ, ἀλλ᾽ ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγῃ τινά. Ταύτην ἔχοντος τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ᾽ ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς Θεὸς, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν. Ἀνθρωπίνως μὲν γὰρ ἔλεγε· «Νῦν ἡ ψυχή μου τετάρακται,» θεϊκῶς δὲ πάλιν· «Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Τὸ μὲν οὖν ταράττεσθαι, τῆς σαρκὸς ἴδιον πάθος· τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν, τῆς τοῦ Λόγου δυνάμεως ἔργον ἐστίν. Ὥσπερ οὖν ὅταν λέγῃ τι θεϊκῶς, καίτοι φαινόμενος ἄνθρωπος, οὐ σκανδαλιζόμεθα, ἀλλ᾽ ἐννοοῦμεν τὸν ἐνοικοῦντα τῇ σαρκὶ Λόγον· οὕτως ὅταν τι λαλῇ καὶ ὡς ἄνθρωπος, μὴ σκανδαλιζώμεθα, ἐννοοῦντες ὅτι δι᾽ ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ τὰ τῇ ἀνθρωπότητι πρέποντα λαλεῖ.

ΑΛΛΟ. Διὰ πολλὴν καὶ ἄμετρον φιλανθρωπίαν ἑαυτὸν ἡμῖν ἐκέρασεν ὁ τοῦ Θεοῦ Λόγος· οὐχ ἵνα μεταποιηθῇ πρὸς τὸ ἡμέτερον αὐτὸς, ἄτρεπτος γάρ ἐστι καὶ ἀλλοίωσιν οὐκ εἰδὼς, ἀλλ᾽ ἵν᾽ ἡμᾶς ἀναμίξας ἑαυτῷ, μεταβάλῃ πρὸς τὸ οἰκεῖον. Ὥσπερ γὰρ ἡμεῖς αὐτὸν δεξάμενοι διὰ τὸ ἐνοικῆσαι σαρκὶ, πάντα λοιπὸν ἔχομεν τὰ αὐτοῦ· καὶ γὰρ καὶ υἱοὶ κεκλήμεθα καὶ θεοὶ, εἰ καὶ μὴ φυσικῶς ὥσπερ αὐτὸς, ἀλλά γε κατὰ χάριν· οὕτω καὶ αὐτὸς, ὅτε πρὸς ἡμᾶς ἀνεμίχθη γενόμενος ἄνθρωπος, ἐφόρεσε τὰς ἀσθενείας ἡμῶν· καὶ ὡς αὐτὸς πεπονθὼς νενόμισται ἰδιοποιούμενος μετὰ τοῦ ἀναληφθέντος ναοῦ καὶ τὰ ἐν αὐτῷ, ἵνα καὶ ἐν ἡμῖν νεκρωθῇ τὰ τῆς σαρκὸς πάθη, τρεχόντων εἰς ὁμοιότητα τοῦ τὰ ἡμῶν δι᾽ ἡμᾶς εἰς ἑαυτὸν ἀναλαβόντος Χριστοῦ.

ΑΛΛΟ. Φησί που Θεὸς διὰ τῶν ἁγίων προφητῶν, ἐπί τισιν ἁμαρτίαις τοὺς ἐξ Ἰσραὴλ καταιτιώμενος, ὅτι «Τὰ τέκνα αὐτῶν διῆγον διὰ πυρὸς, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου.» Καὶ πάλιν ὡς πρὸς τὴν Ἱερουσαλήμ· «Καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις.» Καὶ πάλιν ἐφ᾽ ἑτέροις κακοῖς· «Μὴ ἐπὶ τούτοις οὐκ ὀργισθήσομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;» Δήλου τοιγαροῦν ὑπάρχοντος ἅπασιν ὡς ὁ τοῦ Θεοῦ Λόγος ἦν ὁ ἐν τοῖς προφήταις τὰ τοιαῦτα λαλῶν, τί ποιήσουσιν οἱ χριστομάχοι; Ψυχὴν ἆρα καὶ καρδίαν περιθήσουσιν αὐτῷ, ἐροῦσι δὲ τῷ τῆς λύπης κρατεῖσθαι πάθει καὶ τῷ τῆς ὀργῆς, ἵνα μὴ πλέον τι ἔχων ἀνθρώπου φαίνηται, ὁ ὑπὲρ πᾶσαν γενητὴν φύσιν ὑπάρχων τοῦ Θεοῦ Λόγος, καὶ τοσοῦτος ὅσος καὶ ὁ Πατήρ;

Ἀλλ᾽ ἴσως τοῦτο μὲν παραιτήσονται· ἐροῦσι δὲ εἰρῆσθαι τὰ τοιαῦτα παρὰ τοῦ Λόγου τροπικῶς τε καὶ συγκαταβατικῶς. Εἰ τοίνυν πρὸ τῆς ἐπιδημίας τὰ τοιαῦτα λέγοντι τῷ Υἱῷ τοῦ Θεοῦ, τὸ αὐτῷ πρέπον ἀξίωμα σώζομεν, ἄνω καὶ λύπης καὶ ὀργῆς καὶ παντὸς πάθους ὑπάρχειν αὐτὸν διαβεβαιούμενοι, κἂν διὰ τὸ χρήσιμον ὑπομένειν αὐτὰ προσποιῆται, πῶς οὐκ ἄτοπον, ὅτε γέγονεν ἄνθρωπος καὶ ἐν τῇ ταῦτα πασχούσῃ σαρκὶ καταβέβηκε, μὴ συγχωρεῖν αὐτῷ τὰ τοιαῦτα λέγοντι μένειν ἐν ἀπαθείᾳ, ἐχούσης αὐτὰ φυσικῶς τῆς σαρκὸς, ἣν δι᾽ ἡμᾶς ἀνέλαβε μετὰ πάντων τῶν αὐτῇ προσόντων φυσικῶς; Ἀνθρωπότητος δὲ ἴδιον, τὸ κλαίειν, καὶ ταράττεσθαι, καὶ ἀδημονεῖν, καὶ παραιτεῖσθαι τὸν θάνατον, καὶ τὰ τούτοις ὅμοια πάσχειν.