ΚΕΦΑΛ. ΚΓʹ.
Εἰδέναι μέντοι χρὴ ὅτι τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες. Τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ· τὰ δὲ, ἐν τῇ ἑνώσει· τὰ δὲ, μετὰ τὴν ἕνωσιν· τὰ δὲ, μετὰ τὴν ἀνάστασιν. Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς φύσεως, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον δηλοῖ, ὡς τὸ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» καὶ τὸ, «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων·» καὶ τὰ τοιαῦτα. Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως, ὡς τὸ, «Υἱὸς τοῦ Θεοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·» καὶ τὸ, «Μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος·» καὶ τὰ ὅμοια. Τὰ δὲ, τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων περιχώρησιν, ὡς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν, ὡς, Λόγος, σοφία, καὶ δύναμις, καὶ ἀπαύγασμα. Ὅ τε γὰρ Λόγος ἐν τῷ νῷ (Λόγον δέ φημι τὸν οὐσιώδη), καὶ ἡ σοφία ὁμοίως· καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται ἐξ αὐτοῦ πηγαζόμενον. Τὰ δὲ, ὡς ἐξ αἰτίου τοῦ Πατρὸς, ὡς, «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα ὅσα ἔχει· τὸ μὲν εἶναι γεννητῶς, καὶ οὐ δημιουργικῶς, ὡς τὸ, «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον·» καὶ, «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα.»