Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας τριάδος (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Το δόγμα της Αγίας Τριάδος

Θεολογική έκθεση περί της ενότητας και τελειότητας του Θεού, της αιώνιας ύπαρξης του Λόγου και της υποστάσεως του Αγίου Πνεύματος, με ολοκληρωμένη ομολογία της τριαδικής πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 6

ΚΕΦΑΛ. Δʹ. Ὅτι μὲν οὖν ἔστι Θεὸς, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι Θεὸς καὶ οὐ πολλοὶ, τοῖς μὲν τῇ θείᾳ πειθομένοις Γραφῇ, οὐκ ἀμφιβάλλεται. Φησὶ γὰρ ὁ Κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· «Ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Καὶ πάλιν· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι.» Καὶ διὰ Ἡσαΐου τοῦ προφήτου, «Ἐγὼ γὰρ, φησὶ, Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἐστι Θεός· ἔμπροσθέ μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι.» Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτω φησὶ πρὸς τὸν Πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὂν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Τοῖς δὲ τῇ θείᾳ Γραφῇ μὴ πειθομένοις, οὕτω διαλεξόμεθα. Τὸ Θεῖον τέλειόν ἐστι, καὶ ἀνελλιπὲς, κατά τε ἀγαθότητα, κατά τε σοφίαν, κατά τε δύναμιν· ἄναρχον, ἀτελεύτητον, ἀΐδιον, ἀπερίγραπτον· καὶ, ἁπλῶς εἰπεῖν, κατὰ πάντα τέλειον. Εἰ οὖν πολλοὺς ἐροῦμεν θεοὺς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. Εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλόν ἐστι, καὶ οὐ πολλοί.

Εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; Εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον ὑστερήσει τοῦ τελείου· οὐκ ἂν εἴη Θεός. Ἡ δὲ διὰ πάντων ταυτότης ἕνα μᾶλλον δείκνυσι, καὶ οὐ πολλούς. Πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται;

Ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ἕτερος. Πῶς δὲ καὶ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος, καὶ οὐ διαλυθήσεται, καὶ φθαρήσεται, μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; Ἡ γὰρ διαφορὰ ἐναντίωσιν εἰσάγει. Εἰ δὲ εἴποι τις, ὅτι ἕκαστος μέρους ἄρχει, τί τὸ τάξαν καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον;

Ἐκεῖνο γὰρ ἂν εἴη μᾶλλον Θεός. Εἷς τοίνυν ἐστὶ Θεὸς, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητὴς, συνοχεύς τε καὶ κυβερνήτης, καὶ ὑπερτελὴς, καὶ προτέλειος. Πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη, μονάδα εἶναι δυάδος ἀρχήν.

ΚΕΦΑΛ. Εʹ. Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος Θεὸς, οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων, οὐκ ἀνυπόστατον ἔξει, οὐκ ἀρξάμενον τοῦ εἶναι, οὐδὲ παυσόμενον (οὐ γὰρ ἦν ποτε, ὅτε ἦν ὁ Θεὸς ἄλογος)· ἀεὶ δὲ ἔχει τὸν ἑαυτοῦ λόγον ἐξ αὐτοῦ γεννώμενον, οὐ κατὰ τὸν ἡμέτερον λόγον, ἀνυπόστατον καὶ εἰς ἀέρα χεόμενον, ἀλλ᾽ ἐνυπόστατον, ζῶντα, τέλειον, οὐκ ἔξω αὐτοῦ χωροῦντα, ἀλλ᾽ ἐν αὐτῷ ἀεὶ ὄντα. Ποῦ γὰρ ἔσται ἔξω αὐτοῦ γινόμενος;

Ἐπειδὴ γὰρ ἡ ἡμετέρα φύσις ἐπίκηρός ἐστι καὶ εὐδιάλυτος· διὰ τοῦτο καὶ ὁ λόγος ἡμῶν ἐστιν ἀνυπόστατος. Ὁ δὲ Θεὸς ἀεὶ ὢν, καὶ τέλειος ὤν, τέλειον καὶ ἐνυπόστατον ἕξει τὸν ἑαυτοῦ λόγον, καὶ ἀεὶ ὄντα, καὶ ζῶντα, καὶ πάντα ἔχοντα ὅσα ὁ γεννήτωρ ἔχει. Ὥσπερ γὰρ καὶ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ προερχόμενος, οὔτε διόλου ὁ αὐτός ἐστι τῷ νῷ, οὔτε παντάπασιν ἕτερος (ἐκ τοῦ νοῦ μὲν γὰρ ὢν, ἄλλος ἐστὶ παρ᾽ αὐτόν· αὐτὸν δὲ τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγων, οὐκ ἔτι παντάπασιν ἕτερόν ἐστι παρὰ τὸν νοῦν· ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὢν, ἕτερόν ἐστι τῷ ὑποκειμένῳ)· οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος, τῷ μὲν ὑφεστᾶναι καθ᾽ ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον παρ᾽ οὗ τὴν ὑπόστασιν ἔχει· τῷ δὲ τὰ αὐτὰ δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ. Ὥσπερ γὰρ τὸ ἐν ἅπασι τέλειον ἐπὶ τοῦ Πατρὸς θεωρεῖται· οὕτω καὶ ἐπὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου Λόγου θεωρηθήσεται.

ΚΕΦΑΛ. ϛ. Δεῖ δὲ τὸν Λόγον καὶ Πνεῦμα ἔχειν. Καὶ γὰρ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος· ἀλλ᾽ ἐφ᾽ ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας ἐστὶν οὐσίας (τοῦ ἀέρος γάρ ἐστιν ὁλκὴ καὶ φορὰ εἰσελκομένου καὶ προχεομένου πρὸς τὴν τοῦ σώματος σύστασιν· ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως φωνὴ τοῦ λόγου γίνεται, τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φέρουσα)· ἐπὶ δὲ τῆς θείας φύσεως τῆς ἁπλῆς καὶ ἀσυνθέτου, τὸ μὲν εἶναι Πνεῦμα Θεοῦ, εὐσεβῶς ὁμολογητέον, διὰ τὸ μὴ εἶναι τὸν τοῦ Θεοῦ Λόγον ἐλλειπέστερον τοῦ ἡμετέρου λόγου· οὐκ ἔστι δὲ εὐσεβὲς, ἀλλότριόν τι ἔξωθεν ἐπεισερχόμενον τῷ Θεῷ, τὸ πνεῦμα λογίζεσθαι, ὡς καὶ ἐφ᾽ ἡμῶν τῶν συνθέτων.

Ἀλλ᾽ ὥσπερ Θεοῦ Λόγον ἀκούοντες, οὐκ ἀνυπόστατον, οὐδὲ ἐκ μαθήσεως προσγινόμενον, οὐδὲ διὰ φωνῆς προφερόμενον, οὐδὲ εἰς ἀέρα χεόμενον καὶ λυόμενον ᾠήθημεν, ἀλλ᾽ οὐσιωδῶς ὑφεστῶτα, προαιρετικόν τε καὶ ἐνεργὸν, καὶ παντοδύναμον· οὕτω καὶ τὸ Πνεῦμα μεμαθηκότες Θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ Λόγῳ, καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἀνυπόστατον ἐννοοῦμεν (οὕτω γὰρ ἂν καθαιρῆται πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας φύσεως, εἰ καθ᾽ ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος καὶ τὸ ἐν αὐτῷ Πνεῦμα ὑπονοοῖτο), ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ᾽ ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκ τοῦ Πατρὸς προερχομένην, καὶ ἐν τῷ Λόγῳ ἀναπαυομένην, καὶ αὐτοῦ οὖσαν ἐκφαντικήν· οὔτε χωρισθῆναι τοῦ Θεοῦ, ἐν ᾧ ἐστι, καὶ τοῦ Λόγου ᾧ συμπαρομαρτεῖ, δυναμένην· οὔτε πρὸς τὸ ἀνύπαρκτον ἐλθεῖν ἀνεχομένην· ἀλλὰ καθ᾽ ὁμοιότητα τοῦ Λόγου καθ᾽ ὑπόστασιν οὖσαν, ζῶσαν, προαιρετικὴν, αὐτοκίνητον, ἐνεργὸν, πάντοτε τὸ ἀγαθὸν θέλουσαν, καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν· μήτε ἀρχὴν ἔχουσαν, μήτε τέλος. Οὐ γὰρ ἐνέλειψέ ποτε τῷ Πατρὶ Λόγος, οὐδὲ τῷ Λόγῳ Πνεῦμα.

Οὕτω διὰ μὲν τῆς κατὰ φύσιν ἑνότητος ἡ πολύθεος τῶν Ἑλλήνων ἐξαφανίζεται πλάνη· διὰ δὲ τῆς τοῦ Λόγου παραδοχῆς καὶ τοῦ Πνεύματος, τῶν Ἰουδαίων καθαιρεῖται τὰ δόγματα· ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως, ἡ τῆς φύσεως ἑνότης· ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη. Εἰ δὲ ἀντιλέγει ὁ Ἰουδαῖος πρὸς τὴν τοῦ Λόγου παραδοχὴν καὶ τοῦ Πνεύματος, ὑπὸ τῆς θείας Γραφῆς ἐλεγχέσθω τε καὶ ἐπιστομιζέσθω. Περὶ μὲν γὰρ τοῦ Λόγου φησὶν ὁ θεῖος Δαβίδ· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.» Καὶ πάλιν· «Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.» Λόγος δὲ προφορικὸς οὐκ ἀποστέλλεται, οὐδὲ εἰς τὸν αἰῶνα μένει.

Περὶ δὲ τοῦ Πνεύματος ὁ αὐτὸς Δαβίδ φησιν· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται.» Καὶ πάλιν· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ Ἰώβ· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με.» Πνεῦμα δὲ ἀποστελλόμενον, καὶ ποιοῦν, καὶ στερεοῦν, καὶ συνέχον, οὐκ ἆσθμά ἐστι λυόμενον, ὥσπερ οὐδὲ σωματικὸν μέλος τὸ τοῦ Θεοῦ στόμα· ἀμφότερα γὰρ θεοπρεπῶς νοητέον.

ΚΕΦΑΛ. Ζʹ.

Πιστεύομεν τοιγαροῦν εἰς ἕνα Θεὸν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, ἀγένητον, ἀνώλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον, ἀπεριόριστον ἀπειροδύναμον, ἁπλῆν, ἀσύνθετον, ἀσώματον, ἄῤῥευστον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόρατον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης· φῶς νοερὸν, ἀπρόσιτον· δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην, μόνῳ δὲ τῷ οἰκείῳ βουλήματι μετρουμένην (πάντα γὰρ, ὅσα θέλει, δύναται), πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητικὴν, πάντων συνεκτικὴν καὶ συντηρητικὴν, πάντων προνοητικὴν, πάντων κρατοῦσαν, καὶ ἄρχουσαν, καὶ βασιλεύουσαν ἀτελευτήτῳ καὶ ἀθανάτῳ βασιλείᾳ· μηδὲν ἐναντίον ἔχουσαν, πάντα πληροῦσαν, ὑπ᾽ οὐδενὸς περιεχομένην, αὐτὴν δὲ μᾶλλον περιέχουσαν τὰ σύμπαντα, καὶ συνέχουσαν καὶ προέχουσαν, ἀχράντως ταῖς ὅλαις οὐσίαις ἐπιβατεύουσαν, καὶ πάντων ἐπέκεινα, καὶ πάσης οὐσίας ἐξῃρημένην, ὡς ὑπερούσιον καὶ ὑπὲρ τὰ ὄντα οὖσαν· ὑπέρθεον, ὑπεράγαθον, ὑπερπλήρη· τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσαν, καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένην, ὑπὲρ οὐσίαν καὶ ζωὴν, καὶ λόγον καὶ ἔννοιαν, αὐτοφῶς, αὐταγαθότητα, αὐτοζωὴν, αὐτοουσίαν (ὡς μὴ παρ᾽ ἑτέρου τὸ εἶναι ἔχουσαν, ἤ τι τῶν ὅσα ἔστι· αὐτὴν δὲ πηγὴν οὖσαν τοῦ εἶναι τοῖς οὖσι, τοῖς ζῶσι τῆς ζωῆς, τοῖς λόγου μετέχουσι τοῦ λόγου, τοῖς πᾶσι πάντων ἀγαθῶν αἰτίαν), πάντα εἰδυῖαν πρὶν γενέσεως αὐτῶν, μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἀρχὴν, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν· ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην τε καὶ προσκυνουμένην μιᾷ προσκυνήσει, πιστευομένην τε καὶ λατρευομένην ὑπὸ πάσης λογικῆς κτίσεως, ἀσυγχύτως ἡνωμέναις καὶ ἀδιαστάτως διαιρουμέναις (ὃ καὶ παράδοξον) εἰς Πατέρα καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς ἃ καὶ βεβαπτίσμεθα (οὕτω γὰρ ὁ Κύριος τοῖς ἀποστόλοις βαπτίζειν ἐνετείλατο· «Βαπτίζοντες αὐτοὺς, φάσκων, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος·») εἰς ἕνα Πατέρα τὴν πάντων ἀρχὴν καὶ αἰτίαν· οὐκ ἕκ τινος γεννηθέντα, ἀναίτιον δὲ καὶ ἀγέννητον μόνον ὑπάρχοντα· πάντων μὲν ποιητὴν, ἑνὸς δὲ μόνου Πατέρα φύσει τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προβολέα τοῦ ἁγίου Πνεύματος· καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι᾽ οὗ τὰ πάντα ἐγένετο.

Ὃν πρὸ πάντων τῶν αἰώνων λέγοντες, δείκνυμεν ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις.