Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας τριάδος (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Θεία γέννηση, εκπόρευση και υποστατικά ιδιώματα

Ανάλυση της αΐδιας γέννησης του Υιού και της εκπόρευσης του Αγίου Πνεύματος, με διάκριση μεταξύ αγενήτου και αγεννήτου, και παρουσίαση της κοινής ενέργειας των προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 6

Οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ὁ Λόγος ὁ ἐνυπόστατος, ἡ οὐσιώδης καὶ τελεία καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου Θεοῦ· ἀλλὰ ἀεὶ ἦν σὺν τῷ Πατρὶ καὶ ἐν αὐτῷ ἀϊδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγεννημένος. Οὐ γὰρ ἦν ποτε ὁ Πατὴρ, ὅτε οὐκ ἦν ὁ Υἱός· ἀλλ᾽ ἅμα Πατὴρ, ἅμα Υἱὸς ὁ ἐξ αὐτοῦ γεγεννημένος· Πατὴρ γὰρ ἐκτὸς Υἱοῦ οὐκ ἃν κληθείη.

Εἰ δὲ ἦν μὴ ἔχων Υἱὸν, οὐκ ἦν Πατήρ· καὶ εἰ μετὰ ταῦτα ἔσχεν Υἱὸν, μετὰ ταῦτα ἐγένετο Πατὴρ μὴ ὢν πρὸ τούτου Πατὴρ, καὶ ἐτράπη ἐκ τοῦ μὴ εἶναι Πατὴρ εἰς τὸ γενέσθαι Πατήρ· ὅπερ πάσης βλασφημίας ἐστὶ χαλεπώτερον. Ἀδύνατον γὰρ τὸν Θεὸν εἰπεῖν ἔρημον τῆς φυσικῆς γονιμότητος. Ἡ δὲ γονιμότης, τὸ ἐξ αὑτοῦ, ἤγουν ἐκ τῆς ἰδίας οὐσίας, ὅμοιον κατὰ φύσιν γεννᾷν. Ἐπὶ μὲν οὖν τῆς τοῦ Θεοῦ γεννήσεως ἀσεβὲς λέγειν χρόνον μεσιτεῦσαι, ἢ μετὰ τὸν Πατέρα τὴν τοῦ Υἱοῦ γενέσθαι ὕπαρξιν. Ἐξ αὐτοῦ γὰρ, ἤγουν τῆς τοῦ Πατρὸς φύσεώς φαμεν τὴν τοῦ Υἱοῦ γέννησιν. Καὶ εἰ μὴ ἐξ ἀρχῆς δῶμεν τὸν Υἱὸν συνυπάρχειν τῷ Πατρὶ ἐξ αὐτοῦ γεγεννημένον, τροπὴν τῆς τοῦ Πατρὸς ὑποστάσεως παρεισάγομεν· ὅτι μὴ ὢν Πατὴρ, ὕστερον ἐγένετο Πατήρ.

Ἡ γὰρ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ᾽ οὐκ ἐκ τῆς τοῦ Θεοῦ οὐσίας, ἐκ δὲ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι βουλήσει καὶ δυνάμει αὐτοῦ παρήχθη· καὶ οὐχ ἅπτεται τροπὴ τῆς τοῦ Θεοῦ φύσεως. Γέννησις μὲν γάρ ἐστι, τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προ[σ]άγεσθαι τὸ γεννώμενον, ὅμοιον κατ᾽ οὐσίαν· κτίσις δὲ καὶ ποίησις, τὸ ἔξωθεν, καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ κτίζοντος καὶ ποιοῦντος γίνεσθαι τὸ κτιζόμενον καὶ ποιούμενον, ἀνόμοιον παντελῶς κατ᾽ οὐσίαν. Ἐπὶ μὲν οὖν τοῦ μόνου ἀπαθοῦς καὶ ἀναλλοιώτου καὶ ἀτρέπτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος Θεοῦ, καὶ τὸ γεννᾷν καὶ τὸ κτίζειν ἀπαθές. Φύσει γὰρ ὢν ἀπαθὴς καὶ ἄῤῥευστος, ὡς ἁπλοῦς καὶ ἀσύνθετος, οὐ πέφυκεν ὑπομένειν πάθος ἢ ῥεῦσιν οὔτε ἐν τῷ γεννᾷν, οὔτε ἐν τῷ κτίζειν· οὐδέ τινος συνεργείας δεῖται. Ἀλλ᾽ ἡ μὲν γέννησις, ἄναρχος καὶ ἀΐδιος, φύσεως ἔργον οὖσα, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ, καὶ ἵνα μὴ Θεὸς πρῶτος, καὶ Θεὸς ὕστερος εἴη, καὶ προσθήκην δέξηται· ἡ δὲ κτίσις ἐπὶ Θεοῦ θελήσεως ἔργον οὖσα, οὐ συναΐδιός ἐστι τῷ Θεῷ· ἐπεὶ οὐ πέφυκε τὸ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον, συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ ὄντι.

Ὥσπερ τοίνυν οὐχ ὁμοίως ποιεῖ ἄνθρωπος καὶ Θεὸς (ὁ μὲν γὰρ ἄνθρωπος οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει· ἀλλ᾽ ὅπερ ποιεῖ, ἐκ προϋποκειμένης ὕλης ποιεῖ, οὐ θελήσας μόνον, ἀλλὰ καὶ προεπινοήσας, καὶ ἐν τῷ νῷ ἀνατυπώσας τὸ γενησόμενον, εἶτα καὶ χερσὶν ἐργασάμενος καὶ κόπον ὑπομείνας καὶ κάματον, πολλάκις δὲ καὶ ἀστοχήσας, μὴ ἀποβάντος καθὰ βούλεται τοῦ ἐπιτηδεύματος· ὁ δὲ Θεὸς, θελήσας μόνον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν)· οὕτως οὐδὲ ὁμοίως γεννᾷ Θεὸς καὶ ἄνθρωπος. Ὁ μὲν γὰρ Θεὸς ἄχρονος ὢν καὶ ἄναρχος καὶ ἀπαθὴς καὶ ἄῤῥευστος καὶ ἀσώματος καὶ μόνος ἀτελεύτητος, ἀχρόνως καὶ ἀνάρχως καὶ ἀπαθῶς καὶ ἀῤῥεύστως γεννᾷ, καὶ ἐκτὸς συνδυασμοῦ.

Καὶ οὔτε ἀρχὴν ἔχει ἡ ἀκατάληπτος αὐτοῦ γέννησις, οὔτε τέλος. Καὶ ἀνάρχως μὲν διὰ τὸ ἄτρεπτον· ἀῤῥεύστως δὲ, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον. Ἑκτὸς δὲ συνδυασμοῦ, διά τε τὸ ἀσώματον πάλιν καὶ ἕνα μόνον εἶναι Θεὸν ἀπροσδεῆ ἐτέρου· ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως, διά τε τὸ ἄναρχον καὶ ἄχρονον, καὶ ἀτελεύτητον, καὶ ἀεὶ ὡσαύτως ἔχον. Τὸ γὰρ ἄναρχον, ἀτελεύτητον· τὸ δὲ χάριτι ἀτελεύτητον, οὐ πάντως ἄναρχον, ὥσπερ οἱ ἄγγελοι. Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν Θεὸς τὸν ἑαυτοῦ Λόγον, τέλειον ὄντα ἀνάρχως καὶ ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ Θεὸς, ὁ χρόνου ἀνωτέραν ἔχων τὴν φύσιν καὶ τὴν ὕπαρξιν· ὁ δὲ ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ, ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν, καὶ σῶμα περικείμενος, καὶ τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κεκτημένος. Ἐνδεὲς γὰρ τὸ ἄῤῥεν τῆς τοῦ θήλεος βοηθείας. Ἀλλ᾽ ἵλεως εἴη ὁ πάντων ἐπέκεινα καὶ πᾶσαν νόησιν καὶ κατάληψιν ὑπερκείμενος.

ΚΕΦΑΛ. Ηʹ. Διδάσκει γοῦν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, ἅμα Πατέρα καὶ ἅμα τὸν μονογενῆ αὐτοῦ Υἱὸν, ἐξ αὐτοῦ γεγεννημένον ἀχρόνως, καὶ ἀῤῥεύστως, καὶ ἀπαθῶς, καὶ ἀκαταλήπτως, ὡς μόνος ὁ τῶν ὅλων οἶδε Θεὸς, ὥσπερ ἄμα τὸ πῦρ καὶ ἅμα τὸ ἐξ αὐτοῦ φῶς· καὶ οὐ πρῶτον τὸ πῦρ, καὶ μετὰ ταῦτα τὸ φῶς, ἀλλ᾽ ἅμα. Καὶ ὥσπερ τὸ φῶς ἐκ τοῦ πυρὸς ἀεὶ γεννώμενον, ἀεὶ ἐν αὐτῷ ἐστι, μηδαμῶς ἐξ αὐτοῦ χωριζόμενον· οὕτω καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννᾶται, μηδόλως αὐτοῦ χωριζόμενος, ἀλλ᾽ ἀεὶ ἐν αὐτῷ ὤν. Ἀλλὰ τὸ μὲν φῶς ἐκ τοῦ πυρὸς γεννώμενον ἀχωρίστως, καὶ ἐν αὐτῷ ἀεὶ μένον, οὐκ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ (ποιότης γάρ ἐστι φυσικὴ τοῦ πυρός)· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, ἐκ Πατρὸς γεννηθεὶς ἀχωρίστως καὶ ἀδιαστάτως καὶ ἐν αὐτῷ μένων ἀεὶ, ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὴν τοῦ Πατρός. Λόγος μὲν οὖν καὶ ἀπαύγασμα λέγεται, διὰ τὸ ἄνευ συνδυασμοῦ καὶ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀῤῥεύστως καὶ ἀχωρίστως γεγε[ν]νῆσθαι ἐκ τοῦ Πατρός· Υἱὸς δὲ καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως, διὰ τὸ τέλειον καὶ ἐνυπόστατον, καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ εἶναι, πλὴν τῆς ἀγεννησίας.

Μονογενὴς δὲ, ὅτι μόνος ἐκ μόνου τοῦ Πατρὸς μόνως ἐγεννήθη. Οὐδὲ γὰρ ὁμοιοῦται ἑτέρα γέννησις τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ γεννήσει· οὐδὲ γὰρ ἔστιν ἄλλος Υἱὸς τοῦ Θεοῦ. Εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἄγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ᾽ οὐ γεννητῶς, ἀλλ᾽ ἐκπορευτῶς.

Ἄλλος τρόπος ὑπάρξεως οὗτος, ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ Υἱοῦ γέννησις. Διὸ καὶ πάντα ὅσα ἔχει ὁ Πατὴρ, αὐτοῦ εἰσι, πλὴν τῆς ἀγεννησίας· ἥτις οὐ σημαίνει οὐσίας διαφορὰν, οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως. Ὥσπερ καὶ ὁ Ἀδὰμ ἀγέννητος ὢν (πλάσμα γάρ ἐστι τοῦ Θεοῦ), καὶ ὁ Σὴθ γεννητὸς (υἱὸς γάρ ἐστι τοῦ Ἀδὰμ), καὶ ἡ Εὔα ἐκ τῆς τοῦ Ἀδὰμ πλευρᾶς ἐκπορευθεῖσα (οὐ γὰρ ἐγεννήθη αὕτη), οὐ φύσει διαφέρουσιν ἀλλήλων (ἄνθρωποι γάρ εἰσιν), ἀλλὰ τῷ τῆς ὑπάρξεως τρόπῳ.

Χρὴ γὰρ εἰδέναι ὅτι τὸ ἀγένητον δι᾽ ἑνὸς ν γραφόμενον, τὸ ἄκτιστον, ἤτοι τὸ μὴ γενόμενον σημαίνει· τὸ δὲ ἀγέννητον, διὰ τῶν δύο νν γραφόμενον, δηλοῖ τὸ μὴ γεννηθέν. Κατὰ μὲν οὗν τὸ πρῶτον σημαινόμενον, διαφέρει οὐσία οὐσίας. Ἄλλη γὰρ οὐσία ἡ ἄκτιστος ἤτοι ἀγένητος διὰ τοῦ ἑνὸς ν, καὶ ἄλλη ἡ γενητὴ, ἤτοι κτιστή. Κατὰ δὲ τὸ δεύτερον σημαινόμενον, οὐ διαφέρει οὐσία οὐσίας. Παντὸς γὰρ εἴδους ζώων ἡ πρώτη ὑπόστασις, ἀγέννητός ἐστιν, ἀλλ᾽ οὐκ ἀγένητος. Ἐκτίσθησαν μὲν γὰρ ὑπὸ τοῦ Δημιουργοῦ, τῷ Λόγῳ αὐτοῦ παραχθέντα εἰς γένεσιν, οὐ μὴν ἐγεννήθησαν, μὴ προϋπάρχοντος ἑτέρου ὁμοειδοῦς ἐξ οὗ γεννηθῶσι. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον, κοινωνοῦσιν αἱ τρεῖς τῆς ἁγίας Θεότητος ὑπέρθεοι ὑποστάσεις, (ὁμοούσιοι γὰρ καὶ ἄκτιστοι ὑπάρχουσι)· κατὰ δὲ τὸ δεύτερον σημαινόμενον, οὐδαμῶς.

Μόνος γὰρ ὁ Πατὴρ ἀγέννητος (οὐ γὰρ ἐξ ἑτέρας ἐστὶν αὐτῷ ὑποστάσεως τὸ εἶναι)· καὶ μόνος ὁ Υἱὸς γεννητὸς (ἐκ τῆς τοῦ Πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γεγέννηται)· καὶ μόνον τὸ ἅγιον Πνεῦμα ἐκπορευτὸν ἐκ τῆς οὐσίας τοῦ Πατρός· οὐ γεννώμενον, ἀλλ᾽ ἐκπορευόμενον· οὕτω μὲν τῆς θείας διδασκούσης Γραφῆς, τοῦ δὲ τρόπου τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως ἀκαταλήπτου ὑπάρχοντος. Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν Θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα· τοὐναντίον δ᾽ ἐκεῖθεν ἡμῖν μεταδέδοται, ὥς φησιν ὁ θεῖος Ἀπόστολος· «Διὰ τοῦτο κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Εἰ δὲ λέγομεν τὸν Πατέρα ἀρχὴν εἶναι τοῦ Υἱοῦ καὶ μείζονα, οὐ προτερεύειν αὐτὸν τοῦ Υἱοῦ χρόνῳ ἢ φύσει ὑποφαίνομεν· δι᾽ αὐτοῦ γὰρ τοὺς αἰῶνας ἐποίησεν· οὐδὲ καθ᾽ ἕτερόν τι, εἰ μὴ κατὰ τὸ αἴτιον, τουτέστιν, ὅτι ὁ Υἱοῦ· ἐκ τοῦ Πατρὸς ἐγεννήθη, καὶ οὐχ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ· καὶ ὅτι ὁ Πατὴρ αἴτιός ἐστι τοῦ Υἱοῦ φυσικῶς· ὥσπερ οὐκ ἐκ τοῦ φωτὸς τὸ πῦρ φαμεν προέρχεσθαι, ἀλλ᾽ ἐκ τοῦ πυρὸς τὸ φῶς. Ὅτε οὖν ἀκούσομεν ἀρχὴν καὶ μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τῷ αἰτίῳ νοήσομεν. Καὶ ὥσπερ οὐ λέγομεν ἑτέρας οὐσίας τὸ πῦρ, καὶ ἑτέρας τὸ φῶς· οὕτως οὐχ οἷόν τε φάναι ἑτέρας οὐσίας τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἐτέρας, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς.

Καὶ καθάπερ φαμὲν διὰ τοῦ ἐξ αὐτοῦ προερχομένου φωτὸς φαίνειν τὸ πῦρ, καὶ οὐ τιθέμεθα ὄργανον ὑπουργικὸν εἶναι τοῦ πυρὸς τὸ ἐξ αὐτοῦ φῶς, δύναμιν δὲ μᾶλλον φυσικήν· οὕτω λέγομεν τὸν Πατέρα, πάντα ὅσα ποιεῖ, διὰ τοῦ ὁμογενοῦς Υἱοῦ αὐτοῦ ποιεῖν· οὐχ ὡς δι᾽ ὀργάνου λειτουργικοῦ, ἀλλὰ φυσικῆς καὶ ἐνυποστάτου δυνάμεως.

Καὶ ὥσπερ λέγομεν τὸ πῦρ φωτίζειν, καὶ πάλιν φαμὲν τὸ φῶς τοῦ πυρὸς φωτίζειν· οὕτω πάντα ὅσα ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς ποιεῖ. Ἀλλὰ τὸ μὲν φῶς, οὐκ ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ κέκτηται· ὁ δὲ Υἱὸς, τελεία ὑπόστασίς ἐστι, τῆς πατρικῆς ἀχώριστος ὑποστάσεως, ὡς ἀνωτέρω παρεστήσαμεν.