ΚΕΦΑΛ. Θʹ.
Ὁμοίως πιστεύομεν καὶ εἰς ἒν Πνεῦμα ἅγιον, τὸ κύριον καὶ ζωοποιὸν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, ὡς ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ τοῦ Θεοῦ Πνεῦμα, τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὴν πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, Θεὸν σὺν Πατρὶ καὶ Υἱῷ ὑπάρχον καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργὸν, παντοκρατορικὸν, παντουργὸν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης τῆς κτίσεως, οὐ δεσποζόμενον· θεοῦν, οὐ θεούμενον· πληροῦν, οὐ πληρούμενον· μετεχόμενον, οὐ μετέχον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· παράκλητον, ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον· κατὰ πάντα ὅμοιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ δι᾽ Υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως· καὶ δι᾽ αὐτοῦ κτῖζον καὶ οὐσιοῦν τὰ σύμπαντα, καὶ ἁγιάζον καὶ συνέχον· ἐνυπόστατον, ἤτοι ἐν ἰδίᾳ ὑποστάσει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον Πατρὸς καὶ Υἱοῦ· καὶ πάντα ἔχον ὅσα ὁ Πατὴρ καὶ ὁ Υἱὸς, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ὁ μὲν γὰρ Πατὴρ ἀναίτιος καὶ ἀγέννητος· οὐ γὰρ ἔκ τινος (ἐξ ἑαυτοῦ γὰρ τὸ εἶναι ἔχει), οὐδέ τι τῶν ὅσαπερ ἔχει, ἐξ ἑτέρου ἔχει· αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πως εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς.