ΚΕΦΑΛ. ΙΔʹ.
Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι᾽ οὗ πᾶσαν τὴν κτίσιν, ὡς δι᾽ οἰκείας σοφίας τε καὶ δυνάμεως, ἐδημιούργησεν ὁ Πατὴρ (αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς σοφία καὶ δύναμις)· οὗτος δι᾽ ἡμᾶς, εὐδοκίᾳ τοῦ γεγεννηκότος αὐτὸν, ἐνηνθρώπισεν, ἐν τῷ Πατρὶ ὢν, καὶ μεθ᾽ ἡμῶν γεγονὼς (ἀπερίγραπτος γάρ)· καὶ σάρκα, ψυχὴν, νοῦν, λόγον, θέλησιν, ἐνέργειαν, πάντα τὰ κατὰ φύσιν ἀνθρώπῳ προσόντα, προσείληφε· μηδ᾽ αὐτῶν τῶν μετὰ τὴν πρώτην ἁμαρτίαν ἐπεισαχθέντων ἡμῖν παθῶν, ὧν οὐ καθικνεῖται μῶμος, μείνας ἀπείρατος· ἀλλὰ καὶ ταῦτα διὰ πολλὴν συγκατάβασιν προσηκάμενος· ἵνα μετασκευάσῃ πρὸς τὸ κρεῖττον πᾶσαν τὴν ἀνθρωπότητα· καὶ ἁπλῶς εἰπεῖν, τέλειος γέγονεν ἄνθρωπος, οὐ κατὰ φαντασίαν ἢ δόκησιν, ἀλλ᾽ ὄντως καὶ ἐναργῶς ὑπάρξας ἄνθρωπος, καθ᾽ ἡμᾶς ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς. Καθ᾽ ἡμᾶς, ὅτι συλληφθεὶς ἐν μήτρᾳ γυναικὸς, ζωοπλασθεὶς ἐν αὐτῇ, κυοφορηθεὶς ἐφ᾽ ὅσον καὶ καθὼς ὁ τῆς φύσεως ἐδίδου νόμος, ἐτέχθη βρεφοπρεπῶς. Ὑπὲρ ἡμᾶς, ὅτι ἡ σύλληψις ἐξ ἁγίου Πνεύματος ἄτερ συνδυασμοῦ, σαρκικῆς ἐκτὸς ἡδονῆς, χωρίς τινος ἐμπαθοῦς ἐννοήματος· ἡ τοῦ σώματος σύμπηξις ἐκ πανάγνων αἱμάτων παρθενικῶν, ὁ τόκος ἄνευ ὠδίνων τὴν τῆς γειναμένης παρθενίαν οὐκ ἐλυμήνατο.