Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας τριάδος (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Χριστολογικές εκφράσεις, αντίδοση ιδιωμάτων και θεία οικονομία

Κατηγοριοποίηση των αγιογραφικών εκφράσεων για τον Χριστό προ και μετά την ενανθρώπηση και την ανάσταση, η αντίδοση των ιδιωμάτων και τα σωτηριολογικά αποτελέσματα της θείας οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 6

ΚΕΦΑΛ. ΚΒʹ. Οὔτω τοι καὶ τὸ Θεὸς ὄνομα καὶ τὸ ἄνθρωπος, ποτὲ μὲν φύσιν σημαίνει, ποτὲ δ᾽ ὑπόστασιν. Ἡ δὲ θεότης ὡσαύτως καὶ ἡ ἀνθρωπότης, φύσιν ἀεὶ μόνην, ἀλλ᾽ οὔποτε καὶ ὑπόστασιν. Τὸ δὲ Χριστὸς ὑπόστασιν δηλοῖ σύνθετον, ἐκ θεότητός τε καὶ ἀνθρωπότητος.

Καὶ τὸ χρίσαν μὲν ἡ θεότης, ἡ ἀνθρωπότης δὲ, τὸ χρισθέν. Χρίσιν δὲ νοητέον, τὴν ὅλου τοῦ χρίσματος εἰς ὅλον τὸ χρισθὲν περιχώρησιν. Οὔτω γὰρ ἂν εἴη τὸ τὴν χρίσιν δεδεγμένον ταῖς ἀληθείαις ὅλον χριστόν.

Τὸ γὰρ ἐπιπολαίως χρισθὲν, ἐκ μέρους χριστὸν, ἀλλ᾽ οὐχ ὁλικῶς· ὅθεν οὐδὲ κυρίως χριστόν. Διὸ βασιλεῖς τε καὶ ἀρχιερεῖς τῷ ἐλαίῳ χριόμενοι, καὶ τὴν ἐπιπόλαιον δεχόμενοι χρίσιν, οὐ κυρίως χριστοί. Εἰ δὲ ἡ χάρις εἰς βάθος διὰ τοῦ χρίσματος, οὐδὲ πάλιν κυρίως χριστοί. Χάριτι γὰρ καὶ ἐπίκηροι. Μόνος τοίνυν ὁ Κύριος κυρίως χριστὸς, ὡς ὅλος διόλου καὶ οὐ χάριτι· τῇ δὲ καθ᾽ ὑπόστασιν ἑνώσει καὶ ἀϊδίως χριστός.

ΚΕΦΑΛ. ΚΓʹ. Εἰδέναι μέντοι χρὴ ὅτι τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες. Τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ· τὰ δὲ, ἐν τῇ ἑνώσει· τὰ δὲ, μετὰ τὴν ἕνωσιν· τὰ δὲ, μετὰ τὴν ἀνάστασιν. Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς φύσεως, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον δηλοῖ, ὡς τὸ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» καὶ τὸ, «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων·» καὶ τὰ τοιαῦτα. Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως, ὡς τὸ, «Υἱὸς τοῦ Θεοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·» καὶ τὸ, «Μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος·» καὶ τὰ ὅμοια. Τὰ δὲ, τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων περιχώρησιν, ὡς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν, ὡς, Λόγος, σοφία, καὶ δύναμις, καὶ ἀπαύγασμα. Ὅ τε γὰρ Λόγος ἐν τῷ νῷ (Λόγον δέ φημι τὸν οὐσιώδη), καὶ ἡ σοφία ὁμοίως· καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται ἐξ αὐτοῦ πηγαζόμενον. Τὰ δὲ, ὡς ἐξ αἰτίου τοῦ Πατρὸς, ὡς, «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα ὅσα ἔχει· τὸ μὲν εἶναι γεννητῶς, καὶ οὐ δημιουργικῶς, ὡς τὸ, «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον·» καὶ, «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα.»

Πάντα δὲ ὅσα ἔχει οὐ μεταδοτικῶς, οὔτε διδακτικῶς, ἀλλ᾽ ὡς ἐξ αἰτίου, ὡς τὸ, «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν, ἐὰν μήτι βλέπῃ τὸν Πατέρα ποιοῦντα.» Εἰ μὴ γὰρ ὁ Πατήρ ἐστι, οὐδὲ ὁ Υἱός. Ἐκ τοῦ Πατρὸς γὰρ ὁ Υἱὸς, καὶ ἐν τῷ Πατρὶ, καὶ ἅμα τῷ Πατρὶ, καὶ οὐ μετὰ τὸν Πατέρα. Ὁμοίως καὶ ἃ ποιεῖ, ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ. Μία γὰρ καὶ ἡ αὐτὴ, οὐχ ὁμοία, ἀλλ᾽ ἡ αὐτὴ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος θέλησις, ἐνέργειά τε καὶ δύναμις. Τὰ δὲ, ὡς τῆς πατρικῆς εὐδοκίας διὰ τῆς αὐτοῦ ἐνεργείας πληρουμένης, οὐχ ὡς δι᾽ ὀργάνου, ἢ δούλου, ἀλλ᾽ ὡς δι᾽ οὐσιώδους καὶ ἐνυποστάτου αὐτοῦ Λόγου καὶ σοφίας καὶ δυνάμεως· διὰ τὸ μίαν ἐν Πατρὶ καὶ Υἱῷ θεωρεῖσθαι κίνησιν· ὡς τὸ, «Πάντα δι᾽ αὐτοῦ ἐγένετο·» καὶ τὸ, «Ἀπέστειλε τὸν Λόγον αὑτοῦ καὶ ἰάσατο αὐτούς·» καὶ τὸ, «Ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας.» Τὰ δὲ προφητικῶς· καὶ τούτων τὰ μὲν, ὡς μέλλοντα· οἷον, «Ἐμφανῶς ἤξει·» καὶ τὸ τοῦ Ζαχαρίου, «Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι·» καὶ τὸ ὑπὸ Μιχαίου εἰρημένον, «Ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου, καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.»

Τὰ δὲ μέλλοντα, ὡς παρῳχηκότα· «Οὗτος ὁ Θεὸς ἡμῶν, μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη·» καὶ τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ εἰς ἔργα αὐτοῦ·» καὶ, «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·» καὶ τὰ τοιαῦτα. Τὰ μὲν οὖν πρὸ τῆς ἑνώσεως, καὶ μετὰ τὴν ἕνωσιν ἐπ᾽ αὐτοῦ λεχθήσεται· τὰ δὲ μετὰ τὴν ἕνωσιν, πρὸ τῆς ἑνώσεως οὐδαμῶς, εἰ μήτοιγε προφητικῶς, ὡς ἔφημεν.

ΚΕΦΑΛ. ΚΔʹ. Τῶν δὲ ἐν τῇ ἑνώσει, τρόποι εἰσὶ τρεῖς. Ὅτε μὲν γὰρ ἐκ τοῦ κρείττονος τὸν λόγον ποιούμεθα, θέωσιν τῆς σαρκὸς, καὶ λόγωσιν καὶ ὑπερύψωσιν λέγομεν, καὶ τὰ τοιαῦτα· τὸν προσγενόμενον τῇ σαρκὶ πλοῦτον ἐκ τῆς πρὸς τὸν ὕψιστον Θεὸν Λόγον ἑνώσεώς τε καὶ συμφυΐας ἐμφαίνοντες. Ὅτε δὲ ἀπὸ τοῦ ἐλάττονος, σάρκωσιν τοῦ Λόγου, ἐνανθρώπησιν, κένωσιν, πτωχείαν, ταπείνωσίν φαμεν. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐκ τῆς πρὸς τὸ ἀνθρώπινον κράσεως ἐπιλέγεται τῷ Λόγῳ τε καὶ Θεῷ. Ὅταν δὲ ἐξ ἀμφοῖν ἅμα, ἕνωσιν, κοινωνίαν, χρίσιν, συμφυΐαν, συμμόρφωσιν, καὶ τὰ τοιαῦτα φάσκομεν. Διὰ τοῦτον οὖν τὸν τρίτον τρόπον οἱ προλελεγμένοι δύο τρόποι λέγονται. Διὰ γὰρ τῆς ἑνώσεως δηλοῦται τί ἔσχεν ἑκάτερον ἐκ τῆς τοῦ συνυφεστῶτος αὐτῷ ἁρμογῆς καὶ περιχωρήσεως.

Διὰ γὰρ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, ἡ σὰρξ τεθεῶσθαι λέγεται, καὶ Θεὸς γενέσθαι, καὶ ὁμόθεος τῷ Λόγῳ, καὶ ὁ Θεὸς Λόγος σαρκωθῆναι, καὶ ἄνθρωπος γενέσθαι, καὶ κτίσμα λέγεσθαι, καὶ ἔσχατος καλεῖσθαι, οὐχ ὡς τῶν δύο φύσεων μεταβληθεισῶν εἰς μίαν φύσιν σύνθετον· ἀδύνατον γὰρ ἐν μιᾷ φύσει ἅμα τὰ ἐναντία φυσικὰ γενέσθαι· ἀλλ᾽ ὡς τῶν δύο φύσεων καθ᾽ ὑπόστασιν ἑνωθεισῶν, καὶ τὴν εἰς ἀλλήλας περιχώρησιν ἀσύγχυτον καὶ ἀμετάβλητον ἐχουσῶν. Ἡ δὲ περιχώρησις οὐκ ἐκ τῆς σαρκὸς, ἀλλ᾽ ἐκ τῆς θεότητος γέγονεν. Ἀδύνατον γὰρ τὴν σάρκα περιχωρῆσαι διὰ τῆς θεότητος· ἀλλ᾽ ἡ θεία φύσις ἅπαξ περιχωρήσασα διὰ τῆς σαρκὸς ἔδωκε καὶ τῇ σαρκὶ τὴν πρὸς αὐτὴν ἄῤῥητον περιχώρησιν, ἣν δὴ ἕνωσιν λέγομεν.

Ἰστέον δὲ ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου τρόπου τοῦ ἐν τῇ ἑνώσει, τὸ ἀνάπαλιν θεωρεῖται. Ὅτε γὰρ περὶ τῆς σαρκὸς τὸν λόγον ποιούμεθα, θέωσιν καὶ λόγωσιν, καὶ ὑπερύψωσιν καὶ χρίσιν φαμέν. Ἀπὸ μὲν γὰρ τῆς θεότητος ταῦτα, περὶ δὲ τὴν σάρκα θεωρεῖται. Ὅτε δὲ περὶ τοῦ Λόγου, κένωσιν, σάρκωσιν, ἐνανθρώπησιν, ταπείνωσιν, καὶ τὰ τοιαῦτα, ἅτινά ἐστιν, ὡς ἔφημεν, ἐκ τῆς σαρκὸς, ἐπιλέγεται δὲ τῷ Λόγῳ καὶ Θεῷ. Αὐτὸς γὰρ ταῦτα ὑπέμεινεν ἐκών.

ΚΕΦΑΛ. ΚΕʹ. Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς. Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς, ὡς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ πάντα ὅσα πρὸ τῆς ἐνανθρωπήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτῷ ἐπιλεχθήσεται, πλὴν τοῦ μὴ εἰληφέναι σάρκα, καὶ τὰ ταύτης φυσικά. Δεύτερος ὁ τῆς ἀνθρωπίνης, ὡς τὸ, «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς ἀλήθειαν ὑμῖν λελάληκα;» καὶ τὸ, «Οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου·» καὶ τὰ τοιαῦτα.

Τρίτος τρόπος, ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτικὸς, καὶ τοῦ συναμφοτέρου παραστατικὸς, οἷον τὸ, «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα,» καὶ, «Ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι᾽ ἐμέ·» καὶ τὸ, «Ὑπάγω πρὸς τὸν Πατέρα, καὶ οὐκ ἔτι θεωρεῖτέ με·» καὶ τὸ, «Οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν·» καὶ τὸ, «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ·» καὶ τὰ τοιαῦτα. Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ Χριστοῦ λεγομένων, εἴτε ἐν ῥήμασιν, εἴτε ἐν πράγμασι, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακται καὶ λέγεται· οἷον, ὁ ἐκ Παρθένου τόκος, ἡ καθ᾽ ἡλικίαν αὔξησίς τε καὶ προκοπὴ, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος, καὶ τὰ τοιαῦτα, καὶ ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν.

Ἐν τούτοις γὰρ ἅπασιν μίξις μὲν ἔστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος εἶναι πιστεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι᾽ αὐτῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν. Τὰ δὲ κατὰ προσποίησιν· οἷον τὸ ἐρωτᾷν, «Ποῦ τεθείκατε Λάζαρον;» ὁ ὑπὸ τὴν συκῆν δρόμος τὸ ὑποδύεσθαι, ἤγουν ὑπαναχωρεῖν· ἡ προσευχή· τὸ, προσεποιήσατο ποῤῥωτέρω πορεύεσθαι. Τούτων γὰρ καὶ τῶν παραπλησίων, οὔτε ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἔχρῃζε.

Πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει· οἷον τὴν προσευχὴν, διὰ τὸ δεῖξαι ὡς οὐκ ἔστιν ἀντίθεος, καὶ ὡς αἰτίαν ἑαυτοῦ τιμῶν τὸν Πατέρα· τὸ ἐρωτᾷν, οὐκ ἀγνοῶν, ἀλλ᾽ ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος, μετὰ τοῦ εἶναι Θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι, μηδ᾽ ἑαυτοὺς προδιδόναι. Τὰ δὲ κατ᾽ οἰκείωσιν καὶ ἀναφοράν· ὡς τὸ, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ τὸ, «Μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε·» καὶ τὸ, «Γενόμενος ὑπὲρ ἡμῶν κατάρα·» καὶ τὸ, «Αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Οὔτε γὰρ ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ Πατρὸς, οὔτε ἁμαρτία, οὔτε κατάρα γέγονεν, οὔτε ὑποταγῆναι χρῄζει τῷ Πατρί. Καθὸ μὲν γὰρ Θεὸς, ἴσος ἐστὶ τῷ Πατρὶ, καὶ οὐδὲ ἐναντίος, οὐδὲ ὑποτεταγμένος· καθὸ δὲ ἄνθρωπος, οὐδέ ποτε ἀνήκοος γέγονε τοῦ γεννήτορος ἵνα ὑποταγῆς δεηθῇ.

Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον, καὶ μεθ᾽ ἡμῶν τάσσων ἑαυτὸν, ταῦτα ἔλεγεν. Ἡμεῖς γὰρ ἦμεν οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι, ὡς ἀπειθεῖς καὶ παρήκοοι, καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι. Τὰ δὲ, διὰ τὴν κατ᾽ ἐπίνοιαν διαίρεσιν. Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα, ἤτοι τὴν σάρκα ἐκ τοῦ Λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν. Καὶ γὰρ τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν· καὶ εἰ μὴ ἥνωτο τῷ Θεῷ Λόγῳ ἡ σὰρξ, δούλη ἦν καὶ ἀγνοοῦσα. Ἀλλὰ διὰ τὴν πρὸς τὸν Θεὸν Λόγον καθ᾽ ὑπόστασιν ἕνωσιν, οὔτε δούλη ἦν, οὔτε ἠγνόει. Οὕτω καὶ Θεὸν αὑτοῦ τὸν Πατέρα ἐκάλεσε. Τὰ δὲ, διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν τε καὶ πίστωσιν, ὡς τὸ, «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Αὐτὸς γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν· ἀλλ᾽ ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ.

Καὶ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης καὶ ἐξ ἀναστάσεως νεκρῶν.» Διὰ γὰρ τῶν θαυμάτων καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἐπιφοιτήσεως τοῦ ἀγίου Πνεύματος, ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ. Καὶ τὸ, «Προέκοπτε σοφίᾳ καὶ χάριτι.» Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαϊκοῦ προσώπου οἰκείωσιν, μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτὸν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· «Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.»

ΚΕΦΑΛ. Κϛʹ. Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μὲν εἰσὶ θεοπρεπῆ, ὡς τὸ, «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» ὡς Θεοῦ δηλονότι καὶ τοῦ ἁγίου Πνεύματος· καὶ τὸ, «Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος·» καὶ τὰ τοιαῦτα.

Ὡς γὰρ Θεὸς, ἔστι μεθ᾽ ἡμῶν. Τὰ δὲ ἀνθρωποπρεπῆ, ὡς τὸ, «Ἐκράτησαν αὐτοῦ τοὺς πόδας·» καὶ τὸ, «Κἀκεῖ με ὄψονται·» καὶ τὰ τοιαῦτα. Τῶν μετὰ τὴν ἀνάστασιν ἀνθρωποπρεπῶν τρόποι εἰσὶ διάφοροι. Τὰ μὲν γὰρ ἀληθῶς, ἀλλ᾽ οὐ κατὰ φύσιν, ἀλλὰ κατ᾽ οἰκονομίαν, πρὸς τὸ πιστώσασθαι ὅτι αὐτὸ τὸ παθὸν σῶμα ἀνέστη, ὡς οἱ μώλωπες, ἡ βρῶσις καὶ ἡ πόσις ἡ μετὰ τὴν ἀνάστασιν. Τὰ δὲ, ἀληθῶς κατὰ φύσιν, ὡς τὸ μεταβαίνειν τόπους ἐκ τόπων ἀμόχθως, καὶ τὸ διὰ τῶν θυρῶν κεκλεισμένων εἰσελθεῖν.

Τὰ δὲ, κατὰ προσποίησιν, ὡς τὸ, «Προσεποιήσατο ποῤῥωτέρω πορεύεσθαι.» Τὰ δὲ, τοῦ συναμφοτέρου, ὡς τὸ, «Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν·» καὶ τὸ, «Εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης·» καὶ τὸ, «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς.» Τὰ δὲ ὡς μεθ᾽ ἡμῶν ἑαυτὸν τάττοντος τῷ τρόπῳ τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως, ὡς τὸ, «Θεόν μου καὶ Θεὸν ὑμῶν.» Δεῖ οὖν τὰ μὲν ὑψηλὰ προσνέμειν τῇ θείᾳ καὶ κρείττονι φύσει παθῶν καὶ σώματος· τὰ δὲ ταπεινὰ, τῇ ἀνθρωπίνῃ· τὰ δὲ κοινὰ, τῷ συνθέτῳ, ἤγουν τῷ ἑνὶ Χριστῷ, ὅς ἐστι Θεὸς καὶ ἄνθρωπος.

ΚΕΦΑΛ. ΚΖʹ. Ἰστέον τοίνυν ὅτι τὸ μὲν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὄνομα τῶν οὐσιῶν ἤτοι φύσεών ἐστι παραστατικόν· τὸ δὲ Θεὸς καὶ ἄνθρωπος καὶ ἐπὶ τῆς φύσεως τάττεται· ὁπόταν λέγωμεν, Θεός ἐστιν ἀκατάληπτος οὐσία, καὶ ὅτι εἷς ἐστι Θεός. Λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ὑποστάσεων, ὡς τοῦ μερικωτέρου δεχομένου τὸ τοῦ καθολικωτέρου ὄνομα. Ὡς ὅταν φησὶν ἡ Γραφή· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου.» Ἰδοὺ γὰρ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐδήλωσε. Καὶ ὡς ὅταν λέγῃ. «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι.» Τὸν γὰρ Ἰὼβ μόνον ἐδήλωσεν. Ἐπὶ οὖν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο μὲν τὰς φύσεις γινώσκομεν, μίαν δὲ τὴν ὑπόστασιν ἐξ ἀμφοτέρων σύνθετον· ὅταν μὲν τὰς φύσεις ἀναθεωροῦμεν, θεότητα καὶ ἀνθρωπότητα καλοῦμεν· ὅτε δὲ τὴν ἐκ τῶν φύσεων συντεθεῖσαν ὑπόστασιν, ποτὲ μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν, καὶ Θεὸν καὶ ἄνθρωπον κατὰ ταυτὸν καὶ Θεὸν σεσαρκωμένον. Ποτὲ δὲ ἐξ ἑνὸς τῶν μερῶν, Θεὸν μόνον καὶ Υἱὸν Θεοῦ, καὶ ἄνθρωπον μόνον καὶ υἱὸν ἀνθρώπου. Καὶ ποτὲ μὲν ἐκ τῶν ὑψηλῶν μόνον, ποτὲ δὲ ἐκ τῶν ταπεινῶν μόνον.

Εἷς γάρ ἐστιν ὁ κἀκεῖνο καὶ τοῦτο ὁμοίως ὑπάρχων· τὸ μὲν ὢν ἀεί· τὸ δὲ γενόμενος ὕστερον διὰ φιλανθρωπίαν. Θεότητα μὲν οὖν λέγοντες, οὐ κατονομάζομεν αὐτῆς τὰ τῆς ἀνθρωπότητος ἰδιώματα. Οὐ γάρ φαμεν θεότητα παθητὴν ἢ κτιστήν· οὔτε δὲ τῆς σαρκὸς ἤτοι τῆς ἀνθρωπότητος κατηγοροῦμεν τὰ τῆς θεότητος ἰδιώματα. Οὐ γάρ φαμεν σάρκα ἤτοι ἀνθρωπότητα ἄκτιστον. Ἐπὶ δὲ τῆς ὑποστάσεως, κἂν ἐκ τοῦ συναμφοτέρου, κἂν ἐξ ἑνὸς τῶν μερῶν ταύτην ὀνομάσωμεν, ἀμφοτέρων τῶν φύσεων τὰ ἰδιώματα αὐτῇ ἐπιτίθεμεν. Καὶ γὰρ ὁ Χριστὸς, ὅπερ ἐστὶ τὸ συναμφότερον, καὶ Θεὸς καὶ ἄνθρωπος λέγεται, κτιστὸς καὶ ἄκτιστος, καὶ παθητὸς καὶ ἀπαθής. Καὶ ὅταν ἐξ ἑνὸς τῶν μερῶν καὶ Υἱὸς Θεοῦ καὶ Θεὸς ὀνομάζηται, δέχεται τὰ τῆς συνυφεστηκυίας φύσεως ἰδιώματα, ἤτοι τῆς σαρκὸς Θεὸς παθητὸς ὀνομαζόμενος, καὶ Κύριος τῆς δόξης ἐσταυρωμένος· οὐ καθὸ Θεὸς, ἀλλὰ καθὸ καὶ ἄνθρωπος ὁ αὐτός. Καὶ ὅταν ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου ὀνομάζηται, δέχεται τὰ τῆς θείας οὐσίας ἰδιώματα καὶ αὐχήματα παιδίον προαιώνιον καὶ ἄνθρωπος ἄναρχος, οὐ καθὸ παιδίον καὶ ἄνθρωπος, ἀλλὰ καθὸ Θεὸς ὢν προαιώνιος, γέγονεν ἐπ᾽ ἐσχάτων παιδίον. Καὶ οὗτός ἐστιν ὁ τρόπος τῆς ἀντιδόσεως, ἑκατέρας φύσεως ἀντιδούσης τῇ ἑτέρᾳ τὰ ἴδια, διὰ τὴν τῆς ὑποστάσεως ταυτότητα, καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν.

Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη·» καὶ, Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ ἀπαθὴς καὶ ἀπερίγραπτος.

ΚΕΦΑΛ. ΚΗʹ. Ἐνηνθρώπησε τοίνυν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἵνα δι᾽ αὑτοῦ καὶ ἐν αὑτῷ ἀνακαινίσῃ μὲν τὸ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν· διδάξῃ δὲ καὶ ἡμᾶς τὴν ἐνάρετον πολιτείαν, ταύτην δι᾽ ἑαυτοῦ ποιήσας ἡμῖν εὐεπίβατον· καὶ τῇ τῆς ζωῆς κοινωνίᾳ ἐλευθερώσῃ τῆς φθορᾶς τὴν καταφθαρεῖσαν ἀνθρώπων φύσιν, ἀπαρχὴ γενόμενος τῆς ἡμῶν ἀναστάσεως, καὶ τῆς τυραννίδος τοῦ διαβόλου λυτρώσηται, πρὸς θεογνωσίαν ἡμᾶς καλέσας. Πέπαυται γοῦν ἡ τῶν δαιμόνων θρησκεία, ἡ κτίσις τῷ θείῳ ἡγίασται αἵματι, βωμοὶ καὶ ναοὶ εἰδώλων καθῄρηνται, θεογνωσία πεφύτευται, Τριὰς ἡ ὁμοούσιος, ὁ εἷς Θεὸς ἀληθινὸς πιστεύεται καὶ λατρεύεται, ἀρεταὶ πολιτεύονται, ἀναστάσεως βεβαία ἐλπὶς διὰ τῆς Χριστοῦ δέδοται ἀναστάσεως, φρίττουσι τοὺς πάλαι ὑποχειρίους ἀνθρώπους οἱ δαίμονες· καὶ τό γε θαυμαστὸν, ὅτι ταῦτα πάντα διὰ σταυροῦ, καὶ παθῶν, καὶ θανάτου κατώρθωται· εἰς πᾶσαν τὴν γῆν τὸ Εὐαγγέλιον τῆς θεογνωσίας κεκήρυκται, οὐ πολέμῳ καὶ ὅπλοις καὶ στρατοπέδοις τοὺς ἐναντίους τροπούμενον, ἀλλ᾽ ὀλίγοι γυμνοὶ, πτωχοὶ καὶ ἀγράμματοι διωκόμενοι, αἰκιζόμενοι, θανατούμενοι, σταυρωθέντα σαρκὶ καὶ θανόντα κηρύττοντες, τῶν πολλῶν καὶ δυνατῶν καὶ πλουσίων καὶ σοφῶν κατεκράτησαν· ἐνίσχυε γὰρ αὐτοὺς τοῦ σταυρωθέντος ἡ παντοδύναμος δύναμις. Ὁ πάλαι φοβερώτατος θάνατος ἥττηται, καὶ τῆς ἡδίστης ζωῆς νῦν προκρίνεται.

Ταῦτα τῆς Χριστοῦ παρουσίας τὰ κατορθώματα, ταῦτα τῆς αὐτοῦ δυνάμεως τὰ γνωρίσματα. Οὐ γὰρ ὡς διὰ Μωσέως ἕνα λαὸν ἐξ Αἰγύπτου καὶ τῆς δουλείας Φαραὼ θάλασσαν διαστήσας διέσωσε· πᾶσαν δὲ μᾶλλον τὴν ἀνθρωπότητα ἐκ φθορᾶς θανάτου καὶ τοῦ πικροῦ τυράννου τῆς ἁμαρτίας ἐῤῥύσατο· οὐ βίᾳ ἄγων πρὸς ἀρετὴν καὶ εὐσέβειαν, οὐχὶ γῇ καταχωννὺς, οὐ πυρὶ καταφλέγων, καὶ λιθοβολεῖσθαι προστάσσων τοὺς ἁμαρτάνοντας· ἀλλὰ πραότητι καὶ μακροθυμίᾳ αἱρεῖσθαι ταῦτα πείθων τοὺς ἀνθρώπους. Ἀλλ᾽, ὦ Θεοῦ Λόγε, καὶ σοφία, καὶ δύναμις, τί σοι ἀντὶ τούτων ἁπάντων οἱ ἄποροι καὶ ἀσθενεῖς ἡμεῖς ἀντιδοίημεν; Σὰ γὰρ ἅπαντα καὶ αἰτεῖς παρ᾽ ἡμῶν οὐδὲν, ἢ τὸ σώζεσθαι. Αὐτὸς γὰρ καὶ τοῦτο διδοὺς, καὶ λαμβάνουσι χάριν εἰδὼς δι᾽ ἄφατον ἀγαθότητα. Σοὶ χάρις, τῷ τὸ εἶναι δεδωκότι, καὶ τὸ εὖ εἶναι χαρισαμένῳ· κἀκ τούτου παραπεσόντας αὖθις ἐπαναγαγόντι πρὸς τοῦτο διὰ τῆς ἀῤῥήτου σου συγκαταβάσεως. Σοὶ τοίνυν πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.