Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Δωδέκατος: Η καθαρότητα των ιερέων

Τα σωματικά ελαττώματα των ιερέων ως σύμβολα ψυχικών παθών. Ο μολυσμός, οι διατάξεις περί λέπρας και οι κανόνες βρώσεως των ιερών προσφορών ως προϋποθέσεις ιερατικής και πνευματικής καθαρότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 13 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΔΩΔΕΚΑΤΟΣ. Περὶ ἱερωσύνης. Στολῆς μὲν οὖν πέρι τῆς ἱερᾶς, καὶ μέντοι καὶ θυσιῶν, ἃς δὴ καὶ ἀποπεραίνεσθαι δεῖν ἐπὶ ταῖς τῶν ἱερέων τελειώσεσιν ἐθεσμοθέτει Θεὸς, εἴρηται σαφῶς.

Μυρίων δὲ ὅσων ἐπ᾽ αὐτοῖς κεχρησμῳδημένων, λειτουργίας τε πέρι καὶ καθαρισμῶν, καὶ ἀκριβοῦς ἐμμελείας τῆς ἔν γε τῷ χρῆναι βιοῦν ἐννομώτατά τε καὶ ἀπεξεσμένως εἰς νοητὴν ἀστειότητα, οἶμαι δεῖν ἔγωγε καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν. ΠΑΛΛ. Τὸ ποῖόν τι φής· ΚΥΡ. Ἀνάθημα γὰρ τῷ Θεῷ καὶ ἀπόλεκτον ἐκ πασῶν τῶν φυλῶν, ἡ ἐξ αἵματος ἦν τοῦ Λευὶ, καὶ νόμος ἐδίδου τῷ γένει τὸ ἱερᾶσθαι δεῖν, ἔκκριτον αὐτῷ τὸ ἐπὶ τῷδε γέρας ἀπονέμοντος Θεοῦ· πλὴν οὐκ ἀβασάνιστον ὁλοτρόπως τὴν ἱερουργὸν ἠφίει πληθὺν, οὐδὲ ἀνῆκεν ἁπλῶς τοῖς τυχοῦσι τὸ χρῆμα, διά γε τὸ ἐξ αἵματος εἶναι Λευΐ· πολυπραγμονεῖν δὲ δεῖν ἐκέλευε καὶ σφόδρα λεπτῶς, μὴ ἄρα τι τῶν κατεψεγμένων ἀῤῥωστῆσαι συμβὰν, ἀνεθέλητον εἴη Θεῷ, καὶ μεμωμημένην ποιοῖτο τὴν πρόσοδον, μόνον δὲ οὐχὶ καὶ ἀνίπτοις εἰσθέων ποσὶν εἰς τὴν τοῦ μαρτυρίου σκηνὴν προσκρούοι καὶ οὐχ ἑκών. Γέγραπται δὲ οὕτω πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Εἶπον Ἀαρών· Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ.

Πᾶς ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται, ἄνθρωπος τυφλὸς, ἢ χωλὸς, ἢ κολοβόρινος, ἢ ὠτότμητος, ἢ ἄνθρωπος ᾧ ἐστιν ἐν αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδὸς, ἢ κυρτὸς, ἢ ἔφηλος, ἢ πτιλὸς τοὺς ὀφθαλμοὺς, ἢ ἄνθρωπος ᾧ ἐὰν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λιχὴν, ἢ μονόρχης· πᾶς ὅστις ἐστὶν ἐν αὐτῷ μῶμος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Κυρίῳ, ὅτι μῶμος ἐν αὐτῷ. Τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, οὐ προσελεύσεται προσενεγκεῖν· τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, τὰ Ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» ΠΑΛΛ. Ἆρ᾽ οὖν, εἰπέ μοι, πρὸς ἐγκλήματός ἐστί τισιν ἀῤῥωστία σωματική; Γράφεται δὲ τὴν φύσιν ὁ Δημιουργὸς, καὶ ἀνεθελήτως παρεφθαρμένην; ΚΥΡ. Εὖγε, ὦ Παλλάδιε· φρονεῖς γὰρ ὀρθῶς. Αἰτία μὲν γὰρ καὶ γραφὴ γένοιτ᾽ ἂν ἔσθ᾽ ὅτε τισὶν, ἐθελούσιον ἔχουσι τῆς σφῶν αὐτῶν διανοίας τὴν εἰς τὰ φαῦλα παρατροπὴν, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπόνευσιν ἐκτετιμηκόσιν· ἀῤῥωστήμασι δὲ τοῖς περὶ τὴν σάρκα, φυσικῶς τε καὶ ἀνεθελήτως συμβαίνουσι, τὸ ἐπιτιμᾷν, οἶμαί που σκληρὸν καὶ ἀσυμπαθὲς, καὶ τῶν εἰς σκαιότητα κατηγορημάτων οὐκ ἀμοιροῦν.

Πάρεστι δὴ οὖν ἐντεῦθεν ἐκεῖνο περινοεῖν, ὡς οὐκ ἂν ὁ τῶν ὅλων δημιουργὸς ἐπ᾽ ἀνεθελήτοις αἰτίαις τὴν ἀνθρώπου φύσιν ἐγράψατο, οὐδ᾽ ἂν ὡς ἀνίερον τὸν ἠῤῥωστηκότα σωματικῶς τῆς αὐτῷ συντεταγμένης ἐξέπεμψε λειτουργίας· ἀλλ᾽ ὡς ἐκ τύπου πάλιν τῶν σωματικῶν, εἰς ἀστειοτέρας ἡμᾶς καταλεπτύνει βουλὰς, καὶ τῶν ἐν ψυχῇ παθῶν τὸ πολυειδὲς ὑποφαίνει, θεομισὲς δὲ ὅτι τὸ χρῆμα δίδωσι νοεῖν. Ἢ γὰρ οὐχὶ καὶ ὁ θεσπέσιος Παῦλος, ἕπεσθαι δεῖν ἔφη τοῖς ἀπολέκτοις εἰς ἱερωσύνην, τὴν ἐφ᾽ ἅπασι τοῖς τεθαυμασμένοις εὐκλεᾶ ψῆφον; «Ἵνα» γὰρ, φησὶν, «ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.» Δεῖν γε μὴν καὶ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι διισχυρίσατο, καὶ μάλα σαφῶς· καὶ πολλὴν ἐν τούτοις ἐποιεῖτο τὴν ἀκρίβειαν. ΠΑΛΛ. Φημί. Τίς δ᾽ ἂν εἴη λοιπὸν καὶ ὁ ἐφ᾽ ἑκάστῳ λόγος τῶν ἀρτίως ἡμῖν ἀπηριθμημένων ἀῤῥωστημάτων, ἐθέλοιμ᾽ ἂν, ὡς εὖ ἴσθι τοι, μαθεῖν. ΚΥΡ. Φέρε δὴ οὖν ἀνὰ μέρος, ὡς ἐν εἴδει ἀναλαμβάνοντες, τὰ εἰς νοῦν ἰόντα λέγωμεν· «Ἄνθρωπος,» φησὶν, «εἰς τὰς γενεὰς ὑμῶν, ἐκ τοῦ γένους σου, ᾧ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ.» Ἀσφαλὴς ὁ λόγος, πικρὸν τὸ χρησμῴδημα. Τέθειται γὰρ ὁ νόμος, οὐχὶ κατὰ μόνων τῶν τηνικάδε γεγονότων ἐξ Ἀαρὼν, ἀλλ᾽ εἰς ἅπαν διήκει τὸ γένος, καὶ κατὰ παντὸς αἵματος ἱερατικοῦ, καὶ εἰς πάντα διέρπει χρόνον.

Δηλοῖ γὰρ, οἶμαι, τουτὶ, τὸ, «Ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν.» Ἀπαράδεκτον γὰρ ἀείπως Θεῷ, τὸ μὴ ἀμωμήτως ἔχον. Καιρὸν δὲ εἰπεῖν οὐκ ἂν δύναιτό τις, καθ᾽ ὃν αὐτῷ προσφιλὲς ἂν γένοιτο τὸ κατεγνωσμένον, ὡς ἐπ᾽ ἀῤῥωστίαις δὲ δὴ μᾶλλον ὅτι ταῖς πνευματικαῖς· ἐκτετίμηται δὲ μᾶλλον τὸ ἀμωμήτως ἔχον, καὶ νοσοῦν οὐδαμόθεν τὴν παραφθορὰν, ἄρτιον δὲ ὥσπερ εἰς ἀρετὴν, καὶ εὐσθενὲς εἰς ἁγιασμὸν, τὸ εὐδοκιμεῖν εὖ μάλα μεμελετηκὸς ἐν ὑπομονῇ, καὶ γοργὸν εἰς σύνεσιν διηνεκῆ. Τοιγαροῦν καὶ κατὰ παντὸς ἰόντα τοῦ γένους τὸν ἐπὶ τῷδε ποιεῖται νόμον, ἀκίβδηλον ἑαυτῷ τὸ ἱερὸν καὶ ἀπόλεκτον ἀποφαίνων γένος· τότε μὲν ὡς ἐν φυλῇ τῇ Λευῒ, καὶ ὡς ἐξ αἵματος Ἀαρὼν, νυνί γε μὴν ὡς ἔν γε τοῖς ἡγιασμένοις ἐν Χριστῷ τῷ μεγάλῳ καὶ κατ᾽ ἀλήθειαν ἀρχιερεῖ, ᾧ προσπεφύκαμεν διὰ πνεύματος, κοινωνοὶ καὶ μέτοχοι τῆς οἰκείας αὐτοῦ φύσεως ἀναδεδειγμένοι. Τοιγάρτοι καὶ εἰς ἀδελφότητα κεκληκὼς τοὺς ἐν πίστει δεδικαιωμένους, ὥσπερ κοινωνοῖς αὐτοῖς ἐπαγάλλεται λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.» Ἢ γὰρ οὐχὶ τῷ προσώπῳ Χριστοῦ καὶ τὸν ἐπὶ τῷδε λόγον ἀνάπτειν ἐδόκει τῶ θεσπεσίῳ Παύλῳ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀπείργει δὴ οὖν τοῦ ἱερᾶσθαι δεῖν τὸν ἐφ᾽ ὅτῳ οὖν τῶν ὠνομασμένων, ὡς ἄῤῥωστον καὶ κατεσκωμμένον.

Οὐ γὰρ προσελεύσεται, φησὶ, προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ, ἄνθρωπος τυφλὸς ἢ χωλός. Ἔχει μὲν οὖν αὐτόθεν, κἂν εἰ νοοῖτο σωματικῶς, πολὺ τὸ χρῆμα τὸ ἀκαλλές· ἐξεῤῥυηκότοιν γὰρ ὀφθαλμοῖν, καὶ μὴν καὶ ποδὸς οὐκ ἐρηρεισμένου, ὀρθὰ βαίνειν οὐκ ἔχοντος, πῶς οὐκ ἄμεινον ἠρεμεῖν, οὐδὲ ὅποι ποτὲ ἰέναι χρὴ τὸν ἱερέα διεγνωκότα, ἤγουν ἰέναι σὺν γέλωτι, ποδί τε καὶ ὀφθαλμοῖς ἀλλοτρίοις χρώμενον;

Ἀλλ᾽ εἴη μὲν ἂν οὐ πολὺς ὁ τοῦδε λόγος. Τὰ δ᾽ ἀναγκαῖα πρὸς γνῶσιν καὶ θεωρίαν ἡμῖν τὴν πνευματικὴν, φέρε λέγωμεν, τὸ τῆς ἱστορίας ὑποτρέχοντες παχύ. Τυφλὸν μὲν οὖν ἔοικε τὸν εὐήθη λίαν καὶ ἀνούστατον ἀποκαλεῖν. Ὃ γάρ ἐστιν ὀφθαλμὸς τῷ γηΐνῳ σώματι, τοῦτο καὶ ἐν ψυχῇ λέγοιτ᾽ ἂν ὁ νοῦς, φωτὶ μὲν τῷ θείῳ καταλαμπόμενος, καὶ πρὸς αὐτὸ τὸ ἀκήρατον ἀναμύων κάλλος, καὶ ταῖς τῶν ἐννοιῶν ἰσχναῖς οἱονεί πως καὶ εὐστρόφοις κινήσεσιν ἀναθρώσκων εὖ μάλα πρὸς τὸ ἀκριβὲς ἐν δόξῃ, καὶ δογματικῆς ὀρθότητος οὐχ ἁμαρτάνειν εἰδώς. Τοῦτο, οἶμαι, ἐστὶ τὸ παροιμιωδῶς εἰρημένον, «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.» Εἴρηται δέ που καὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα βλέπουσαν οὐκ ὀρθῶς· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλ᾽ ἢ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῶον ἐκχέειν αὐτὸ, καὶ εἰς τὰ ἀδικήματά σου, καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.» Ἀνεπιτήδειος οὖν εἰς ἱερουργίαν ὁ τυφλὸς νοητῶς, τοῦτ᾽ ἔστιν ὁ παντελῶς ἀσύνετος, καὶ νοῦν καὶ φρένα λελωβημένος. Ἀνεπιτήδειος δὲ πρὸς τούτῳ καὶ ὁ χωλὸς, τοῦτ᾽ ἔστιν ἀνὴρ ὀρθοποδεῖν οὐκ εἰδὼς, καὶ πρὸς τὸ ἀρτίως βαίνειν οὐκ εὐσθενής.

Ἡ μὲν γὰρ τυφλότης, καθάπερ ἔφην ἀρτίως, τῆς εἰς ἄκρον ἀσυνεσίας σύμβολον· χωλότης δὲ αὖ, τῆς οἱονεὶ κεκλασμένης καὶ ἀδρανοῦς κινήσεώς τε καὶ προθυμίας, ἣν ἂν ἐφ᾽ ἑκάστῳ ποιοῖτό τις τυχὸν τῶν πρακτέων.

Εἰ μὴ τοῖς οὕτω λελωβημένοις ἐπιφωνεῖν ἄξιον· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα.» Ἐπῃτιᾶτο δὲ καὶ αὐτὸς ὁ Χριστὸς τοὺς τῶν Ἰουδαίων δήμους, ὡς ὀρθὰς μὲν οὐκ ἀνεχομένους ποιεῖσθαι τὰς ἐπ᾽ αὐτῷ τροχιὰς, ἐκτετραμμένας δὲ μᾶλλον εἰς τὸ χωλὸν, καὶ τῶν τῆς ὀρθότητος ἀπολισθήσαντας λογισμῶν. «Υἱοὶ γὰρ,» φησὶν, «ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἐν ἴσῳ δὴ οὖν ἀλλήλαιν καὶ ἀγχοῦ λίαν, ὡς ἐν ὁμοιότητι παθῶν, χωλότης νοῦ καὶ τυφλότης· ἡ μὲν τὸ ὡς ἐν συνέσει τίμιον, ἡ δὲ τὸ ὡς ἐν ἔργοις ἀγαθοῖς εὐσθενὲς, εἰς ἀχρειότητα καταφέρουσαι. Ἀπόβλητον δὲ πρὸς τούτοις ὁ νόμος ποιεῖσθαι δεῖν ἔφη τὸν κολοβόρινον, καὶ σὺν αὐτῷ τὸν ὠτότμητον. Ἐφαρμόσειε δ᾽ ἄν τις ἐπ᾽ αὐτοῖς τὸν τοιόνδε λόγον.

Αἰσθήσεσι μὲν γὰρ ταῖς ὀσφρητικαῖς τὰ κάκοσμά τε καὶ εὐοσμότατα δοκιμάζεται, τῶν ὅσα ἐστὶν ἐν φύσει τοιᾷδε, τῇ τὸ ὀδωδέναι λαχούσῃ, φημί· διακριτικὴ δὲ λίαν ἡ αἴσθησις, καὶ τοῦ κατευφραίνειν εἰδότος, καὶ τοῦ μὴ τοιῶσδε τυχὸν, ἀλλ᾽ ἑτεροίως ἔχοντος, καὶ ὡς ἐν χείρονι μοίρᾳ· νοῦς γε μὴν ἔφη ὁ ἀνθρώπινος, εἰ ἀρτίως ἔχοι τυχὸν ἔν γε τοῖς καθ᾽ ἑαυτὸν, ἴεται μὲν εὐσθενῶς εἰς τὸ διακρίνειν δύνασθαι τὴν τῶν πραγμάτων ποιότητα, ἀκριβῆ δὲ τὴν βάσανον ἐφ᾽ ἑκάστῳ ποιήσεται, καὶ οἷά τις ἄριστος τραπεζίτης δοκιμάζων ἅπαντα, καὶ τὸ μὲν καλὸν κατέχων, καὶ ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπεχόμενος, κατὰ τὸ γεγραμμένον, εὐδοκιμήσει λίαν. Κατακιβδηλεύει γὰρ τὸ οἱονείπως αἰσχρὸν καὶ παράσημον τῶν δρωμένων, προσοῖτο δ᾽ ἂν εὐκόλως τὸ ἐπωφελές τε καὶ ἄμεινον. Οὐκοῦν ἡ σιμότης, τὸ μὴ ἄγαν ὑγιὲς καὶ ἀρτίως ἔχον ὡς ἐν αἰσθήσει δηλοῖ, καθ᾽ ἣν ἕκαστα τῶν πραγμάτων ἄριστα διακρίνοντες, τὴν ἀμείνω μὲν τοῖς ἀρίστοις, τὴν χείρω δὲ τοῖς αἰσχίοσιν ἀπονέμοντες ψῆφον, σοφοί τε καὶ ἀγχίνοοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἐσμέν τε καὶ ὠνομάσμεθα. Ὀσμὴ γὰρ ὥσπερ εἰς νοῦν ἀναθρώσκουσα, τῶν ὑπ᾽ αὐτοῦ νοουμένων οἱονεὶ ποιότης πραγματική. Τὸ δὲ δὴ παρακεκόφθαι τὸ οὖς, ὑπεμφήνειεν ἂν, ὥς γέ μοι δοκεῖ, τὸ δυσήκοον.

Παρακεκομμένης γὰρ ἀκοῆς, δοίην ἂν ἔγωγε πάθος εἶναι τὸ ἐκ μέρους εὐπειθὲς, καὶ οὐχ ὁλοκλήρως εὐήνιον εἰς ὑπακοὴν, ἤγουν τὸ μὴ ἀμωμήτως ἐπαΐειν δύνασθαι τῶν ἱερῶν, μάλιστα δὲ γραμμάτων, ὃ δὴ καὶ δρῶσί τινες, ἐφ᾽ ἃ μὴ προσῆκεν ἀβουλότατα παρατρέποντες τῆς ψυχῆς τὸ εὐήκοον. Εἶεν δ᾽ ἂν οὗτοι, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνὴν, οἱ κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας αὐτὴν ἀποστρέφοντες, προσκείμενοι δὲ πνεύμασι πλάνης, καὶ εἰς βεβήλους κενοφωνίας ἐκνενευκότες. Οὐκοῦν ὁ ὠτότμητος τῆς εἰς τὸ εἴσω καὶ νοητῆς ἀκοῆς ὑπεμφήνειεν ἂν τὴν πήρωσιν, καὶ τὴν ἐξ ὀρθότητος ἐπὶ τὸ χεῖρον παραφθοράν.

Ἀλλὰ καὶ εἴ τῳ τυχὸν σύντριμμα ποδὸς ἢ σύντριμμα χειρὸς ὁρῷτο προσὸν, ἀποχωρείτω, φησὶν, καὶ ἐν ἴσῳ τετάχθω τοῖς ἄλλοις, νοεῖν ἀναπείθοντος τοῦδε τοῦ τὸν πόδα τυχὸν ἢ τὴν χεῖρα συντεθραυσμένου μὲν, πλὴν οὐκ εἰσάπαν ἠῤῥωστηκότος, τὸν οὐχ ὁλοκλήρως εἰς ἔργα χωρεῖν δυνάμενον, οὔτε μὴν ἀδιάβλητον ἔχοντα παντελῶς τὴν βάδισιν, ἤτοι τὴν ἐνέργειαν, τὴν ὡς ἐν πολιτείᾳ, φημὶ, καὶ ζωῇ τῇ ἐννομωτάτῃ. Εἶεν δ᾽ ἂν καὶ οὗτοι πάλιν, ἢ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς, οἷς ἐπενήνεκται τὸ οὐαὶ διὰ προφήτου φωνῆς, ἤγουν οἱ τὸ δίκαιον οὐ δικαίως διώκοντες, κατὰ τὸ γεγραμμένον. Ἐπιτήρει δὲ ὅτι τῇ νοητῇ καὶ ὁλοτελεῖ χωλότητι, καὶ ἡ μετρία τοῦ σκέλους πήρωσις ἐν ἴσῳ τέ ἐστι, καὶ ὡς ταὐτὸν λελόγισται.

Τῷ γὰρ μηδ᾽ ὅλως τι δρᾷν ἰσχύσαι τῶν ἀγαθῶν, τὸ μὴ δρᾷν ὀρθῶς ἐν ἴσῳ κείσεται λόγῳ. Φαίνοιτο δ᾽ ἂν εἰκότως ἐν μὲν τῇ χωλότητι, τὸ μηδ᾽ ὅλως· ἐν δὲ τῷ συντρίμματι, τὸ μὴ ὑγιῶς. ΠΑΛΛ. Ἔοικε. ΚΥΡ. Κυρτὸν δὲ, καὶ ἔφηλον, καὶ πτιλὸν τοὺς ὀφθαλμοὺς καταγράφει πάλιν ὡς ἐν τοῖς ἀδοκιμωτάτοις.

Καὶ κυρτὸν μὲν εἶναί φαμεν, τὸν οἱονεὶ κεκυφότα, καὶ κάτω βλέποντα νῷ, καὶ πρὸς τὰ σαρκὸς νενευκότα πάθη, καὶ τοῖς ἐπιγείοις τὸν ὀφθαλμὸν ἐπερείδοντα, δῆλον δὲ ὅτι τὸν νοητὸν, καὶ εἰς τοῦτο γνώμης ἰόντα λοιπὸν, ὡς τὸ ἀπορθοῦσθαι μισεῖν, πρός γέ φημι τὸ χρῆναι τὰ ἄνω φρονεῖν. Εἶεν δ᾽ ἂν ἐν τούτοις τὰ τῶν Ἰουδαίων ἐγκλήματα, περὶ ὧν γέγραπται· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Ἔφηλον δὲ, τὸν τὴν ἐφηλίδα τὴν καλουμένην ἐπ᾽ αὐτοῖς ἔχοντα μετώποις. Ἀῤῥώστημα δὲ τουτὶ καταμελαίνειν εἶδος τὴν ἐπ᾽ ἄκρου δέρματος ὄψιν. Παραιρεῖται δὲ τοῖς οἷς ἂν γένοιτο παθεῖν, τὸ κἂν γοῦν ἰσχύσαι λαθεῖν, αὐταῖς ἐπανθοῦν ὀφρύσιν, ὅλοις τε προσώποις ἐπηρτημένον.

Ἔφηλος δὴ οὖν ὁ τοιόσδε σωματικῶς, νοητῶς γε μὴν ὑποφαίνει τὸν ἀσχήμονα, γυμνῶς τε καὶ ἀκρύπτως, καὶ οἱονεὶ πρόσωπον οὐκ ἔχοντα καθαρὸν, ἀλλ᾽ ἐκφανὲς ἅπασι τὸ ἀκαλλὲς εἰς ζωὴν, ὡς μὴ εἰδέναι που τάχα, μηδὲ τὸ ὑπό του τῶν σοφῶν ὀρθῶς εἰρημένον, «Σοφοὶ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας.» ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Οὐ γὰρ, ὦ Παλλάδιε, μυρία ὅσα γε τὰ ἐν ἡμῖν ἐστι πάθη; ΠΑΛΛ. Ναί· τί οὖν τοῦτό γε; ΚΥΡ. Ὅτι, ὦ γενναῖε, φημὶ, νοσεῖ μὲν ἕκαστος, ἃ νοσεῖ, αἰδοῖ δὲ πολλάκις τῇ πρὸς ἀδελφοὺς ἡττώμενος, ἐν σπουδῇ καὶ λόγῳ ποιεῖται πολλῷ καὶ τὸ ἐῤῥῶσθαι δοκεῖν, καὶ τὸ λανθάνειν ἐν κακοῖς. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Εἰ δὲ δή τις εἴη πρὸς τοῦτο ἥκων ἀναισχυντίας, ὡς ἡγεῖσθαι παρ᾽ οὐδὲν, τὸ καὶ ἐκφανδὸν ἑλέσθαι πλημμελεῖν, καὶ τῶν εἰς κοσμιότητα γερῶν ἀφειδῆσαι παντελῶς, οὐκ ἄν τῳ δόξειεν ὁ τοιόσδε λοιπὸν, τοῦ ἱεροῦ καὶ ἁγίου γένους οἴχεσθαι μακράν; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἔφηλον τοίνυν ὁ νόμος ἀποκαλεῖ τὸν τοιοῦτον, ὡς οὐδὲ κρύπτειν εἰδότα καὶ ἀνεχόμενον τὸ συμβὰν ἀῤῥώστημα καὶ πάθος αὐτῷ. Πτιλὸν δὲ τοὺς ὀφθαλμοὺς, τὸν ἥκιστα μὲν τοῦ βλέπειν ἐστερημένον, ὑγιῶς δὲ τοῦτο ποιεῖν οὐκ ἔχοντα. ὁποῖοί τινες εἶεν, οἷς ἔνεστι μὲν ἡ φρόνησις, τό γε μὴν ἑλέσθαι φρονεῖν ὀρθῶς οὐχ ὁρᾶται προσόν.

Οἱ μὲν γὰρ ὁρῶντες, φησὶ, τὸ ἀγαθὸν, ἐφ᾽ ἂ μὴ προσῆκε τῶν ἰδίων θελημάτων παρατρέπουσι τὴν ῥοπήν· οἱ δὲ, καὶ δογματικῆς ὀρθότητος οὐκ ἀμοιρεῖν ἰσχύοντες, μονονουχὶ τὸν οἰκεῖον αὐτοὶ κατασίνονται νοῦν, εἰς ἀκαλλεστάτην ἐννοιῶν ἱέντες θήραν, καὶ ὑγιὲς οὐδὲν τῆς ἐπὶ Θεῷ δόξης εἰσδεχόμενοι· ὁποῖοί τινές εἰσιν, αἱρετικῶν μὲν μάλιστα παῖδες, Ἰουδαῖοί τε πρὸς τούτοις, οἱ Θεὸν μὲν πιστεύοντες εἶναι τὸν Πατέρα, τόν γε μὴν ἐξ αὐτοῦ πεφηνότα κατὰ φύσιν Υἱὸν ἀνοητότατα διωθούμενοι.

Τοιγάρτοι καὶ ἀληθὲς ἐπ᾽ αὐτοῖς τὸ διὰ τοῦ προφήτου φωνῆς ὑμνούμενον, «Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν.» Ὀνίνησι γὰρ τὸ βλέπειν οὐδὲν, εἰ μὴ προορῷτό τισι τὸ ὑγιῶς βλέπειν, καθάπερ ἀμέλει καὶ τὴν χωλότητα, καὶ τὸ σύντριμμα τοῦ ποδὸς ἐν ἴσῳ τετάχθαι λόγῳ δικαίως ἐλέγομεν· διοίσει γὰρ ὅλως οὐδὲν, τοῦ μηδ᾽ ὅλως ἰέναι δύνασθαι, τὸ μὴ ὑγιῶς ἰέναι τυχὸν, τὴν ὡς ἐν πράγμασι δὲ δηλονότι τρίβον, καὶ τὴν ὡς ἐν ἔργοις ὁδόν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οὐ προσελεύσεται δὲ ἱερουργήσων ἄνθρωπος, ᾧ ἐὰν ᾖ ἐπ᾽ αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μόνορχις, ἢ πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος. Ψώρᾳ μὲν οὖν ἀγρίᾳ παρεικαστέον τὰ ἐκτοπώτατα τῶν παθῶν, δριμυτέροις ῥεύμασι καταχεόμενα νοῦ, καὶ πέρα παντὸς ἰόντα μέτρου, καὶ ἐξ ἡδονῆς μὲν ἔχοντα τὴν ἀρχὴν, εἰς πικρόν γε μὴν ἐξήκοντα τέλος. Ἢ οὐχὶ δὴ φὴς ἑκάστῳ τῶν πλημμελημάτων καὶ συμμετρίαν τινὰ καὶ ἀμετρίαν ὁρᾶσθαι τοῦ κακοῦ; ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Ὁ σωματικῆς ἡδονῆς ἡττώμενος, οὐκ ἂν τοῦτο πάθοι καὶ μετρίως καὶ ὑπὲρ μέτρον; Οἱ μὲν γὰρ, ἥττηνται μόνον, καὶ νοσοῦσι περιεσταλμένως· οἱ δὲ καὶ εἰς ἄκρον ἥκουσι τοῦ κακοῦ, καὶ ἀσχέτως ἀγριαίνουσαν νοσοῦσι τὴν ἡδονὴν, ὡς καὶ αὐτῶν ἐπέκεινα τῶν κατὰ φύσιν ἐξολισθῆσαι παθῶν. ΠΑΛΛ. Συνίημι ὃ φής. ΚΥΡ.

Οὐκοῦν ἐφ᾽ ἑκάστῳ τῶν κακῶν τὸ ἐκτόπως ἐκνενευκὸς εἰς τὸ πέρα λόγου, καὶ μέτρων ἐπέκεινα τῶν ἐν ἔθει καὶ παρὰ πολλοῖς, λέγοιτ᾽ ἂν ἡ ἀγρία ψώρα λοιπόν. Λειχὴν δὲ πρὸς τούτοις, πᾶν ὁτιοῦν πάθος, ἀεὶ διέρπον εἰς τὸ εὐρὺ, καὶ ἀκατάληκτον ἔχον τὴν εἰς τὸ χεῖρον ἐπίδοσιν. Συστέλλεσθαι δὲ δεῖν, καὶ εἰς τὸ μεῖον ἄγεσθαι πρὸς ἡμῶν τὰ προσπίπτοντα τῶν παθῶν, ὁ θεῖος βούλεται νόμος. Τοιοῦτόν τι νοήσεις ἀκούων· «Ἐὰν Πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» Τὰ γὰρ ἀνεπίπληκτα τῶν παθῶν, ἕρπει μὲν ἀεὶ πρὸς τὸ αἰσχιόνως ἔχον· καταδράττεται δὲ καρδίας καὶ νοῦ, καὶ εἰς ὄλεθρον ἄγει παντελῆ. Δεῖ δὴ οὖν ἄρα πρὸς ἡμῶν ἐπιτιμᾶσθαι τὸ φαῦλον, ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς περιστελλούσης αὐτὸ τῆς ἐν ἡμῖν νήψεως, καὶ ἀναιρούσης κατὰ βραχύ. Μόνορχιν δὲ πρὸς τούτοις, φησὶ, καθάπερ ἐγᾦμαι, τὸν ἡμίανδρον, καὶ οἱονεὶ παρακεκομμένον τὸ τελείως ἀνδροπρεπές. «Οὔτε γὰρ πόρνοι,» φησὶν, «οὔτε μαλακοὶ τὴν τοῦ Θεοῦ βασιλείαν κληρονομήσουσι.» Θηλυδρίας δὲ τοὺς τοιούτους ὀνομάζει, ὅτι τὴν ἀνδρὸς λαχόντες φύσιν, ψεύδονται τὸ ἀνδροπρεπὲς, καὶ νοῦν καὶ σῶμα μαλακιζόμενοι, καὶ ἑκοντὶ κατακλώμενοι πρὸς τὸ ἄναλκι καὶ θηλυπρεπές.

Εἰκὸς δὲ δὴ πάλιν, τὸν μόνορχιν καὶ ἕτερόν τι παραδηλοῦν. Ἄνδρα μὲν γὰρ ὀνομάζειν ἔθος τὸν εὐσθενῆ καὶ συνεστραμμένον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς τὸ δύνασθαι κατορθοῦν ἃ ἂν ἕλοιτο τυχόν. Νοηθείη δ᾽ ἂν εἰκότως ἐξ ἡμισείας ἀνὴρ, ὁ μὴ ὁλοκλήρως εὐσθενὴς, μήτε εἰσάπαν εἰς τὰ αὐτῷ πρέποντα γοργός· οὐ γάρ τοι προσήκει τὸν Θεῷ προσκείμενον, διακεκομμένην αὐτῷ τὴν ἀνδρείαν καὶ λελωβημένον προσάγειν τὸ εὐσθενὲς, καὶ ὡς ἀσθενεῖν ἐκ μέρους· ἀνδρίζεσθαι δὲ καὶ κραταιοῦσθαι, κατὰ τὸ γεγραμμένον, ἀδιάβλητον ἔχοντα καὶ ἀκατάσκωπτον προθυμίαν. Οὐκοῦν ἀνίερος μὲν ὁμολογουμένως, ὁ ὑπὸ μώμου γραφήν. Εἴργεται δὲ οὐχὶ τοῦ χρῆναι μεταλαχεῖν τῆς ἁγίας τροφῆς. «Φάγεται γὰρ ἀπὸ τῶν ἁγίων,» φησὶ, «πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ» Οἱ γὰρ ἔτι ταῖς εἰς νοῦν ἔσω κεκρυμμέναις ἀσθενείαις ἔνοχοι, μεταλάχοιεν ἂν τῆς εὐλογίας Χριστοῦ, καὶ οὐχ ὡς ἐν τάξει τῇ τῶν ἁγίων εἰς ἐπίδοσιν ἁγιασμοῦ, καὶ εἰς ἑδραιότητα νοῦ, καὶ τὴν ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις ἐρηρεισμένην διαμονὴν, ἀλλ᾽ ὡς ἐν τρόπῳ τῷ πρέποντι τοῖς ἠῤῥωστηκόσιν εἰς ἀπόθεσιν τοῦ κακοῦ, καὶ εἰς κατάληξιν ἁμαρτίας, καὶ εἰς νέκρωσιν ἡδονῶν, καὶ εἰς ἀνάληψιν εὐεξίας τῆς πνευματικῆς.

Ἐπειδὴ γάρ ἐστιν ὁ Χριστὸς καινὴ κτίσις, κατὰ τὰς Γραφὰς, ταύτῃτοι δεχόμεθα καὶ ἡμεῖς αὐτὸν ἐν ἑαυτοῖς διὰ τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος, ἵνα πρὸς καινότητα ζωῆς ἀναστοιχειούμενοι δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ, τὸν παλαιὸν ἄνθρωπον ἀποσκευαζώμεθα, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἀποφάσκει μὲν οὖν τῶν ἱερῶν ἔργων τὴν ἐπιτήδευσιν τοῖς οἱονείπως ἐντετηγμένην καὶ ἀναπόβλητον ἠῤῥωστηκόσι τὴν νοητὴν ἐπήρειαν· ἅγιον γὰρ ἥκιστά γε τὸ νοσοῦν ἀεὶ τὰ προσπεφυκότα τῶν παθῶν· ἀλλ᾽ εἰ καί τινι [τῶν] ἀμωμήτως ἐχόντων ἔν γε δὴ σφίσιν αὐτοῖς, καὶ ἀδιαβλήτως εἰς λειτουργίαν, τὸ ἀῤῥωστῆσαι συμβαίνει τὰ κοινὰ δὴ ταυτὶ καὶ οὐκ ἐξίτηλα τῶν παθῶν, οὐκ ἀνεπιτίμητον ἐᾶσθαι δεῖν αὐτὸν ἐπιτάττει, λέγων· «Εἶπον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ, καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσί μοι· ἐγὼ Κύριος. Εἶπον αὐτοῖς· Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾽ αὐτῷ ᾖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ᾽ ἐμοῦ.

Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, καὶ οὗτος λεπρᾷ ἢ γονοῤῥυεῖ, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ, καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, ὃ μιαίνει αὐτὸν, ἢ ἐπ᾽ ἀνθρώπῳ, ἐν ᾧ μιαίνει αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ· ψυχὴ ἥτις ἐὰν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται, καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστι. Θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται, μὴ μιανθῆναι αὐτὸν ἐν αὐτοῖς.

Ἐγὼ Κύριος, καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσι δι᾽ αὐτὰ ἁμαρτίαν, καὶ ἀποθάνωσι δι᾽ αὐτὰ, ἐὰν βεβηλώσωσιν αὐτά. Ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Οἱ γὰρ δὴ προσάγοντες τὰ ἱερὰ, φησὶν, ἤτοι τὰ ἁγιαζόμενα παρὰ τῶν υἱῶν Ἰσραὴλ, ὅσα ἂν ἀναθεῖεν εἰς θυσίαν τῷ Θεῷ, μὴ βεβηλούντων αὐτοῦ τὸ ὄνομα, προσάγοντες οὐ προηγνισμένοι, καὶ ἀναπόνιπτον ἔχοντες ἔτι τὴν ἀκαθαρσίαν ἣν ἂν συμβαίνει παθεῖν· ἢ ἴστωσαν ὅτι, φησὶ, τὴν ἐσχάτην εὐθὺς ἀποτίσουσι δίκην. Ἐγὼ γάρ εἰμι Κύριος, τοῦτ᾽ ἔστιν, οὐ θεὸς ψευδώνυμος, εἰς ὃν εἰ καί τις ἁμάρτοι τυχὸν, οὐδὲν ἔσται πλημμελές. Τί γὰρ ἂν καὶ γένοιτο πρὸς ἡμῶν εἰς ξύλον ἢ λίθον, ᾧπερ ἂν ἕποιτο καὶ τὸ εὐθύνεσθαι δεῖν; Οὐκοῦν τοῖς ἄγαν δείμασι προσεπανορθῶν εἰς ἀσφάλειαν τῆς ἀκαθαρσίας, τοὺς τρόπους καθ᾽ οὓς ἂν γένοιτο πρὸς ἡμῶν ἀπαριθμεῖται χρησίμως, ὡς ἂν εἰδεῖεν οἱ λειτουργοὶ τῆς αὐτοῖς ὅτι μάλιστα πρεπούσης ἐπιεικείας τὴν ὁδὸν, καὶ δι᾽ ὧν ἂν εἶεν δεκτοί τε καὶ καθαροὶ, τὴν τῷ νομοθέτῃ θυμαρεστάτην διαστείχοντες ζωήν. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Τὸν μὲν οὖν λεπρῶντα καὶ γονοῤῥυῆ, καὶ τῆς ἱερᾶς ἐξίστησι λειτουργίας, καὶ δεῖν γενέσθαι φησὶ τῶν ἁγίων ἀμέτοχον, μέχρις ἂν αὐτῷ τὸ συμβὰν ἀποκρούσαιτο, καὶ ἀπωτάτω γένοιτο τοῦ νοσεῖν.

Προσάπτει δὲ τούτοις, ὡς ὁμοφυᾶ νοσοῦντα ἀκαθαρσίαν, τὸν ἁπτόμενον πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ᾧ ἐὰν ἐξέλθῃ κοίτη σπέρματος, καὶ μέντοι τὸν ἑρπετοῦ θιγγάνοντα, καὶ ἀνδρὸς ἡντιναοῦν ἔχοντος ἐπὶ μολυσμῷ τὴν κατάῤῥησιν· οὐ πάθεσιν, οἶμαι, σωματικοῖς ἐπιτιμῶντος τοῦ νόμου, κατά γε τὸν ἀληθῆ καὶ ἀμωμήτως ἔχοντα σκοπὸν, ἀλλ᾽ ὡς ἐν τύποις ἔτι, τοῖς ἐν αἰσθήσει καὶ σωματικοῖς, τὰ ἐν ψυχαῖς ἀποφαίνοντος. Σύμβολον δὴ οὖν νεκρώσεως μὲν, ἡ λέπρα· δαπανᾷ γὰρ καὶ καταβόσκεται τὴν σάρκα, μεθίστησι δὲ εἰς τὸ παρὰ φύσιν, καὶ ἀλλοιοῖ τοῦ σώματος τὴν ὄψιν. Γονόῤῥοια δὲ, καρπογονίας ἐστὶν ἀπόθεσις, ῥεούσης εἰς τὸ μηδὲν τῆς φύσεως· ὁποῖος ἄν τις ὁρῷτο καὶ ἀνθρώπου νοῦς παρενεχθεὶς εἰς παραφθορὰν καὶ μονονουχὶ δαπανώμενος εἰς ἀκαρπίαν, διά γε τοῦ δύνασθαι συνιέναι μηδὲν τῶν ἀναγκαίων εἰς σωτηρίαν· ὁποῖοί τινες γεγόνασιν Ὑμέναιός τε καὶ Ἀλέξανδρος, οἰόμενοί τε καὶ λέγοντες ἀνάστασιν ἤδη γεγονέναι. Καὶ προστεθεῖεν ἂν τούτοις, οἱ ἀπονεύοντες ἀχαλίνως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ τῆς ἑαυτῶν διανοίας τὸν καρπὸν παραῤῥιπτοῦντες ἁπλῶς εἰς ἑώλους καὶ ἀσελγεῖς ἡδονάς.

Οὐκοῦν ὁ λεπρὸς μὲν καὶ γονοῤῥυὴς, τοῦτ᾽ ἔστιν, ὁ τοῖς νεκρότητος ἔργοις ἐνισχημένος (εἶεν δ᾽ ἂν ἔργα νεκρότητος, τὰ τῆς σαρκὸς πάθη), καὶ ὁ τὴν ἔσω καρποφορίαν, τὴν εἰς νοῦν δηλονότι καὶ κεκρυμμένην, οὐκ ἀπαράφθορον ἔχων, ἀποχωρείτω, φησὶ, τῶν ἁγίων, ἕως ἂν καθαρισθῇ. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Παῦλος, «Ὃς ἂν ἐσθίῃ τὸ σῶμα τοῦ Κυρίου καὶ πίνῃ τὸ ποτήριον αὐτοῦ ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα αὐτοῦ. Δοκιμαζέτω δὲ,» φησὶν, «ἄνθρωπος ἑαυτὸν, καὶ τότε ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω.» ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, τὸ ἀκριβὲς τοῦ νόμου· κεχώρηκε γὰρ ἥκιστά γε κατὰ μόνων τοῦ λεπροῦ καὶ γονοῤῥυοῦς, συγκαταδικάζει δὲ ὥσπερ αὐτοῖς, καὶ εἴ τις ἅψαιτο τυχὸν τῶν ἠῤῥωστηκότων, λεπροῦ δὴ λέγω καὶ γονοῤῥυοῦς. «Καὶ ὁ ἁπτόμενος,» φησὶ, «πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ᾧ ἂν ἐξέλθῃ κοίτη σπέρματος αὐτοῦ, ἀκάθαρτος ἔσται.» ΠΑΛΛ. Καὶ τίς ἂν γένοιτο τοῖς ἐπαφωμένοις ἡ ἀπό γε τούτου ζημία; ΚΥΡ. Οὐδεμία μὲν, κατά γε τὸν ἐν προχείρῳ λόγον.

Καταμιανεῖ γὰρ οὐχὶ τὴν ἀνθρώπου ψυχὴν, σώματος ἐπαφή. Πνευματικὸς δὲ ὁ νόμος, καὶ διδάσκει πάλιν ἡμᾶς αἰνιγματωδῶς, ὡς ἀκάθαρτοι μὲν ἐν ἐγκλήμασι μολυσμῶν, οἱ ψυχικοῖς ἔνοχοι πάθεσιν.

Συγκαταμιαίνονται δὲ αὐτοῖς καὶ οἱ θιγγάνοντες, ἤτοι κολλώμενοι, κατὰ σχέσιν δὲ δηλονότι τῆς ταυτοβουλίας, ἤγουν ταυτοεργίας· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί·» καὶ, «Μερὶς μὲν οὐδεμία πιστῷ μετὰ ἀπίστου·» πολέμιον δὲ καὶ ἀσύμβατον τῷ σκότῳ τὸ φῶς. Καὶ ἀληθὲς, ὅτι «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Ὅτι δὲ οὐχὶ τὸ ἀῤῥωστῆσαι μόνον τὰ ἐκτοπώτατα τῶν παθῶν, μόνοις ἔσται τοῖς ἠῤῥωστηκόσι παγχάλεπον, ἀλλὰ καὶ οἵπερ ἂν γένοιντο σύμφρονές τε καὶ ὁμογνώμονες, οὐ μείοσιν ἢ ἐκεῖνοι καταμιανθήσονται μολυσμοῖς, παρέδειξεν εὐθὺς ἐπειπὼν, ὅτι «Ὅστις ἐὰν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, μιανεῖ αὐτὸν, ἢ ἐπ᾽ ἀνθρώπῳ ἐν ᾧ μιανεῖ κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ, ψυχὴ ἥτις ἂν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ἑρπετὰ δὲ πικρὰ καὶ ἰοβόλα λέγεσθαί τε καὶ εἶναί φαμεν, τοὺς οἷσπερ ἂν εἴη πρέπων ὁ λόγος, «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.»

Εἶεν δ᾽ ἂν οὗτοι καὶ πρό γε τῶν ἄλλων οἱ τὰ ὀρθὰ διαστρέφοντες, καὶ τοῖς ἁπλουστέροις τὸν ὀλέθρου πρόξενον ἐνηχοῦντες λόγον, ἀποφέροντές γε πρὸς ἐννοίας οὐκ ἀγαθὰς, καὶ εἰς δόξαν ἐπὶ Θεῷ τὴν διεστραμμένην, ἤγουν κἀκεῖνοι τυχὸν, οἱ λέγοντες· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν·» καὶ οἱ πρός γε τὰς ἐν κόσμῳ φιληδονίας τὰς τῶν ἀμαθεστέρων διανοίας ἐξέλκοντες. Ἀκάθαρτοι δὲ πάλιν καὶ καταμιαίνειν εἰδότες τοὺς ἐπαφωμένους, ἤτοι πλησίον ἰόντας, κατά γε, φημὶ, τὸν διαθέσεως νόμον, οἱ περὶ ὧν ἔφη που καὶ ὁ σοφώτατος Παῦλος· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ μέθυσος, ἢ ἅρπαξ, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Ἢ γὰρ οὐχὶ τῷ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει πρεπωδέστατον εἶναι φὴς τὸ, μὴ γεγονόσι τὰ τοιάδε τῶν κακῶν, μήτε μὴν τοῖς ἠῤῥωστηκόσι συναναφύρεσθαι δεῖν; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. «Ἔσται δὴ οὖν ἐν ἀκαθαρσίᾳ,» φησὶν, «ὃς ἂν ἅψηται τούτων, ἕως ἑσπέρας. Οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται, καὶ τότε φάγεται ἀπὸ τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστιν.» Ἀποφάσκει γε μὴν καὶ πρὸς τούτοις ἔτι τὴν θνησιμαίου τε καὶ θηριαλώτου βρῶσιν, ὡς καταμιαίνειν ἱκανῶς δυναμένην.

Θέα δὴ οὖν, ὦ Παλλάδιε, τὴν ῥύπου παντὸς ἀπόθεσιν, καὶ ἐγκλημάτων ἀπαλλαγὴν, οὐχ ἑτέρως ἂν ἐν ἡμῖν ἐσομένην, πλὴν ὅτι διὰ μόνου Χριστοῦ, καὶ ὡς ἐν καιρῷ τῆς ἐπιδημίας. ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Ὅτι γὰρ ἀπερικάθαρτον ἅπαν καὶ ἐν μολυσμοῖς ἔτι, καὶ ὅτι ζωῆς ἀμέτοχον τὸ πρὸ τῆς ἐπιδημίας τοῦ Μονογενοῦς, παρέδειξεν εἰπών· «Ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων.» Ἢ οὐκ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιδεδήμηκεν ὁ Ἐμμανουήλ; ΠΑΛΛ. Ναί· σαφὴς γὰρ ὁ λόγος. ΚΥΡ. Ἐζωοποιήμεθα δὲ κατεδηδοκότες τὸν ἄρτον, τὸν ὡς ἀληθῶς ἅγιον καὶ ἐξ οὐρανοῦ, τοῦτ᾽ ἔστι Χριστὸν, εἰς πέρας ἥκοντος τοῦ καιροῦ, καὶ ὥσπερ ἡλίου δύνοντος, καὶ κατακλείοντος εἰς ἑσπέραν τοῦ χρόνου τὸ μέτρον. ΠΑΛΛ. Πάνυ. ΚΥΡ. Ταύτῃτοι καὶ μέχρις ἑσπέρας ἀκάθαρτος ὁ μεμολυσμένος, ἀμέτοχος δὲ καὶ τροφῆς ἁγίας καὶ ζωοποιοῦ, τὸν τῆς καθάρσεως περιμένων καιρόν.

Ὕδατι δὲ λουσάμενος καὶ δῦντος ἡλίου, καθαρὸς, καὶ ἴδιον ἄρτον ἔχων τὸν ἐξ οὐρανοῦ. Ἐκνενέμηται γὰρ ὥσπερ τοῖς δι᾽ ὕδατος ἡγιασμένοις, ὡς ἐν ἁγίῳ, φημὶ, βαπτίσματι, τὸ εὐλογεῖσθαι διὰ Χριστοῦ· καὶ δὴ αὐτός ἐστιν ὁ ἄρτος ὁ ζῶν, αὐτὸς δὲ δὴ πάλιν ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.

Ὅτι δὲ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατασημήνειεν ἂν τὸν καιρὸν ἡ ἡλίου δύσις, εἴσῃ τοι σαφῶς, Θεοῦ λέγοντος ἐπὶ τῷ ἀμνῷ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν ἑαυτοῖς πρόβατον κατ᾽ οἴκους, καὶ ἔσται, φησὶ, διατετηρημένον ἀπὸ τῆς δεκάτης τοῦ μηνὸς, ἕως τῆς, τεσσαρεσκαιδεκάτης, καὶ σφάξουσιν αὐτὸν πᾶν τὸ πλῆθος τῶν υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν.» Ὥρα γὰρ ἡ δεκάτη λέγεται καθ᾽ ἣν ἐπέφανεν ἡμῖν ὁ Ἐμμανουὴλ, πρὸς αὐτῇ λοιπὸν τῇ ἑσπέρᾳ, τοῦτ᾽ ἔστι τῷ τέλει τοῦ ἐνεστῶτος καιροῦ. Θνησιμαῖον δὲ καὶ θηριάλωτον, οὐ μεῖον ἢ λέπρα τοῖς ἐφαπτομένοις τὸν μολυσμὸν ἐνίησι νοητῶς· τοῦ μὲν θνησιμαίου τὸ τελείως νεκρὸν καὶ ἀπεψυγμένον, ὡς ἐν ἔργοις τοῖς κατὰ τὴν σάρκα, τοῦ δὲ θηριαλώτου, τὴν ὑπὸ τῷ διαβόλῳ πεσοῦσαν ψυχὴν ἀναφανδὸν σημαίνοντος. Χρῆμα δὲ ὅτι σωτήριον ἀποφοιτᾷν ἀνδρὸς, νεκρὰ φρονεῖν ἐγνωκότος καὶ ἀπεψυγμένου τὸν νοῦν, καὶ τρέφοντος ὥσπερ ἐφ᾽ ἑαυτῷ τὸν Σατανᾶν (κατεσθίει γὰρ ἃς ἂν ἕλοιτο ψυχὰς), πῶς οὐκ ἂν εἴη σαφὲς τοῖς γε ἀληθῶς ἀρτίφροσι, καὶ ἀπωτάτω χωρεῖν παντὸς τοῦ καταμολύνειν εἰωθότος ἄριστα διεσπουδακόσιν; ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ.

Ἐπειδὴ δὲ πρὸς τοῦτο λοιπὸν ἀκριβείας ἡμῖν ἐξέρπει τὰ διηγήματα, καὶ ὁ τοῦ νόμου σκοπὸς ἥκιστα μὲν τοῖς μεμολυσμένοις ἂν εἴη γε μὴν τοῖς ἀμωμήτως ἔχουσι τὸ χρῆναι μεταλαχεῖν τῶν ἁγίων καὶ ζωοποιῶν ἐδεσμάτων· διίστησιν εὐθὺς εὖ μάλα τὰ γένη, καὶ τίνες ἂν εἶεν οἱ τῆς εὐλογίας ἄξιοι, καὶ πρός γε τοῦτο διᾴττειν οἷοί τε, ὥρισται· τίσι δὲ αὖ τὸ ἀποσοβεῖσθαι πρέπει τῶν ἱερῶν ἐδωδίμων, διεσάφει λέγων· «Καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς, οὐ φάγεται ἅγια. Ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔκκτητον ἀργυρίου, οὗτος φάγεται τὸν ἄρτον αὐτοῦ, καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ.» Ἐξείργει μὲν ὡς μεμολυσμένον καὶ ἀναπόνιπτον ἔτι τὸν ἀλλογενῆ τε καὶ ἔκφυλον, τοῦτ᾽ ἔστι τὸν οὔπω πεπιστευκότα καὶ Θεὸν οὐκ εἰδότα τὸν ἀληθινόν. Οἷς γὰρ οὐκ ἔνεστι τὸ διὰ τῆς ἐν πνεύματι καὶ νοητῆς οἰκειότητος συνδεῖσθαι Χριστῷ τῷ μεγάλῳ καὶ ἀληθῶς ἱερεῖ, πῶς ἂν οἱ τοιοίδε γένοιντο μέτοχοι τῶν ἄρτων αὐτοῦ;

Δώσομεν γὰρ οὐχὶ τὰ ἅγια τοῖς κυσὶ, παραῤῥίψειε δ᾽ ἂν οὐδεὶς τοὺς νοητοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Οὐκοῦν ἀμέτοχος μὲν ὁλοτρόπως ὁ ἀλλογενής. Συνάπτει δὲ τούτῳ τὸν πάροικόν τε καὶ μισθωτόν· εἶεν δ᾽ ἂν οὗτοι πάλιν, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, οἱ κόσμῳ μὲν ζῶντες, καὶ αὐτῷ πολιτευόμενοι, καὶ οἱονεὶ πατρίδα πεποιημένοι τὴν γῆν, διά γε τοῦ μόνα φρονεῖν τὰ σαρκὸς, ἐν ψιλῇ δὲ ὥσπερ καὶ μόνῃ παροικοῦντες τῇ πίστει, τὴν εἰς Χριστὸν ἀγάπησιν.

Καὶ ὅσον μὲν ἧκεν εἰς λόγους, χρηστοὶ καὶ ἐπιεικεῖς· τὸ δ᾽ οὖν εἰς ἔργα καὶ τρόπους τῆς ἀληθοῦς εὐλαβείας, πολὺ δὴ λίαν ἐξεστηκότες. Μισθωτοὶ δὲ αὖ, καὶ αὐτό που τάχα τὸ πιστεῦσαι μόνον, οὐκ αἰδοῖ τῇ πρὸς ἀλήθειαν ᾑρημένοι, μισθὸν δὲ ὥσπερ τινὰ τοῦ δοκεῖν εἶναι Χριστιανοὶ, τὸ ἀρέσκειν τισὶ θηρώμενοι, καὶ τὰς ἐκ τῶν ὠφελεῖν δυναμένων αὐτοὺς φροντίδας θωπευτικῶς ὑποτρέχοντες, καὶ πορισμὸν ποιούμενοι τὴν εὐσέβειαν καὶ φιλοκερδείας προκάλυμμα, τὸ χρηστοεπὲς καθάπερ προσωπεῖον ἑαυτοῖς περιπλάττοντες.

Ὅσον μὲν οὖν ἧκεν εἰς νόμου δύναμιν, εἰ συντετάξονται τοῖς ἀλλογενέσιν οἱ πάροικοί τε καὶ μισθωτοὶ καὶ τῶν ἁγίων ὡς ἀπωτάτω, σὺν ἐκείνοις ἔσονται· μόνον δὲ οὐχὶ καὶ ἀδελφὰ νοσοῦντες ἐγκλήματα, τὴν ὁμοφυᾶ δικαίως ὑποστήσονται δίκην.

Ἀνεῖσθαι δὲ δεῖν τοῖς οἰκείοις ἔφη τῶν ἁγίων τὴν μέθεξιν. Φάγονται γὰρ, φησὶν, οἱ τῶν ἱερέων οἰκογενεῖς, καὶ ὃν ἂν ἐκπρίαιντο τυχὸν, ἔκκτητόν τε καὶ ἀργυρώνητον καὶ οἰκογενῆ που λέγων, τὸν ἐν πίστει γνήσιον, καὶ οἰκεῖον ἐν πνεύματι, καὶ τιμῆς ἠγορασμένον, κατὰ τὸν μακάριον Παῦλον. «Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νομοῦ, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Προσεπιτάττει δὲ ὅτι καὶ θυγάτηρ ἀνθρώπου ἱερέως, ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὕτη τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται. Τὸν μὲν οἰκεῖον ἐκτετίμηκεν ἐναργῶς, μεταλαχεῖν ἐφιεὶς τῶν ἁγίων, ὡς γνήσιον· πλὴν ὅτι τοῖς ἔχουσι τὴν πρὸς αὐτὸν οἰκειότητα, παραιτητέον εὖ μάλα τὸ προσκολλᾶσθαι φιλεῖν τοῖς μὴ κατὰ πίστιν ἢ τρόπον οἰκείοις, μήτε μὴν τὸ οἱονεὶ συγγενὲς πεπλουτηκόσιν ἐξ ἀρετῆς, οὐκ ἀσυμφανὲς ἂν γένοιτο τοῖς ἐθέλουσι πολυπραγμονεῖν τῶν ἱερῶν Γραμμάτων τὴν πίστιν. Ὥσπερ γὰρ ἐν τοῖς ἤδη προανεγνωσμένοις ἀκάθαρτον μὲν ἐποίει τὸν λεπρὸν, καὶ αὖ ἐπὶ τούτῳ τὸν γονοῤῥυᾶ, μολυσμοῦ δὲ καὶ ἀκαθαρσίας τῆς ἐπ᾽ αὐτοῖς ἐτίθει μέτοχον τὸν ἀγχοῦ γεγονότα, καὶ οἱονεὶ συνημμένον ἐξ ἐπαφῆς· οὕτω κἀνθάδε τὴν ἱερέως θυγατέρα φησὶ, κἂν εἰ ἔχοι τυχὸν τὸ συγγενὲς ἅγιον, οὐδὲν ἐντεῦθεν ὠφεληθήσεσθαι, συνημμένην ἑτέρῳ, τοῦτ᾽ ἔστιν ἀλλογενεῖ, τῷ μηδαμόθεν οἰκείῳ, μήτε μὴν ἐξ αἵματος Ἰσραήλ.

Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις ᾖ λόγος. Παροισθέντος δὲ ἡμῖν εἰς θεωρίαν πνευματικὴν τοῦ νόμου, φαμὲν ὅτι θυγατέρα φησὶν ἱερέως, τὴν ἐξ ὕδατός τε καὶ πνεύματος ἀναγεννηθεῖσαν ψυχὴν δυνάμει Χριστοῦ, καὶ διὰ πίστεως κεκλημένην εἰς ἁγιασμόν· ἀλλ᾽ ἔσται, φησὶ, καὶ ἡ τοιάδε τυχὸν τῶν ἁγίων ἀμέτοχος, εἰ γένοιτο ἀνθρώπῳ ἀλλογενεῖ, τοῦτ᾽ ἔστιν, εἰ συνάπτοιτό τισι τοῖς οὐκ ἀληθῶς ἁγίοις, καὶ σχέσιν οὐκ ἔχουσιν πρὸς Θεὸν πνευματικήν· σώμασι μὲν οὖν σωματικὸς ἂν γένοιτο τῆς συναφείας ὁ τρόπος, πνεύμασι δὲ αὖ πνευματικός. ΠΑΛΛ. Καὶ τίνας εἰς τοῦτο παρενεχθῆναί φαμεν; ΚΥΡ. Οὓς ὁ σεμνὸς τῆς σοφίας διησφαλίζετο λόγος, οὕτως ἔχων· «Υἱὲ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες· Ἐλθὲ μεθ᾽ ἡμῶν· κοινώνησον αἵματος.» Προσθήσομεν δὲ κἀκείνους, οἳ τῆς ὀρθῆς πίστεως ἀμαθῶς ἀπονενευκότες, ὀπίσω τρέχουσι σαρκὸς, τοὺς μὲν διὰ τοῦ ἁγίου Πνεύματος οὐ προσιέμενοι λόγους, προσεσχηκότες δὲ πνεύμασι πλάνης, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὸν νοῦν. Οὗτοι τὴν πρὸς Χριστὸν οἰκειότητα παρωθούμενοι, γεγόνασι κατὰ τὸ ἀληθὲς ἀνθρώποις ἀλλογενέσι, καὶ σπερμάτων ἠνέσχοντο διαβολικῶν, καρποφοροῦντες ἐν πλάνῃ τὰ πλάνης ἔργα καὶ ἀπωλείας. Ἀπόβλητος οὖν, κἂν ἱερά τις εἴη ποτὲ καὶ ὁσία ψυχὴ, τοῖς οὕτως αἰσχροῖς ἐναλοῦσα μιάσμασιν.

Ἀνίερον γὰρ κομιδῇ πᾶν ὃ ἐὰν γένηται μυσαρὸν καὶ μεμολυσμένον, διὰ τοῦ προσκεῖσθαι φαύλοις τε καὶ ἀνοσίοις ἀνδράσι. Γείτονα δὲ τούτῳ καὶ ἕτερον εὐθὺς κατεχρησμῴδησε νόμον· ἔχει δὲ οὕτως· «Καὶ θυγάτηρ ἱερέως, ἐὰν γένηται χήρα ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν αὐτῆς κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων τοῦ Πατρὸς αὐτῆς φάγεται.» Ὁ μὲν οὖν τῆς ἱστορίας ἐναργὴς, οἶμαι, λόγος· ἰτέον δὲ δὴ πρὸς ἐννοίας τὰς ἔσω καὶ κεκρυμμένας. Εἰ γὰρ γένοιτο, φησὶν, ἀπόβλητος ὡς κατεγνωσμένη ψυχὴ, καὶ ἀνδρὸς ἐρήμη φαίνοιτο λοιπὸν, τοῦτ᾽ ἔστι τοῦ νοητοῦ νυμφίου, καρπὸν ἔχουσα τὸν ἐξ ἀρετῆς οὐδένα· δρομαῖον ποιείσθω πρὸς τὸ ἐν ἀρχαῖς τὸ βάδισμα, καὶ ἐπανηκέτω γοργῶς ἐπὶ τὸν οἶκον τοῦ ἰδίου πατρὸς, διὰ μεταγνώσεως δὲ δηλονότι ζητοῦσα τὴν πρὸς Θεὸν οἰκείωσιν, καὶ τότε φάγεται τῶν ἄρτων αὐτοῦ. Λυπεῖ δὲ οὐδὲν καὶ οἷς ἔφαμεν ἀρτίως τὴν τῶν εἰρημένων ἐφαρμόσαι δύναμιν.

Εἰ γὰρ γένοιτο, φησὶν, ἱεράν τε καὶ ἁγίαν ψυχὴν ἀνδράσι βεβήλοις ὑπενηνεγμένην κατολισθεῖν εἰς πλάνησιν, καὶ δογμάτων ἀλλοτρίων εἰσδέξασθαι μολυσμὸν, γένοιτό τε διὰ τοῦτο ὥσπερ τις χήρα καὶ ἀπόπεμπτος ἐκ Θεοῦ, ἐκνήψασα δέ πως οἷς κατώλισθεν μάθοι, ἐπανηκέτω πρὸς τὸν Πατέρα. Δέχεται γὰρ τοὺς πεπλανημένους, εἰ φαίνοιντο καθαροὶ τῶν εἰσκεκριμένων αὐτοῖς ἀνοσίων σπερμάτων, εἰ μηδὲν ἐπιφέροιντο τῆς τῶν πλανησάντων βδελυρίας λείψανον· συναγελάζει δὲ οὕτω τοῖς ἁγίοις προσκυνηταῖς, παρατιθεὶς ἑαυτὸν ὡς ἄρτον ἐξ οὐρανοῦ, βρῶσιν αὐτοῖς τὴν ζωοποιόν. Οἶμαι δὲ ἔγωγε καὶ ἕτερόν τι παραδηλοῦν τὸν νομοθέτην ἡμῖν διὰ τουτωνὶ τῶν νόμων.

Προαναφωνεῖ γὰρ ὥσπερ τῆς Ἰουδαίων Συναγωγῆς τὴν ἀπόστασιν, καὶ τὴν ἐπὶ τούτῳ δίκην, καὶ τὴν ἐσομένην ἐπ᾽ αὐτῇ κατὰ καιροὺς χρηστότητα, πρὸς ὑποστροφὴν ἀναφέρουσαν ἐλέῳ Θεοῦ, καὶ ἀνακομίζουσαν εἰς τὸ ἐν ἀρχῇ. «Θυγάτηρ» γὰρ, φησὶν, «ἀνθρώπου ἱερέως, ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, τῶν ἀπαρχῶν τῶν ἁγίων οὐκ ἔδεται.» Ὅσον μὲν γὰρ ἧκεν εἰς διδασκαλίαν καὶ μάθησιν, πατὴρ ὥσπερ τις τῆς Ἰουδαίων Συναγωγῆς, ὁ θεσπέσιος γέγονε Μωσῆς. Ἦν οὖν ἄρα θυγάτηρ ἱερέως· ἱερουργὸς γὰρ καὶ ὁ Μωσῆς, ἅτε δὴ καὶ ἐξ αἵματος καὶ φυλῆς ὑπάρχων Λευΐ. Ἀλλὰ γέγονεν ἡ τούτου θυγάτηρ ἀνθρώπῳ ἀλλογενεῖ. Ὀλίγου γὰρ παντελῶς ἀξιοῦσα λόγου τὰ θεόθεν διωρισμένα, καὶ σπερμάτων τρόπον τινὰ τῶν ἄνωθεν ἀλογήσασα, μεμελέτηκε διδασκαλίας, ἐντάλματα ἀνθρώπων, καὶ ταῖς ἑτέρων καρποφορεῖ γνωμοδοσίαις· ταύτῃτοι Θεὸς ἐπῃτιᾶτο λέγων αὐτῇ διὰ φωνῆς Ἱερεμίου· «Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου, καὶ ἴδε, ποῦ οὐχὶ ἐξεφύρθης· ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν τῇ πορνείᾳ σου καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς, εἰς πρόσκομμα σαυτῇ.» Ἀλλὰ ταυτὶ μὲν ἀρχαῖα τῆς Ἰουδαίων Συναγωγῆς τὰ ἐγκλήματα· ἀδελφὰ δὲ τούτοις καὶ νέα, τὰ ἐπ᾽ αὐτοῦ τοῦ Χριστοῦ. Προσιεμένη γὰρ οὐδαμῶς τὸν ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς νυμφίον, τοῖς τῶν Γραμματέων καὶ Φαρισαίων προσέχει λόγοις.

Γέγονε τοίνυν ἀνθρώπῳ ἀλλογενεῖ, καὶ τῶν ἁγίων ἀμέτοχος ταύτῃτοι μεμένηκεν· οὐ γὰρ ἔφαγε τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τοῦτ᾽ ἔστι Χριστόν. Ὁρᾷς τὰ ἐγκλήματα, καὶ τὴν τοῖς τὰ τοιάδε δεδυσσεβηκόσιν ἐπενηνεγμένην εὐθὺς παρὰ Χριστοῦ δίκην. Ἄθρει δὴ οὖν καὶ τίνα τρόπον ἠλέηνται, καὶ ἀνεκομίσθησαν εἰς τὸ ἐν ἀρχαῖς· «Θυγάτηρ, φησὶν, ἱερέως, ἐὰν γένηται χήρα ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ ἐν αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τοῦ πατρὸς αὐτῆς, κατὰ τὴν νεότητα αὐτῆς, καὶ ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται.» Χήρα μὲν γὰρ καὶ ἐκβεβλημένη διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, ἡ τῶν Ἰουδαίων ἀνεδείχθη Συναγωγὴ, καὶ μεμένηκεν ἐν ἁμαρτίαις, καὶ ἐν τῷ κεκτῆσθαι μηδὲν τῶν πνευματικῶν ἀγαθῶν, καὶ μακροὺς ἐν τούτῳ διατετέλεκε χρόνους. Ἀλλ᾽ ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν αὐτῆς· κεκλήσεται γὰρ καὶ αὐτὴ διὰ πίστεως πρὸς Θεόν· ἐπιγράψεται δὲ σὺν ἡμῖν Πατέρα τὸν τῶν ὅλων δημιουργὸν, καὶ τῆς Χριστοῦ γένοιτ᾽ ἂν εὐλογίας μέτοχος.

Τοῦτό σοι σαφὲς τὸ μυστήριον καὶ ὁ τοῦ προφήτου καταστήσει λόγος· ἔφη γὰρ ὧδε· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος· οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν.» ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος. ΚΥΡ. Οὐκοῦν ἐδώδιμα μὲν καὶ πρὸς μετάληψιν εὐπρεπῆ τοῖς ἀλωβήτως ἔχουσι τό γε ἐπὶ σφίσιν αὐτοῖς, τὰ ἱερὰ, τοῦτ᾽ ἔστι τὰ ἅγια. Προκείσεται δὲ οὐκέτι τοῖς οὐκ ἔχουσιν ὑγιῶς, ἢ σχέσει τῇ πρὸς ἑτέρους ἐκμεμολυσμένοις. Γέγραπται γὰρ, ὅτι «Μετὰ στρεβλοῦ διαστρέψεις.» Ὅτι δὲ καὶ τοῖς ἀληθῶς ἱεροῖς οὐκ ἀζήμιον τὸ ὡς ἐν χρήσει κοινῇ ποιεῖσθαι τὰ ἅγια, καὶ μηδὲν οἴεσθαι διενεγκεῖν τῶν ἄλλων αὐτὰ, διετράνου λέγων εὐθύς· «Καὶ ἄνθρωπος ὃς ἐὰν φάγῃ τὰ ἅγια κατ᾽ ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ᾽ αὐτὸ, καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον, καὶ οὐ βεβηλώσει τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ, ἃ αὐτοὶ ἀφαιροῦσι τῷ Κυρίῳ, καὶ ἐπάξουσιν ἐφ᾽ ἑαυτοῖς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» ΠΑΛΛ. Οὐ σφόδρα συνίημι ὅ τί ποτ᾽ ἐστὶν ὃ φής. ΚΥΡ. Πεύσῃ τοι καὶ μάλα σαφῶς· ἄναντες γὰρ οὐδέν.

Τὰ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένα, μόσχοι τυχὸν, ἢ ὄϊς, ἀνεκομίζοντο μὲν ἐκ μέρους ἐπὶ τὸ θυσιαστήριον, ἐξαιρουμένων τῶν ἐντοσθίων, ποδῶν, τε καὶ κεφαλῆς, καὶ πιμελῆς, ἔσθ᾽ ὅτε καὶ νεφρῶν· ἔτρεφον δὲ τοῖς λειψάνοις τοὺς ἱερεῖς. «Οἱ γὰρ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶ,» καθὰ καὶ ὁ θεσπέσιος ἔφη Παῦλος. Ἦν οὖν ἄρα ἀνάγκη καθιεροῦσθαι Θεῷ τὸ ὑπὸ τοῦ προσκομισθέντος, κατὰ τὸν ἑκάστῳ πρέποντα νόμον, παραμυθεῖσθαι δὲ τῷ λοιπῷ σώματι τῆς θυσίας τοὺς ὑπουργούς. Εἰ δὲ δή τις ὅλον ὥσπερ διόλου τὸ δῶρον ἀπονοσφίσαιτο, καὶ ταῖς ἰδίαις ἀπονενέμηκε χρείαις, τεθυμιακὼς οὐδέν· ὡς ἅγια κατεδηδοκὼς, ἐγράφετο νόμῳ. Τοῦτό τοι δεδράκασιν οἱ Ἡλὶ τοῦ ἱερέως υἱοὶ, πρὸ θυσιῶν ἁρπάζοντες καὶ βεβηλοῦντες τὰ ἱερὰ, καὶ τοῖς εἰς τὸ θύειν ἥκουσιν, ἀνοσιώτατα λέγοντες· «Δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ.» Ἀλλ᾽ ἐκεῖνα μὲν ὡς ἑκούσια καὶ γυμνὴν ἔχοντα τὴν ὕβριν, ἀναλόγως ἐκολάζετο. «

Εἰ δὲ δὴ γένοιτο, φησὶν, ἢ λήθῃ συνηρπασμένον, ἢ τὸ τοῖς νόμοις δοκοῦν οὐκ ἀκριβῶς ἐγνωκότα, δράσαι τι τοιοῦτον· ζημίαν ὑπομενέτω· καὶ ἀποτιννύτω μὲν τὸ ἴσον ἀμελητί· προσεπαγέτω δὲ τούτῳ καὶ τὸ ἐπίπεμπτον,» τοῦτ᾽ ἔστι, τὴν τοῦ τιμήματος πέμπτην μοῖραν· «καὶ ἀπολύσεται γὰρ οὕτω τὰ ἐγκλήματα, καὶ τὰ ἐκ τῆς ἀγνοίας διακρούσεται βλάβη» Ὅτε τοίνυν τὸ ἀγνοηθὲν, γραφῆς οὐκ ἐλεύθερον, τί ἂν οἴοιτό τις τὸ ἐξ ἀπονοίας καὶ θράσους; Παραιτητέον δὴ οὖν οἷς ἐν φροντίδι τὰ ἱερὰ, μηδὲν πρὸ θυσίας οἰκειοῦσθαι ζητεῖν· ἢ ἴστων, ὅτι δεινὰ πεπλημμεληκότες, ὀφλήσουσι δίκην, καὶ ὑπὸ θείαν ἔσονται κίνησιν. Ἢ οὐκ εἶναι φὴς ἀληθὲς τὸ χρῆμα, ὦ τᾶν; ΠΑΛΛ. Παντάπασι μὲν οὖν. ΚΥΡ. Ἁγίους δὲ ὅτι καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς ἱερατεύοντας, ἀποσείεσθαι δὲ καὶ μάλα νεανικῶς τὸ οἱονείπως νεκρὸν καὶ ἀπεψυγμένον φρόνημα, καὶ τὸ μὴ ἔμπνουν εἰς ἀρετὴν, διεσάφει λέγων· «Εἶπον τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν, ἀλλ᾽ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ υἱοῖς καὶ θυγατράσιν, ἐπ᾽ ἀδελφῷ, καὶ ἐπ᾽ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ, τῇ μὴ ἐκδεδομένῃ ἀνδρὶ, ἐπὶ τούτοις μιανθήσεται.

Οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ. Καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ, καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται, καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας. Ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι, καὶ ἔσονται ἅγιοι.» Μίασμα μὲν γὰρ ἀνδρὶ γένοιτ᾽ ἂν παντελῶς οὐδὲν, ὁ ἑτέρου θάνατος, εἰ τόν γε τῆς ἀληθείας πολυπραγμονοίη τις λόγον. Νεκρότης γε μὴν ἡ σωματικὴ, τύπος ἂν εἴη τῆς ἔσω καὶ ἐν ψυχαῖς, ὑφ᾽ ἧς ἀνάγκη καταμιαίνεσθαι τὸν ἀγχοῦ γεγονότα, ἢ κατὰ θέλησιν, ἢ κατὰ ταυτοεργίαν· νεκρῶν γὰρ ἔργων ἀποφοιτᾷν καὶ ὡς ἀπωτάτω φέρεσθαι, πρέποι ἂν ἁγίοις, καὶ τοῖς τὰ τοιάδε κατηῤῥωστηκόσι μὴ εἰς ταυτὸν ἰέναι, καλόν. Γέγραπται γὰρ, ὅτι «Ὁ ἁπτόμενος πίσσης, μολυνθήσεται.» Μετάσχοι γὰρ ἂν καὶ μάλα ῥᾳδίως τῆς ἑτέρου φαυλότητος, ὁ κολλᾶσθαι μὴ παραιτούμενος.

Ἐφίησι δὲ ὁ νόμος τοῖς ἡγιασμένοις, ἐπὶ πατρὶ καὶ μητρὶ, παισί τε καὶ ἀδελφοῖς, καὶ μέντοι καὶ ἀγχισπόροις ἀνεγκλήτως καταμιαίνεσθαι· διὰ τοῦ καὶ ἀψύχοις σώμασιν ἐπιφοιτᾷν, τῇ πρὸς τὴν φύσιν αἰδοῖ, καὶ τῶν εἰς τύπον ἀλογήσας ἀδικημάτων, ὡς ἂν μὴ δοκοῖεν ἄτεγκτοί τινες εἶναι καὶ ἀγέρωχοί τε καὶ ἀσυμπαθεῖς, οἱ Θεῷ γνώριμοι· καί τοι λέγοντος ἐναργῶς τοῦ νόμου· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται.» Καὶ καθ᾽ ἕτερον δὴ τρόπον τε καὶ λόγον, ἀπεῖρχθαί φαμεν τοῦ χρῆναι πενθεῖν τοὺς ἡγιασμένους· ζωῆς γὰρ ὄντας ἱερουργοὺς, καὶ εἰς τὴν τοῦ θανάτου λύσιν προσκομίζοντας τὰ ἱερὰ τῷ Θεῷ (θανάτου γὰρ λύσις ὁ Χριστοῦ θάνατος, διά τε προβάτων καὶ μόσχων ἀνατυπούμενος), πῶς ἦν ἀκόλουθον ταῖς ἐπὶ θανάτῳ καταβαρύνεσθαι λύπαις; Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς εἰς ἐλπίδα ζωῆς καὶ ἀναστάσεως βεβαπτισμένοις εἰς Χριστὸν, ἐπιστέλλει σαφῶς· «Τοῦτο δὲ λέγω, ἵνα μὴ λυπεῖσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ, καὶ ἐγερεῖ σὺν ἡμῖν.» Ἐφῆκε μὲν οὖν ὁ νόμος τοῖς ἄγαν ἀγχοῦ τεθνεῶσιν ἐπιφοιτᾷν τοὺς ἡγιασμένους. Ἐπιμετρεῖ δὲ τὸ χρῆμα, καὶ τὸ αὐτοῖς ὅτι μάλιστα πρέπον παραλύειν οὐκ ἐᾷ τῷ περιττῷ καὶ ὑπὲρ τὴν χρείαν, ὡς ἂν μὴ τὸ σεπτὸν τῆς ἱερωσύνης ἀδικοῖτο γέρας.

Ἐξίστησι γὰρ τοῦ καθ᾽ ὁμοιότητα τὴν ἑτέρων ψιλοῦσθαι τὰς κεφαλὰς, καὶ ἐφ᾽ ὕβρει προσώπου καταξύρεσθαι γενειάδα· καὶ τὰ μανίας Ἑλληνικῆς ἀνοσιουργήματα, τὰς εἰς σάρκα φημὶ κατατομὰς, οὐδ᾽ ὅσον εἰς νοῦν ἑλεῖν ἐπιτάττει. Συνδιατίθεσθαι μὲν γὰρ τοῖς οἰκείοις εἰς λύπας, τὸ ἀπεικὸς οὐδέν· τό γε μὴν εἰς ἅπαν ἀσχημονεῖν, ἀκαλλὲς ἂν εἴη καὶ ἀπόπληκτον κομιδῇ. «Πάντα γὰρ, φησὶν, εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.» Προτετιμηκότας δὲ τὰ Θεοῦ· καὶ τῶν εἰς γονέας αὐτοὺς, κατὰ τὸν πάλαι νόμον, καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ ἡγεῖσθαι προστέταχεν, οὕτω λέγων· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἥκιστα μὲν οὖν ἐπὶ νεκροῖς καταμιαίνεσθαι δεῖν ἐπιτάττει τοὺς ἱερέας. Ἀσύμβατον δὲ καὶ ἀσυμφανὲς τῷ βεβήλῳ, τὸ ἅγιον, καὶ καθ᾽ ἑτέρους ἡμῖν ἀποφαίνων τρόπους, νόμους ἡμῖν ἐτίθει τοὺς ἐπὶ γάμοις, εὐθὺς ἐπιλέγων· «Ἐπὶ παντὸς ἱερέως, γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, καὶ γυναῖκα ἐκβεβλημένην ὑπὸ ἀνδρὸς αὐτῆς οὐ λήψονται· ὅτι ἅγιός ἐστι Κυρίῳ τῷ Θεῷ αὐτοῦ, καὶ ἁγιάσεις αὐτόν· τὰ δῶρα Κυρίου τοῦ Θεοῦ ὑμῶν, οὗτος προσφέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Ἡ μὲν οὖν πεπορνευμένη κατὰ τὸ ἀληθὲς καὶ μεμολυσμένη γυνὴ, τὸ ἐπ᾽ αἰσχροῖς ἐπημφιεσμένη ἔγκλημα νοσεῖ, καὶ ἀναμφίλογον ἔχει τὴν κατάῤῥησιν. Ἀκαταιτίατος δὲ οὐδαμῶς ἡ ἐκβεβλημένη.

Πάθοι γὰρ ἂν οὐκ εἰκῆ, τὸ ἀποσείεσθαι δεῖν τῆς τοῦ συνόντος ἑστίας. Χρὴ τοιγαροῦν, τοὺς εἰς τὴν οὕτω σεπτὴν λειτουργίαν ἠγμένους, οὐχὶ δήπου μόνων τῶν ἐμφανεστάτην καὶ ἀκατακάλυπτον ἐφ᾽ ἑαυτοῖς ἐχόντων τὴν κατάγνωσιν ἀποσχέσθαι κακῶν, ἀλλὰ καὶ παντὸς, οἶμαι, πράγματος, ᾧπερ ἂν ἕποιτο φαυλότητος δόξα, καὶ ὑπόληψις οὐκ ἀγαθὴ, καὶ ἐν πολλαῖς ἄγαν ὑποψίαις τὸ ἄσεμνον.

Ἔοικε δὲ ὁ λόγος, καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὴν συμφορὰν ὑπαινίττεσθαι, ἢν ὅτι πεπόρνευκεν εἰς ποιμένας πολλοὺς, κατὰ τὸ γεγραμμένον, οὐ προσήκατο Χριστὸς εἰς πνευματικὴν κοινωνίαν, ὁ πάναγνος ἱερεὺς, ὁ δῶρον ὥσπερ τι ἐξαίρετον ἑαυτὸν ἀνατιθεὶς ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ὁ μεθ᾽ ἡμῶν ἅγιος κατὰ τὸ ἀνθρώπινον, καίτοι πᾶσαν αὐτὸς ἁγιάζων τὴν κτίσιν, ὡς ἐκ Θεοῦ καὶ Θεός. Σαφεστέραν δὲ τοῦ μυστηρίου τὴν δήλωσιν ἀπετέλει λέγων· «Καὶ θυγάτηρ ἀνθρώπου ἱερέως, ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ, ἐπὶ πυρὸς κατακαυθήσεται.» Δέδοται γὰρ εἰς φλόγα, ὡς ἀνοσία καὶ βέβηλος, ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ταῖς τῶν Γραμματέων καὶ Φαρισαίων ἀκολουθοῦσα γνώμαις, καὶ τοῖς ἀνθρώπων ἐντάλμασιν ὅλον ἑαυτῆς ἀναθεῖσα τὸν νοῦν. Τοιγάρτοι καὶ σφόδρα δικαίως ἤκουε τοῦ προφήτου λέγοντος· «Πῶς ἐγένου πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως;» Ἐκπεπορνευμένη τοίνυν, καὶ ἀλογήσασα παντελῶς τοῦ ἄνωθέν τε καὶ πνευματικοῦ νυμφίου, πυρὸς γέγονε τροφή. Τοιγάρτοι πικρὸν ἐπ᾽ αὐτῇ καταστάζων δάκρυον καὶ ὁ προφήτης Ἱερεμίας φησίν· «Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς, ἀνήφθη πῦρ ἐπ᾽ αὐτήν· μεγάλη ἡ θλίψις ἐπὶ σέ. Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά.»

Τρόπος οὖν ἄρα πορνείας τῆς νοητῆς, τὸ ἀπονεύειν ὀρθότητος, καὶ διδασκάλοις προσκεῖσθαι ζητεῖν αἰσχροῖς τε καὶ ἀνοσίοις. ΠΑΛΛ. Οὕτω φημί. ΚΥΡ. Καὶ ἀμυδρότεροι μὲν τῶν εἰρημένων οἱ τύποι, καὶ οὐκ ἄγαν εὐφανεῖς ἐπί γε τῶν ἄλλων ἱερέων, ἀναλάμπουσι δὲ ὥσπερ ἐν Ἀαρὼν εἰκόνα φοροῦντι Χριστοῦ. Ἔφη γὰρ πάλιν· «Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ, καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει,» ἤτοι οὐκ ἀπομιτρώσει, «καὶ τὰ ἱμάτια οὐ διαῤῥήξει, καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται, καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται, καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ Θεοῦ ἐπ᾽ αὐτῷ. Ἐγὼ Κύριος. Οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήψεται, χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλ᾽ ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα. Καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ.

Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἁγιάζων αὐτούς.» Ὁρᾷς ἐναργῶς ὡς ἐν τύποις ἔτι τὸν Ἐμμανουὴλ καὶ Χριστὸν, ὠνομασμένον ὡς ἐν Ἀαρών. Ἐχρίσθη γὰρ Πνεύματι, κατὰ τὰς Γραφὰς, αὐτὸς ὑπάρχων ὁ παντέλειος ἱερεύς. Τοιγάρτοι καὶ ἀναπόβλητον ἔχει τῆς ἱερωσύνης τὴν δόξαν. «Οὐ γὰρ ἀποκιδαρώσει,» φησὶ, «τὴν κεφαλὴν,» τοῦτ᾽ ἔστιν, οὐκ ἀποβαλεῖ τὸ σχῆμα τὸ ἱεροπρεπές. Εἴρηται γὰρ πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. —Καὶ οἱ μὲν πλείονές εἰσιν ἱερεῖς γεγονότες, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· οὗτος δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην.

Ὅθεν καὶ εἰς τὸ παντελὲς δύναται σώζειν τοὺς προσιόντας τῷ Θεῷ δι᾽ αὐτοῦ·» γέγραφε γὰρ ὧδε καὶ ὁ θεσπέσιος Παῦλος. Οὐκοῦν τὸ μὴ ἀφαιρεῖσθαι τῆς κεφαλῆς τὴν κίδαριν, τῆς ἱερωσύνης τὸ ἀναπόβλητον ὑπεμφήνειεν ἄν. Εἰ δὲ δὴ λέγοιτο, «Τὴν κεφαλὴν οὐκ ἀπομιτρώσει,» συνήσεις εὖ μάλα τὸ τῆς βασιλείας αὐτοῦ διηνεκές τε καὶ ἀκατάσειστον· μίτρα γὰρ ἡ ἐπὶ μετώποις ἄκροις τὸ χρυσοῦν ἔχουσα ψέλλιον, ἀρχῆς ἂν εἴη καὶ βασιλείας σύμβολον. Ἀλλ᾽, «Οὐδὲ τὰ ἱμάτια διαῤῥήξει,» φησί. Τοῦτό τοί τισι δρᾷν ἔθος ἐπὶ νεκροῖς· Χριστοῦ δὲ τὸ χρῆμα παντελῶς ἀλλότριον. Πάθοι γὰρ ἂν ἥκιστά γε τὸν ἐπὶ θανάτῳ πόνον, ἡ ζωή. Οὐδὲν γὰρ ὅλως αὐτῇ τὸ νεκρὸν, ἀλλ᾽ ἔστιν αὕτη καὶ θανάτου λύσις, καὶ φθορᾶς ἀνατροπή. Καὶ γοῦν καὶ ὁ Σωτὴρ ἐπετίμα ποτὲ τοῖς κατοιμώζειν ἐθέλουσι τὸ τοῦ ἀρχισυναγώγου κόριον, «Ἀποχωρεῖτε,» λέγων, «καὶ μὴ κλαίετε οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει.» Ἔκτοπον γὰρ ἀληθῶς τὸ δακρυῤῥοεῖν αὐτοὺς ὡς ἐπὶ τεθνεώσῃ τῇ κόρῃ, τῆς τῶν ὅλων παρούσης ζωῆς, τοῦτ᾽ ἔστι, Χριστοῦ. Εἰ δὲ δεδάκρυκεν ἐπὶ Λαζάρῳ, φιλοστοργίας εἶναί φαμεν τὸ χρῆμα καρπὸν, καὶ τῆς θείας ἡμερότητος τὸ ἐφ᾽ ἡμῖν συμπαθές· ἠλέητο γὰρ ἡ φύσις, θανάτῳ τυραννουμένη, καὶ λύσις αὐτῇ τοῦ πάθους τὸ δάκρυον ἦν. ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ.

Ὅτι δὲ κατ᾽ οὐδένα τρόπον τὸ βέβηλον ἐν Χριστῷ, πλαγίως ὑποσημαίνεται διά γε τοῦ νεκρότητος ἀπανίστασθαι δεῖν τὸν ἀρχιερέα λέγειν, οὐδενὶ τὸ σύμπαν ἐπιφοιτῶντα νεκρῷ, ἠμελημένης ἐν τούτῳ καὶ τῆς εἰς πατέρα τιμῆς καὶ εἰς μητέρα καὶ ἀδελφούς. Θέα γὰρ ὅπως νουνεχὴς ὁ νόμος, καὶ τὴν τοῖς νοήμασι πρέπουσαν εὐκοσμίαν οὐκ ἐν μικρῷ τιθεὶς λόγῳ. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἱερέων ἐδυσωπεῖτο τὴν φύσιν, καὶ τοῖς ἄγαν ἀγχοῦ καὶ ἐξ αἵματος νεκροῖς, τοῖς ἡγιασμένοις ἐδίδου τὸ ἀνεγκλήτως ἐξεῖναι δρᾷν τὰ νενομισμένα. Πεφρόντικε δὲ οὐ σφόδρα τῆς εἰς τὴν σκιὰν ἁμαρτίας. Γεγράφατο γὰρ ἐφ᾽ ἡμῶν τὰ ἐγκλήματα, καὶ εἰς ἀνθρώπους ὁ τύπος, οἷς εἰ καί τι παρέποιτο μολυσμοῦ, τὸ ἀπεικὸς οὐδέν. «Πολλὰ γὰρ πταίομεν ἅπαντες·» καὶ ἠῤῥώστηκεν ἐν ἡμῖν τὸ πλημμελεῖν ἡ φύσις. Ἐπὶ δέ γε τοῦ ἀρχιερέως τοῦ μεγάλου, τοῦτ᾽ ἔστι, Χριστοῦ, τετήρηται καθαρῶς καὶ ἐν αὐτῷ τῷ τύπῳ τὸ σέβας, καὶ τὸ ἀκίβδηλον ἐν σκιαῖς, ἵνα μὴ τὸ τῆς ἀληθείας παρασημαίνηται κάλλος, ὡς ἐν ἐκείνοις ἠδικημένον.

Ἀβέβηλος γὰρ ὁ Χριστὸς, καὶ οὐκ εἰδὼς ἁμαρτίαν, καὶ παντὸς ἐπέκεινα μολυσμοῦ, μᾶλλον δὲ λαμπρότητός τε καὶ καθαρότητος νοητῆς· εἴσω τε παντὸς ἁγιασμοῦ, κἂν εἰ ἐξίτηλον ἔχων τὸ ἔν γε τούτῳ διαφανὲς, διά τοι τὸ φυσικοῖς ἐρηρεῖσθαι νόμοις, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. Δηλοῖ δὲ, οἶμαι, τουτὶ, τὸ, «Ἀπὸ τῶν ἁγίων οὐκ ἐξελεύσεται, καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ.» Γυναῖκα δὲ δεῖν παρθένον πρὸς γάμου φέρεσθαι κοινωνίαν, εὖ μάλα φησὶ, καὶ ἀνάρμοστον ποιεῖται τὴν ἐξωσμένην.

Ἣ καὶ εἰς τύπον ἂν εἴη τῆς Ἰουδαίων Συναγωγῆς· ἐκβέβληται γὰρ τῆς πρὸς αὐτὸν ἑνότητος, καὶ περὶ αὐτῆς φησι διὰ τῆς τοῦ προφήτου φωνῆς, ὅτι «Αὐτὴ οὐχ ἡ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς.» Ἡρμόσατο δὲ ὁ Παῦλος τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, παρθένον ἁγνὴν τῷ Χριστῷ, ἄσπιλον δὲ καὶ ἀρυτίδωτον, μᾶλλον δὲ ἁγίαν καὶ ἄμωμον. Οὕτω μὲν οὖν ἐπί τε τῆς ἐξ ἐθνῶν Ἐκκλησίας καὶ τῆς Ἰουδαίων μητρὸς, ἀληθὲς ἂν εἴη τὸ αἴνιγμα, καὶ ὁ τύπος οὐκ ἀκαλλής. Εἰ δὲ δὴ βούλοιτό τις πρὸς τὸν ἐφ᾽ ἑκάστῳ λόγον περιτρέπειν ἀξίως τῶν ἐννοιῶν τὴν δύναμιν, φαμὲν, ὅτι ψυχαῖς βεβήλοις καὶ ἀνοσίαις, ἀσυναφὴς ὁ Χριστός· ταῖς δὲ πανάγνοις καὶ καθαραῖς, οἷάπερ παρθένοις, σύνεστι πνευματικῶς, καὶ ἐγκάρπους ἀποτελεῖ, καὶ γένος αὐτὰς οἰκεῖον ἀποκαλεῖ. «Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου,» φησὶ, «τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος καὶ ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ μού ἐστιν.» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ὁποίους μὲν οὖν εἶναι χρὴ τοὺς ἐξειλεγμένους εἰς ἱερουργίαν, ἄττα τε ὀρθῶς ἐπείγεσθαι δρᾷν, καὶ ὧν ἂν αὐτοὺς ἀπηλλάχθαι πρέποι, διακεχρησμῴδηκεν ἐναργῶς· ἀλλ᾽ ἦν δή που πρὸς τῷδε σοφὸν, τὸ τίνα χρὴ τρόπον ἱερουργεῖν αὐτοὺς, ἐκφάνδην εἰπεῖν, καὶ καταῤῥυθμίσαι νόμοις, τά τε τῶν θυσιῶν εἴδη καὶ πᾶν τὸ ἱερουργούμενον, ὡς ἂν ἀμωμήτως ἔχοι τὸ πρᾶγμα αὐτοῖς, θυμηρεστάτην τε οὕτω ποιοῖντο τὴν λειτουργίαν.

Οὐκοῦν καὶ πρό γε τῶν ἄλλων, «Οὐκ ἀναβήσῃ,» φησὶν, «ἐν ἀναβαθμοῖς ἐπὶ τὸ θυσιαστήριόν μου, ἵνα μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ᾽ αὐτό.» Ἀλλὰ πῶς ἂν τυχὸν γένοιτο τοῦτο, ἐρεῖ τις εὐθὺς, καίτοι ἐκ λίνου κατεσκευασμένον τοῖς ἱερεῦσιν ἐδίδου τὸ περισκελὲς, «ἵνα καλύπτῃ,» φησὶν, «ἀσχημοσύνην» χρωτὸς αὐτοῦ; Εἴπερ οὖν ἄρα, καὶ ὑψοῦ διᾴττειν ἐχρῆν, οὐδὲν ἂν ἠδίκησε τὸ χρῆμα αὐτοὺς περιεσταλμένους τὸ ἄσχημον. Ποῖ δὴ οὖν ἄρα τὸν τοῦ νόμου φαμὲν εἶναι σκοπόν; Τοῖς τῶν εἰδώλων προσκυνηταῖς, εὐκλεὲς εἶναί τε καὶ ἀναγκαῖον ἐδόκει, τὸ ὑψοῦ τοῖς τεμένεσιν ἱδρύσθαι βωμούς· καὶ οὐ πολὺς ἦν αὐτοῖς ὁ ἐπί γε τῷ χρῆναι σεμνῶς περιεστάλθαι λόγος.

Εὐφυῶς οὖν ὁ νόμος, ἀπὸ τοῦ συμβαίνειν αὐτοῖς εἰωθότος, τοὺς θείους ἱερουργοὺς ἀνορθοῖ πρὸς τὸ ἄμεινον, καὶ ὡς ἐκ τύπου σωματικοῦ, πρὸς θεωρίαν ἄγει πνευματικήν. «Οὐ» γὰρ «ἀναβήσῃ,» φησὶν, «ἐν ἀναβαθμοῖς ἐπὶ τὸ θυσιαστήριόν μου, ἵνα μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ᾽ αὐτοῦ.» Τοῦτ᾽ ἔστιν, Ὁ θεῖος ἱερουργὸς ὁ πρὸς λειτουργίαν ἡγιασμένος τὴν ἐμὴν, ζητείτω τὰ ταπεινὰ, μὴ ἀναθρωσκέτω πρὸς τὸ ὑψοῦ. Παραιτείσθω τὴν ἀλαζονείαν, ἵνα μὴ ἀσχήμων ὁρῷτο καὶ ἀκαλλής. Ἀκαλλὲς γὰρ καὶ ἄσχημον κομιδῇ καὶ παγχάλεπον ἀῤῥώστημα νοῦ, φρόνημα τὸ ὑπέρογκον. «Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, τοσούτῳ ταπείνου σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν.» Γράφει δὲ καὶ ὁ τοῦ Σωτῆρος μαθητής· «Καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· ὁ δὲ πλούσιος, ἐν τῇ ταπεινώσει αὐτοῦ.» Παρελεύσεται γὰρ καὶ ἐν ἴσῳ πόαις, καὶ ἀνθέων διοίσει τῶν ἐν ἀγροῖς κατ᾽ οὐδένα τρόπον. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Ὄγκου δὴ οὖν καὶ ὑπεροψίας ἀπηλλάχθαι δεῖν ἔφη τὸν ἱερουργόν.

Τίνα τε οὖν τρόπον ἐννομωτάτην ποιήσαιτο ἂν τὴν ἱερουργίαν καὶ ἀνεπίπληκτον, παντελῶς εἴσῃ τοι σαφῶς· γέγραπται γὰρ ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως, αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τοπρωΐ· καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾽ αὐτοῦ, οὐ σβεσθήσεται· καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου, καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐνδύσεται στολὴν ἄλλην, καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν· καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἐπ᾽ αὐτοῦ, καὶ οὐ σβεσθήσεται· καὶ καύσει ἐπ᾽ αὐτοῦ ὁ ἱερεὺς ξύλα τοπρωῒ πρωῒ, καὶ στοιβάσει ἐπ᾽ αὐτοῦ τὴν ὁλοκαύτωσιν, καὶ ἐπιθήσει ἐπ᾽ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται.» Ἐνδελεχὲς μὲν οὖν καὶ ἀκατάπαυστον κομιδῇ τοῦ θυσιαστηρίου τὸ πῦρ, καὶ οὐκ ὀθνεῖον ἢ ἔξωθεν, ἀλλὰ τὸ αὐτοῦ, τοῦτ᾽ ἔστι, τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ, Καὶ τί δὴ τοῦτό ἐστιν; Ἐπίμεστον γὰρ τῆς τοῦ Θεοῦ δόξης τὸ ἅγιον ἡμῶν θυσιαστήριον.

Ἐν εἴδει δὲ τοῦ πυρὸς ἡ θεία τε καὶ ἀπόῤῥητος εἰκάζεται φύσις. Ἔοικε δὲ καὶ μυστικόν τι ὁ λόγος εὖ μάλα παραδηλοῦν. ΠΑΛΛ. Τὸ ποῖόν τι φής; ΚΥΡ. Ἦ οὐκ αὐτὸν εἶναι τὸν Ἐμμανουὴλ τὸ θεῖον ἐλέγομεν, ὡς ἐν τύπῳ, θυσιαστήριον, δι᾽ οὗ προσίεμεν τῷ Θεῷ καὶ Πατρὶ, λατρεύοντες λογικῶς, καὶ μονονουχὶ καταθύοντες τὸ εὐῶδες ἐν ἀρεταῖς, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸν ἁγιασμόν; «Παραστήσατε γὰρ τὰ σώματα ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» ΠΑΛΛ. Ἐλέγομεν· μεμνήσομαι γάρ. ΚΥΡ. Θέα δὴ οὖν ὅτι καταφοιτῆσαν ἐξ οὐρανοῦ πῦρ ἐπὶ τὸ θυσιαστήριον, καταλήγειν οὐκ ἐᾷ, οὐδὲ οἷον ἀπανίστασθαι μαρανθὲν, ἀλλ᾽ εἶναί τε διὰ παντὸς αὐτῷ, καὶ ἀπαύστως ἐμφιλοχωρεῖν. Μεμαρτύρηκε δὲ καὶ ὁ Βαπτιστὴς Ἰωάννης περὶ Χριστοῦ· «Ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ ἐν εἴδει περιστερᾶς, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. Καὶ ἐγὼ,» φησὶν, «οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν, αὐτός μοι εἶπεν· Ἐφ᾽ ὃν ἂν [ε]ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, καὶ μένον ἐπ᾽ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι τῷ ἁγίῳ.» Ἀνετυποῦτο δὴ οὖν ὡς ἐν σκιαῖς ἔτι τὸ Πνεῦμα τὸ ἅγιον, ἐν εἴδει πυρὸς καταβαῖνον ἐπὶ Χριστὸν, καὶ ἀεὶ μένον ἐπ᾽ αὐτόν. Ἀκατεύναστον γὰρ καὶ ἀκατάληκτον παντελῶς τοῦ θυσιαστηρίου τὸ πῦρ.

Ὅτι δὲ τῇ τοῦ πυρὸς φύσει τὸ Πνεῦμα παρεικάζεται, πληροφορεῖ σε λέγων τοῖς Ἰουδαίων δήμοις καὶ ὁ μακάριος Βαπτιστής· «Ἐγὼ βαπτίζω ἐν ὕδατι, μέσος δὲ ὑμῶν ἕστηκεν, ὂν ὑμεῖς οὐκ οἴδατε, ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.» Ἔφη δὲ, ὅτι «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Βεβαπτίσμεθα γὰρ οὐκ εἰς πῦρ αἰσθητὸν, ἀλλ᾽ ἐν ἁγίῳ Πνεύματι, πυρὸς δίκην ἐκτήκοντι τὸν ἐν ψυχαῖς μολυσμόν, τοιγάρ τοι καὶ γέγραπται περὶ Χριστοῦ, ὅτι «Ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.» Ἄσβεστον οὖν ἄρα τοῦ θυσιαστηρίου τὸ πῦρ. Μεμένηκε γὰρ ἐν Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον, καίτοι κατὰ φύσιν ἐνυπάρχον αὐτῷ, καθὸ νοεῖται καὶ ἔστι Θεός. Ἔφη δὲ καὶ νόμος, ἴδιον τοῦ θυσιαστηρίου τὸ πῦρ. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ κατά γε τὸ πρέπον τῇ ἀνθρωπότητι σχῆμα, καὶ ἐν μεθέξει Πνεύματος γεγενῆσθαι λέγεται· ἀλλ᾽ οὖν αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ ἴδιον ἀληθῶς τὸ Πνεῦμά ἐστιν.

Εἰ δὲ δή τις ἕλοιτο, τὸν ἐπὶ τῷδε λόγον καὶ ἐφ᾽ ἕκαστον ἄγειν τῶν ἡγιασμένων διὰ πίστεως ἐν Χριστῷ, ὡς ἤδη πως αὐτὸν καὶ θεῖον νοεῖσθαι θυσιαστήριον· ἐπωφελὴς ὁ λόγος· πρέπει γὰρ, ἄνδρας τοὺς ἱεροὺς, καὶ Χριστῷ τὴν οἰκείαν ἀναθέντας ζωὴν, θερμοὺς καὶ ζέοντας ὁρᾶσθαι τῷ Πνεύματι, καὶ τοῦτο διὰ παντὸς, οὐκ εἰς ἀπόψυξιν καταφερομένους διὰ κοσμικῶν ἡδονῶν, ἀναζωπυροῦντας δὲ μᾶλλον ἐν ἁγιασμῷ τὸν νοῦν εἰς φιλοθεΐαν καὶ ἔφεσιν ἀρετῆς. Λατρείας γὰρ οὗτος τῆς λογικῆς ὁ τρόπος. Οὗτος μὲν οὖν ὁ τοῦ θυσιαστηρίου λόγος. Προσεπιτάττει δέ τι καὶ τῇ ἱστορίᾳ χρήσιμον. Τὴν γάρ τοι σποδιὰν ἐκκομίζεσθαι δεῖν, οὐ παρ᾽ ἑτέρου, φησὶ, τῶν ἀλλογενῶν, ἤγουν ἐξ ἑτέρας ὄντος φυλῆς, δι᾽ ὑπουργίας δὲ μᾶλλον τῶν ἡγιασμένων. Ἐπιτήρει δὲ, ὅπως οὐδὲν ἡγεῖσθαι βραχὺ τῶν εἰς θείαν ἡκόντων λειτουργίαν ἀφίησιν ὁ νόμος, οὐδὲ οἷον ἱερατικῆς αὐτουργίας ἀνάξιον, ὡς παραχωρεῖν ἑτέρῳ μὴ ἱερῷ· οὐ γάρ τοι βάσιμα τοῖς ἀνάγνοις τὰ ἅγια. Ἀνέπαφον δὲ καὶ αὐτὸ τὸ θεῖόν ἐστι θυσιαστήριον. Καὶ ἵν᾽ εἰδεῖεν οἱ ἀπόλεκτοι πρὸς ἱερουργίαν, τοῦ θείου θυσιαστηρίου τὸ ὑπερφυὲς ὡς ἐν ἁγιασμῷ, καὶ αὐτοῖς ἀνάπτει τὸ σέβας τοῖς ἱεροπρεπέσιν ἐσθήμασιν. Ἐσταλμένους γὰρ ἱερῶς ἔξω φαίνεσθαι τῆς σκηνῆς, οὐκ ἐφίησιν οἰκονομικῶς.

Τὰ γάρ τοι, φησὶν, ἡγιασμένα, μὴ τοῖς ἀνάγνοις ὡμιληκότα, καὶ τὸν ἐξ ὀθνείων ἔχοντα μολυσμὸν, τὸ τῆς ἁγίας σκηνῆς ἀδικείτω σέβας. Διὰ τοῦτο τὴν σποδιὰν, συγκομίζειν μὲν ἐφίησιν ἐσταλμένους ἱεροπρεπῶς, μεταμφιέννυσθαι δὲ πρὸς τὸ ἔξω φέροντας, καὶ τῶν ἁγίων ἀποφοιτῶντας τόπων. Κεχρησμῴδηκε δὲ τῷ τοιούτῳ συγγενὲς καὶ διὰ φωνῆς Ἰεζεχιήλ· γράφει δὲ οὕτως· «Καὶ εἶπεν πρός με· Αἱ ἐξέδραι αἱ πρὸς βοῤῥᾶν, καὶ ἐξέδραι πρὸς νότον, αἱ οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς, οἱ υἱοὶ Σαδδοὺχ, οἱ ἐγγίζοντες πρὸς Κύριον εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ἐκεῖ θήσουσι τὰ Ἅγια τῶν ἁγίων καὶ τὰς θυσίας, καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας· διότι τόπος ἅγιός ἐστιν. Οὐκ εἰσελεύσεταί τις πάρεξ τῶν ἱερέων, οὐκ ἐξελεύσονται ἐκ τῆς αὐλῆς τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διὰ παντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστιν· καὶ ἐνδύσονται ἱμάτια ἕτερα ὅταν ἅπτωνται τοῦ λαοῦ.» Ἅγια μὲν οὖν καὶ αὐτὰ τὰ ἐσθήματα τῶν ἱερέων, καὶ ἄμικτα τοῖς πολλοῖς.

Ἐν νυκτὶ δὲ καὶ ἡμέρᾳ τὸ ὁλοκαυτούμενον· ἀκατάληκτος γὰρ ἡ εὐωδία Χριστοῦ· καὶ αὐτὸς δὲ τῶν ἀγίων ὁ βίος, εἰ ὡς ἐν τρόπῳ νοοῖτο τῷ καθ᾽ ὁλοκαύτωσιν, ἄπαυστον ἔχει τὴν εὐοσμίαν· Χριστὸν γὰρ εὐωδιάζουσιν, τῆς εὐαγγελικῆς πολιτείας ἱερουργοῦντες Θεῷ τὰ ὡς ἐξ ἔργων αὐχήματα. ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος. ΚΥΡ. Τίνα μὲν οὖν τρόπον τὸ τῆς ὁλοκαυτώσεως ἔσται χρῆμα, δι᾽ ὧν ἔφαμεν, οὐκ ἀσυμφανές. Πῶς δ᾽ ἂν γένοιτο καὶ λίαν ὀρθῶς καὶ ὁ τῆς θυσίας τρόπος, ἐπιτάττει λέγων· «Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν, οἱ υἱοὶ Ἀαρὼν ἔναντι Κυρίου, ἀπέναντι τοῦ θυσιαστηρίου· καὶ ἀφελεῖ ἀπ᾽ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς, καὶ σὺν παντὶ τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας. Καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴν εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ Κυρίῳ. Τὸ δὲ καταλειφθὲν ἀπ᾽ αὐτῆς ἔδεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ. Ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ· ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν· οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων Κυρίου. Ἅγια ἁγίων ἐστὶν, ὥσπερ τὸ τῆς ἁμαρτίας, καὶ ὥσπερ τὸ τῆς πλημμελείας. Πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου· πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.»

Τὰ μὲν οὖν ὁλοκαυτούμενα, τὴν οἱονείπως ὁλοτελῆ καὶ εἰσάπαν ἀφιέρωσιν τῶν ἐξαιρέτως ἁγίων ὑποδηλοῖ· θυσία δὲ, αὐτὴν ὡς ἐκ μέρους ἁγίαν καὶ ὑπὸ Θεῷ ζωήν· ἧς ὑποτύπωσις ἀκριβὴς, ἡ σεμίδαλις διὰ δρακὸς ἱερέως ἀναφερομένη σὺν τῷ ἐλαίῳ καὶ τῷ λιβάνῳ. Τὴν γάρ τοι Θεῷ καθιερουμένην ζωὴν, καὶ εἰ γένοιτο τυχὸν ἐκ μέρους, εὐώδη πάντως εἶναι χρὴ, καὶ λιπαρωτάταις ἐλπίσι πιαινομένην. Ἦ οὐκ εὐοσμότατον εἶναι φὴς πᾶν ἔργον ἡμῶν ἀγαθόν; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Τί δέ; οὐκ ἐπ᾽ ἀγαθαῖς ἐλπίσι πράττεται πρὸς ἡμῶν; ΠΑΛΛ. Ναί· ἕψεται γὰρ πάντως τὰ παρὰ Θεοῦ. ΚΥΡ. Λίβανος δὴ οὖν, καὶ σεμίδαλις ἐλαιόδευτος, τὴν εὐώδη τε καὶ λιπαρωτάτην ἡμῖν ὑπαινίττεται ζωήν. ΠΑΛΛ. Εὖ ἔφης· ἀλλὰ τίς ἂν γένοιτο πρὸς ἡμῶν ἡ ὡς ἐκ μέρους ἁγία ζωή; ΚΥΡ. Ἡ μήτε εἰς λῆξιν πολιτείας ἥκουσα τῆς ἁγιοπρεποῦς, μήτε κατὰ τὴν ἄγαν ἀνῳκισμένην ἰοῦσα τρίβον, ὁποία τις ἦν ἡ Ἰωάννου φωνὴ τυχὸν, ἤγουν τῶν ἁγίων ἀποστόλων· μήτε μὴ ἐκπίπτουσα τοῦ εἶναι σεπτὴ, διά γε τὸ ἡττῆσθαι τυχὸν τῆς ἄγαν ὑποκειμένης που. Ἦ οὐ τῶν ἐν κόσμῳ καὶ παιδοποιῶν ὁ βίος, εἰ διαζῇν ἕλοιντο χρηστῶς, μεμέρισταί πως Θεῷ τε καὶ κόσμῳ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν; ΠΑΛΛ. Μεμέρισται· πῶς γὰρ οὔ; ΚΥΡ.

Τύπος οὖν ἄρα ζωῆς τῆς οὐκ εἰσάπαν ἀνακειμένης Θεῷ, μέσης δὲ ὥσπερ καὶ ἐπ᾽ ἄμφω βλεπούσης, ἡ μερικὴ καθιέρωσις τῆς σεμιδάλεως ἦν, τὸ εὐῶδες ἐχούσης καὶ ἱλαρόν· ἣν καὶ εἰς μνημόσυνον ἔσεσθαί φησιν ὁ νόμος, τοῦ δι᾽ ὑπουργίας ἱερατικῆς προσκεκομικότος. Ἀποκερδανοῦμεν δὲ ἀληθῶς τὸ ἐν μνήμῃ κεῖσθαι τῇ παρὰ Θεῷ, δι᾽ ὧν καρποφοροῦντες εὐωδιάζομεν· μεσιτεύοντος τοῦ Χριστοῦ καὶ Θεῷ προσάγοντος, τὸ[ν] μὲν ὁλοκλήρως ἅγιον, ὡς ἐν τάξει τῶν ὁλοκαυτωμάτων· καὶ μέντοι τὸν μὴ τοιοῦτον εἰσάπαν διὰ τὸ μεμερίσθαι τῷ κόσμῳ, θυσίαν ὥσπερ τινὰ μερικήν. Ἄζυμος δὲ ἡ θυσία. Πρέποι γὰρ ἂν πράττεσθαι καθαρῶς, πᾶν ὅπερ ἂν γένοιτο πρὸς ἡμῶν, εἰς δόξαν Θεοῦ. Καὶ γοῦν ὁ Σωτὴρ, παραιτεῖσθαι προστέταχε, τὸ ἐν μέσαις ἑστῶτα ταῖς ἀγοραῖς ποιεῖσθαι τὰς προσευχὰς, καὶ τὸ ἀμειδὲς ἐν νηστείαις, καὶ τὸ σαλπίζειν ἀκόσμως, κατοικτείροντας ἀδελφούς.

Ζύμη γὰρ αὕτη, βεβηλοῦσα τὰ ἱερά. Τὸ δὲ εἰς δόξαν Θεοῦ πραττόμενον, ἐγκλημάτων ἀνθρωπαρεσκείας ἀπηλλάχθαι πρέπει· εἴη γὰρ ἂν οὕτως ἄζυμον ἀληθῶς καὶ ἱερὸν τὸ θύμα. Μερὶς δὲ καὶ βρῶσις τοῖς ἱερεῦσι, τὸ κατάλοιπον τῆς θυσίας. Ἐσθίεται πᾶν ἀρσενικὸν ἐν τόπῳ ἁγίῳ· τοῦ μὲν ἐν ἁγίῳ τόπῳ πρὸς τῶν ἱερέων δαπανᾶσθαι τὰ ἱερὰ, τοῖς μυστικωτέροις ἡμῶν λόγοις τηροῦντος τὸ σέβας· τοῦ δὲ πᾶν ἄρσεν ἐσθίειν, ὑποδηλοῦντος ἀστείως ὡς ἀκαλλές τι χρῆμα καὶ ἀνόσιον ἀληθῶς ὁ μαλακισμὸς τοῖς ἐξειλεγμένοις παρὰ Θεοῦ. Ἀνίερον γὰρ ἀποτελεῖ, καὶ εὐλογίας ἐξίστησι τῆς πνευματικῆς, καὶ ἀμέτοχον ἀποφαίνει τῶν παρὰ Θεοῦ τοῖς ἁγίοις ἐκνενεμημένων ἀγαθῶν. Ἐμαλακίσθη δὲ καὶ Ἰούδας, ἀπονεύσας εἰς αἰσχροκέρδειαν· ἐξ ἀνάνδρου δὲ τοῦτο καὶ ἀγεννοῦς λογισμοῦ· ταύτῃτοι καὶ ἄγευστος τῶν παρὰ Θεοῦ μεμένηκεν ἀγαθῶν, καὶ ἀμέτοχος παντελῶς τῶν τοῖς ἁγίοις δεδωρημένων. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Καὶ θυσίας μὲν τῆς ἐξ ἀγέλης, οὗτος ὁ νόμος· τρόπῳ γε μὴν ἑτέρῳ, τὴν ἐξ ἱεροῦ προσάγεσθαι γένους προστέταχε λέγων· «Τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν χρίσῃς αὐτὸν, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διαπαντὸς, τὸ ἥμισυ αὐτῆς τοπρωῒ, καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν. Ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται· πεφυραμένην οἴσει αὐτὴν, ἑλικτὰ, θυσίαν ἐκ κλασμάτων, θυσίαν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.

Ὁ ἱερεὺς ὁ χριστὸς ὁ ἀντ᾽ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ, ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται· καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται, καὶ οὐ βρωθήσεται.» Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, τοῦ νόμου τὸ ἀκριβὲς, καὶ τὸ ἄγαν ἰσχνὸν εἰς ἀσφάλειαν ἱεροπρεπῆ. Ἐπειδὴ γὰρ τὰς τῶν ἀγελαίων θυσίας οὐχ ὁλοκαυτοῦσθαι δεῖν προστέταχεν, ἅτε δὴ μὴ εἰσάπαν ἁγίαν ἐχόντων ζωὴν, μεμερισμένην δὲ ὥσπερ Θεῷ καὶ κόσμῳ, διιστὰς εἰκότως, καὶ ἐν μοίρᾳ τιθεὶς τῇ ὑπερκειμένῃ τοὺς ἐξειλεγμένους εἰς ἱερουργίαν, ὁλόκαυτον τὴν ὑπὲρ αὐτῶν ποιεῖσθαι δεῖν ἔφη θυσίαν, τὴν προσαγομένην σεμίδαλιν καταθυμιῶντας Θεῷ πρωῒ καὶ τὸ δειλινὸν, τοῦτ᾽ ἔστι, διὰ πάσης ἡμέρας καὶ ἐν παντὶ καιρῷ. Ἅγιος γὰρ ἀεί πώς ἐστι καὶ ἀκατάληκτον ἔχων τὴν εὐωδίαν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, ὁ ἐξειλεγμένος, οὐ μεμερισμένος Θεῷ τε καὶ κόσμῳ, κατά τινας, εὐπαρέδρως δὲ καὶ ἀπερισπάστως, καὶ ὅλος ἐξ ὅλου προσκείμενος τῷ ἰδίῳ Δεσπότῃ, καὶ οἱονείπως ἀναβοῶν· «Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Τὸ τοίνυν δέκατον τῆς σεμιδάλεως, ζωῆς ἂν εἴη σημεῖον, εὐωδιαζούσης Θεῷ κατὰ πάντα καιρόν.

Ἀλλ᾽ «ἐπὶ τηγάνου,» φησὶ, καὶ μὴν «καὶ ἐλαίῳ πεφυραμένην, καὶ ἐκ κλασμάτων ἀνοίσει αὐτήν·» τοῦ μὲν τηγάνου, καθάπερ ἐγᾦμαι, τὸ ἐπώδυνον, τοῦ δὲ πεφυρᾶσθαι τῷ ἐλαίῳ, τὸ δαψιλὲς ἐν ἱλαρότητι, τοῦ δὲ ἐκ κλασμάτων, τὸ οἱονεὶ τρυφερόν τε καὶ εὐδιάθρυπτον τῆς τῶν ἁγίων καρδίας ὑποσημαινόντων ἡμῖν αἰνιγματωδῶς. Ἕψεται γὰρ πάντως τῇ εἰσάπαν καὶ ὁλοκλήρως ἁγίᾳ ζωῇ, τὸ ἐν πόνοις δεῖν εἶναι, καὶ τὸ ἀμφιλαφὲς ἐν ἐλπίδι τῇ παρὰ Θεῷ, καὶ τὸ εὐδιάθρυπτον κομιδῇ· πρέπει γὰρ ἂν ἥκιστά γε τὸ ἀτριβές. Γέγραπται γὰρ, ὅτι «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Πέπηγε δὲ ὡς λίθος, καὶ ὥσπερ ἄκμων ἀνήλατος, ἡ τοῦ διαβόλου καρδία· λέγει γὰρ οὕτω τὸ Γράμμα τὸ ἱερόν. Ἐκτείνεται δὲ καὶ μέχρι παντὸς ὁ νόμος, ταῖς τῶν ἱερατευόντων διαδοχαῖς πληρούμενος· ἕπεσθαι γὰρ δεῖ ταῖς τῶν προλαβόντων εὐδοκιμήσεσι, καὶ μιμητὰς ἀναφαίνεσθαι τῆς τῶν πατέρων εὐκλείας, κατ᾽ ἴχνος ἰόντας τῆς ἐκείνων λατρείας, καὶ τὴν φιλαιτάτην τῷ Θεῷ προσκομίζοντας εὐωδίαν, οὐ μεμερισμένως, ἀλλ᾽ ὁλοτελῶς.

Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, «Πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται.» ΠΑΛΛ. Ἑαυτοὺς οὖν ἄρα προσοίσομεν, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ, τὴν τῶν ἁγίων ἰχνηλατοῦντες ζωὴν, καὶ ταῖς ἐκείνων ἱερουργίαις ἑπόμενοι, δῆλον δὲ ὅτι ταῖς πνευματικαῖς. ΚΥΡ. Πάνυ μὲν οὖν, ὦ Παλλάδιε. Πλὴν ὅτι τὸ ἀποτρίψασθαι μολυσμὸν, καὶ διαδράναι τὴν ἁμαρτίαν, οὐχ ἑτέρως ἂν γένοιτο καὶ ἐνυπάρξαι τισὶν, ἢ ὅτι διὰ μόνου Χριστοῦ, ἐν ᾧ καὶ δι᾽ οὗ πᾶσα κάθαρσις, τὴν σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντος σφαγὴν, ἀναμάθοι τις ἂν, καὶ οὐκ εἰς μακρὰν, διά τε τοῦ γείτονος καὶ συνεζευγμένου θεσπίσματος· ἔχει γὰρ ὧδε· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ οὗ σφάξουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὰ περὶ τῆς ἁμαρτίας ἔναντι Κυρίου· Ἅγια ἁγίων ἐστίν. Ὁ ἱερεὺς ἀναφέρων αὐτὴν, ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ῥαντισθῇ ἐπ᾽ αὐτὸ, πλυθήσεται ἐν τόπῳ ἁγίῳ· καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ, καὶ ἐκκλύσει ὕδατι.

Πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά· Ἅγια ἁγίων ἐστὶ Κυρίῳ.» Ἱερεῖον μὲν οὖν τὸ περὶ τῆς ἁμαρτίας εἴη ἂν ἕτερον οὐδὲν παρὰ τὸν Ἐμμανουὴλ, ὅς ἐστιν ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Σφάζεται δὲ ἐν τόπῳ τοῦ ὁλοκαυτώματος· οὐ γάρ τοι μερικῶς τε καὶ καθ᾽ ἡμᾶς ἅγιος ὁ Χριστὸς (οὐ γὰρ ἐποίησεν ἁμαρτίαν), εὐώδης δὲ ὅλος καὶ ἱερὸς, καὶ ἁγιασμοῦ τοῖς ἄλλοις ἅπασι χορηγός. Εἰ γὰρ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη καὶ τοῖς κατακεκριμένοις ἐναρίθμιος γέγονεν οἰκονομικῶς· ἀλλ᾽ οἶδεν ἅγιον ὄντα καὶ ἱερὸν τὸν τοῦ Υἱοῦ θάνατον ὁ Πατήρ.

Ταύτῃτοί φησιν· «Ἐν τόπῳ οὗ σφάξουσι τὸ ὁλοκαύτωμα, σφάξουσι καὶ τὸ περὶ ἁμαρτίας· Ἅγια ἁγίων ἐστίν.» Ὥσπερ γὰρ Θεὸς θεῶν ἐστιν ὁ Υἱὸς, οὕτω καὶ ἁγίων Ἅγιος, ὅλην αὐτὸς ἁγιάζων τὴν κτίσιν τῷ ἰδίῳ πνεύματι, καθὸ πέφυκεν ἐκ Πατρὸς, καὶ ἔστι Θεὸς ἀληθῶς. Ἔδεται δὲ τὴν θυσίαν, φησὶν, ὁ προσκομίζων αὐτὴν ἱερεύς. Ἕκαστος γὰρ, οἶμαι, τῶν εἰς λειτουργίαν τὴν ἱερὰν ἠγμένων, τοὺς καρποὺς τῶν ἰδίων ἀποτρυγήσει πόνων, καὶ τῆς ἑαυτοῦ λειτουργίας ἐκθεριεῖ τὴν ἀντίδοσιν. Ἐσθίεται δὲ τῆς θυσίας τὸ λείψανον ἐν ἁγίοις τόποις, καὶ ἐν αὐλῇ τῆς ἁγίας σκηνῆς. Προσάγεται γὰρ ἐν ἐκκλησίαις τὰ μυστικὰ, καὶ τῆς ἁγίας τραπέζης Χριστοῦ τὸ ἀπόλεκτον ἐν αὐταῖς ἀξιοῦται γένος. Ἔνθα δ᾽ ἂν ἱερατεύει νόμιμος ἱερεὺς, ἅγιος ἔσται τόπος. Ἁγιάζει δὲ τὸν ἁπτόμενον ἡ θυσία, καὶ ὁ τοῦ αἵματος ῥαντισμός. Προσίεμεν γὰρ τοῖς ἁγίοις, οὐχ ἑτέρου του χάριν, ἢ ὥστε μεταλαχεῖν τοῦ ἁγίου Χριστοῦ διά τε τῆς ἀποῤῥήτου καὶ πνευματικῆς θυσίας. Διαγνίζεται δὲ καὶ τὰ ταῖς θυσίαις ὑπηρετοῦντα σκεύη, ὡς ἂν μὴ ἑτέρῳ γένοιτό τινι, μηδὲ ταῖς τῶν ἀνθρώπων ὑποφέροιτο χρείαις τὰ τοῖς ἱεροῖς λελειτουργηκότα. Τετήρηται δὲ ὁ νόμος, καὶ ἐν ἐκκλησίαις σώζεται. Ἀνδριζομένοις δὲ ὅτι τὸ εὐλογεῖσθαι πρέπει, σαφηνιεῖ πάλιν ὁ νόμος εἰπών· «Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά.» ΠΑΛΛ. Σαφὴς ὁ λόγος. ΚΥΡ.

Θεσμοθετεῖ δὲ πρὸς τούτοις, καὶ ὅπως ἂν γένοιτο καλῶς τῆς θυσίας ὁ τρόπος, τῆς ὑπὲρ ἁμαρτίας, φημί· καὶ τίνα μὲν ἐξ αὐτῆς, τὰ τοῖς λειτουργοῦσιν ἐδώδιμα, τίνα δὲ αὖ, τὰ εἰς ὀσμὴν εὐωδίας ἐξῃρημένα.

Γέγραπται γὰρ οὕτω· «Καὶ πάντα, φησὶ, τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἂν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τόπῳ ἁγίῳ, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται. Καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας, Ἅγια ἁγίων ἐστίν· ἐν τόπῳ οὗ σφάξουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὸν κριὸν περὶ τῆς πλημμελείας ἔναντι Κυρίου. Καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ· καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ᾽ αὐτοῦ, καὶ τὴν ὀσφὺν, καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων· καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς, περιελεῖ αὐτὰ, καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ Κυρίῳ· περὶ πλημμελείας ἐστί. Πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτὰ, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά. Ἅγια ἁγίων ἐστίν.

Ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ περὶ τῆς πλημμελείας· νόμος εἷς αὐτῶν ὁ ἱερεὺς ὅστις ἐξιλάσεται ἐν αὐτῷ, αὐτῷ ἔσται.» Ἀποφάσκει μὲν γὰρ δεῖν ποιεῖσθαι τροφὰς τὰ τῶν ἱερείων ἐνδόσθια. Χρὴ γὰρ μόνῳ, φησὶν, ἀνακεῖσθαι Θεῷ, καὶ αὐτῷ προσάγεσθαι· τουτὶ γὰρ οἶμαι καταδηλοῦν τὸ, «ἐν πυρὶ κατακαυθήσεται,» τοῦτ᾽ ἔστιν, ἀνακεῖσθαι τὸ ἐν μόνῃ ἐκνενεμήσθω σαφῶς τῇ θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει, ἧς εἰς τύπον τὸ πῦρ. Καταθυομένου δὲ τοῦ κριοῦ τῆς πλημμελείας, προσχεῖται τὸ αἷμα τῇ βάσει τοῦ θυσιαστηρίου· ἅγιος γὰρ καὶ ἱερὸς ὁ Χριστοῦ θάνατος, καὶ μὴν καὶ εὐώδης. Ἀναφέρεται γὰρ τὰ ἐνδόσθια, πιμελὴ, καὶ νεφροὶ, καὶ λοβὸς τοῦ ἥπατος.

Εἶεν δ᾽ ἂν, οἶμαι, ταυτὶ, καθὰ καὶ ἐν ἑτέροις ἔφην, εἰς ἀρετῆς τύπον τῆς οὐ μιᾶς, ἀλλ᾽ ὡς ἐν εἴδει πολλῶν.

Πλεῖστοι γὰρ ὅσοι τῆς ἀρετῆς οἱ τρόποι· δεδικαιώμεθα δὴ οὖν ἐν Χριστῷ, τὸν ὑπὲρ ἡμῶν ἀνατλάντι θάνατον, καὶ ἀναθέντι ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί· ὅτι δὲ οὐκ ἀμισθὶ λειτουργήσομεν τῷ Θεῷ, σαφηνίζει, λέγων εὐθύς τε καὶ ἐφεξῆς· «Καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαυτώματα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως ἧς αὐτὸς προσφέρει, αὐτῷ ἔσται, καὶ πᾶσα θυσία ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ. Καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπ᾽ ἐσχάρας, ἣ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτὴν, αὐτοῦ ἔσται. Καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ, καὶ μὴ ἀναπεποιημένη, πᾶσι τοῖς υἱοῖς Ἀαρὼν ἔσται· ἑκάστῳ τὸ ἴσον.» Σώζεται καὶ οὗτος ἐν ἐκκλησίαις ὁ νόμος, καὶ βραβεύει τοῖς ἱερουργοῖς τὴν ἰσότητα, διανέμων ἑκάστῳ τῆς ἀναιμάκτου θυσίας ἀπαραλλάκτως τὰ γέρα. Καὶ τοῦτο εἰδὼς ὁ Παῦλος γράφει· «Οὕτω καὶ ὁ Κύριος προσέταξε, τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, ἐκ τοῦ θυσιαστηρίου ζῇν.» Καὶ οἱ προσφέροντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶ, καθὰ πάλιν αὐτός πού φησιν. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ.

Καταῤῥυθμίζει δὲ αὖ καὶ τῆς αἰνέσεως τὴν θυσίαν, καὶ ὅπως ἂν γένοιτο παρεγγυᾷ, λέγων· «Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ· Ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτὴν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως, ἄρτους ἓξ σεμιδάλεως ἀναπεποιημένης ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ. Ἐπ᾽ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου· καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ, ἀφαίρεμα Κυρίῳ. Τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται· καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου, αὐτῷ ἔσται.

Καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωΐ.» Ἐπ᾽ ἄρτοις ζυμίταις τῆς αἰνέσεως τὴν θυσίαν ποιεῖσθαι προστέταχε· καίτοι σαφῶς καὶ ἐναργῶς ἐν ἑτέροις εἰπὼν, ὅτι «Πᾶσαν ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ τῷ Κυρίῳ· ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναθήσεται εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.» Ἆρ᾽ οὖν, ὦ Παλλάδιε, τὸ περίεργον ἐν τούτοις, οὐκ ὀνησιφόρον εἶναι φής; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Τίς οὖν ἄρα ἔσται τῆς οἰκονομίας ὁ τρόπος, φέρε δὴ λέγωμεν, πολυπραγμονοῦντες ὡς ἔνι, καὶ τρίβον ἱέντες τὴν κεκρυμμένην. Νομικώτατα τοίνυν καὶ ὁ θεσπέσιος Δαβὶδ τὴν πνευματικὴν ἀνακρούων λύραν, «Ποτήριον,» φησὶ, «σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι·» τῆς αἰνέσεως τὴν θυσίαν, ποτήριον σωτηρίου διαῤῥήδην ἀποκαλῶν.

Προσκομίζομεν δὲ καὶ ἡμεῖς τὴν αἴνεσιν κατὰ πληθὺν μὲν ἐν ἐκκλησίαις, εἰς ἑνότητα πνεύματος, καὶ ὡς εἰς ἓν σῶμα καὶ ψυχὴν μίαν συνενηνεγμένοι διὰ τῆς πίστεως· γέγραπται γὰρ, ὅτι «Τοῦ δὲ πλήθους τῶν πεπιστευκότων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.» Ποιούμεθα δὲ τὰς δοξολογίας καὶ καθ᾽ ἕνα πολλάκις ἠρεμοῦντες οἶκον, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν νυκτί· καὶ τὸ χρῆμά ἐστι τοῖς ἐπιεικέσιν ἐν τριβῇ.

Ἢ οὐκ ἀληθὲς ὅ φημι; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Ἀλλ᾽ εἴτ᾽ οὖν ἐν ἐκκλησίαις κατὰ πληθὺν προσάγοιτο πρὸς ἡμῶν τὸ θῦμα, εἴτ᾽ οὖν ἐν ἑτέροις πράττοιτο τόποις, καὶ καθ᾽ ἕνα τυχὸν, ἢ καὶ κατὰ δύο που, καὶ τρεῖς, καὶ πλείονας ἔτι, ἀδιάκριτος ἡ παράστασις τῶν ὑμνολογεῖν εἰωθότων, καὶ εἰς τοῦτο συνδεδραμηκότων· ὁμοῦ γὰρ τοῖς ἤδη κεκαθαρμένοις διὰ τοῦ ἁγίου βαπτίσματος, συναναφέρει τὸ θῦμα· καὶ ὁ κατηχούμενος ἔτι, καὶ τοῖς τελείοις συναναθεὶς τὴν αἴνεσιν, τῶν ἔτι μυστικωτέρων ἀποφοιτᾷ, καὶ θυσίας εἴργεται τῆς ἐπὶ Χριστῷ. Ταύτῃτοι καλῶς ὁ νόμος προανεφώνει τὴν οἰκονομίαν, καὶ τῆς αἰνέσεως τὴν θυσίαν, ἐπ᾽ ἄρτοις ζυμίταις, καὶ ἐν ἀζύμοις λαγάνοις ποιεῖσθαι προστέταχεν. Ἑκάστου, καθάπερ ἐγᾦμαι, τῶν ὠνομασμένων, ζωῆς εἶδος ὑποσημαίνοντος· ἄρτος μὲν γὰρ ὁ ἐζυμωμένος, βίου καὶ ζωῆς ἔσται τύπος, τῆς οὔπω κεκαθαρμένης διὰ τοῦ ἁγίου βαπτίσματος, οὔτε μὴν εἰσάπαν ἀπηλλαγμένης κοσμικῆς ἀκαθαρσίας· λάγανον δὲ ἄζυμον, τῆς ἤδη διεσμηγμένης ἐν Χριστῷ διὰ πίστεως, τῆς τῶν τελείων, φημὶ, οἷς καὶ ὁ θεσπέσιος Παῦλος προσεφώνει, λέγων· «Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.» Καὶ πάλιν· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ.

Σεμίδαλις δὲ πρὸς τούτοις οὔπω πρὸς ἑνότητα συνενηνεγμένη, καθὰ καὶ ἐν ἄρτῳ καὶ ἐν λαγάνῳ τυχὸν, μένουσα δὲ ὥσπερ ἐν κόκκοις ἔτι, τὸ ὡς ἓν καθ᾽ ἕκαστον καὶ καθ᾽ ἕνα τῶν προσκομιζόντων τὴν αἴνεσιν ὑπαινίττεται· δεκτοὶ γάρ ἐσμεν τῷ Θεῷ, ποιούμενοι τὰς δοξολογίας, καὶ ἀνὰ μέρος ἕκαστος, καὶ ὡς ἓν οἱ πάντες κατὰ πληθύν. Ἐπιχεῖται δὲ τὸ ἔλαιον τῇ τῆς αἰνέσεως θυσίᾳ, τὸ ἱλαρὸν τοῦ πράγματος ὑποσημαῖνον, καὶ ὅτι πάντη τε καὶ πάντως ἕψεται παρὰ Θεῷ τὸ ἐλεεῖσθαι δεῖν τοῖς προσάγειν εἰωθόσιν αὐτήν. «Θῦσον γὰρ, φησὶ, τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητής· «Ἀθυμεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ; ψαλλέτω.» Οὐκοῦν ἐν ἄρτοις ἐζυμωμένοις, καὶ ἐν ἀζύμοις λαγάνοις, καὶ ἐν κεγχρεμίσιν ἔτι σεμιδάλεως ἐκπράττεσθαι δεῖν τῆς αἰνέσεως τὴν θυσίαν, διετύπου σαφῶς· ἑνὸς δὲ ἀφ᾽ ἑκάστου προσαγομένου, καὶ ὡς ἐν δρακὶ μιᾷ τῆς σεμιδάλεως, σφαζομένου τε προβάτου, καὶ τῶν ἐντοσθίων θυομένων κατὰ τὸν νόμον, ἐδώδιμα τὰ λοιπὰ τοῖς ἱερουργεῖν ἐπιτεταγμένοις, οὐκ ἀκερδῆ τὴν ἱερωσύνην καταδεικνύντος τοῦ νόμου· προσεπιτάττει λέγων· «Ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωΐ.»

Δι᾽ οὗ δὴ πάλιν ἔπεισι νοεῖν ἐκεῖνό που τάχα· παρελάσαντος γὰρ τοῦ καιροῦ, καὶ παρῳχηκότος τοῦ αἰῶνος τοῦ ἐνεστηκότος καθάπερ ἡμέρας, δοξολογίας ἡμῖν ἐπινοηθήσεται παρ᾽ οὓς ἴσμεν τρόπος ἕτερος. Ὥσπερ γὰρ τῆς ἐπὶ τῷ Φαραὼ δυναστείας ἐλευθερωθέντες ἡδόμενοι ἐν νόμῳ ἔλεγον, «ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν.» Λαμπρότερα δὲ ἀσυγκρίτως καὶ ὑπερκείμενα προαναθεωροῦντες ἐν πνεύματι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ κατορθώματα, διακεκράγασι τῶν ἁγίων τινές· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν·» τοῦτο δὲ ἦν, «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ,» σκυλεύσας τὸν ᾅδην, «καὶ εἰπὼν τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε·» τὸν αὐτὸν, οἶμαι, τρόπον, κατηργημένου θανάτου, καὶ τῆς ἁμαρτίας λελυμένης εἰσάπαν, αἰνέσεως ἔσται τρόπος ὁ τῷ καιρῷ πρέπων· ἐπὶ μείζοσι γὰρ ὑμνήσομεν· καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον πλουτήσαντες ἀγαθὰ, λαμπροτέραις εὐφημίαις τὸν ἁπάντων ἡμῖν δοτῆρα τῶν ἀγαθῶν Χριστὸν συστεφανώσομεν τῷ Θεῷ καὶ Πατρί. «Εἴτε γὰρ προφητεῖαι καταργηθήσονται,» φησὶν, «εἴτε γνῶσις παύσεται· Καὶ ἄρτι μὲν ἐκ μέρους γινώσκομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.» Καὶ μὴν καὶ αὐτὸς ἔφη που Χριστός· «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν. Ἀλλ᾽ ἔρχεται ὥρα ὅτε οὔτε ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν.»

Ὡς οὖν ἐσομένης ἐν ἡμῖν κατὰ καιροὺς τελειοτέρας γνώσεως, ὑψηλότερον ἢ νῦν καὶ ὑμνήσομεν. ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Ἑκάστῃ δὴ οὖν θυσίᾳ τὸν αὐτῇ πρέποντα θεσμοθετήσας ὅρον, καὶ ὅπως ἂν γένοιτο, διειπὼν εὖ μάλα, κοινωνὸν εὐθὺς τοῦ θυσιαστηρίου καθίστησι τὸν ἱερουργόν. Γέγραπται γὰρ ὡδί· «Καὶ εἶπε Κύριος πρὸς Ἀαρὼν, λέγων· Σὺ καὶ οἱ υἱοί σου, καὶ ὁ οἶκος πατριᾶς σου, λήψεσθε τὰς ἀπαρχὰς τῶν ἁγίων· καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.» Προσεπαγαγὼν δὲ τούτοις, ὅτι χρὴ τῶν ἱερῶν ἔχεσθαι σπουδασμάτων αὐτοὺς διεγηγερμένῳ καὶ νήφοντι νῷ, «Καὶ ἰδοὺ ἐγὼ,» φησὶ, «δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας, καὶ τοῖς υἱοῖς σου μετὰ σὲ, νόμιμον αἰώνιον· καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν, καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν, καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου. Ἐν τῷ Ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεσθε αὐτὰ, σὺ καὶ οἱ υἱοί σου. Ἅγια ἔσται σοι.

Καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν, ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραήλ. Σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. Πᾶσα ἀπαρχὴ ἐλαίου, καὶ πᾶσα ἀπαρχὴ οἴνου, καὶ σίτου, ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά. Τὰ πρωτογεννήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται. Πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

Πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ, σοὶ ἔσται, καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς, ὅσα προσφέρουσι Κυρίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται. Ἀλλ᾽ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ· καὶ ἡ λύτρωσις αὐτοῦ, ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσι· πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων, καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ τὰ κρέα ἔσται σοὶ, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος· καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν, σοὶ ἔσται. Πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἐὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, δέδωκα σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.» Συνίης οὖν ἄρα κἀντεῦθεν, οἶμαί που, καὶ μάλα σαφῶς, ὅτι πᾶν εἶδος θυσίας καὶ προσαγωγῆς ἐκνενέμηκεν ἐναργῶς τῷ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει, καὶ τὰ ἀπὸ πάσης πλημμελείας, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, τοῦτ᾽ ἔστι, τὰ ὑπὲρ πάσης πλημμελείας καὶ ἁμαρτίας θύματα. Ὄνομα γὰρ τοῖς ὑπὲρ ἁμαρτίας θύμασιν, ἁμαρτία.

Τοιγάρτοι καὶ Παῦλος ἡμῖν ὁ σοφὸς, νομικὴν ἐπὶ Χριστῷ τὴν λέξιν ἐπετίθει λέγων· «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» Τέθυται γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, ὡς ἀρνίον ἄκακον ὁ Υἱός.

Ὅτι δὲ ἁμαρτία τοῖς ὑπὲρ ἡμῶν ἁμαρτίας θύμασιν ὄνομα τέθειται παρὰ τοῦ νόμου, σαφηνιεῖ λέγων διὰ τοῦ προφήτου Θεὸς περὶ τῶν ἱερουργῶν· «Ἁμαρτίας λαοῦ μου φάγονται·» τοῦτ᾽ ἔστι, τὰ ὑπὲρ ἁμαρτιῶν τοῦ λαοῦ μου, βρῶσις ἔσται τοῖς ἱερεῦσιν. Ἀπονέμει τοίνυν αὐτοῖς ἁπάσης θυσίας λείψανον, ἐδώδιμά τε ποιεῖσθαι προστάττει, πλὴν ἐν ἁγίῳ τόπῳ, φησὶ, καὶ ὑπὸ παντὸς ἀρσενικοῦ. Καὶ τίς ὁ ἐπὶ τῷδε λόγος, εἴρηται πρὸς ἡμῶν. Ἐν δὴ τοῖς ἤδη παρῳχηκόσιν, ἐλαίου δὲ ἀπαρχὴ, σίτου τε καὶ οἴνου, καὶ τῶν πρωτοτόκων αἱ ἀπολυτρώσεις, καὶ μέν τοι τὰ ἀναθήματα μόνοις οὐκέτι τοῖς ἀρσενικοῖς, οὐδὲ ἐν αὐλῇ τῇ ἁγία βρώσιμα, ἀλλ᾽ ἐν οἴκῳ λοιπὸν ἱερέως, καὶ αὐταῖς θυγατράσιν ἐγκείμενα πρὸς ἀπόλαυσιν, καὶ παντὶ γνωρίμῳ καὶ οἰκειοτάτῳ. Καὶ ἀναγκαία πρὸς ἐπιτήρησι ἡ διαστολή· τὰ μὲν γὰρ τῶν θυσιῶν λείψανα, μόνου ἂν πρέποι τοῖς ἡγιασμένοις εἰς χρῆσιν, καὶ οὐχ ὡς βρῶσις ἔσται κοινή· καὶ τόπος ἅγιος, ὁ πρέπων αὐτοῖς.

Τὰ δὲ ὅσα περίεστιν, ἐν δωροφορίας τάξει προσενηνεγμένα, παραλαβὼν, δεύτερόν πως, φησὶν, ἐν ἑαυτοῖς ἔχει λόγον· καὶ παντὶ προσκείσεται τῷ οἴκῳ τοῖς ἱερουργοῖς, εἰ μόνον εἴη καθαρὸς, τοῦτ᾽ ἔστιν, ἀβέβηλος· κατὰ μὲν τὸν νόμον, εἰ μὴ ἀπερίτμητος, εἰ μὴ ἀλλογενὴς, εἰ μὴ λεπρὸς, εἰ μὴ γονοῤῥυής· κατὰ δέ γε τὸν τοῦ νέου Γράμματος σκοπὸν καὶ ἀσφάλειαν ἐκκλησιαστικὴν, εἰ μὴ ἀνίερός τε καὶ ἄπιστος, εἰ εὐσεβὴς καὶ φιλόθεος. Πρέποι γὰρ ἂν ὅτι μάλιστά γε τοῖς εἰς θείαν ἱερουργίαν ἠγμένοις, κολλᾶσθαι φιλεῖν τοὺς οἵπερ ἂν εἶεν ἀγαθοί τε τὴν ἕξιν, καὶ φιλοθεΐας ἔμπλεω τὴν διάνοιαν ἔχοντες. Προστιθεὶς δὲ τούτοις, ὅτι «Διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σοῦ,» τηρεῖσθαί που πάντως ἐκεῖνο προστέταχεν, ὃ καὶ ἐν ἑτέροις ἔφη· «Οὐ διαλείψει ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν. Ἐπὶ παντὶ δώρῳ ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλα.» Κατεπάττετο δὲ ἁλσὶν ἡ θυσία, τοῦ τύπου σημαίνοντος τὸ ἐμφρόνως χρῆναι καθιεροῦσθαι Θεῷ, καὶ οἱονεὶ ποιεῖσθαι νοστιμωτάτην αὐτῷ τὴν πρόσοδον. Οὐ γὰρ βρωθήσεται ἄρτος ἄνευ ἅλατος, κατὰ τὸ γεγραμμένον. «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς,» τοῖς ἁγίοις ἀποστόλοις προσπεφώνηκεν ὁ Χριστός. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Νόμοι μὲν οὖν οἴδε εἰσὶ, καθ᾽ οὓς ἱερᾶσθαι πρέπει τοὺς ἡγιασμένους.

Ὅτι δὲ τοὺς ἐξειλεγμένους, ἀρίστην ἐφ᾽ ἑαυτοῖς λαχόντας τὴν ψῆφον, ἀποφοιτᾷν ἀναγκαῖον καὶ βεβήλου συνουσίας, καὶ μερίμνης κοσμικῆς, ἐφ᾽ ἧς ἂν γένοιτο καὶ τὸν εὖ βεβηκότα καταμεθύσκεσθαι νοῦν, καὶ μονονουχὶ κατασείεσθαι πρὸς ἐκτόπους ἡδονὰς, διασαφηνιεῖ λέγων ἐν τῷ Λευϊτικῷ· «Οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προπορευομένων ὑμῶν εἰς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀναμέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀναμέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν. Καὶ συμβιβάσεις τοῖς υἱοῖς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωσῆ.» Ἄθρει δὴ οὖν τὸ ἐγρηγορέναι δεῖν ἀναγκαῖον αὐτοῖς, καὶ θανάτου πρόξενον, τῷ νῷ κατεσκοτισμένῳ καὶ πεφροντισμένῃ καρδίᾳ, καὶ μέθην ἐχούσῃ κοσμικήν· μεθύουσι γὰρ ἄνευ οἴνου τινὲς, τὸ λειτουργίας ἅπτεσθαι τῆς ἱερᾶς.

Οἴχεται γὰρ ἔσθ᾽ ὅτε πρὸς τὸ ἀκαλλὲς ὁ νοῦς ὀρθοποδεῖν οὐκ ἔχων, καὶ διαπίπτει τὰ ἱερὰ, καὶ ἐν κόσμῳ μὲν οὐκέτι τὰ δρώμενα, διέῤῥιπται δὲ ὥσπερ τῆς εὐθείας ὁδοῦ· ὃ δὴ πεπονθότας, ἀνάγκη προσκρούειν Θεῷ, καὶ πικρὰς τῆς ῥᾳθυμίας ἀνατλῆναι δίκας. Ἐγρηγορέναι δὴ οὖν ἀναγκαῖον, μέθνη ἀποσειομένους, τὴν ἐκ μερίμνης κοσμικῆς. Τοῦτό τοι δρᾷν καὶ αὐτὸς ὁ Σωτὴρ ἀναπείθει, λέγων· «Προσέχετε μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν φροντίδι καὶ μερίμναις βιωτικαῖς.» Τίς δ᾽ ἂν γένοιτο πρὸς ἡμῶν ὁ τῆς νήψεως τρόπος, ἢ πῶς ἀβέβηλοί τε καὶ καθαροὶ καὶ δίκης ἔξω μενοῦμεν, ὑπεσήμανεν εὐθύς. «Διάστειλαι γὰρ, φησὶν, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου, καὶ καθαροῦ καὶ ἀκαθάρτου· καὶ συμβιβάσεις τοὺς υἱοὺς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος ἐν χειρὶ Μωσῆ.» Τοῦτο δέ ἐστιν ἐναργῶς ἐκεῖνο εἰπεῖν, ὅτι προσήκει τοὺς ἱερέας τὸ μεθύειν ἀποσειομένους, ἀποφοιτᾷν ἀνδρῶν οὐχ ἁγίων, βεβήλων δὲ καὶ ἀκαθάρτων. Δρῴη δ᾽ ἂν, οἶμαι, τὶς αὐτὸ καὶ μάλα ῥᾳδίως, ἀβέβηλός τε ὑπάρχων καὶ καθαρός· «Πᾶν γὰρ ζῶον, φησὶν, ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.» Καὶ πρός γε δὴ τούτῳ, σοφοὺς εἶναι προσήκει καὶ διδακτικούς· ὁ γάρ τοι τῆς λογικῆς ἀγέλης προσεγκείμενος, νηφάλιος ἔστω καὶ διδακτικός.

Εὖ γε δὴ σφόδρα τὸ, Συμβιβάσεις, φησὶ, τοῦτ᾽ ἔστι, σαφηνιεῖς, ὡς ἰσχύσαι συνιδεῖν τοὺς ἀκροωμένους, ὡς ἔστι παιδαγωγὸς ὁ νόμος, καὶ λαλεῖ τὸ Χριστοῦ μυστήριον· δυσέφικτον γὰρ οὐδέν. ἢ συμβιβασμοῦ δεόμενον, εἰ μὴ νοοῖτο πνευματικῶς· κομιδῇ γὰρ ἁπλοῦς καὶ τῶν ἀσαφείας κατασκιασμάτων ὁ τῆς ἱστορίας ἀπήλλακται λόγος.