Καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων τὰ παρὰ τοῦ λαοῦ παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον, ἐάν τε πρόβατον· καὶ δώσεις τὸν βραχίονα τῷ ἱερεῖ, καὶ τὰ σιαγόνια, καὶ τὸ ἔνυστρον, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ· ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου, παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ πάσας τὰς ἡμέρας.» Ἄθρει δὴ οὖν ὅπως ἀσύντακτον τῷ λαῷ τὸ ἱερόν ἐστι γένος, καὶ διεσχοίνισταί πως τῶν ἄλλων· καὶ οὐχὶ δὴ μόνοις τοῖς κατὰ τὴν λειτουργίαν ἐπιτηδεύμασιν, ἀλλὰ γὰρ ἤδη καὶ τῇ τῆς ἐλπίδος διαφορᾷ. Τοῖς μὲν γὰρ τὸν χαμαιπετῆ διαζῶσι βίον, καὶ τοῖς ἐπιγείοις προστετηκόσι καὶ δεδιψηκόσι τὰ πρόσκαιρα, καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνοντα, λέγοιτ᾽ ἂν εἰκότως· «Αὕτη ἡ μερίς σου, οὗτος ὁ κλῆρός σου, μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος.» Τοῖς δὲ τὴν ἁγίαν καὶ ἀμώμητον ἐκτετιμηκόσι ζωὴν, καὶ ἀπολέκτοις ἤδη δι᾽ ἀρετὴν, εὖ μάλα ῥητέον· «Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς· ὅτι ἐγὼ μερίς σου καὶ ἡ κληρονομία σου, φησὶ Κύριος.» Καὶ γοῦν ὁ Σωτὴρ, προσελθόντι ποτὲ καὶ ἐρομένῳ τινὶ, ὅπως ἂν ἔχοι ζωὴν τὴν αἰώνιον, «Τὰς ἐντολὰς οἶδας, φησὶ, τὸ, Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις,» καὶ τὰ συγγενῆ.