Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Δεύτερος: Η δικαίωση διά της πίστεως και ο πνευματικός νόμος

Ο παιδαγωγικός χαρακτήρας του Νόμου, η υπεροχή της εκ πίστεως δικαιώσεως και η μετάβαση από τις υλικές θυσίες στην εν πνεύματι λατρεία. Αλληγορική ερμηνεία των σημείων του Μωυσή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνατον, καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ δι᾽ ἁγιασμοῦ τοῦ κατὰ Χριστὸν, καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ᾽ ἐν Χριστῷ.

Χρῆμα μὲν οὖν, ὦ Παλλάδιε, τὸ ἀπονοσφίζεσθαι φιλεῖν τοῦ κατασίνεσθαι πεφυκότος, ἐφίεσθαι δὲ δεῖν τῆς ὑπὸ τῷ Θεῷ δουλείας, ὡς εὐκλεές τε καὶ ὀνησιφόρον, οὐκ ἀγεννὴς ἡμῖν διέδειξε λόγος. ΠΑΛΛ. Οὐ γὰρ οὖν. ΚΥΡ. Ὁλοτρόπως γε μὴν τῶν αἰσχιόνων ἀπαίροντας, τὰ ἀμείνω ὅτι προσῆκεν ἡμᾶς ὅτι ζητεῖν, εὖ μάλα διεβεβαιούμεθα. ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Χρῆναι δὲ οὕτω λοιπὸν ἐδόκει τῆς ἐν κόσμῳ ζωῆς τὸ φιλήδονον, καὶ τὴν ἐπὶ τῷδε τύρβην ἱέντας ὡς ἀποτάτω καταθύειν ἐπείγεσθαι τῷ Θεῷ, καὶ οἷάπερ ἐν ἐρήμῳ γεγονότας διαθέσει νοῦ, σχολαίαν καὶ καθαρωτάτην, καὶ μολυσμοῖς οὐ βατὴν, καλὴν δὲ καὶ εὐπρόσδεκτον ἐπιτηδεύειν αὐτῷ τὴν λατρείαν. ΠΑΛΛ. Ἐδόκει γὰρ ὧδε. ΚΥΡ. Καὶ μὴν, ὅτι καθειργνύντος ὑφ᾽ ἑαυτῷ καὶ συνέχειν ἡμᾶς ἐθέλοντος, ἐκ πλεονεξίας τοῦ Σατανᾶ, θεῖος ἐκάλει νόμος εἰς ἐλεύθερον ἀξίωμα, τὴν περὶ τῶν ἀρίστων εἰσήγησιν ταῖς ἐκείνου βδελυρίαις ἀντιτιθεὶς, καὶ πρὸς τὰ ἀμείνω παιδαγωγῶν, ἐκ μυρίων ὅσων τῶν παραδειγμάτων διελευκαίνετο; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Θεὸς οὖν ἄρα τῆς σωτηρίας ὁ χορηγὸς, καὶ ἁπάσης ἡμῖν εὐημερίας πρύτανις, τῆς πρὸς αὐτὸν οἰκειότητος καταδεικνύων τὴν ὁδὸν, μεσιτεύοντος τοῦ Χριστοῦ. Ἢ γὰρ οὐχὶ τύπος ἂν γένοιτο, καὶ μάλα σαφὴς τῆς διὰ Χριστοῦ μεσιτείας, ἡ διὰ Μωσέως; ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ.

Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος σαρκικῆς δουλείας ἐξεκόμιζε τὸν Ἰσραὴλ καὶ τῶν εἰς πλινθείαν ἐξῃρεῖτο πόνων, ἔργων τε τῶν περὶ γῆν, καὶ μεταίχμιον ὥσπερ τι κείμενος Θεοῦ καὶ ἀνθρώπων, τοὺς ἄνωθεν σφίσι διεκόμιζε λόγους. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὰ ὡς ἐν τύπῳ καὶ σκιαῖς μεταχαράττων εἰς ἀλήθειαν, δουλείας ἡμᾶς ἐξέλκει τῆς νοητῆς, τὴν μὲν πάλαι καθ᾽ ἡμῶν τυραννήσασαν ἁμαρτίαν ἐξιστὰς, κατασείων δὲ τοῦ διαβόλου τὸ κράτος, καὶ φρονήματος μὲν ἐπιγείου καὶ τῶν περὶ σάρκα σπουδασμάτων ἀποφοιτᾷν ἀναπείθων τοὺς ἕπεσθαι δεῖν οἰομένους αὐτῷ, μεταπλάττων δὲ ὥσπερ εἰς ἔφεσιν ἀρετῆς, ἀριδηλότατά τε ἡμῖν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπαγγέλλων θέλησιν· τοιγάρτοι καὶ ἔφασκεν· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Καὶ πάλιν· «Ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω, καὶ τί λαλήσω.» Καὶ γοῦν ὁ Μωσῆς εἰκόνα καὶ ἀνατύπωσιν τῆς ἐν Χριστῷ μεσιτείας, τὰ καθ᾽ ἑαυτὸν ἐποιεῖτο, λέγων τοῖς ἐξ Ἰσραήλ· «Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι ὡς ἐμὲ, Κύριος ὁ Θεός σου. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.» Ἐν τύπῳ μὲν οὖν καὶ εἰκόνι τὰ διὰ Μωσέως, καὶ τῆς κατ᾽ αὐτὸν μεσιτείας ἡ δύναμις· ἀποῤῥητότερος δὲ τῆς ἐν Χριστῷ μεσιτείας ὁ τρόπος.

Ὁ μὲν γὰρ νόμου καὶ σκιᾶς διάκονος ἦν καὶ παιδαγωγίας τῆς ἄνωθεν διακομιστής· Χριστὸς δὲ ὡς νόμου καὶ προφητῶν δεσπότης, τὰ αὐτῷ δοκοῦντα θεσμοθετεῖ, καὶ μεσίτης ἦν, συνθεούσης ἐν αὐτῷ καὶ εἰς ἓν ὥσπερ ἰούσης, θεότητός τε καὶ ἀνθρωπότητος.

Ἄμφω γὰρ ἅμα νοεῖται Χριστός. «Καὶ Μωσῆς μὲν ὡς θεράπων εἰς ὅλον τὸν οἶκον αὐτοῦ πιστὸς, Χριστὸς δὲ ὡς υἱὸς, ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς·» οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως πρὸς ἐλευθερίαν ἠγμένοι τὴν ἀληθῆ. Ἄραρεν οὖν, ὅτι μεσίτης μὲν σαρκικῆς ἐλευθερίας, γράμματός τε καὶ σκιᾶς ὁ ἱεροφάντης Μωσῆς· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τῶν ὑπὲρ νόμον εἰσηγητὴς, καὶ τῆς σαρκικῆς ἐλευθερίας τὴν ἀσυγκρίτως ἀμείνω δωρούμενος, τοῦτ᾽ ἔστι, τὴν κατὰ πνεῦμα. Τοιγάρτοι καὶ ἔφασκε καὶ τοῖς σαρκικῶς ἠλευθερωμένοις τοῖς ἐξ Ἰσραήλ· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Καὶ πάλιν· «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἐστέ. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Καυχησόμεθα δὴ οὖν οὐ τοῖς κατὰ σάρκα λαμπροῖς, ἀλλὰ τοῖς ἐν πνεύματι καὶ δικαιοσύνῃ τῇ κατὰ Χριστὸν, οὐ τῇ κατὰ νόμον. Εἰ γὰρ δοῦλον ἔτι τὸ ὑφ᾽ ἁμαρτίαν, δικαιοῖ δὲ ἥκιστα μὲν ὁ νόμος, κατακρίνει δὲ μᾶλλον καὶ γράφεται παραβαίνοντας, πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅτι πᾶσα δικαίωσις ἐν Χριστῷ, καὶ τελείωσις ἡ ἐν πνεύματι δι᾽ ἁγιασμοῦ, δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ;

Καὶ γοῦν ὁ σοφώτατος γράφει Παῦλος· »Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον, δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» Νόμου τε τοῦ πάλαι τὸ ἀνόνητόν τε καὶ ἀδρανὲς ἔν γε τουτῳῒ καταγράφει, λέγων· «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεῷ, δῆλον· ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ ὁ ποιήσας αὐτὰ, ζήσεται ἐν αὐτοῖς.» Ἐν Χριστῷ τοιγαροῦν δικαιούμεθα διὰ πίστεως, ἐκλελυτρώμεθα δὲ δουλείας τῆς νοητῆς. ΠΑΛΛ. Ἀνόνητος οὖν ὁ νόμος; ΚΥΡ. Οὐ τοῦτό φημι· κεχρησμῴδηται γὰρ οὐ μάτην· δέδοται δὲ μᾶλλον «εἰς βοήθειαν,» κατὰ τὸ γεγραμμένον· ὅσον μὲν γὰρ ἧκεν εἰς παιδαγωγίαν, καὶ τὸ εἰδέναι τὸ πλημμελὲς, καὶ εἰς τὸ χρῆναι λαβεῖν ἀρχὰς καὶ στοιχεῖα τῶν λογίων τοῦ Θεοῦ, πῶς οὐκ ἂν νοοῖτο χρήσιμος; Ἀργότερος δὲ πρὸς ἀπόνιψιν ἁμαρτίας, καὶ εἰς τὸ δύνασθαι τελειοῦν εἰς ἁγιασμόν.

Καὶ γοῦν ὁ θεσπέσιος ἡμῖν ἔφη Παῦλος· «Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ· καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου, ἐπίγνωσις ἁμαρτιῶν.» Δεικτικὸς οὖν ἄρα τῆς ἁμαρτίας ὁ νόμος, οὐκ αὐχημάτων πρόξενος τῶν εἰς ἀρετήν.

Τὸ γάρ τοι φάναι τυχὸν, Οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις, καὶ εἴ τι τοιούτοις συνήρμοσται, τὰ τῆς φαυλότητος εἴδη κατασημαίνοντος ἦν, καὶ ἐξιστάντος ἀκαθαρσίας, οὐκ ἀρετῆς εἴδησιν εἰσκομίζοντος, οὐδὲ τῆς ἀκιβδήλου ζωῆς καταφανεστάτην τοῖς ἀκροωμένοις ποιοῦντος τὴν γνῶσιν. Ὡς τό τοι μὴ χρῆναι τὰ αἰσχίω δρᾷν, τοῖς τῆς ἐξαιρέτου πολιτείας ἐγγράφεσθαι τρόποις, ἀμαθὲς οἶμαί που. Δεῖν δὲ οἶμαι καὶ σφόδρα εἰκότως, τότε δὴ μόλις τὴν ἐφ᾽ ἅπασι τοῖς ἐπαινουμένοις ἡμᾶς ἀναδεῖσθαι ψῆφον, εἰ δὴ μεθέντες καὶ διωσάμενοι τὸ κακὸν καὶ κάτω που μένειν ἐῶντες, τὸ ἐν ὑπολήψει φαυλότητος καὶ βεβήλου βδελυρίας οὐκ ἀπηλλαγμένον, ἐπ᾽ αὐτὰ τῆς ἀρετῆς ἀναθρώσκομεν τὰ αὐχήματα.

Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσει, φησὶν, ἡ δικαιοσύνη ὑμῶν, πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Συνίης οὖν ὅτι τὴν ἐπέκεινα τῆς κατὰ νόμον ἑλέσθαι δικαιοσύνην προστέταχεν ὁ Σωτὴρ, καὶ ἄριστόν γε τὸ χρῆμα εἰδὼς ὁ σοφὸς γράφει Παῦλος· «Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν γε ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· δι᾽ ὃν τὰ πάντα ἐζημιώθην· καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ.» ΠΑΛΛ. Συνίημι μὲν, σαφὴς γὰρ ὁ λόγος· πλὴν ἐκεῖνο φράσον. Τί μὴ μᾶλλον ἐν ἀρχαῖς ἡ διὰ πίστεως ἡμῖν δικαιοσύνη, καὶ ὁ κατ᾽ αὐτὴν ἁγιασμὸς ἐθεσπίζετο, εἴπερ οὐκ ἀπόχρη εἰς τελείωσιν ὁ πάλαι νόμος; ΚΥΡ.

Ὅτι, ὦ ἑταῖρε, φαίην ἂν, ἀπονίζεται μὲν εἰκότως τὸ ῥυποῦν, ἀποσμήχεται δὲ τὸ μεμολυσμένον, καὶ καταφαιδρύνεται τὸ ἐσκοτισμένον· πρέποι δ᾽ ἂν, οἶμαι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, θεραπεύεσθαι μὲν τὸ ἠῤῥωστηκὸς, καλεῖσθαι δὲ πρὸς μετάγνωσιν, οὐχὶ τοὺς ἡγιασμένους, ἀλλὰ τοὺς ταῖς ἁμαρτίαις ἐπηχθισμένους. Ἦ γὰρ οὐχὶ προκαταγινώσκεσθαι χρὴ τοὺς καλουμένους εἰς ἄφεσιν, καὶ ἐκ τῆς ἐνούσης αὐτοῖς ἀσθενείας κεκινδυνευκότας, ὁρᾶσθαι λελυτρωμένους;

Ἔδει τοιγαροῦν ἔλεγχον ὥσπερ τινὰ καὶ κατήγορον ἀκριβῆ τῆς ἁπάντων ἀσθενείας, τὸν τῆς ἁμαρτίας δεικτικὸν προαναφαίνεσθαι νόμον, ἵνα καὶ τῆς θείας ἡμῖν ἡμερότητος τῆς διὰ Χριστοῦ μὴ ἀγνοῆται τὸ μέγεθος. Ποῦ γὰρ ἢ πῶς ἡ τῆς ἀφέσεως χάρις, εἰ μὴ ὑποκέοιτο τὰ ἐγκλήματα; Καὶ εἰ χρὴ βραχυλογοῦντας καὶ ἐπί τινων ἀρχαίων διηγημάτων ἀναπηδᾷν, ἐρῶ πάλιν, ὅτι τῷ μὲν Ἀβραὰμ ἐπηγέλλετο ὁ Θεὸς τὴν διὰ πίστεως χάριν· καὶ καθάπερ ἐν ἀπαρχῇ τῶν ἠλεημένων, ἐν αὐτῷ πρεσβυτέραν ἐποιεῖτο τοῦ νόμου τὴν ἐξ ἡμερότητος ἄφεσιν. Γέγραπται γὰρ, ὅτι, «Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Προσδιαμαρτύρεται δὲ λέγων ὁ Παῦλος· «Πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, φησὶν, ἀλλ᾽ ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβε περιτομὴν, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως, τῆς ἐν ἀκροβυστίᾳ.» Ἤκουσέ τε Θεοῦ λέγοντος ἐναργῶς, ὅτι, «Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.» Τὸ δὲ, «ἐν σοὶ,» σημαίνοι ἂν τὸ, καθ᾽ ὁμοιότητα τὴν σήν· οὕτω τε συνεὶς ὁ Παῦλός φησι· «Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.»

Σημεῖον οὖν ἄρα τῆς ἐν ἀκροβυστίᾳ πίστεως, ἡ περιτομὴ, δεδικαίωται δὲ οὐκ ἐξ ἔργων νόμου, καὶ τῆς ἐν σαρκὶ περιτομῆς πρεσβύτερα φαίνεται τὰ διὰ πίστιν αὐχήματα. Φίλος γὰρ ἐκλήθη Θεοῦ. ΠΑΛΛ. Τίς οὖν ἡ μέλλησις τοῦ κατὰ πίστιν ἁγιασμοῦ, ἐπαπορήσαιμι δ᾽ ἂν εἰκότως, ἀνθ᾽ ὅτου δὴ λέγων ὡς ἐν πρεσβυτέρᾳ θέσει τὸ σημεῖον καὶ ὡς ἐν δευτέροις τὸ ὑπερτεροῦν; ΚΥΡ. Οὐ γὰρ ἔφαμεν ἀρτίως ὡς ἀξιαγάστου καὶ ἀποῤῥήτου τινὸς εὐτεχνίας ἔργον ἦν τὸ προαναθρώσκειν ἐν χρόνῳ τῆς δικαιούσης πίστεως τὸν κατακρίνοντα νόμον; ἢ οὐχὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει; καὶ ἡ δύναμις ἐν ἀσθενείᾳ τελειοῦται, κατὰ τὸ γεγραμμένον; ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οὐκοῦν νόμος παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Οὗ γὰρ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις.

Παραβάσεως δὲ καὶ τῆς ἐπὶ τοῦτο ῥᾳστώνης πῶς ἄν τις ἴδοι τὴν ἄφεσιν, οὐ προκατακρίναντος ἡμᾶς τοῦ νόμου; Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ οὐκ ἐξίτηλός τις ἢ ἀκαλλὴς ὁ ἐπὶ τῷδε λόγος, συλλήψεται λέγων ὁ Παῦλος· «Ὥστε ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται, διαταγῇ ἀγγέλων.» Σοφὸς δὲ ἄγαν ὢν τὰς ἐσομένας ἔσθ᾽ ὅτε παρά τινων εὑρεσιλογίας καὶ ἐπαπορήσεις προανακόπτειν ἐπιχειρεῖ· ἦν γὰρ δή τινας εἰκὸς τῆς ἐν πίστει δικαιοσύνης ἐπαιτιᾶσθαι τὴν μέλλησιν καὶ τὴν μεταξὺ τοῦ νόμου παρεισδρομὴν, εἰς ἀθέτησιν τῆς ἀρχαίας ἐκείνης ἐπαγγελίας γενέσθαι λέγειν. Τοιγάρτοι φησίν· «Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἐν νόμῳ ἂν ἦν ἡ δικαιοσύνη.

Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμου ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.

Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν, πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.» Καταλευκαίνει δὲ ὥσπερ τὴν ἐπαπόρησιν εὖ μάλα προστιθεὶς, «Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ, ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν· εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας. Τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός.» Κατακλείσας οὖν ἡμᾶς εἰς ἁμαρτίαν ὁ νόμος, πεπαιδαγώγηκεν εἰς Χριστὸν, τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός.

Τοιγάρτοι καὶ ἔφασκεν ἠπειθηκόσιν αὐτῷ τοῖς Ἰουδαίων λαοῖς· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε·» Δικαιούμεθα δὴ οὖν οὐκ ἐξ ἔργων νόμου, πίστει δὲ μᾶλλον τῇ εἰς Χριστόν· «Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσί. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. Ἀλλ᾽ ἐκ τῆς τοῦ νόμου κατάρας ἐξεπρίατο πάντας ὁ Χριστὸς, γεγενημένος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γὰρ, ὅτι ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένοιτο ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.» ΠΑΛΛ. Ἀλλ᾽, ὦ γενναῖε, βούλει, εἰ δοκεῖ, ἴωμεν δὴ μᾶλλον ἐφ᾽ ἕτερόν τι χριστομαθές· νόμου γὰρ καὶ τῆς κατ᾽ αὐτὸν οἰκονομίας ἀπόχρη ταυτί. ΚΥΡ. Φράζε δὴ οὖν ὅ τι καὶ αὐτῷ σοι φίλον, κἀμοὶ δὲ εἰπεῖν οὐ τῶν ἀνεφίκτων ἄγαν. ΠΑΛΛ. Καὶ μὴν οὐκ ἀνάντης λίαν, ἤγουν ἀστιβὴς ἡ ἐπαπόρησις. Ἁλοίη δ᾽ ἂν, οἶμαι, καὶ λίαν ἀμογητὶ τὸ ζητούμενον, Χριστοῦ τὸ θεῖον ἡμῖν ἐνιέντος φῶς.

Ἆρ᾽ οὖν οὐχὶ ταῖς ἀναιμάκτοις δωροφορίαις Θεὸν τιμήσομεν, οἱ τὴν ἐν πίστει δικαίωσιν παραδεδεγμένοι, καὶ τὴν ἐν σκιαῖς καὶ τύποις λατρείαν ἐξωθούμενοι; ΚΥΡ. Εὖ λέγεις. Γέγραπται γὰρ ὅτι, «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·» «τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς,» κατὰ τὰς τῶν ἁγίων φωνάς. ΠΑΛΛ. Εἰκαῖον οὖν ἄρα τὸ ἐπείγεσθαι βουθυτεῖν καὶ τὰ διὰ τῆς ἀρχαίας ἡμῖν ἐντολῆς εἰσκεκομισμένα πληροῦν. Μηλοσφαγίαι τε γὰρ καὶ λιβανωτοὶ, λάγανά τε πρὸς τούτοις, καὶ σεμίδαλις ἐλαιόδευτος, τρυγόνες τε καὶ περιστεραὶ, τὰ κατ᾽ ἐκεῖνο τοῦ καιροῦ, τῶν προσκυνούντων ἀναθήματα. Ἀλλά μοι φράσον ἀνθ᾽ ὅτου μὴ ἐν ἀρχαῖς ἀπόπεμπτα μὲν ἐποιεῖτο ταυτὶ, τὰ δὲ οἷς ἐφήδεται νυνὶ θεσμοθετῶν ὁρᾶται Θεὸς, καὶ τοὺς θυσίας ἡμῖν τῆς πνευματικῆς ἐκκαλύπτει τρόπους. ΚΥΡ. Ἆρ᾽ οὖν οἴει, καὶ φάναι τολμᾷς, βεβουλεῦσθαι μὲν οὐκ ὀρθῶς ἐν ἀρχαῖς τὸ θεῖον, ἀφημαρτηκὸς δὲ ὥσπερ τοῦ τελείως ἀγαθοῦ, τὸ μεῖζον εὑρεῖν δεδυνῆσθαι μόλις; ἢ γοῦν ἑλέσθαι μὲν τότε τὰ ὡς ἐν σκιαῖς, ὡς διαρκῶς ἔχοντα τὸ δοκοῦν αὐτῷ, φιλόκαινον δέ τι καθ᾽ ἡμᾶς ὑπομεῖναι πάθος, ἑτέροις νέμοντα τὴν ῥοπὴν, καὶ λατρείαν ἡμῖν τὴν οὐ πάλαι διεγνωσμένην κεκαινουργηκότα; ΠΑΛΛ. Οὐ μὲν οὖν. Λῆρος γὰρ, οἶμαι, ταυτί.

Οὐδ᾽ ἂν οἰησαίμην ὅτι τὸ ἀφαμαρτεῖν δύνασθαι κατά τι γοῦν ὅλως ἕποιτο αὐτῷ. Μάθοιμι δ᾽ ἂν ὡς ἥδιστά γε τί τὸ ἀναπεῖθον θεσμοθετεῖν, τοῖς ἐπὶ τῆς γῆς, ἐκεῖνα μὲν τότε, νυνὶ δὲ ταυτί. ΚΥΡ. Ἀνόπιν ὥσπερ ἰέναι πάλιν ὁ σὸς ἡμᾶς ἀναγκάζει λόγος. Ἢ οὐκ ἔφην ὅτι παιδαγωγὸς ἦν ὁ νόμος, τοῦτ᾽ ἔστι, τῶν ἔτι νηπίων ὁ παιδευτής; καὶ τοῖς οὔπω συνιέναι δυναμένοις τί τὸ ἀληθῶς ἀγαθόν; καὶ ποῖον ἂν εἴη τὸ θέλημα τοῦ Θεοῦ, τὸ τέλειον καὶ εὐάρεστον, δι᾽ αἰνίγματος ὑποδηλῶν; καὶ ὡς ἐν παχέσιν ἔτι κατασημαίνων τύποις; εἴσῃ γὰρ, εἴσῃ, καὶ οὐ σὺν ἱδρῶτι μακρῷ τῆς πνευματικῆς λατρείας ὁ τρόπος, ὡς ἦν μὲν, ἀεί τε καὶ ἐν ἀρχαῖς τριπόθητος Θεῷ, δυσέμβατος δὲ καὶ ἀναφὴς ἔτι ταῖς τῶν Ἰουδαίων ψυχαῖς. Διά τοι τοῦτο δεῖσθαι λόγου νηπιοπρεποῦς, καὶ μαθημάτων ἁπλῶν, καὶ παιδοκομίας οἰκονομικῆς οὐδὲν ἐχούσης τὸ ἄναντες ἢ τραχὺ, ἐνομοθέτει μὲν γὰρ καὶ πάλαι τὰ ἐν τύποις Θεός.

Προϋπεδείκνυ δὲ πάλιν, ὡς ἥξοντά τε καὶ παρεσόμενα κατὰ καιροὺς τὰ ἐκ τῆς ἀληθοῦς λατρείας· καὶ ἀπόβλητον μὲν ἐποίει τὸ τὴν δι᾽ αἱμάτων πρόσοδον, καὶ τὴν σκιάν· ἀπεσείετο δὲ διὰ τοῦ προφήτου λέγων Ἀμώς· «Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ᾽ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Εἰσκεκόμικε δὲ διὰ Μιχαίου πρόσωπον ἀνδρὸς, τίνα δὴ τρόπον κατορθώσειεν ἂν ἀμωμήτως τὸ ἀγαθὸν, ὀρεκτιῶντος ἀναμαθεῖν· «Ἐν τίνι γὰρ καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ ὑψίστου;

Εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; Εἰ δῶ πρωτότοκά μου, ἀσεβείας καρπὸν κοιλίας μου, ὑπὲρ ἁμαρτίας ψυχῆς μου;» Εἶτα συνημμένως καὶ ἐφεξῆς· «Εἰ ἀνηγγέλη σοι, φησὶν, ἄνθρωπε, τί τὸ καλόν· ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾷν ἔλεος· καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου;» Ἆρ᾽ οὖν οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὅπερ ἔφη Χριστός· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι;» Καὶ πάλιν· «Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω.» Οὐκ ἐν νομικῇ μὲν λατρείᾳ τῇ κατὰ Χριστὸν, ἀλλὰ ἁγίᾳ τε καὶ πνευματικῇ. ΠΑΛΛ. Ὀρθότατα ἔφης. ΚΥΡ. Καὶ διὰ μὲν τῆς Ἡσαΐου φωνῆς, θερμότερον ἐπιπλήττει τοῖς ἐξ Ἰσραὴλ λέγων· «Ἀκούσατε λόγων Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥων. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ τράγων οὐ βούλομαι· οὐδ᾽ ἂν ἔρχησθε ὀφθῆναί μοι, τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον.

Θυμίαμα βδέλυγμά μοί ἐστι, τὰς νουμηνίας ὑμῶν, καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι.

Νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν ἐμίσησεν ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν.» Διά τε τοῦ προφήτου Μαλαχίου, ταυτὸ λέγει ἔτι πρὸς λίαν ἀπηχθημένους· διαμέμνηται δὲ καιρῶν, καθ᾽ οὓς ἂν αὐτῷ προσοίσειαν οἱ ἀνὰ πᾶσαν τὴν γῆν τῆς ἀναιμάκτου καὶ νοητῆς θυσίας τὴν ἀσύγκριτον εὐωδίαν. Ἔφη γὰρ ὧδε πάλιν· «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρὰ, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.» Συνίης ὅτι θυμίαμά τε καὶ θυσίαν αὐτῷ καθαρὰν ἀπὸ παντὸς ἔθνους ἀνενεχθήσεσθαί φησιν. Ὥσπερ δὲ τὴν νέαν ἡμῖν καὶ ἐν Χριστῷ διαθήκην, καινὴν ὀνομάσας, πεπαλαίωκε τὴν πρώτην. Γράφει γὰρ ἡμῖν οὕτως καὶ ὁ θεσπέσιος Παῦλος. Ὡς κἀνθάδε, καθαρὰν εἰπὼν τὴν ἀπὸ παντὸς ἔθνους θυσίαν ἐσομένην κατὰ καιροὺς, τῷ μὴ οὕτως ἔχειν τῆς ἀρχαίας καταψηφίζεται. Καθαρὰ γάρ τινα τρόπον, ἡ μήτε καθαίρουσα, μήτε μὴν ἔχουσα τὸ τελειοῦν δύνασθαι πρὸς ἀρετήν; Ταύτῃ τοί φησιν ὁ μακάριος Παῦλος, ὡς ἦν μὲν οὐκ ἄμεμπτος, εἰσκεκομίσθαι δὲ ἀναγκαίως τὰ διὰ Χριστοῦ, καὶ τὸν τῆς δευτέρας ἐκζητεῖσθαι τόπον. ΠΑΛΛ. Ἀβούλητος ἄρα παντελῶς ἡ ἐν σκιαῖς λατρεία παναγίῳ Θεῷ; ΚΥΡ. Παντάπασι μὲν οὖν.

Πάρα δέ γε σαφῶς ἐπαΐειν λέγοντος τοῖς ἐξ Ἰσραὴλ, διὰ τῆς Ἱερεμίου φωνῆς· «Τάδε λέγει Κύριος· Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα. Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ᾖ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν. Ἀλλ᾽ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων, Ἀκούσατε τῆς φωνῆς μου.» Ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὸ ἀκριβὲς τῷ νομοθέτῃ δοκοῦν, οὐδ᾽ ἂν ὅλως ἐν ἀρχαῖς ὁ ἐν σκιαῖς ἔτι κατεχρησμῳδήθη νόμος, τῆς ἐν πνεύματι λατρείας σεσιγημένης. Ἐπειδὴ δὲ ἦν τὸ χρῆμα φορτικὸν, καὶ τὸ δύνασθαι πληροῦν τὸ τελείως ἀγαθὸν, τοῖς τὸ τηνικάδε βάσιμον μὲν οὐχὶ, φαίην δ᾽ ἂν ὅτι σκληρὸν καὶ οὐκ ἄτραχυ, νηπιοπρεπὴς οἷά τις μελέτησις, τὴν τῆς ἀληθείας ἔχουσα μόρφωσιν, ὁ ἐν γράμμασι νόμος, οἰκονομικῶς ἐθεσπίζετο. Πλὴν ἐδήλου σαφῶς ὁ τῶν νόμων ἡμῖν ὁριστὴς, ὅτι μὴ ἐκεῖνα μᾶλλον αὐτῷ θυμηρέστατα, τριπόθητα δὲ τὰ διὰ Χριστοῦ. Καὶ γοῦν ἔφη πάλιν· «Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασι στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται· διότι ἔλεος θέλω, καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα.»

Πολὺ γὰρ ἄμεινον παρὰ Θεῷ καὶ μόσχου πίπτοντος, καὶ προβάτου σφαγῆς, ἡ εἰς ἀδελφοὺς ἀγάπη, εἰς τὸ τοῦ νόμου πλήρωμα, καὶ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ, δι᾽ οὗπερ ἂν γένοιτο καὶ αὐτὸς ἡμῖν γνωστὸς ὁ Πατήρ. Πρόξενον δὲ ὅτι τῆς αἰωνίου ζωῆς τὸ χρῆμά ἐστιν, οὐκ ἐνδοιάσῃ τις ἂν, Χριστοῦ λέγοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ἀψευδήσει δὲ ὅτι πάντη τε καὶ πάντως ἡ ἀλήθεια, πῶς ἔστιν ἀμφιβαλεῖν; ΠΑΛΛ. Ἥκιστά γε. ΚΥΡ. Ἀπολισθήσαντα δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος τὸν Ἰσραὴλ, ἐπεί τοι τὴν πίστιν οὐ προσηκάμενος, οὐκ ἔγνω Θεὸν, οὐχ ἑτέρως ἐπανήξειν εἰς τὸ ἀπαρχῆς εὖ μάλα φησὶν, πλὴν ὅτι διὰ μόνου Χριστοῦ, καταλήξαντα τῶν ἐθῶν τῶν κατὰ νόμον. Γέγραπται, δὲ αὖ· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτων τούτων τῶν ἡμερῶν.» Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται· πλὴν ἐν Χριστῷ· κατωνόμασται δὲ Δαβὶδ διὰ τὸ ἐκ σπέρματος εἶναι καὶ ἐκ φυλῆς τοῦ Δαβίδ.

Ἀναιρεθήσεσθαι δὲ καὶ αὐτὰς τὰς κατὰ νόμον θυσίας διεβεβαιοῦτο σαφῶς διὰ Ἰωὴλ λέγων· «Περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ, εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ· ὅτι ἀπέσχικεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή.» Καὶ πάλιν δι᾽ αὐτοῦ τοῦ προφήτου· «Ἐξῆρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου· πενθεῖτε οἱ ἱερεῖς λειτουργοῦντες τῷ θυσιαστηρίῳ.» Καὶ πρός γε δὴ τούτοις, καὶ αὐτὴν ἐκ μέσου γενήσεσθαι τὴν σκηνὴν ὑπισχνεῖτο, λέγων· «Καὶ ἔσται, ἐὰν πληθυνθῆτε, καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς διαθήκης Κυρίου ἁγίου Ἰσραὴλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται, οὐδὲ ἐπισκεφθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.» Ἀνατετραμμένης γὰρ εἰς τὸ παντελὲς τῆς ἐν τύποις ἔτι καὶ δι᾽ αἱμάτων θυσίας, ἀνάγκη πως ἦν, καὶ αὐτὴν ἐκ μέσου ποιεῖσθαι τὴν σκηνὴν, ἅτε δὴ τῆς ἀληθεστέρας ἀντεγηγερμένης, τοῦτ᾽ ἔστι, τῆς Ἐκκλησίας, ὑπὲρ ἧς καὶ αὐτὸς ἔφη Χριστός· «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.»

Καὶ ὅτι μεταχωρήσει καὶ μεταστήσεται πρὸς τὸ ἄμεινον τῆς λατρείας ὁ τρόπος πρὸς τὴν ἐν Χριστῷ καὶ νέαν, σαφὲς ἂν γένοιτο, γράφοντος ἡμῖν περὶ Θεοῦ τοῦ Μαλαχίου· «Καὶ καθαριεῖ τοὺς υἱοὺς Λευῒ, καὶ χεεῖ ἐπ᾽ αὐτοὺς ὥσπερ τὸ χρυσίον, καὶ ὡς ἀργύριον· καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ, καὶ ἀρέσει τῷ Θεῷ ἡ θυσία Ἰούδα, καὶ Ἰερουσαλὴμ, καθὼς ἡ ἡμέρα τοῦ αἰῶνος, καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν.» Συνίης δὴ οὖν, ὅτι μονονουχὶ μεταχάλκευσίν τινα καὶ ἀναπλασμὸν ἱερωσύνης τε ἅμα καὶ θυσιῶν ἔσεσθαί φησι; ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Τὸ γάρ τοι, χεεῖ καὶ καθαρίσει, καθάπερ ἐπὶ χρυσοῦ τε καὶ χρυσουργοῦ λελεγμένον, ἆρ᾽ οὐχὶ πρὸς τοῦτο ἐννοιῶν ἡμᾶς ἰέναι βούλεται; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ὅτι γὰρ ἔμελλε νοητῶς τοιοῦτόν τι κατορθοῦν, ἐνανθρωπήσας ὁ Λόγος, πεπληροφόρηκεν εἰπὼν ὁ Θεὸς καὶ Πατὴρ, ὅτι «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων.

Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον·» Καινουργίαν οὖν ἄρα καὶ ἀναπλασμὸν τῆς ἱερωσύνης ἔσεσθαί φησιν· καὶ τόν γε τῆς λειτουργίας τρόπον, οὐχ ἕτερόν τι παραδεικνὺς, πλὴν ὅτι, τουτὶ Χριστοῦ μυστήριον. Ἔφη πάλιν διὰ φωνῆς Ἰεζεκιὴλ περὶ τῶν ἱερῶσθαι κεκληρωμένων· «Οὗτοι προσάξουσι πρὸς μὲ τοῦ λειτουργεῖν μοι, καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός. Οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονταί μοι πρὸς τὴν τράπεζάν μου, τοῦ λειτουργεῖν μοι.» Καὶ στέαρ καὶ αἷμα καὶ τὰς ἐπὶ τῇ τραπέζῃ λειτουργίας, ἆρ᾽ οὐχὶ φαῖεν ἂν εἰκότως, τὸ Χριστοῦ μυστήριον; ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἀριδηλότατον δὲ καὶ αὐτὸν ἡμῖν τὸν καιρὸν, καθ᾽ ὃν ἡ πάντων ἐπὶ τὸ ἄμεινον ἔσται μεταδρομὴ τῆς καινουργίας ὁ τρόπος, ἐποίει λέγων ὁ Θεός· «Καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος.» Ἡμέραν δὲ τὴν ὀγδόην τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ὀνομάζει καιρόν· καθ᾽ ὃν τὰ ὁλοκαυτώματα, τοῦτ᾽ ἔστιν, ἡ τελεία καὶ ὁλοσχερὴς εἰς Θεὸν ἀφιέρωσις τῶν πεπιστευκότων, δεκτὴ τῷ Θεῷ, καὶ δωροφορία πνευματική.

Καὶ τοῦτο διδάσκει γράφων ὁ θεσπέσιος Παῦλος· «Δι᾽ αὐτοῦ οὖν ἀναφέρομεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ· τοῦτ᾽ ἔστι, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.» Καὶ πάλιν· «Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνησθε. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» Καρποὶ γὰρ οἱ πρὸς ἡμῶν τῷ Θεῷ τῶν ἐν πίστει δεδικαιωμένων, τίνες ἂν εἶεν ἕτεροι, πλὴν ὅτι δοξολογία μακρὰ καὶ διηνεκής; Καὶ θῦμα τὸ καθαρώτατον τῆς ἀμωμήτου ζωῆς, ἡ ἀπαράβλητος εὐωδία. ΠΑΛΛ. Παγκάλως ἡμῖν ὁ λόγος ἔχει, καὶ ἀληθὲς, ὅτι δικαιοῦταί τις ἥκιστα μὲν ἐν νόμῳ, διὰ πίστεως δὲ μᾶλλον τῆς ἐν Χριστῷ, καὶ μυσταγωγίας εὐαγγελικῆς.

Ἐθέλοιμι δ᾽ ἂν καὶ δι᾽ ἐναργῶν ἡμῖν ἰέναι παραδειγμάτων τὴν ἀφήγησιν, καὶ ἐξ αὐτῶν τούτων μαθεῖν τῶν ἱερῶν Γραμμάτων. ΚΥΡ. Οὐκοῦν, ὦ φιλότης, εἶμι μὲν ἐγὼ πρὸς τοῦτο ἑτοίμως, ἐπεί σοι δοκεῖ. Σὺ δὲ δή μοι πάλιν τὸν ἀκριβῆ τε καὶ ἀπεξεσμένον ἐφ᾽ ἑκάστῳ τῶν θεωρημάτων ἐξέταζε νοῦν. Καὶ εἴ σοί τι δόξαιμι μὴ λίαν ὀρθῶς νοεῖν, ἢ λέγειν, νηφαλίως ἐπανόρθου καὶ μεθόρμιζε σαφῶς, τοὺς τῶν τεκτόνων ἀρίστους ἀπομιμούμενος, οἳ ἐπειδὰν ἐξήκοι τοῦ καθήκοντος λόγου τὸ ἐν χερσὶ, μεταρυθμίζουσιν εὐτέχνως ἐπὶ τὸ ὡς ἄριστα ἔχειν δοκοῦν. Ἀπαρχὴν δὲ ὥσπερ τινὰ τῶν εἴς γε ταυτὶ ποιησόμεθα λόγων τὸν ἱεροφάντην Μωσέα, καὶ τῆς κατ᾽ αὐτὸν ἱστορίας ἐπιδρομάδην ἁψάμενος, πληροφορεῖν εὖ μάλα πειράσομαι, καὶ καταδεῖξαι σαφῶς, τετελειωκότα μὲν τὸν νόμον οὐδὲν, οὔτε μὴν ἀποχρῶντα πρὸς σωτηρίαν· λυτρωτὴν δὲ τῶν ὅλων καὶ σωτῆρα Χριστόν. ΠΑΛΛ. Οὐ μετρίαν ἴσθι τοι διδοὺς τὴν ὄνησιν, ὄκνου κρείττονα σαυτὸν κἂν τούτῳ δεικνύς· δυσέφικτα μὲν γὰρ τὰ ἐν χερσὶ λίαν, καὶ δυσκάτοπτος κομιδῇ τῶν ζητουμένων ἡ γνῶσις, πλούσιός γε μὴν ὁ ἐκκαλύπτων Θεός. ΚΥΡ. Εὖ λέγεις, καὶ δή με κυσὶ ταῖς εὐρινωτάταις ἐν ἴσῳ, κατ᾽ ἴχνος ἰέναι λοιπὸν τῶν ἐν βάθει τε καὶ ἀφανεστέρων ἐννοιῶν, ὁ σὸς παραθήγει λόγος.

Οὐκοῦν ἐν ἐρήμῳ ποτὲ τῇ κατὰ τὴν καλουμένην Μαδιὰμ, ὀΐων ἀγέλας διαποιμαίνοντι τῷ μακαρίῳ Μωσῇ πρὸς αὐταῖς τε ταῖς ὑπωρείαις ὄντι τοῦ ὄρους Χωρὴβ, χρῆμά τι ξένον καὶ οὐκ ἀθαύμαστον Θεοῦ πληροῦντος ἐδείκνυτο. «Ὤφθη γὰρ αὐτῷ, »φησὶν,» ἄγγελος ἐν πυρὸς φλογὶ ἐκ βάτου· καὶ ἑώρα ὅτι ὁ βάτος ἐκαίετο πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος.» Ξύλον δὲ οὐχὶ τῶν ἡμέρων ὁ βάτος, ἀγρίας δὲ μᾶλλον ἀκάνθης εἶδος, καὶ ὀρεσιτρόφου ῥίζης, ἐφ᾽ ᾗ τὸ φρικτὸν ἐπράττετο θαῦμα, μυστηρίου τύπον εὖ μάλα πληροῦν. Ἄγγελος γὰρ ἦν ὡς ἐν εἴδει πυρὸς ὅλον διόλου καταβοσκόμενος, αἴσθησιν δὲ τῷ ξύλῳ μηδεμίαν ἐντιθεὶς τῆς τοῦ πυρὸς ἐνεργείας, ἐν ἴσῳ δὲ ὥσπερ εἰ καὶ μὴ παρῆν, μηδ᾽ ὅσον εἰπεῖν θερμασίας που τάχα τῆς ὡς ἐκ πυρὸς τοῦ ξύλου μετεσχηκότος. ΠΑΛΛ. Τί οὖν τοῦτό γε; ΚΥΡ.

Ξύλῳ γὰρ ὥσπερ ἀγρίῳ γεγονότι τῷ Ἰσραὴλ, καὶ καρποὺς ἡμέρους δικαιοσύνης οὐκ ἔχοντι· τοῖς γὰρ Αἰγυπτίων ἐτρέφοντο νόμοις· ὁ δι᾽ ἀγγέλων ἔμελλε δοθήσεσθαι νόμος, φωτίζειν μὲν ἱκανὸς, εἰ γοῦν νοοῖτο πνευματικῶς, καὶ τὸν εἰς νοῦν ἀποπέμψαι σκότον, ἐνέργεια γὰρ καὶ ἤδε πυρὸς, πλὴν τοῖς λαβοῦσιν ἀνόνητος, καὶ οὔτι που πάντως δι᾽ ἑαυτὸν, ἀλλ᾽ ἐπεί τοι τὸ φῶς μὴ εἰς νοῦν ἐδέχοντο καὶ καρδίαν, οἱ πρὸς οὓς ὁ λόγος, ἔξωθεν δὲ ὥσπερ φωτισμοῦ δόκησιν τὸ γράμμα πλουτήσαντες, ὅπερ ἔχειν ἐνόμιζον, οὐκ εἶχον ἀληθῶς. Τοιγάρτοι περὶ τὸν βάτον μὲν ὁρᾶσθαι τὸ πῦρ, μὴ μὴν ἔτι καὶ θερμασίας αἴσθησιν ἐνιέναι τῷ ξύλῳ, παραδηλοῖ τι τοιοῦτον ὥς γέ μοι δοκεῖ. Ὅτι δὲ ἀνόνητον Ἰουδαίοις τὸ ἐκ τοῦ νόμου γέγονε φῶς, σαφηνιεῖ λέγων αὐτὸς ὁ Σωτήρ· «Ἐρευνᾶτε τὰς Γραφὰς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, ἵνα ζωὴν αἰώνιον ἔχητε.» Καὶ μεθ᾽ ἕτερα πάλιν, πρὸς τοὺς τῶν Ἰουδαίων καθηγητὰς, καὶ πρὸς πάντα δὲ τὸν λαόν· «Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, ἐφ᾽ ὃν ὑμεῖς ἠλπίκατε· εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου ῥήμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;»

Οἱ γὰρ ὅλως τὴν διὰ νόμου στοιχείωσιν ἀμαθέστατα διωθούμενοι, πῶς ἂν εἰσδέξαιντο διὰ Χριστοῦ, τοῦ τελείως ἀγαθοῦ τὴν γνῶσιν εἰσφέροντα; Καιόμενον μὲν βλέπων, καταφλεγόμενον δὲ οὐχὶ τὸν βάτον, ἀλλ᾽ οὐδὲ εἴκοντα τῷ πυρὶ, κατετεθήπει λοιπὸν ὁ μακάριος Μωσῆς, τί ὅτι οὐ κατακαίεται ὁ βάτος. Καταπλαγείη γὰρ ἄν τις τῆς εἰσάπαν ἀναισθησίας τὸν Ἰσραὴλ, οἱ συλλήπτορά τε καὶ ἀρωγὸν τὸν παρὰ Θεοῦ δεξάμενοι νόμον, καὶ τὸν δι᾽ αὐτοῦ φωτισμὸν πλουτήσαντες, εἶτα λόγου μηδενὸς ἀξιοῦντες τὸ χρῆμα, μήτε μὴν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενοι τὸ δοθὲν, ἀνωφέλητοι μεμενήκασι· νεκρὸς γὰρ ὥσπερ αὐτοῖς εἰκότως καὶ ἀπεψυγμένος ὁ νοῦς· εἴποι δ᾽ ἄν τις καὶ ἐπ᾽ αὐτοῖς εἰκότως· Τί ὅτι οὐ κατακαίεται ὁ βάτος; ἦ γὰρ ἂν ἐγένοντο μεθ᾽ ἡμῶν τῷ πνεύματι ζέοντες. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἔοικε δὲ καὶ ἑτέρων ἡμῖν ἐννοιῶν οὐκ ἀμαθῆ θεωρίαν ὑποφαίνειν τὸ χρῆμα. Μέλλουσι γὰρ ἤδη τοῖς ἐξ Ἰσραὴλ γῆς τῆς Αἰγυπτίων ἀπαίρειν, καὶ οἷον οὐδέπω τὸν τῆς ἀνεθελήτου θητείας ἀποσείεσθαι ζυγὸν, διάτοι τοῦτο ταῖς τοῦ κρατοῦντος ἔτι προσκρούειν ὀργαῖς σημεῖον ἐδίδου Θεὸς τὸ ἐπὶ τοῦ βάτου δρώμενον· ὅτι καὶ αὐτοῦ πυρὸς ἀμείνους ἔσονται πολὺ, καὶ τοῖς ἀδικεῖν ἰσχύουσιν οὐχ ἁλώσιμοι, κατά γε τὸ, οἶμαι, θεοπρεπῶς εἰρημένον· «Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι. Φλὸξ οὐ κατακαύσει σε, ποταμοὶ οὐ συγκλείσουσί σε.» ΠΑΛΛ. Εὐφυὴς ὁ λόγος. ΚΥΡ.

Οὐκοῦν ἐτεθήπει μὲν ὧδε τὸ ὅραμα Μωσῆς· καὶ δὴ καὶ προσέθει τὸ ἀγχοῦ γενέσθαι ποθῶν. «Ὡς δὲ εἶδε, φησὶ, Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Μὴ ἐγγίσῃς ὧδε, λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Νόμου δὲ τύπος ἡμῖν ὁ μακάριος ἔσται Μωσῆς· «Μωσέα γὰρ ἔχουσι καὶ τοὺς προφήτας,» ἐν εὐαγγελικοῖς θεσπίσμασί φησιν ὁ μακάριος Ἀβραάμ.

Μή πως ἀπίθανόν σοι τὸ ῥῆμα δοκεῖ; ΠΑΛΛ. Οὐ μὲν οὖν· νόμου γὰρ πρόσωπον ὁ Μωσῆς. ΚΥΡ. Κέκληται τοίνυν ὁ Ἰσραὴλ, καὶ ἡ κατὰ νόμον καὶ ὑπὸ νόμον ἀγέλη. «Κύριος γὰρ,» φησὶν, «ὁ Θεὸς τῶν Ἑβραίων προκέκληται ἡμᾶς.» Καὶ ὑπήκουσε μὲν τῷ καλοῦντι Θεῷ, καθὰ καὶ ὁ Μωσῆς· «Πάντα γὰρ ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα.» Ἐπειδὴ δὲ καὶ τῆς κατὰ νόμον ὑποταγῆς ἡ δύναμις οὐχ ἱκανὴ πρὸς κάθαρσιν, «Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ὑφαιρεῖν ἁμαρτίας·» εἴργεται Μωσῆς πλησιάζειν Θεῷ· «Μὴ ἐγγίσῃς γὰρ ὧδε,» φησίν. Ἀπρόσιτον γὰρ διὰ νόμου τὸ ἀγαθόν· καὶ τῆς κατὰ Μωσέα πολιτείας ἡ δύναμις οὐχ ἱκανὴ λίαν εἴς γε τὸ ἀποκομίζειν δύνασθαι τῷ Θεῷ. Παρίστησι δὲ αὐτῷ δι᾽ ἁγιασμοῦ Χριστός. Ἁγίους γὰρ εἶναι πρέπει τοὺς τῷ ἁγίῳ Θεῷ κολλᾶσθαι σπουδάζοντας· «Ἅγιοι γὰρ ἔσεσθε, φησὶν, ὅτι ἐγὼ ἅγιός εἰμι.» Ὅτι δὲ τῆς κατὰ νόμον πολιτείας ὁ τρόπος οὐκ ἀμώμητος παντελῶς, εὐθὺς ἐδίδαξεν, εἰπών· «Λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστίν.» Ἀπολύειν γὰρ τὸ ὑπόδημα προστέταχε τοῦ ποδὸς τὸν ἱεροφάντην Μωσέα, οὔπω καθαρὰν, οὐδὲ τῶν ἀπὸ φθορᾶς καὶ νεκρότητος ἔργων εἰσάπαν ἀπηλλαγμένην, τῆς κατὰ νόμον ζωῆς τὴν πορείαν ἀποδεικνὺς, ἀπὸ δὲ τῆς παρ᾽ Ἕλλησι συνηθείας ὁ θεῖος ἡμῖν ἐπαιδεύετο Μωσῆς, ὅτι μὴ θέμις ἐγγίζειν Θεῷ, τὸν ἐν λειψάνοις ὄντα νεκρότητος καὶ φθορᾶς.

Οὐ γὰρ ἐφοίτων ἐν ἱεροῖς τὰ ἐκ τεθνεώτων ζώων ὑποδήματα τοῖς ποσὶν ἐνδυόμενοι. Μολυσμοῦ δὲ τρόπος τοῖς ἐκείνων νόμοις τὸ χρῆμα ἐγράφετο.

Νεκρότητος δὲ καὶ φθορᾶς καὶ τῶν εἰς τοῦτο ἡκόντων ἀκαθαρσίας ἀπέλυσεν ἡμᾶς οὐχ ὁ νόμος, ὦ τᾶν, οὐδὲ πορεία ζωῆς τῆς κατὰ τὸ γράμμα τὸ Μωσαϊκὸν, πίστις δὲ μᾶλλον ἡ ἐν Χριστῷ, καὶ τῆς εὐαγγελικῆς πολιτείας ἡ τελειοτάτη κάθαρσις. Ἢ οὐκ ἀληθὲς ὅ φημι; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Ἀπολύσαντι δὲ τὸ ὑπόδημα τοῦ ποδὸς, προσθέοντί γέ τε λοιπὸν, καὶ ἀγχοῦ γεγονότι, προσεφώνει Θεός· «Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ, φησίν· ηὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ.» Ἀποθέμενοι γὰρ φρόνημα τὸ νεκρὸν, καὶ οἱονεὶ καθαρῷ τε καὶ ἐλευθέρῳ ποδὶ τῆς ἐν Χριστῷ πολιτείας διαστείχοντες τὴν ὁδὸν, ἐσόμεθα μὲν ἀγχοῦ τῷ Θεῷ, κατὰ σχέσιν δὲ δηλονότι τὴν πνευματικὴν, καὶ οὐχὶ κατά γε τὴν ἐν τόπῳ διάστασιν. Τύποι γὰρ ἐκεῖνα καὶ σκιὰ τὰ Μωσέως, οὕτω τε λοιπὸν τοὺς περὶ τῆς ἄνω μυσταγωγίας καταπλουτήσομεν λόγους, καὶ τὴν τοῦ Θεοῦ γνῶσιν ἐν ἑαυτοῖς συλλέξομεν, ἑαυτὸν ἡμῖν ἐμφανίζοντος ἐν Υἱῷ τοῦ Πατρός. Ὀψόμεθα γὰρ αὐτὸν, καὶ ἀσυγκρίτως ἄμεινον, ἢ ὁ πάλαι λαὸς, ὡς ἐν προσώπῳ Μωσέως. Ὁ μὲν γὰρ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ.

Δι᾽ οὗ σημαίνεται τῶν ἐν νόμῳ παιδαγωγουμένων, τὸ τῆς διανοίας ἀσθενὲς, οὐκ ἀναμενούσης τρόπον τινὰ πρὸς Θεὸν, οὔτε μὴν οἵας τε ἰδεῖν τὴν δόξαν αὐτοῦ, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» ἤγουν ἐκεῖνο, τὸ «Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν.» Ἡμεῖς δὲ τοῖς περὶ τῆς ἀῤῥήτου φύσεως προσιέντες λόγοις, καθαροῖς καὶ πεφωτισμένοις ὄμμασιν, ἐν Υἱῷ διαπρέπον τὸ τοῦ Θεοῦ καὶ Πατρὸς καταθεώμεθα κάλλος. Καὶ οἰομένοις μὲν Ἰουδαίοις ὅτι τεθέανται τὸν Πατέρα, σοφῶς ἐλέγετο παρὰ Χριστοῦ· «Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε.» Φιλοπευστοῦντι δὲ τῷ Φιλίππῳ λίαν, καὶ παχύτερον μὲν ἢ ἐχρῆν, ἐκ φιλομαθείας δ᾽ οὖν ὅμως ἐρομένῳ καὶ λέγοντι· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν,» ἀπεκρίνατο Χριστός· «Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Ὅτι δέ ἐστιν οὐκ εὐσθενὴς ἄγαν, οὔτε μὴν ἱκανὴ πρὸς Θεοῦ κατάδειξιν ἀκριβῆ καὶ ἀμώμητον, ἡ διὰ τῆς κατὰ νόμον ἐντολῆς θεωρία τε καὶ παίδευσις, ὡς ἐν σκιᾷ καὶ αἰνίγματι καὶ διὰ ταῖν δυοῖν τοῦ Λάβαν ὀψόμεθα θυγατέροιν. Γέγραπται γὰρ, ὅτι Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ ἑτέρᾳ Ῥαχήλ.

Οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ προσέκειτο μὲν τῇ Ῥαχὴλ ὁ πατριάρχης Ἰακὼβ, ἠγάγετο δὲ πρὸ αὐτῆς τὴν Λείαν.

Μετοιχομένου δὴ οὖν εἰς τὸ ἀληθὲς τοῦ τύπου, τὸ Χριστοῦ κατόψει μυστήριον. Δύο γάρ εἰσιν αἱ πρὸς οἰκειότητα κεκλημέναι τὴν πνευματικὴν ἡρμοσμέναι τε αὐτῷ γυναῖκες· πρεσβυτέρα μὲν, ἡ πρώτη, καὶ διὰ Μωσέως ὡς ἐν προσώπῳ τῆς Ἰουδαίων συναγωγῆς, πρὸς ἣν εἴρηται παρὰ Θεοῦ διὰ φωνῆς προφητῶν· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλ᾽ ἢ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὰ ἀδικήματά σου, καὶ εἰς φόνον τοῦ ποιεῖν.» Δευτέρα δὲ ἦν ἡ νεᾶνις καὶ ἐκπρεπεστέρα, τοῦτ᾽ ἔστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ θεῖος ἔφη Δαβίδ· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· ὅτι ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου.» Εἴρηται δέ που πρὸς αὐτὴν καὶ τὸ, «Οἱ ὀφθαλμοί σου περιστεράς.» Νοητὸν δὲ δή που καὶ ὑπερκόσμιον ἀληθῶς τῆς Ἐκκλησίας τὸ κάλλος. Γέγραπται γὰρ, ὅτι «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, Ἐσεβών.» Τὸ δὲ, Ἐσεβὼν, ἔσωθέν ἐστιν Ἑβραίων φωνῇ· σώματος μὲν γὰρ ὀφθαλμοῖς οὐχ ἁλώσιμον, καθαροῦ δὲ νοῦ προσβολαῖς εὐκάτοπτον. Ἢ οὐχ ὧδε ἔχει; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν οὐ διὰ τῆς κατὰ νόμον παιδαγωγίας κατίδοι τις ἂν τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος, ἐν Χριστῷ δὲ μᾶλλον καὶ τοῖς δι᾽ αὐτοῦ παιδεύμασιν. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ.

Ἱκανὸς δὲ πρὸς λύτρωσιν, ὦ Παλλάδιε, καὶ πρός γε τὸ δύνασθαι χειρός τε καὶ τυραννίδος ἐξελέσθαι διαβολικῆς, οὐχὶ Μωσῆς, ἢ νόμος, ἀλλ᾽ ὁ Μωσέως Δεσπότης, τοῦτ᾽ ἔστι Χριστὸς, καὶ μυστηρίου τοῦ κατ᾽ αὐτὸν ἡ δύναμις. Καὶ γοῦν Θεοῦ λέγοντος· «Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ ὀδύνην αὐτῶν, καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.» Καὶ προστιθέντος εὐθύς· «Καὶ νῦν ἰδοὺ ἡ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ, ἥκει πρός με· κἀγὼ ἑώρακα τὸν θλιμμὸν, ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς· καὶ νῦν δεῦρο, ἀποστελῶ σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου, τοὺς υἱοὺς Ἰσραὴλ, ἐκ γῆς Αἰγύπτου·» σαφῶς δὲ καὶ διαῤῥήδην ἀνεκεκράγει Μωσῆς· «Τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου;» Ἆρ᾽ οὖν οὐκ ἐναργὴς ὁ τύπος, καὶ ὁ τῆς παραιτήσεως τρόπος οὐχὶ τὴν ἀναφορὰν ἐπὶ τὸ ἀσυγκρίτως ὑπερτεροῦν καὶ ὑπερκείμενον ἔχει, τοῦτ᾽ ἔστι, Χριστόν; Ὡς τὸ, «Τίς εἰμι ἐγώ;» λέγειν ἀνάρμοστον· εὐπετὲς δὲ λίαν τὸ ἐξελέσθαι λαοὺς, καὶ σώζειν ἔθνη, καὶ ἀποκομίζειν εἰς ἐλευθερίαν, συντετριμμένου καὶ ἀτονήσαντος, τοῦ πρὸς δουλείαν συνέχοντος τοῦτ᾽ ἔστι, τοῦ Σατανᾶ. ΠΑΛΛ.

Εὐπετέστατον· ἔφης γὰρ ὀρθῶς ΚΥΡ. Τί δέ; οὐχὶ κἀντεῦθεν ἰδεῖν ἀταλαίπωρον παντελῶς, ὅτι τῆς ἁπάντων σωτηρίας πρύτανις γέγονεν ὁ Μονογενής; δι᾽ αὐτοῦ, γὰρ ἐκλελυτρώμεθα, καί φησιν ὁ προφήτης· «Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς.» ΠΑΛΛ. Πόθεν ἔφης; ΚΥΡ. Ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς Μωσῇ κεκέλευκεν ἐναργῶς, ἀοκνότατα μὲν ἰέναι πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, εἰπεῖν δὲ ἀναφανδὸν ὡς ἀρωγὸν καὶ συλλήπτορα τὸν πάντα ἰσχύοντα λαβόντες Θεὸν, ἀποφορτιοῦνται μὲν εὐκόλως τῆς ἐν Αἰγύπτῳ δουλείας τὸ δυσαχθὲς, οἴκαδέ γε μὴν ἀπαίρουσι πάλιν, καὶ εἰς τὴν τῶν πατέρων ἐλευθερίαν ἀναφοιτήσαντες, τὴν ἁγίαν οἰκήσουσι γῆν· ἐκεῖ τε πλουσίως τοῖς παρ᾽ αὐτοῦ δοθησομένοις ἐνσπαταλήσωσιν ἀγαθοῖς. Ἀπεκρίθη, φησὶν, ὁ Μωσῆς καὶ εἶπεν· «Ἐὰν μὴ πιστεύσωσί μοι, μηδὲ ἀκούσωσί μου τῆς φωνῆς (ἐροῦσι γὰρ, ὅτι Οὐκ ὦπταί σοι ὁ Θεὸς), τί ἐρῶ πρὸς αὐτούς;

Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Τί τοῦτό ἐστι τὸ ἐν τῇ χειρί σου; Ὁ δὲ εἶπε, Ῥάβδος· καὶ εἶπε· Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. Καὶ ἔῤῥιψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγε Μωσῆς ἀπ᾽ αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἔκτεινε τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου. Καὶ ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ.» ΠΑΛΛ. Ὡς ἐξαίσιον μὲν τὸ θαῦμα, ὦ τᾶν. Τὸ δὲ τί ἂν βούλοιτο καταδηλοῦν, φράζε δὴ πάλιν αὐτός. ΚΥΡ. Ἐγὼ φράσω· Μακροὺς Αἰγυπτίοις συνδιαιτώμενοι χρόνους οἱ ἐξ Ἰσραὴλ, καὶ εἰς πᾶν εἶδος ἁμαρτίας ὠλισθηκότες, καὶ τρυφαῖς ἡδόμενοι ταῖς ἐπιχωρίοις, βραδεῖς μὲν ὅτι καὶ δυσμετακόμιστοι λίαν ἔσονται πρὸς εὐκοσμίαν, οὐκ ἠγνόησεν ὁ Μωσῆς· συνωθήσει δὲ ὅτι πρὸς εὐπείθειαν τῶν ἔργων ὁ πόνος οὐχ ἑκόντας αὐτοὺς, εἰ θαυματουργοῦντα θεάσαιντο, σοφῶς ὑπελάμβανε. Χρῆμα μὲν γὰρ ἀληθῶς δυσεξίτητον ἡδονὴ, καὶ παθῶν ἀγριότης τῶν ἐν ἡμῖν οὐκ εὐχερῶς τιθασσεύεται.

Ἱδρῶτος δὲ καταθλίβοντος καὶ πόνων ἐπηρτημένων, ἀναπείσειεν ἂν εὐκόλως καὶ τῶν ἡδίστων ὑπερφρονεῖν ὁ ἀπαλλάττειν ὑπισχνούμενος· οἶμαι δὲ ὅτι καὶ ὁ παντὸς ἀγαθοῦ τὴν εἴδησιν ἔχων Θεὸς, δύσοιστόν τε καὶ δυσαλγῆ τότε δὴ μάλιστα τοῖς ἐξ Ἰσραὴλ τὴν τῶν Αἰγυπτίων ἐπηφίει πλεονεξίαν οἰκονομικώτατά τε λίαν, ὡς ἂν εἶεν εὔκολοι πρὸς ἀποδρομὴν, καὶ μὴ ταῖς συντρόφοις ἡδοναῖς ἐνδούμενοι, σκληροί τε γένοιντο καὶ δυσάγωγοι κομιδῇ, καὶ τὴν τοῦ καλοῦντος εἰς ἐλευθερίαν ἀτιμάζοντες χάριν, ἐθελούσιον ποιοῖντο τὴν ἐν Αἰγύπτῳ θητείαν, τὸ παραυτίκα τερπνὸν, ὀλίγων ἔσθ᾽ ὅτε προτάττοντες πόνων. Μᾶλλον δὲ καὶ αὐτῶν ἐν ἀμείνοσι καταλογιζόμενοι τῶν παρὰ Θεοῦ, καὶ γοῦν ἀσμενέστατα τῆς τῶν πάλαι τετυραννευκότων πλεονεξίας ἐκδεδυκότες, αὐλιζόμενοί τε κατὰ τὴν ἔρημον, καὶ τὰ ἄνωθέν τε καὶ ἐξ οὐρανοῦ σιτούμενοι, τὴν τοῦ μάννα χορηγίαν φημὶ, τῆς ἐν Αἰγύπτῳ τρυφῆς οὐκ ἀδακρυτὶ μνημονεύουσιν. Ἐκτεθνάναι μᾶλλον, ὡς ἦν δή που παρὰ πολὺ κρεῖττόν τε καὶ ἄμεινον αὐτοῖς, ταῖς ἐν Αἰγύπτῳ τραπέζαις ἐνσπαταλῶντας, ἔτι διατεινόμενοι, καὶ μειρακιωδῶς ἀνακεκραγότες· «Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν!» ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οὐκοῦν ὡς ἀναγκαία τις ἔσοιτο πρὸς εὐπείθειαν αὐτοῖς ἡ θαυματουργία, Μωσῆς ἠπίστατο.

Τοιγάρτοι φησίν· «Ἐὰν μὴ εἰσακούσωσί μου (ἐροῦσι γὰρ, ὅτι Οὐκ ὦπταί σοι ὁ Θεὸς), τί ἐρῶ πρὸς αὐτούς;» Ὁ δέ γε τῶν ὅλων Θεὸς μελέτησιν ὥσπερ τινὰ ποιεῖσθαι τὸ θαῦμα παραχρῆμα διεκελεύετο· προαναπείθων, οἶμαι, τῇ πείρᾳ τὸν λειτουργὸν, ὅτι καὶ τοῖς ἄλλοις ἅπασι καθάπερ αὐτῷ πρὸς ἔνδειξιν ἀκριβῆ τοῦ κεκλῆσθαι παρὰ Θεοῦ, διαρκὲς ἔσται τὸ δρώμενον· καὶ ἁρμόσαι γὰρ ἂν οὐχ ἑτέρῳ τὸ μεθιστᾷν δύνασθαι τῶν ὄντων τὰς φύσεις πρὸς ὅπερ ἂν ἕλοιτο τυχὸν, πλὴν ὅτι καὶ μόνῳ τῷ πάντων Δημιουργῷ, μήνυσιν δὲ ὥσπερ τῆς διὰ Χριστοῦ σωτηρίας αἰνιγματωδῶς τὸ παράδοξον εὖ μάλα τιθείς. Ὀψόμεθα γὰρ τῆς ἐν αὐτῷ ἀνθρωπείας φύσεως τὸν εἰς τὸ ἀρχαῖον ἀναπλασμὸν, καὶ τὴν οἱονεὶ μεταμόρφωσιν, τὴν εἰς ὅπερ ἦμεν ἐν Ἀδὰμ, εὐθὺς εἰς τὸ εἶναι παρενηνεγμένοι, δόξης τε οὔπω τῆς ἄνωθεν καὶ ἁγιασμοῦ τητώμενοι. ΠΑΛΛ. Πῶς ἔφης; ἀσυμφανὴς γὰρ ὁ λόγος. ΚΥΡ. Ἡ ῥάβδος ἤτοι τὸ σκῆπτρον ἡμῖν, οὐχὶ βασιλείας σύμβολον εἴη ἂν, ὦ Παλλάδιε; ΠΑΛΛ. Πάνυ μὲν οὖν, ἐπείτοι καὶ ὅρκιον αὐτὸ πεποιῆσθαί φασι τῶν ἀρχαιοτέρων τινὰς, οἱ τὰ Ἑλλήνων ὑμνεῖν εἰωθότες. ΚΥΡ. Τί δέ; οὐχὶ παραδείσου φυτὸν εἶναι φῂς, καὶ πρεσβύτερον τῆς τομῆς, τὸ κήποις ἐκτεθηλέναι λαχεῖν; ΠΑΛΛ. Φημί. ΚΥΡ. Ἴθι δὴ οὖν ταῖς ἐννοίαις ἐπὶ τὸν ἀρχαῖον ἐκεῖνον Ἀδάμ· καὶ ἐν ἀπαρχῇ καὶ ῥίζῃ τοῦ γένους ὅλην ὥσπερ ἐν ἑαυτῷ καταλογίζου τὴν ἀνθρωπότητα.

Καὶ πρός γε τοῦτο διανοοῦ, ὅτι πεποίητο μὲν κατ᾽ εἰκόνα τοῦ κτίσαντος, ἐτέτακτο δὲ ἄρχειν τῶν ἐπὶ γῆς, καὶ ἦν ὥσπερ ἐν χειρὶ Θεοῦ, διὰ τῆς ἐν ἁγιασμῷ ζωῆς, καὶ μονονουχὶ παραδείσου φυτὸν εὐανθές τε καὶ εὐγενέστατον. Ἐπειδὴ δὲ ταῖς τοῦ ὄφεως πικρίαις πεφενακισμένος, παρεκομίσθη τῶν ἐν ἀρχαῖς, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς κατεφωρᾶτο λοιπὸν, τότε δὴ, τότε θέσεώς τε καὶ ῥίζης τῆς πρώτης ἀποσπώμενος, τῆς τοῦ συνέχοντος εἰς ἁγιασμὸν ἀπώλισθε χειρὸς, καὶ καταπέπτωκεν εἰς γῆν, τοῦτ᾽ ἔστιν, ἐκ τῶν τῆς ἀρετῆς ὑψωμάτων, καὶ καταπεφοίτηκεν ἀδρανῶς εἰς τὸ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ, ἄκρατον ἤδη που νοσήσας τὴν πονηρίαν, καὶ ὄφεως, οἶμαι, διενεγκὼν οὐδέν. Ἀπεγυμνοῦτο δὲ οὕτω βασιλείας καὶ δόξης τῆς ἐν ἀρχαῖς, ἐξεπέμπετό τε παραδείσου καὶ τρυφῆς. Ἢ γὰρ οὐχὶ ταυτὶ πρὸς ἡμᾶς ὁ θεῖος ἔφη Μωσῆς; ΠΑΛΛ. Ἔφη γὰρ οὖν. ΚΥΡ. Κατηγμένον δὲ ἤδη πρὸς τοῦτο φαυλότητος ὁ νομοθέτης ὁρῶν, ἀπέδρα τρόπον τινὰ, καὶ τὴν ἐνοῦσαν αὐτῷ πονηρίαν κατεμυσάττετο. Πέφευγε γὰρ ὁ Μωσῆς, τὸν ὄφιν ἀφείς. Γέγραπται δὲ, ὅτι «Ἅγιον Πνεῦμα σοφίας φεύξεται δόλον, καὶ ἀναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.» Ἀσύμβατα γὰρ ἀλλήλοις ἁγιασμὸς καὶ ἀκαθαρσία, φῶς τε καὶ σκότος, δικαιοσύνη καὶ ἀδικία. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ.

Τὸ τοίνυν ἀποπέσαι χειρὸς τῆς Μωσέως τὴν ῥάβδον, κατασημήνειεν ἂν, ὡς ἦν ἐν ἀρχαῖς ὁ κατ᾽ εἰκόνα τὴν θείαν πεποιημένος παραδείσου φυτὸν, καὶ ἐν δόξῃ βασιλείας, καὶ ἐν χειρὶ τοῦ Δημιουργοῦ· κατώλισθε δὲ εἰς γῆν, διὰ τοῦ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ, καὶ διὰ τῆς εἰς ἄκρον ἡκούσης πικρίας, ὄφις ἦν ὥσπερ τις τοῖς τῆς θεότητος ὀφθαλμοῖς.

Ἀλλ᾽ ἐκελεύετο Μωσῆς ἐκτεῖναι τὴν χεῖρα, καὶ ἐπιλαβέσθαι τῆς κέρκου· ἀνεπλάττετο δὲ πρὸς τὸ ἐν ἀρχαῖς εὐθύς. Καὶ ὄφις μὲν ἦν οὐκέτι, ῥάβδος δὲ πάλιν, καὶ παραδείσου φυτόν. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, καὶ ἀνακτίσαι τὸ ποιηθὲν εἰς τὸ ἀπαρχῆς, ἀπέστειλεν ἡμῖν ἐξ οὐρανοῦ τὸν Μονογενῆ, τὴν χεῖρα τὴν δεξιὰν, τὴν τῶν ὅλων ἐργάτιν καὶ σώτειραν ἀληθῶς, κατά γε τὸ, «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με.» Τότε δὴ, τότε τῆς ἐν γῇ κειμένης ἀνθρωπότητος ἐπελάβετο καὶ πικρίας ἡμᾶς ἀπαλλάξας θηριοπρεποῦς, τῆς ἐν φαυλότητι τε καὶ ἁμαρτίαις, ἀνεκόμισέ τε δι᾽ ἁγιασμοῦ πρὸς βασιλίδα τιμὴν, καὶ ἡμερότητα τὴν εἰς ἀρετήν. Ἐνδιαίτημα δὲ τὸ ἀρχαῖον τοῖς πιστεύουσι διδοὺς ἐν ἀπαρχῇ καὶ πρώτῳ τῷ συγκεκρεμαμένῳ λῃστῇ· «Ἀμὴν, ἀμὴν λέγω σοι, φησὶ, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» ΠΑΛΛ. Πεποίηται μὲν ὡς ἄριστά γε ἡμῖν καὶ ὀρθῶς ὁ λόγος. Πλὴν ἐκεῖνο φράσον, ἀνθ᾽ ὅτου τῆς κέρκου λαβέσθαι κελεύει, καὶ οὐχὶ τῆς κεφαλῆς, ἢ μέσων. ΚΥΡ. Ὧδε γὰρ, ὦ φιλότης, ἐκπράττεσθαι ἐχρῆν· ἐπείτοι τὸ κέρκου λαβέσθαι, καὶ οὐχὶ μέσων ἢ κεφαλῆς, τῷ μυστηρίῳ χρήσιμον. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Ἀρχὴ μὲν γὰρ ὥσπερ παντὸς ζώου ἡ κεφαλὴ, κέρκος δὲ πέρας. Φέρε δὴ οὖν ὡς ἔτι ζῶον, τὸ σύμπαν ἡμῖν τοῦ ἀνθρώπου γένος καταλογιζέσθω πρὸς τὸ παρόν.

Ἐπελάβετο τοίνυν τῆς κέρκου Χριστὸς, τοῦτ᾽ ἔστι, τῶν ἐν ἐσχάτοις καὶ τελευταίων· καταπεφοίτηκε γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Ἀλλ᾽ ὥσπερ εἰ καὶ τῆς κέρκου Μωσῆς ἐπελάβετο, καὶ μέχρι αὐτῆς ἀνέθει τῆς κεφαλῆς ὁ μεταπλασμὸς (μετεστοιχειοῦτο γὰρ ὁλοκλήρως εἰς ῥάβδον ὁ ὄφις)· κατὰ τὸν ἴσον τουτονὶ τρόπον, κἂν εἰ τῶν ἐσχάτων ἀντελάβετο Χριστὸς, ἀλλ᾽ εἰς πᾶν διήκει τὸ γένος, καὶ μέχρις αὐτῆς ἀφικνεῖται τῆς κεφαλῆς, τοῦτ᾽ ἔστι, τοῦ Ἀδὰμ, ἡ διὰ χάριτος ἀναμόρφωσις. Γέγραπται γὰρ, ὅτι εἰς τοῦτο Χριστὸς ἀπέθανε καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Οὐκοῦν τοῖς ἐσχάτοις καὶ ἡ τῶν ἐν ἀρχαῖς συγκατορθοῦται λύτρωσις. ΠΑΛΛ. Πιθανὸς ὁ λόγος ἐστί τε ἡμῖν, καὶ οὐκ ἀπὸ σκοποῦ τὸ διήγημα. ΚΥΡ. Ἑδραιότατον οὖν πρὸς τὴν ἐπὶ τῷδε πίστιν, καὶ δυσὶ δυνάμεσιν αὐτὸν ἑτέραις ἐποιεῖτο θεοσημείαις.

Γέγραπται γὰρ εὐθύς· «Εἶπε γὰρ αὐτῷ Κύριος πάλιν· Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. Καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ λεπρῶσα ὡς χιών. Καὶ εἶπε πάλιν· Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. Καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐξήνεγκε τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ· καὶ πάλιν ἀποκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ.» Ἄθρει δὴ οὖν ὡς ἔστι θεοπρεπὲς, καὶ τῶν ἄγαν ἡκόντων εἰς τὸ θαυμάζεσθαι πρέπειν τὸ κατορθούμενον, συνωδίνον δὲ ὥσπερ τῷ πρώτῳ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δήλωσιν. ΠΑΛΛ. Οὐκοῦν διασάφει· συνίημι γὰρ οὔτι πω. ΚΥΡ. Σαρκὸς μὲν ἡ λέπρα πάθος, ἄμεινον δὲ ἢ κατὰ ἰατροὺς, καὶ ταῖς παρ᾽ ἐκείνων ἐμπειρίαις οὐχ ἁλώσιμον. Ἀνιερὸς δὲ καὶ ἀκάθαρτος ὁ λεπρὸς, κατά γε τὴν πάλαι διὰ Μωσέως ἐντολὴν, ἀπηχθημένος δὲ λίαν καὶ παρὰ τοῖς τὰ Ἑλλήνων τιμῶσιν ἔθη. Ἡμιθνὴς γὰρ ἤδη πως ὁ τοῦτο παθὼν, βδελυρὸς δὲ καὶ ἀκάθαρτος ὁ νεκρός. Ἀνῆπται δὴ οὖν ὡς ὑπερφυὲς, καὶ τῶν καθ᾽ ἡμᾶς ἐπέκεινα μέτρων, τὸ θεραπεῦσαι δύνασθαι λεπρὸν, ἢ μόνῃ τῇ θείᾳ καὶ ἀφράστῳ φύσει τε καὶ ἐνεργείᾳ. Τοιγάρτοι καὶ ἐθαυμάζετο Χριστὸς τῷ λελεπρωμένῳ μετ᾽ ἐξουσίας ἐπιφωνῶν· «Θέλω, καθαρίσθητι.» Φωνὴ γὰρ ἡ παντουργὸς, ἡ καὶ αὐτοὺς ἐκ μνημάτων διανιστᾶσα τοὺς νεκροὺς, καὶ θανάτου κρεῖττον καὶ φθορᾶς, τὸ ἐπ᾽ ἐκείνῳ θαῦμα πεπλήρωκε.

Προστέταχε τοιγαροῦν ἐγκρύψαι τῷ κόλπῳ τὴν χεῖρα, εἶτα γυμνώσαντα τῆς τοῦ κόλπου περιβολῆς, ὅλην δι᾽ ὅλου λεπρῶσαν αὐτὴν ἐπιδεῖξαι, πάλιν δὲ ἐγκρύψαντα τῷ κόλπῳ τὸ δεύτερον, τοῦ συμβεβηκότος ἀπηλλαγμένην καταδείκνυσιν εὐθύς· ὡς ἂν συνεῖεν ἐντεῦθεν οἱ ἐξ Ἰσραὴλ, ὡς ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει μονονουχὶ τεθωρακισμένος, προστήσεται τῶν ἠδικημένων, καὶ ταῖς Αἰγυπτίων πλεονεξίαις ἀνοσίως ὑπεζευγμένων. Καὶ λόγος μὲν οὗτος οὐ βαθὺς, τῇ δὲ ἱστορίᾳ χρήσιμος. Χρῆναι δὲ οἶμαι τὴν τοῦ προκειμένου διάνοιαν ἐκβασανίζοντας ἀκριβῶς, ἐκεῖνο ζητεῖν, τί μὲν ἂν εἴη τὸ ἐν τῷ κόλπῳ συγκρύψαι τὴν χεῖρα· τί δὲ τὸ ἔξω γεγενημένην, καταλεπροῦσθαι δεινῶς· καὶ πρὸς τούτοις ἔτι τὸν τῆς καθάρσεως τρόπον. Ἐνιεὶς γὰρ δὴ τῷ κόλπῳ τὴν χεῖρα, τοῦ πάθους ἀπήλλαττεν. ΠΑΛΛ. Εὖ λέγεις. Ὀνήσειε γὰρ ἂν οὐ μετρίως ἡμᾶς ἡ ἐφ᾽ ἑκάστῳ βάσανος. ΚΥΡ. Οὐκοῦν ἐμοί γε δοκεῖ τοιοῦτόν τι παραδηλοῦν ὡς ἐν σκιᾷ τὸ παράδοξον.

Ἕως μὲν γὰρ ἦν ὁ κατ᾽ εἰκόνα τὴν θείαν πεποιημένος ἄνθρωπος μονονουχὶ τιθηνούμενος ἐν κόλπῳ Θεοῦ, καὶ τὴν δοθεῖσαν οὔπω πατήσας ἐντολὴν, φειδοῖ καὶ ἀγάπῃ τῇ παρ᾽ αὐτοῦ κατημφιεσμένος, καθαρὸς καὶ ἡγιασμένος, καὶ τὴν διὰ θανάτου νέκρωσιν οὐκ εἰδὼς διετέλει· Ἐπειδὴ δὲ τῆς ὑπὸ Θεῷ σκέπης τε καὶ φιλίας ἐκβέβηκε διὰ τῶν εἰς τὸ φαῦλον ἀπονευμάτων, ἀνίερός τε καὶ βδελυρὸς, καὶ τὴν τοῦ θανάτου νοσήσας ἀκαθαρσίαν, ἐναργῶς ἠλέγχετο. Εἰσδεξαμένου δὲ πάλιν ἡμᾶς ἐν Χριστῷ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τῇ θείᾳ χάριτι περιβεβληκότος, καὶ οἱονεί που ἐν κόλποις ἔχοντος διὰ τῆς υἱοθεσίας, ὁμοῦ ταῖς ἀκαθαρσίαις καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς ἀποβαλόντες νέκρωσιν, εἰς τὸ ἐν ἀρχαῖς ἀναθρώσκομεν.

Γέγραπται γὰρ περὶ τῆς Μωσέως χειρὸς, ὅτι «Ἀποκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ.» ΠΑΛΛ. Ἀστειότατα ἔφης. ΚΥΡ. Τὸ δὲ τρίτον ἡμῖν ἐπὶ τούτῳ σημεῖον, ἀριδηλότατα καὶ ἀναφανδὸν τὸ Χριστοῦ βοᾷ μυστήριον.

Ἔφη γὰρ ὡδὶ πάλιν πρὸς Μωσέα Θεός· «Ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου.» Καὶ δὴ τί τοῦτό ἐστι, διεσάφει, λέγων· «Καὶ ἔσται ἐὰν μὴ πιστεύσωσι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρὸν, καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.» Τελευταῖον γὰρ τῷ κόσμῳ σημεῖον ὁ Χριστοῦ γέγονε θάνατος, καὶ ἡ διὰ τοῦ ὕδατός τε καὶ αἵματος κάθαρσις, προσκειμένου δηλονότι καὶ τοῦ ἁγίου σώματος, ὃ διὰ τῆς ξηρᾶς σημαίνεται· ὅτι δὲ ὕδωρ καὶ αἷμα τῆς ἁγίας ἡμῖν ἐξεδόθη πλευρᾶς, διανυγείσης τῇ λόγχῃ, παρήσω λέγειν, διὰ τὸ πᾶσιν εἶναι γνωριμώτατον. Πλὴν ὅτι σημεῖον ὁ τοῦ Σωτῆρος ὠνόμασται θάνατος, ἀναμάθοι τις ἂν καὶ τοῦτο σαφῶς ἐξ ἱερῶν Γραμμάτων· Φαρισαῖοι μὲν γὰρ οἱ πάντολμοι, καίτοι πολλῶν ἤδη προκατωρθωμένων θαυμάτων, ὡς οὐδενὸς γεγονότος, προσίεσαν λέγοντες τῷ Χριστῷ· «Διδάσκαλε,» φασὶν, «θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ πρὸς αὐτούς· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.»

Οὐκοῦν πρώτη μὲν ἀντίληψις ἡμῖν ἐν Χριστῷ, διὰ νόμου τοῦ κατὰ Μωσέα· «Νόμον γὰρ εἰς βοήθειαν δέδωκε,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἐπελάβετο δὲ τῆς κέρκου Μωσῆς. Δευτέρα δὲ κάθαρσις ἐν Χριστῷ δὴ πάλιν διὰ προφητῶν ἁγίων, καὶ διὰ τῆς Ἰωάννου φωνῆς καὶ ἀποστολῆς. Οἱ μὲν γὰρ ἔφασκον· «Λούσασθε, καθαροὶ γένεσθε·» ὁ δὲ εἰς βάπτισμα μετανοίας ἐκάλει. Τρίτον δὲ σημεῖον, ὃ καὶ ἔσχατον εἶναί φασιν, ὁ Χριστοῦ θάνατος, ἐφ᾽ ᾧ καὶ πίστις· «Ἐὰν γὰρ μὴ πιστεύσωσί σοι,» φησὶ, «μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσι τῇ φωνῇ τοῦ σημείου τοῦ δευτέρου.» Ὁρᾷς ὅτι τὴν πίστιν ἀκολουθήσειν εὖ μάλα φησὶν, οὐχὶ τῷ πρώτῳ σημείῳ, τοῦτ᾽ ἔστιν, οὐ τῇ ἀντιλήψει τῇ κατὰ νόμον, οὔτε μὴν τῇ διὰ μέσου καθάρσει, τοῦτ᾽ ἔστι, τῇ διὰ προφητῶν ἁγίων, καὶ Ἰωάννου τυχὸν, μόνῃ δὲ τῇ φωνῇ τοῦ σημείου τοῦ ἐσχάτου. Οὐ γὰρ ἄφωνον τὸ Χριστοῦ μυστήριον, καλεῖ δὲ σύμπαντας τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ὑψηλῷ καὶ διαπρυσίῳ κηρύγματι πρὸς τὴν δι᾽ ὕδατός τε καὶ αἵματος κάθαρσιν, καὶ μὴν καὶ εἰς ζωοποίησιν τὴν κατὰ μετάληψιν τῆς ἁγίας σαρκός.

Ὑπηρέτει τοιγαροῦν ὁ νόμος τοῖς περὶ Χριστοῦ προαγγέλμασιν, αὐτὸς δέ ἐστιν οὐ λίαν ἱκανὸς εἰς τὸ ἀνασώζειν δύνασθαί τινας. Παραδείξειε δ᾽ ἂν, οἶμαι, τὶς καὶ τοῦτο σαφῶς ὁμολογοῦντα Μωσέα καὶ διὰ τῆς προκειμένης συγγραφῆς. Καίτοι γὰρ λέγοντος τοῦ Θεοῦ, ὅτι Ἔσομαι μετὰ σοῦ, προαναπείθοντος δὲ θαυματουργίαις αὐτὸν, ἐλιπάρει λέγων· «Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ᾽ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου.

Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις λαλῆσαι. Καὶ εἶπε Μωσῆς· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς.» Οὐ γὰρ εὐσθενὴς ὁ νόμος, οὐδὲ ἀποχρώντως ἔχων εἰς τὸ πᾶσαν δύνασθαι διασῶσαι τὴν γῆν, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐξελέσθαι τὸν ἄνθρωπον. Οὐκ ἠγνόηκε δὲ ὁ Μωσῆς, ὡς βραδύγλωσσός τε καὶ ἰσχνόφωνος, ἀρξαμένου μάλιστα διαλέγεσθαι πρὸς αὐτὸν τοῦ Θεοῦ, καὶ λόγους ποιεῖσθαι περὶ αὐτοῦ προστάττοντος· «Οὕτως» γὰρ, φησὶν, «ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ἐγώ εἰμι ὁ ὤν. Τοῦτό μου ἐστὶ τὸ ὄνομα.» Βραδύγλωσσος γὰρ ὁ νόμος, πρὸς τὸ διαρθροῦν εὖ μάλα τὸν περὶ τοῦ ὄντος λόγον· οὔτε μὴν οἷός τε μυσταγωγεῖν πρὸς τὴν ἐν ἁγίᾳ Τριάδι προσκυνουμένην σεπτὴν καὶ ἄῤῥητον φύσιν. Ἰσχνόφωνος δὲ πρὸς τοῦτο, μόνοις τε καὶ μόλις τοῖς ἐξ Ἰσραὴλ προσλαλεῖν δυνάμενος, ἀκουόμενός τε κατὰ μόνην τὴν Ἰουδαίαν, καίτοι τῶν ἄλλων ἁπάντων ἐθνῶν οὐδὲ, ὅσον εἰπεῖν, εἰς οὖς ἑλόντων τὸ κήρυγμα.

Τοιγάρτοι προγινώσκων ὁ θεσπέσιος Μωσῆς, τὸν διαρκῶς ἔχοντα πρὸς τὸ ἀκριβὲς καὶ ἀπεξεσμένον τοῖς ἀκροωμένοις ἐμποιῆσαι λόγον τὸν περὶ Θεοῦ, καὶ εἰς τὸ πάσῃ ῥᾳδίως διακηρύξαι τῇ γῇ, τοῦτ᾽ ἔστι Χριστόν· «Δέομαι, Κύριε,» φησὶ, «προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς.» Χριστὸς γάρ ἐστιν ὁ δυνάμενος ἀληθῶς· καὶ ὅτι κατὰ καιροὺς κατ᾽ εὐδοκίαν Θεοῦ καὶ Πατρὸς, εἰς τοῦτο προχειρισθήσεται, καὶ διὰ νόμου προήγγελτο. Ἡ δέ γε Μωσέως παραίτησις, καὶ μετὰ θείαν ὑπόσχεσιν, καὶ μετὰ πολλῶν σημείων ἐπίδειξιν, τύπος ἂν εἴη, κατοκνοῦντός τε ἅμα καὶ παραιτουμένου τοῦ Ἰσραὴλ, τὴν ὑπὸ Χριστοῦ θείαν τε καὶ εὐαγγελικὴν λειτουργίαν, καὶ ὑπακοὴν, οἳ μετὰ μυρίους ὅσους τοὺς περὶ πίστεως λόγους καὶ τερατουργίας ἐπίδειξιν, τετηρήκασι τὸ δυσήκοον, καὶ μεμενήκασιν ἀπειθεῖς. Καὶ διττή γε ἡ Μωσέως παραίτησις. Δύο γὰρ χρόνοι καθ᾽ οὓς ἐξήνιος καὶ δυσάγωγος ἦν ὁ Ἰσραήλ· διὰ Μωσέως τε καὶ Ἰησοῦ, καὶ Κριτῶν, καὶ μετ᾽ ἐκεῖνον εὐθὺς, καθ᾽ ὃν γεγόνασι προφῆται, καὶ Ἰωάννης, ὁ καθάπερ ἐν μεταιχμίῳ κείμενος ἀποστόλων τε καὶ προφητῶν.

Πέρας μὲν γὰρ ἦν προφητικῆς λειτουργίας, ἀπαρχὴ δὲ ὥσπερ λαμπρότητος ἀποστολικῆς. Ἀλλ᾽ ἡ Μωσέως παραίτησις πρὸς ὀργὰς ἐκάλει Θεόν. Καὶ μεθίστη τὸ χρῆμα λοιπὸν εἰς ἑτέραν ὥσπερ οἰκονομίαν, δι᾽ ἧς ἀνασώζεσθαι χρῆν τοὺς ταῖς τῶν Αἰγυπτίων πλεονεξίαις κατηχθημένους. «Καὶ θυμωθεὶς Κύριος ἐπὶ Μωσῆν, εἶπεν· Οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης; Ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι, καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι· καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ, καὶ ἐρεῖς πρὸς αὐτόν· καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ τὸ στόμα αὐτοῦ, καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε, καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν· καὶ αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν.» Προσκεκρουκότος γὰρ ὥσπερ ἀδρανοῦς τοῦ νόμου, καὶ ἠπειθηκότων ἄγαν τῶν ἐξ Ἰσραὴλ, προσετέθη Χριστὸς, ὁ ἀληθὴς Λευΐτης, ὁ μέγας ἀρχιερεὺς, ὁ τοῖς ὑπὸ νόμον συντεταγμένος, ὡς ἀδελφὸς διὰ τὸ ἀνθρώπινον, ὁ Μωσῇ μὲν λαλήσας ὡς Θεὸς, συμβιβαζόμενος δὲ παρὰ τοῦ Πατρὸς κατά γε τὸ σχῆμα τὸ προφητικὸν, εἰ καὶ ἔστι Κύριος· «Προφήτην γὰρ ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν· καὶ θήσω τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ· καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτοῖς.»

Ἔφασκε δὲ καὶ αὐτὸς ὁ Χριστός· «Ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ἀλλ᾽ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω, καὶ τί λαλήσω.» Χριστὸς ἄρα προσεφώνησε τῷ λαῷ, καὶ Μωσῇ μὲν γίνεται στόμα διερμηνεύων ἡμῖν πνευματικῶς τὸν νόμον, Μωσῆς δὲ αὐτῷ πάλιν τὰ πρὸς Θεόν.

Δοκεῖ γάρ που εἶναι Θεῷ προσεχέστερος ὁ Μωσῆς, ἐπείτοι γέγονεν ὑπὸ νόμον ὁ Ἐμμανουὴλ, καὶ τὰ διὰ τοῦ πανσόφου Μωσέως τηρεῖν ἐπηγγέλλετο λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.» Μυσταγωγὸς οὖν ἄρα σαφὴς ὁ Χριστὸς, τὰ τοῦ βραδυγλώσσου νόμου πρὸς τρανότητα μετατιθεὶς, καὶ τὴν τοῦ γράμματος ἰσχνοφωνίαν εἰς εὐηχεστάτην ὥσπερ μεταπλάττων ἐξήγησιν. Πνευματικὸς γὰρ ὁ νόμος ἐν Χριστῷ, καὶ ἀδελφὰ τοῖς πάλαι τὰ δι᾽ αὐτοῦ κηρύγματα· Μωσέως γὰρ ἦν ἀδελφὸς ὁ Ἀαρών. ΠΑΛΛ. Ἀδρανὴς οὖν τό γε εἰς ἑαυτὸν ἧκον ὁ νόμος· τετελείωκε γὰρ οὐδέν. ΚΥΡ. Οὕτως, φημὶ, καὶ τό γε ὡς μικροπρεπὲς τῆς κατ᾽ αὐτὸν πολιτείας καταθρήσαι τις ἂν καὶ διὰ τῶν ἐφεξῆς. Γέγραπται γὰρ, ὅτι «Ἐπορεύθη Μωσῆς, καὶ ἀπέστρεψε πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Πορεύσομαι καὶ ἀποτρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ· καὶ ὄψομαι εἰ ἔτι ζῶσι. Καὶ εἶπεν ὁ Ἰοθὸρ τῷ Μωσῇ· Βάδιζε ὑγιαίνων.

Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας, ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου· εἶπε δὲ ὁ Κύριος πρὸς Μωσῆ ἐν Μαδιάμ· Βάδιζε, ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασι γὰρ οἱ πάντες οἱ ζητοῦντες τὴν ψυχήν σου.» Ἀναλαβὼν δὲ Μωσῆς τὴν γυναῖκα καὶ τὰ παιδία, ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια, καὶ ἀπέστρεψεν εἰς Αἴγυπτον. ΠΑΛΛ. Καὶ τί ἐν τούτοις; οὐ γὰρ ἔχω νοεῖν, καὶ φράσαι, ἐφ᾽ οἷς εἰκότως τὴν κατὰ νόμον ζωὴν ἐπαιτιῷτό τις ἄν. ΚΥΡ. Καίτοι πλείστης ὅσης τὸ χρῆμα μομφῆς ἐκμεμεστωμένον κατίδοι τις ἂν, ὦ Παλλάδιε, ταῖς τῶν προκειμένων ἐννοίαις προβαλὼν ὀξυωπέστερον· ὡς προκεχειρισμένος εἰς ἀποστολὴν ὁ θεσπέσιος Μωσῆς, οὐκ εὐθυδρομεῖ πρὸς τοῦτο τὰ ἐν κόσμῳ μεθεὶς, μερίζεται δὲ καὶ εἰς φροντίδα σαρκικὴν, καὶ τοῖς κατὰ γένος προανακοινοῦται τὴν ἀποδημίαν.

Καὶ οὐ πρότερον ἐξέθει τῆς Μαδιηναίων, εἰ μὴ τεθνεῶτα λοιπὸν τὸν τῆς Αἰγυπτίων ἐμάνθανε τύραννον· ἐδεδίει γὰρ τεθνάναι λίαν. Ἐπειδὴ δὲ τῶν ἐπὶ τούτοις δειμάτων ἀπήλλακτο προηγγελκότος αὐτῷ τοῦ Θεοῦ, τότε δὴ μόλις ἀναλαβὼν τὴν γυναῖκα καὶ τὰ παιδία, κάτεισιν εἰς τὴν Αἰγυπτίων, ἀποπεραίνων τὰ προστεταγμένα. Τύπος δ᾽ ἂν εἴη ταυτὶ τῆς κατὰ νόμον ζωῆς, μεμερισμένης τρόπον τινὰ, καὶ ἐπ᾽ ἄμφω βλεπούσης, πρός τε τὰ θεῖά φημι καὶ ἀνθρώπινα. Ἔστι γὰρ δὴ φροντίδος οὐκ ἐλευθέρα γεώδους τε καὶ κοσμικῆς, οὔτε μὴν εἰσάπαν ἱερὰ, καίτοι τῆς εὐαγγελικῆς πολιτείας οὐκ ἐχούσης ὅλως τὸ μερίζεσθαι πρὸς τὰ σαρκὸς, ἤγουν πρὸς τὰ ἐν κόσμῳ πράγματα, ὁλοτρόπως δὲ, ὥσπερ ἀφιερούσης τῷ Θεῷ τοὺς ὑπὸ Χριστῷ γεγονότας. «Οἱ γὰρ τοῦ Ἰησοῦ Χριστοῦ,» φησὶ, «τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Καὶ γοῦν ἐπειδή τις τῶν μαθητῶν προσελθὼν ἔφασκε τῷ Χριστῷ· «Διδάσκαλε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου·» τὴν ἱερὰν ὁλοτρόπως ἐδιδάσκετο πολιτείαν, ἀκούων εὐθύς· «Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.» Γράφει δέ τισι καὶ ὁ θεσπέσιος Παῦλος· «Ὅτε ηὐδόκησεν ὁ Θεὸς ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.» Προσανατίθεται δὲ Μωσῆς.

Μεμέρισται γὰρ, ὡς ἔφην, ἡ κατὰ νόμον ζωὴ, κεῖται δὲ ἔτι καὶ ὑπὸ τὸν τοῦ θανάτου φόβον. Ἐδεδίει γὰρ ὁ Μωσῆς καταβαίνειν εἰς Αἴγυπτον, τὸ τεθνάναι παραιτούμενος.

Κατήργηται δὲ καὶ τοῦτο ἐν Χριστῷ. Καὶ πιστώσεται λέγων ὁ ἱερὸς Παῦλος περί τε Χριστοῦ καὶ ἡμῶν· «Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾽ ἔστι, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Τοιγάρτοι καὶ αὐτοῦ τοῦ τεθνάναι λοιπὸν, ὁ τῶν ἁγίων καταθρασύνεται νοῦς. Ἔφη γὰρ πάλιν ὁ Παῦλος· «Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Καὶ πάλιν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Ὅτι δὲ τοῖς τοῦ θανάτου δείμασιν ἐνέχεται μὲν ἡ κατὰ νόμον ζωὴ, διέδρα δὲ τοῦτο τῆς ἐν Χριστῷ πολιτείας τὸ καύχημα, σαφὲς ἂν γένοιτο, βεβασιλευκέναι τὸν θάνατον ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, ἱεροῦ βοῶντος Γράμματος. Ἀλλ᾽ ὁ καταργήσας τὸν θάνατον, καὶ τῆς φθορᾶς κατασείσας τὸ κράτος, ἀνασώσας τε ὁμοῦ τοῖς πιστεύουσι καὶ τοὺς ὑπὸ νόμῳ παιδαγωγηθέντας ποτὲ, τίς ἂν εἴη ἕτερος, πλὴν ὅτι καὶ μόνος ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός; «Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς,» προφητικὸν ἔφη χρησμῴδημα. Ἴδοις δ᾽ ἂν καὶ μάλα σαφῶς τὸ ἐπὶ τῷδε μυστήριον ὡς ἐν τύπῳ πάλιν τοῖς συμβεβηκόσι τῷ μακαρίῳ Μωσῇ.

Ἐξοιχομένῳ γὰρ ἤδη τῆς Μαδιηναίων, διασπεύδοντί τε λοιπὸν εἰς Αἴγυπτον, ἔφη Θεός· «Εἰσπορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα τὰ τέρατα πάντα, ἃ δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ.» Καὶ μεθ᾽ ἕτερα· «Καὶ ἐγένετο, φησὶν, ἐν τῇ ὁδῷ, ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος Κυρίου, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι· καὶ λαβοῦσα Σεπφώρα ψῆφον, περιέτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ, αὐτῆς, καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ, καὶ εἶπεν· Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.» Ἆρά σοι μακροῦ πρὸς σαφήνειαν δεήσει λόγου; ἤγουν ἐναργὲς τὸ θεώρημα; ΠΑΛΛ. Οὐ μὲν οὖν· συνίημι γὰρ οὐδαμῶς ὅ τί ποτέ ἐστι τὸ ὡς ἐν σκιᾷ τῷ συμβεβηκότι καταδεικνύμενον. ΚΥΡ. Οὐ γὰρ, ὦ φιλότης, ἀληθὲς εἶναι φῂς, ὅτι θανάτου κάτοχος ἡ ἀνθρώπου φύσις ἐκ τῆς ἀρχαίας ἐκείνης γέγονεν ἀρᾶς; εἴρηται γὰρ πρὸς ἡμᾶς, ὡς ἐν ἀπαρχῇ τοῦ γένους καὶ ῥίζῃ τῇ ἀνωτάτω τῷ Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν ἐπειδήπερ τὴν τοῦ γένους ἀρχὴν, τὸν ἐκ τῆς ἁμαρτίας συμβέβηκεν ἀῤῥωστῆσαι θάνατον, ἀναγκαίως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ χρῆμα διέβη, καὶ ὁμοῦ τῇ ῥίζῃ καὶ τὰ ἐξ αὐτῆς ἀναθέοντα κατενεμήθη φυτά. Φθαρτοῦ γὰρ σώματος φθαρτὸς ὁ καρπός.

Οὕτω βεβασίλευκε κατὰ πάντων ὁ θάνατος, καὶ μέχρις αὐτοῦ Μωσέως, τοῦτ᾽ ἔστι, τῶν κατὰ νόμον καιρῶν.

Τύπος οὖν ἄρα σαφής τε καὶ ἐναργὴς τοῦ μέχρι Μωσέως ἰσχύσαι τὸν θάνατον, καὶ ὑποκεῖσθαι φθορᾷ τὰ ἀνθρώπινα, τὸ ἀγγελικὸν ἐγχείρημα κατὰ Μωσέως τότε. Πλὴν ἐδυσώπει τὸν ὀλοθρεύοντα, καὶ ἀφίστα Μωσέως, ἡ σύνοικός τε καὶ συνηρμοσμένη Σεπφώρα, ψήφῳ τὸ οἰκεῖον περιτεμοῦσα παιδίον, ἐκλιπαροῦσά τε καὶ λέγουσα· «Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.» Ἔστη δὲ τὸ αἷμα, φησὶν, οὐχ ὡς τῆς τοῦ αἵματος ῥύσεως ἀποπαυσαμένης· οὐδὲ γὰρ, οἶμαι, τοῦτο μεθίστη ποτὲ τοῦ φονᾷν ἐθέλειν τὸν ὀλοθρευτὴν, ἀλλ᾽ οἱονείπου ἔλεγε· Πέπρακται καὶ πεπλήρωται τὸ δοκοῦν τῷ Θεῷ, τοῦτ᾽ ἔστιν, ἡ περιτομὴ τοῦ παιδίου· ὥσπερ ἂν εἴ τις λέγοι τυχόν· Ὁ τοῦδε τοῦ πράγματος ἔστη τύπος, ἤγουν, Ἔστη τυχὸν ὁ πρὸς τόδε λόγος. Ἀντὶ τοῦ, Πρὸς πέρας ἥκει καὶ δέδεικται. ΠΑΛΛ. Εἶτα τίς πρὸς ἡμῶν ἡ Σεπφώρα νοοῖτο; τί δὲ ἡ ψῆφος, καὶ ἡ δι᾽ αὐτῆς γενομένη περιτομή; δεδυσώπηται δὲ ὅπως ὁ θεῖος ἄγγελος, καὶ διέδρα Μωσῆς τὸν ἐπηρτημένον αὐτῷ καὶ ὀφειλόμενον θάνατον, παιδίου περιτετμημένου; ΚΥΡ. Ἀσαφὴς ὁ λόγος, καὶ δυσέφικτος ἀληθῶς τῶν ζητουμένων ὁ νοῦς· Θεῷ δὲ πίσυνος, ὡς ἂν οἷός τε ὦ, πάλιν ἐρῶ. Ἡ Σεπφώρα, θυγάτηρ οὖσα τοῦ ἱερέως τοῦ Μαδιὰμ (ἀνὴρ δὲ οὗτος ἀλλογενὴς, καὶ οὐκ ἐξ αἵματος Ἰσραὴλ), τύπον ἡμῖν καὶ πρόσωπον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἀποπληροῖ, κεκλημένης πρὸς Θεὸν ὡς ἐκ λατρείας κοσμικῆς.

Εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς τοῦ Δαβίδ· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὅτι ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ Κύριός σου.» Κέκληται τοίνυν ἀκολουθοῦσα τῷ νόμῳ, καὶ μονονουχὶ συνηρμοσμένη Μωσῇ τῷ παιδαγωγῷ, καὶ ἀποφέροντι καλῶς πρὸς τὸ Χριστοῦ μυστήριον. Στοιχειωτὴς γὰρ ὁ νόμος, καὶ ἀναφέρει μὲν εἰς ἀρχὰς τῶν λογίων τοῦ Θεοῦ, σπερματίζει δὲ ὥσπερ ἐν ἡμῖν δι᾽ αἰνιγμάτων καὶ σκιᾶς τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν γνῶσιν. Καὶ γοῦν Ἰουδαίοις ἔφασκεν ὁ Χριστὸς, καὶ αὐτὸν ἠθετηκόσι Μωσέα τὸν ἱερώτατον· «Ἢ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα; Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Παραδεχθείσης τοιγαροῦν πρὸς ἡμῶν τῆς Σεπφώρας εἰς πρόσωπον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἔσται που πάντως τὸ ἐξ αὐτῆς παιδίον εἰς τύπον τοῦ νέου λαοῦ, τὴν ἐν Χριστῷ διὰ πνεύματος νηπιότητα καὶ εἰς Θεὸν ἀναγέννησιν δεξαμένων τῶν πεπιστευκότων, οὓς καὶ λαὸν κτιζόμενον ἔφη που Δαβίδ. Τὸ τοίνυν ἀρτιγενὲς ἐν Χριστῷ παιδίον, τοῦτ᾽ ἔστιν, ὁ νέος τε καὶ διὰ πίστεως λαὸς περιτομῆς δυσωπεῖ θάνατον. Σύμβολον γὰρ ἡ ψῆφος τῆς ἀῤῥήκτου φύσεως, ἧς τὸ εὐσθενές τε καὶ ἄθραυστον ὡς ἐν σκληρᾷ τῇ λίθῳ σημαίνεται.

Καὶ γοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ διαβιβάσας τὸν Ἰορδάνην τοὺς ἐξ Ἰσραὴλ, μαχαίραις αὐτοὺς περιέτεμε πετρίναις, τὴν ἐν Χριστῷ διὰ πνεύματος περιτομὴν προανατυπῶν. Πέτρα γὰρ ὁ Χριστὸς, ὃν ὡς ἐν τύπῳ προδηλοῖ, καθάπερ ἔφην ἀρτίως, καὶ ἡ τὸ Σεπφώρας παιδίον περιτεμοῦσα ψῆφος. Ὅτε καὶ ἀπέδρα θάνατος, καὶ τῆς ἐν Χριστῷ περιτομῆς τετιμηκὼς τὸ μυστήριον ἀποπεφοίτηκε τοῦ Μωσέως ὁ ἀποκτεῖναι ζητῶν, αἰνιγματωδῶς ἡμῖν ὑποφωνοῦντος τοῦ πράγματος, ὡς οὐ μόνον τῶν ἠξιωμένων τῆς ἐν Χριστῷ περιτομῆς ἀπέστη θάνατος, ἀλλὰ καὶ αὐτοῖς τὸ χρῆμα, φημὶ δὲ δὴ τὸ Χριστοῦ μυστήριον, βεβοήθηκε τοῖς πατράσιν. Ὥσπερ γὰρ πάντες ἀπεθάνομεν ἐν Ἀδὰμ, οὕτω καὶ εἰς πάντας ἡ διὰ Χριστοῦ φέρεται χάρις. Ἀπέθανε γὰρ διὰ τοῦτο, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Οὐκοῦν ἐν καιρῷ τῆς τοῦ νέου λαοῦ περιτομῆς καὶ ἡ τῶν πατέρων συγκατωρθοῦτο ζωή.

Ζῶσι γὰρ Θεῷ, ζήσειν μέλλοντες· τουτὶ γὰρ ἡμῖν καὶ ἱερὸς ἔφη λόγος. Καιρὸς δὲ περιτομῆς τῆς ἐν πνεύματι νοουμένης ἡ Χριστοῦ παρουσία, ὡς Μωσέως μὲν πρεσβύτερος, ὡς Θεὸς, δεύτερος δὲ καὶ μετ᾽ αὐτὸν, καθὸ πέφηνεν ἄνθρωπος εἰς διακονίαν τὴν ἐφ᾽ ἡμῖν.

Ἐπιτήρει γὰρ, ὅτι προεχειρίζετο Θεὸς, Μωσέα μὲν πρῶτον, εἶτα συνῆψε τὸν Ἀαρὼν, τῆς Μωσέως ἀποστολῆς τε καὶ διακονίας δευτέραν ἐν χρόνῳ προανατυπῶν τὴν ἀνάδειξιν τοῦ Χριστοῦ, ὃς ἦν ἐν ἰσότητι μὲν τῇ πρὸς Μωσέα διὰ τὸ ἀνθρώπινον, ἐν ὑπεροχῇ δὲ θείᾳ καὶ ἀσυγκρίτῳ διὰ τὸ ἐκ Θεοῦ γεγεννῆσθαι Πατρός.

Πάρα δέ σοι καὶ τοῦτο ἰδεῖν ἐξ αὐτῶν, εἴπερ ἕλοιο, τῶν ἱερῶν Γραμμάτων. «Ἐποίησαν» γὰρ, φησὶ, «Μωσῆς καὶ Ἀαρὼν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος, οὕτως ἐποίησαν· Μωσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ἀαρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ὀγδοήκοντα τριῶν ἦν ἐτῶν, ἡνίκα ἐλάλησαν πρὸς Φαραώ.» Ἀκούεις ὅπως ἄμφω μὲν ἤστην ἐν ἴσῳ κατά γε τὸ ἥκειν εἰς ὀγδοηκοστὸν ἔτος, εἰ καὶ μετ᾽ αὐτὸν εἰς διακονίαν; Οὕτω καὶ ὁ Χριστός. Ἴσος μὲν κατά τι τῷ Μωσῇ, διὰ τὸ ἀνθρώπινον, καὶ δεύτερος εἰς οἰκονομίαν, ὑπερκείμενος δὲ καὶ ὑπερανεστηκὼς, ὡς ἐν Θεότητί τε καὶ δόξῃ τῇ κατὰ τὴν ἁγίαν Τριάδα. ΠΑΛΛ. Ὡς σαφής τε καὶ ἐναργὴς ὁ λόγος. ΚΥΡ. Τί δέ; οὐχὶ κἀκεῖνο πρὸς τούτοις ἄξιον ἰδεῖν; ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Οὐ γάρτοι τῆς τῶν Αἰγυπτίων ἐκδεδραμήκασι γῆς οἱ ἐξ Ἰσραήλ. Ἀλλ᾽ οὐδ᾽ ἂν οὕτω τὴν δυσαχθῆ τε καὶ κατεστυγημένην αὐτοῖς ἀπελύσαντο δουλείαν, μᾶλλον δὲ, οὐδ᾽ ἂν ὅλως διέδρασαν τὸν τοῖς ἐν Αἰγύπτῳ πρωτοτόκοις ἐπιῤῥιφέντα θάνατον, καὶ τὴν δυσδιάφυκτον χεῖρα τοῦ ὀλοθρευτοῦ, εἰ μὴ καταθύσαντες τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ τοῦ αἴροντος τὰς ἁμαρτίας τοῦ κόσμου. Ἔχρισαν μὲν τῷ αἵματι τὰς φλιὰς, κατὰ τὸν σφίσι διὰ Μωσέως ὁρισθέντα νόμον· τὸ δὲ Χριστοῦ μυστήριον ὅπλον ὥσπερ τι καὶ ἀνατείχισμα τῆς ἑαυτῶν ἐποιοῦντο ψυχῆς.

Λυ[κ]τικὸν γὰρ θανάτου φάρμακον ὁ Χριστοῦ θάνατος, καὶ φθορᾶς ἀμείνους οἱ τῆς μυστικῆς εὐλογίας μέτοχοι, κατά γε τὸ, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον.» Κατεδηδοκότες δὲ τὸν ἀμνὸν, ἄρτους ἀζύμους ἤσθιον ἐπ᾽ αὐτῷ, τῶν εὐαγγελικῶν παιδευμάτων ὡς ἐν ἀζύμῳ τε καὶ καθαρωτάτῃ τροφῇ παραδηλοῦντος τοῦ τύπου τὴν ἀστειότητα, πλὴν ἐσομένην οὐκ ἀνιδρωτὶ, καὶ πικρίας δίχα τῆς κατὰ τὰς θλίψεις. Τοιγάρτοι πικρίδας συνεσθίεσθαι τοῖς ἄρτοις τοῖς οὐκ ἐζυμωμένοις, τὴν ἄδολον καὶ καθαρωτάτην ἐν Χριστῷ ζωὴν οὐ δίχα πικρίας ἐσομένην ὑποδηλοῖ. Συνεισκομιστέον τοιγαροῦν ἀναγκαίως ταῖς ἀζύμοις τροφαῖς τὴν πικρίδα. «Πάντες γὰρ οἱ θέλοντες ζῇν ἐν Χριστῷ διωχθήσονται,» φησίν. Πλὴν οἵγε τοῦτο παθόντες, μακάριοι. Συμπάσχοντες γὰρ καὶ συμβασιλεύσουσι, κατὰ τὸ γεγραμμένον. Μὴ ἐξοίχεταί ποι πρὸς τὸ ἀκαλλὲς ὁ λόγος; ΠΑΛΛ. Οὐδαμῶς.