Ἐκρύεται γὰρ ἡμᾶς τὸ αἷμα τῆς ζωῆς, τουτέστι, Χριστοῦ. Χρῆναι δέ φησιν, ἐν νυκτὶ μιᾷ τὰ τοῦ ἀμνοῦ δαπανᾶσθαι κρέα· εἷς γὰρ ἀληθῶς, ὁ τοῦ σωτηρίου πάθους καιρὸς, καὶ ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, κατὰ τὸ γεγραμμένον, θάνατος αὐτοῦ οὐκέτι κυριεύσει· ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Ὀπτὰ δὲ τὰ κρέα, καὶ ἐπ᾽ ἄρτοις ἀζύμοις ἐσθίεται καὶ πικρίσι, τοῦ μὲν ὀπτοῦ, τὴν οἱονεί πως διὰ παθημάτων τοῦ Ἐμμανουὴλ ὑπεμφαίνοντος τελείωσιν. «Ἔδει γὰρ, ἔδει, φησὶ, τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, διὰ παθημάτων τελειῶσαι.» Τοῦ γε μὴν ἐπ᾽ ἀζύμων ἐσθίεσθαι καὶ πικρίδων, αἰνιγματωδῶς ὑπογράφοντος, ὅτι δεήσει καὶ ἡμᾶς αὐτοὺς, οἷς ἂν παρακέοιτο πρὸς μέθεξιν ὁ Χριστὸς, ζύμης ἀπηλλάχθαι τῆς νοητῆς, τουτέστι, κακίας καὶ δόλου, ἀγαπᾷν δὲ ὅτι μάλιστα καὶ τὸ τληπαθεῖν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης, καὶ πικρῶν ἀνέχεσθαι πόνων, κατόπιν ἰόντας τοῦ δι᾽ ἡμᾶς εἰς θάνατον εἰσελθόντος. Εἰς τοῦτο γὰρ παραθήγων ἡμᾶς, «Οὐκ ἔστι, φησὶ, μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.» «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ. Ἀποφάσκει δὴ οὖν ὁ νόμος, τὸ δεῖν ἐσθίειν ὠμὸν, καὶ μέν τοι ἑψημένον ὕδατι, καί τοι μηδενὸς ἂν, οἶμαι, φαγόντος ὠμὸν, κἂν εἰ μὴ ἔφη τυχὸν ὁ νόμος.