Ἱκανὸς δὲ πρὸς λύτρωσιν, ὦ Παλλάδιε, καὶ πρός γε τὸ δύνασθαι χειρός τε καὶ τυραννίδος ἐξελέσθαι διαβολικῆς, οὐχὶ Μωσῆς, ἢ νόμος, ἀλλ᾽ ὁ Μωσέως Δεσπότης, τοῦτ᾽ ἔστι Χριστὸς, καὶ μυστηρίου τοῦ κατ᾽ αὐτὸν ἡ δύναμις. Καὶ γοῦν Θεοῦ λέγοντος· «Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ ὀδύνην αὐτῶν, καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.» Καὶ προστιθέντος εὐθύς· «Καὶ νῦν ἰδοὺ ἡ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ, ἥκει πρός με· κἀγὼ ἑώρακα τὸν θλιμμὸν, ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς· καὶ νῦν δεῦρο, ἀποστελῶ σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου, τοὺς υἱοὺς Ἰσραὴλ, ἐκ γῆς Αἰγύπτου·» σαφῶς δὲ καὶ διαῤῥήδην ἀνεκεκράγει Μωσῆς· «Τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου;» Ἆρ᾽ οὖν οὐκ ἐναργὴς ὁ τύπος, καὶ ὁ τῆς παραιτήσεως τρόπος οὐχὶ τὴν ἀναφορὰν ἐπὶ τὸ ἀσυγκρίτως ὑπερτεροῦν καὶ ὑπερκείμενον ἔχει, τοῦτ᾽ ἔστι, Χριστόν; Ὡς τὸ, «Τίς εἰμι ἐγώ;» λέγειν ἀνάρμοστον· εὐπετὲς δὲ λίαν τὸ ἐξελέσθαι λαοὺς, καὶ σώζειν ἔθνη, καὶ ἀποκομίζειν εἰς ἐλευθερίαν, συντετριμμένου καὶ ἀτονήσαντος, τοῦ πρὸς δουλείαν συνέχοντος τοῦτ᾽ ἔστι, τοῦ Σατανᾶ. ΠΑΛΛ.