Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Τρίτος: Η πορεία της πίστεως και η απαλλαγή εκ του θανάτου

Η Ερυθρά Θάλασσα ως τύπος του βαπτίσματος, η πνευματική νίκη κατά του νοητού Αμαλήκ, η μεσιτεία του Χριστού και ο παιδαγωγικός ρόλος του Νόμου για τα έθνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνατον, καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ δι᾽ ἁγιασμοῦ τοῦ κατὰ Χριστόν· καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ᾽ ἐν Χριστῷ.

Οὐκοῦν ἐπειδήπερ τῆς θυσίας ὁ τρόπος τοῖς ἐξ Ἰσραὴλ εὖ μάλα διεπεραίνετο, καὶ τὰ μὲν τῶν Αἰγυπτίων πρωτότοκα διολώλει λοιπὸν, ἀπεσόβει δὲ τῶν ἡγιασμένων ὡς ἐν τύπῳ Χριστὸς τὸν ὀλοθρευτὴν, τότε δὴ μόλις τῆς τῶν κρατούντων ἐκθέοντες γῆς, καὶ πρὸς τὴν ἐπηγγελμένην αὐτοῖς ἀφικέσθαι διασπεύδοντες, οὐκ εὐθυδρομοῦσιν εἰς αὐτὴν, περιαγωγαῖς δὲ ὥσπερ ταῖς ἐπὶ θάτερα τῆς εὐθείας ἀπεκομίζοντο.

Γράφει μὲν γὰρ ὧδε πάλιν· «Ὡς δὲ ἐξαπέστειλε Φαραὼ τὸν λαὸν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ Θεὸς ὁδὸν γῆς Φιλιστιεὶμ, ὅτι ἐγγὺς ἦν. Εἶπε γὰρ ὁ Θεός· Μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον. Καὶ ἐκύκλωσεν ὁ Θεὸς λαὸν αὐτοῦ ὁδὸν τὴν εἰς ἔρημον εἰς τὴν Ἐρυθρὰν θάλασσαν.» ΠΑΛΛ. Τί δὴ ἄρα κἀν τούτῳ τὸ κεκρυμμένον· ΚΥΡ. Ἐκβασανιστέον, εἰ δοκεῖ. Σύνες γὰρ ὅτι παρακειμένης ὁδοῦ τῆς ἐπ᾽ εὐθείας αὐτοῖς, καὶ βραχυποροῦντας ἐξὸν ἀφικέσθαι συντόμως (Ἐγγὺς γὰρ ἦν, φησὶ, τῆς ἐπαγγελίας ἡ γῆ), δῆλον ὅτι δι᾽ ἑτέρας αὐτοὺς ἀπεκόμιζε, τῆς ἐν κύκλῳ μακρῷ, τὸ ἕτοιμον εἰς ἀπόστασιν, καὶ τὸ ἀσχέτως ἔτι κατανενευκὸς εἰς δειλίαν τῶν πάλαι προεγνωκὼς ὁ πάντων Δημιουργός. ΠΑΛΛ. Οὐδέν τι μᾶλλόν ἐστι σαφὴς ὁ λόγος. ΚΥΡ.

Ἰτέον δὴ οὖν ἐπὶ θεωρίαν τὴν πνευματικὴν, τοὺς ἀπὸ ζωῆς κοσμικῆς καὶ δαιμονιώδους πλεονεξίας, ὥσπερ τινὸς γῆς Αἰγυπτίων ἀπαίροντας, ὁδὸς εὐθεῖα καὶ ὀλίγη παντελῶς ἀποφέρει πρὸς ἁγιασμὸν, καὶ εἰς ἐλπίδα τὴν παρὰ Θεῷ, πίστις ἡ ἐν Χριστῷ, καὶ ἡ κατ᾽ αὐτὸν δικαίωσις, κατά γε τὸ ὑπὸ τοῦ Παύλου σοφῶς εἰρημένον· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ταύτην οὖν ἄρα τὴν οὕτως ἀγχοῦ καὶ συνεσταλμένην ὁδὸν διαστείχειν οὐκ ἠφίει τοὺς πάλαι Θεός· ἐπενόει δὲ ὥσπερ τινὰ κύκλον τὴν ἐπ᾽ εὐθείας οὐκ ἔχοντα, τὸν ἐν περιστροφαῖς λόγων καὶ ἐν αἰνίγμασι νόμον μακροτέραν ἔχοντα καὶ οὐκ ἀταλαίπωρον τὴν παιδαγωγίαν, ἵν᾽ ὥσπερ τινὰ μελέτησιν τῶν τελειοτέρων τὰ ἐν σκιαῖς ἔχοντες, καὶ προκατηχούμενοι τὸ μυστήριον, μὴ τοῖς τυχοῦσιν ἁπλῶς καταπτοοῖντο δείμασιν, εἰς ἀποδρομὴν καὶ ἀπόστασιν τὴν ἀπὸ Χριστοῦ, προγεγυμνασμένοι δὲ ὥσπερ καὶ ἀναμανθάνοντες τὸ ἀληθῶς ὠφελοῦν, ἑτοιμότεροι μὲν ἂν εἶεν πρὸς τὴν τῆς ἀληθείας ἔφεσίν τε καὶ προθυμίαν, ἐρηρεισμένην δὲ καὶ ἀ[να]κατάσειστον ἔχοιεν τὴν εἰς Θεὸν ἀγάπησιν.

Διὰ μακρᾶς οὖν ὥσπερ καὶ οὐκ εὐθείας ὁδοῦ, τῆς κατὰ τὸ γράμμα λατρείας, παιδαγωγὸς ἦν ὁ νόμος. Χριστὸς δὲ οὐχ οὕτω. Παρέδειξε γὰρ ἡμῖν τὴν εἰς εὐθὺ καὶ ἀγχοῦ, τοῦτ᾽ ἔστι, τὴν διὰ πίστεως, μεταχαλκεύων εἰς εὐτολμίαν, καὶ εἰς τὸ χρῆναι λοιπὸν κατανδρίζεσθαι τῶν ἀνθεστηκότων· τληπαθεῖν δὲ ὅτι μάλιστα φιλεῖν ὑπέρ τε τοῦ ἀγαθοῦ, καὶ ταῖς τοῦ διαβόλου μεθοδ[ε]ίαις ἀντιφέρεσθαι γεννικῶς, ἐκεῖνό που τάχα τὸ ἐν προφήτῃ λέγοντας· «Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με;» Τὸ δὲ δὴ τὴν οὕτως ἡμῖν ἀξιάγαστον εὐτολμίαν ἐμποιοῦν εἴη δή που πάντων ἂν ἕτερον οὐδὲν, παρὰ τὴν ἐξ ὕψους δύναμιν, τοῦτ᾽ ἔστι, τὴν τοῦ ἁγίου Πνεύματος μέθεξίν τε καὶ κοινωνίαν. ΠΑΛΛ. Συνίημι ὃ φῂς, καί σε τῆς ἀγχινοίας ἄγαμαι. ΚΥΡ. Καὶ τόν γε τῆς διὰ Χριστοῦ σωτηρίας καιρὸν κατασημήνειεν ἂν εὐθὺς τὸ παρεζευγμένον. «Πέμπτῃ γὰρ, φησὶ, γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.» Ἐκλελυτρώμεθα γὰρ ἐκ δουλείας, καὶ μὴν καὶ πόνων τῶν ἐν εἰκαίοις περισπασμοῖς, καὶ ταλαιπωρίας τῆς περὶ γῆν τε καὶ χοῦν (συνίης δὲ ὅ φημι), κατὰ τὴν εὐαγγελικὴν παραβολὴν, ὡς ἐν πέμπτῃ γενεᾷ, τῷ πέμπτῳ καιρῷ. «Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.»

Τουτὶ δὲ καὶ περὶ τὴν ἕκτην τε καὶ τὴν ἐνάτην ἔφη δρᾷν· «Περὶ δὲ τὴν ἑνδεκάτην, εὗρεν ἄλλους ἀργοὺς, ἔφη τε πρὸς ἐκείνους· Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί; ὑπάγετε, καὶ ὑμεῖς ἐργάζεσθε εἰς τὸν ἀμπελῶνά μου.» Ἄθρει δὴ οὖν, ὡς ἐν πέμπτῃ γενεᾷ πεμπομένους εἰς τὸν ἀμπελῶνα τοὺς τελευταίους, καὶ ἐν καιροῖς τοῖς ἐσχάτοις, ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ τὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπομεμένηκε σφαγήν.

Τοιγάρτοι καὶ ὁ Μωσέως διετύπου νόμος, λαμβάνεσθαι μὲν τὸν ἀμνὸν ἀπὸ δεκάτης τοῦ πρώτου μηνὸς, σφάζεσθαι δὲ πρὸς ἑσπέραν τῆς τεσσαρεσκαιδεκάτης τοῦ αὐτοῦ μηνὸς, ἵν᾽ ἐν ταὐτῷ καὶ ὁ πέμπτος ἡμῖν καιρὸς, ὡς ἐν ἡμέρᾳ τῇ πέμπτῃ, καὶ τοῖς ἐπὶ τέλει τοῦ αἰῶνος, τὴν τοῦ Σωτῆρος γενέσθαι σφαγὴν διὰ τοῦ, πρὸς ἑσπέραν, σημαίνηται. ΠΑΛΛ. Ἅπας οὖν, ὡς ἔοικε, τῆς θεοπνεύστου Γραφῆς ὁ σκοπὸς εἰς τὸ Χριστοῦ βλέπει μυστήριον; ΚΥΡ. Παντάπασι μὲν οὖν· τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός· «Ἐπεὶ μηδέ ἐστιν ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» Ἔφη γὰρ ὧδε τοῦ Σωτῆρος ὁ μαθητὴς, καὶ γείτων ἡ δεῖξις, εἰ τοῖς ἐφεξῆς προσβάλλοιμεν. «Ἐξάραντες, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ, ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον· ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδὸν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· οὐκ ἐξέλιπεν ὁ στύλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ.» Ὁρᾷς ὅπως τῆς τῶν Αἰγυπτίων γῆς ἐκπεφοιτηκότων τῶν ἐξ Ἰσραὴλ καθηγεῖτο Θεὸς ἐν στύλῳ νεφέλης καὶ πυρός; ἐγράφετο δὲ δι᾽ ἀμφοῖν ὁ Χριστός. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Πρῶτον μὲν, ὅτι στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας ἐστὶν ἀκατάσειστόν τε καὶ ἄθραυστον παντελῶς, καὶ ἀνέχων τῆς γῆς ὑψοῦ.

Ἀπηλλάγμεθα γὰρ ἐν Χριστῷ τοῦ φρονεῖν τὰ σαρκὸς, καὶ τοῖς ἐπιγείοις ἐγκαλινδεῖσθαι κακοῖς· αἱρόμεθα δὲ ὥσπερ ὑψοῦ δι᾽ αὐτοῦ, ἄνω φρονοῦντες, καὶ ἐν οὐρανῷ πολιτευόμενοι.

Γέγραπται γὰρ, ὅτι «Τοῦ Θεοῦ οἱ κρατα[ι]οὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.» Ἔφη δέ που Χριστὸς καὶ διὰ φωνῆς τοῦ Δαβὶδ περί τε τῆς γῆς καὶ τῶν ἁγίων ἀποστόλων· «Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς.» Ἐστερεώθησαν γὰρ οἱ τὴν γῆν ἀνέχοντες ἅγιοι μαθηταὶ τὴν ἐξ ὕψους δύναμιν, τοῦτ᾽ ἔστι, τὴν διὰ τοῦ ἁγίου Πνεύματος χάριν ἀμφιασάμενοι.

Στύλοι δὲ ἦσαν αὐτοὶ, κατὰ συμμορφίαν τὴν ὡς πρὸς Χριστὸν, καὶ καθ᾽ ὁμοίωσιν τὴν ἐν χάριτι διὰ Πνεύματος.

Ἐκδέξῃ δὴ οὖν οὐχ ἑτέρου του χάριν, ἢ ὧν ἔφαμεν ἀρτίως, στύλον ἡμῖν ὠνομάσθαι Χριστόν· καθηγεῖτό γε μὴν ἡμέρας μὲν οὔσης, ἐν στύλῳ νεφέλης, τὴν δὲ νύκτα, φησὶν, ἐν στύλῳ πυρὸς, δεῖξαι αὐτοῖς τὴν ὁδόν. Νύκτα μὲν ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῇ, τὸν πρὸ τῆς ἐπιδημίας καιρὸν, καθ᾽ ὃν ἔτι τυραννοῦντος τοῦ Σατανᾶ, κατεκράτει τῶν ἐπὶ τῆς γῆς τῆς ἀγνωσίας ὁ σκότος· ἡμέραν δὲ αὖ, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν χρόνον, καθ᾽ ὃν πεφωτίσμεθα, τὰς τῆς ἀληθοῦς θεογνωσίας αὐγὰς εἰσδεξάμενοι κατὰ νοῦν, καὶ τὸν τῆς δικαιοσύνης ἥλιον τοῖς τῆς καρδίας ὄμμασι βλέποντες· καὶ μαρτυρήσει λέγων ὁ Παῦλος περὶ τοῦ χρόνου τοῦ πρὸ τῆς ἐπιδημίας καὶ τοῦ κατ᾽ αὐτήν· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» Νοουμένου τοιγαροῦν εἰς νύκτα τοῦ πάλαι καιροῦ, εἰς ἡμέραν δὲ αὖ τοῦ καθ᾽ ὃν γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, φαμὲν ὅτι προηγεῖτο μὲν τῶν ἐξ Ἰσραὴλ ἐν εἴδει πυρὸς, ὡς ἐν τῷ κατακρίνοντί τε καὶ κολάζοντι νόμῳ (κολάσεως γὰρ σημεῖον τὸ πῦρ)· ἡμῶν δὲ ἐν εἴδει νεφέλης, ὡς ἐν τύπῳ τοῦ ἁγίου βαπτίσματος καὶ τῆς δι᾽ ὕδατος σωτηρίας. Ἢ οὐχ ὕδωρ ἡ νεφέλη; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Ἐκπεφοιτηκότων δὲ τῆς Αἰγυπτίων τῶν ἐξ Ἰσραὴλ, ἀνεκαίετο πρὸς ὀργὰς ὁ πάλαι πλεονεκτῶν, τοῦτ᾽ ἔστιν ὁ Φαραὼ, καὶ διώκειν ἐπεχείρει. «

Ἔζευξε γὰρ,» φησὶ, «τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν συναπενέγκαι μεθ᾽ ἑαυτοῦ, καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ, καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων, καὶ τριστάτας ἐπὶ πάντων.» Καὶ μεθ᾽ ἕτερα πάλιν· «Ἀναβλέψαντες δὲ οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσιν, καὶ ἰδοὺ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα. Ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, καὶ κατεφέροντο τοῦ Μωσέως ἀναφανδὸν λέγοντες· Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἡμᾶς ἐξ Αἰγύπτου; Οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ, λέγοντες· Πάρες ἡμᾶς ὅκως δουλεύσωμεν Αἰγυπτίοις; Κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ.» Πρὸς τὰ τοιάδε Μωσῆς· «Θαρσεῖτε, φησὶ, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου ἣν ποιήσει ἡμῖν σήμερον. Ὃν τρόπον γὰρ ἑωράκατε Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον. Κύριος πολεμήσει ὑπὲρ ἡμῶν, καὶ ὑμεῖς σιγήσετε. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀναζευξάτωσαν· καὶ σὺ ἔπαρον τὴν ῥάβδον σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ξήρανον αὐτήν. Καὶ εἰσελθέτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν.»

Καὶ τόν γε τῆς ἐπικουρίας τρόπον φανερὸν ἐποίει Θεός· «Ἐξῆρε γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῆρε δὲ καὶ ὁ στύλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν· καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον παρεμβολῆς Ἰσραὴλ, καὶ ἔστη, καὶ ἐγένετο σκότος καὶ γνόφος. Καὶ διῆλθεν ἡ νὺξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.» Καὶ ταυτὶ μὲν ἡμῖν ὁ τῆς ἱστορίας ἐξυφαίνει λόγος· χρῆναι δὲ οἶμαι πάλιν ἡμᾶς τὴν τῶν νοημάτων ἀκρίβειαν ἰδεῖν λεπτὸν ἐνιέντες τοῖς γεγραμμένοις τὸν νοῦν. ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἐξαίρουσι τοιγαροῦν οἱ ἐξ Ἰσραὴλ εἰς τὴν ἁγίαν σπεύδοντες γῆν, ὡς ἐν στύλῳ πυρὸς καὶ νεφέλης προβιβάζοντός τε καὶ ἡγουμένου Θεοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν εἰς τὴν ἄνω τε καὶ ἁγίαν ἀφικνεῖσθαι πόλιν, μὴ οὐχὶ καθηγουμένου Χριστοῦ, καὶ ἐναργῆ καθιστάντος τὴν τῆς σωτηρίας ὁδόν. Τοῖς γε μὴν τοῦτο δρᾷν ᾑρημένοις, ἐπιτρίζουσι μὲν τοὺς ὀδόντας οἱ κατὰ τόνδε τὸν κόσμον ἐχθροὶ, παραθήγει γε μὴν εἰς εὐτολμίαν ὁ νόμος καὶ παραθαρσύνει πεφοβημένους· καὶ ὅτι πεσεῖται τῶν ἐναντίων τὸ στῖφος, εὖ μάλα καταδηλοῖ· τὸ γὰρ ἐκ ποδῶν γενέσθαι τοὺς Αἰγυπτίους τουτί που πάντως ἡμῖν ὑπαινίττεται· τοὺς δὲ ἐν φόβοις ὄντας τοῦ παθεῖν, ὡς ἐν τύπῳ πάλιν τοῦ ἁγίου βαπτίσματος διέσωζε Θεός. «

Λάλησον γὰρ,» φησὶ, «τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀναζευξάτωσαν· καὶ σὺ ἔπαρον τὴν ῥάβδον σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ξήρανον αὐτήν· καὶ εἰσελθέτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης.» Ἢ οὐχ ὁ θεσπέσιος γράφει Παῦλος περὶ τῶν υἱῶν Ἰσραὴλ, ὅτι πάντες εἰς τὸν Μωσῆ ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ; ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Χρὴ τοιγαροῦν τοὺς ἀκολουθεῖν ἐθέλοντας τῷ Χριστῷ, καὶ πρὸς τὴν ἄνω σπεύδοντας πόλιν, μὴ ἐνιζῆσαι τῷ νόμῳ, μηδὲ ταῖς διὰ Μωσέως ἐντολαῖς ἀμεταστάτως ἐγκαταυλίζεσθαι, καὶ σκιαῖς καὶ τύποις ἐμφιλοχωρεῖν· ἀναζευγνύναι δὲ μᾶλλον καὶ μεταχωρεῖν ἑτέρωσε, τοῦτ᾽ ἔστιν, ἐπὶ τὸ ἅγιον βάπτισμα.

Τοῦτο γὰρ ἔδρων οἱ πάλαι κατὰ πρόσταξιν Θεοῦ διὰ μέσων ἰόντες κυμάτων, καὶ ὡς ὁ Παῦλός φησιν, ἐν θαλάσσῃ βαπτιζόμενοι· τότε γὰρ δὴ, τότε καὶ αὐτὸν ἕξουσιν ἀρωγὸν τὸν Θεοῦ τε καὶ ἀνθρώπων μεσίτην, Χριστὸν Ἰησοῦν. Θεὸς γὰρ ὢν ὁ Λόγος, γέγονε σάρξ· καὶ καθ᾽ ἕτερον δὲ τρόπον, μεσίτην οἰκονομικῶς ὡς διὰ μέσου χωρεῖν εἰωθότα τῶν τε σεβομένων αὐτὸν καὶ τῶν διωκόντων αὐτοὺς, καὶ συμμίσγειν οὐκ ἐῶντα, τάς τε τῶν ἐναντίων ἐφόδους ἀποκωλύοντα. «Ἐξῆρε γὰρ,» φησὶν, «ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ ὁ στύλος τῆς νεφέλης, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ἰσραὴλ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.» Ὡς ἐν ἀγγέλῳ δὲ πάλιν καὶ ὡς ἐν στύλῳ νεφέλης ὁ Χριστὸς σημαίνεται. Καλεῖται γὰρ τὸ ὄνομα αὐτοῦ, «μεγάλης βουλῆς Ἄγγελος.» ΠΑΛΛ. Μεσολαβοῦντος ἄρα Χριστοῦ, τοῖς πολεμεῖν ἐθέλουσιν οὐ συμμίξομεν; ΚΥΡ. Ὧδε μὲν ἔχει τὸ χρῆμα· νοεῖς γὰρ ὀρθῶς. Πλὴν ἐκεῖνό φημι, καὶ οὐκ ἀπὸ σκοποῦ, καθάπερ ἐγᾦμαι, τὸ δοκοῦν οἰχήσεται· ἄρτι μὲν γὰρ τῆς φιληδόνου τε καὶ ἐγκοσμίου ζωῆς ἀποφοιτᾷν ᾑρημένοι, ἕπεσθαί τε δεῖν ὅτι μάλιστα διεσπουδακότες τοῖς τοῦ Θεοῦ νόμοις, οὔπω γε μὴν τὴν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτήσαντες χάριν, οὐ λίαν ἐσμὲν εὐσθενεῖς, ἤγουν ἐπιτήδειοι πρὸς τὸ χρῆναι τληπαθεῖν, καὶ ἀνασχέσθαι πόνων τῶν ὑπὲρ ἀρετῆς, καὶ πολέμων πεῖραν δύνασθαι διενεγκεῖν.

Ὥσπερ δὲ τὰ ἀρτιθαλῆ τῶν φυτῶν, τῆς ἀκμαιοτάτης μὲν τοῦ ἡλίου βολῆς παραιτεῖται τὸ βλάβος, ἀδικοῖντο δ᾽ ἂν οὐ μετρίως, εἰ πνευμάτων ἐμβολαῖς ἀγριωτέραις διακραδαίνοιντο, δεῖ δὲ δὴ πάντως αὐτοῖς τῶν ἐκ τέχνης ἐπικουρημάτων, καὶ τῆς ἐν κύκλῳ περιβολῆς· κατὰ τὸν αὐτὸν, οἶμαι, τουτονὶ τρόπον καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ, ἄρτι τῆς ἐκ παθῶν δουλείας ἐκτρέχουσα, καὶ πρὸς τὰ ἀμείνω μεθορμιζομένη, καὶ τῷ θείῳ κατακολουθεῖν ἐθέλουσα νόμῳ, τρυφερόνους τέ ἐστι καὶ εὐαφεστέρα, καὶ ἀνασοβοῖτο εὐκόλως, ἀνόπιν ἱδρῶτα τεθεαμένη καὶ πολέμου νόμον, ἀσπαστὸν δὲ ἡγήσεται τὸ ἐν οἷς ἦν ποτε διαγενέσθαι πάλιν. Καὶ γοῦν οἱ ἐξ Ἰσραὴλ τὴν τῶν Αἰγυπτίων τεθεαμένοι παρασκευὴν, καὶ πρὸς μόνην τοῦ πολέμου τὴν θέαν ἀπειρηκότες, ἐπεφύοντο λέγοντες τῷ θεσπεσίῳ Μωσῇ· «Οὐ τοῦτο ῥῆμα ἦν ὃ ἐλαλήσαμεν ἐν Αἰγύπτῳ πρὸς σὲ λέγοντες, Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ.» Οὐκοῦν ἀδρανὴς εἰς μάχην, καὶ πρὸς δουλείαν ἑτοιμοτάτη, καὶ εὐκαταπτόητος κομιδῇ πρὸ τοῦ ἁγίου βαπτίσματος ἡ τοῦ ἀνθρώπου ψυχή· εἰ δὲ δὴ τυχοῦσα τῆς χάριτος τὴν ἐξ ὕψους δύναμιν ἀμφιάσαιτο, εὐσθενέστατα μὲν ἀντεγκομιεῖ τοῖς διώκειν ἐθέλουσι, καὶ διαμαχεῖται γενναίως, ῥᾷστα δ᾽ ἂν διακρούσαιτο τὰς τῶν πολεμίων ἐπαναστάσεις, στρατηγοῦντός τε καὶ προασπίζοντος Χριστοῦ.

Περιεσόμεθα γὰρ οὐχ ἑτέρως ἢ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον. ΠΑΛΛ. Σκόπει δὴ οὖν διὰ ποίων ἡμῖν καὶ τοῦτο παραστήσεις παραδειγμάτων· ἀπορήσεις γὰρ οὔτι που. ΚΥΡ. Διὰ πλείστων μὲν οὖν ὅσων καταδεῖξαι ῥᾷον, πλὴν ἀπό γε πρώτου τοῦ γείτονος, καὶ ἐξ ὧν αὐτὸς γέγραφεν ὁ Μωσῆς· οἱ γὰρ πρὸς μόνην ἀπειρηκότες τῶν Αἰγυπτίων τὴν θέαν, ἐπειδὴ τὴν Ἐρυθρὰν διέβησαν θάλασσαν, καὶ τὸν τοῦ ἁγίου βαπτίσματος ἐπλήρουν τύπον (ἐβαπτίσθησαν γὰρ, φησὶν, εἰς Μωσέα, καθάπερ καὶ ὁ σοφὸς γράφει Παῦλος, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ), μάχιμοί τε ἤδη καὶ δεινοὶ πρὸς ἀντίστασιν ἀνεδείκνυντο τοῖς ἐχθροῖς, πλὴν διὰ Χριστοῦ. Γέγραπται δὲ οὕτως· «Ἦλθε δὲ Ἀμαλὴκ καὶ ἐπολέμει Ἰσραὴλ ἐν Ῥαφδίν. Εἶπε δὲ Μωσῆς τῷ Ἰησοῦ· Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον· καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. Καὶ ἐποίησεν Ἰησοῦς, καθάπερ αὐτῷ εἶπε Μωσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ· καὶ Μωσῆς, καὶ Ἀαρὼν, καὶ Ὣρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ. Καὶ ἐγίνετο, ὅταν ἐπῆρε Μωσῆς τὰς χεῖρας κατίσχυεν Ἰσραὴλ, ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ.

Αἱ δὲ χεῖρες Μωσῆ βαρεῖαι, καὶ λαβόντες λίθον ἐπέθηκαν ὑπ᾽ αὐτὸν, καὶ ἐκάθητο ἐπ᾽ αὐτοῦ, καὶ Ἀαρὼν, καὶ Ὣρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς· καὶ ἐγίνοντο αἱ χεῖρες Μωσῇ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου· καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ, καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. Καὶ ᾠκοδόμησε Μωσῆς θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Κύριος καταφυγή μου, ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεάς.» ΠΑΛΛ. Καὶ τίς ἂν γένοιτο τῶν γεγραμμένων ὁ νοῦς; συνίημι γὰρ οὐ σφόδρα. ΚΥΡ. Καὶ μὴν, ὡς ἐγᾦμαι, χαλεπὸν οὐδὲν τοῖς ἐθέλουσιν ἰδεῖν· προσταττόμενον γὰρ ὑπὸ Μωσέως ἐννοήσας Ἰησοῦν, τί ἂν ἕτερον ὑποτοπήσαι τις ἂν, ἢ ἐκεῖνό που πάντως, ὅτι Θεὸς ὢν ὁ Λόγος, γέγονεν ὑπὸ νόμον, κατά γε τὸ τῆς ἀνθρωπότητος σχῆμα, καὶ ὑπετάχθη τρόπον τινὰ ταῖς διὰ Μωσέως ἐντολαῖς κατὰ διαφόρους τρόπους, ὧδε μὲν ὑπομένων τὴν κατὰ σάρκα περιτομὴν, ὧδε δὲ τὰ δίδραχμα τελῶν, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον συγκαθιστάμενος, λέγων τε σαφῶς· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.»

Ἀλλ᾽ εἰ καὶ γέγονεν ὑπὸ νόμον διὰ τὸ ἀνθρώπινον, ἀλλ᾽ ἦν καὶ οὕτω Θεός, Σωτήρ τε καὶ Λυτρωτὴς παντὸς τοῦ λαοῦ. Ἐπιλεξάμενος γὰρ ἐκ παντὸς τοῦ λαοῦ Ἰσραὴλ, καὶ ἐκ παντὸς ἔθνους ἄνδρας δυνατοὺς, φημὶ δὲ δὴ πάλιν τοὺς ἁγίους ἀποστόλους καὶ τοὺς διὰ πίστεως κεκλημένους, οἷς ἂν λέγοιτο καλῶς· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.» Παρετάξατο σὺν αὐτοῖς τῷ ἄρχοντι τοῦ αἰῶνος τούτου· περὶ οὗ φησιν ὁ πάντων δεσπότης, αὐτὸς ὁ πάντα νικῶν· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου, νῦν ὁ ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω.» Στεφανοῖ δὲ ψήφῳ λαμπρᾷ καὶ τοὺς σὺν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ νικήσαντας ὁ θεσπέσιος Ἰωάννης· «Γράφω ὑμῖν,» φησὶ, «νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ νενικήκατε τὸν Πονηρόν.» Ἢ οὐκ ἀληθὲς ὅ φημι; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Καὶ εἰς αὔριον μὲν τὴν παράταξιν ἐπιτελεῖσθαι δεῖν ἔφη Μωσῆς· οὐ γὰρ ἐν χρόνῳ τῷ κατ᾽ αὐτὸν τὰ Χριστοῦ πέφηνε κατορθώματα· πέπρακται δὲ μᾶλλον ἐν τῷ ἑξῆς καὶ γείτονι, τοῦτ᾽ ἔστι, κατὰ Μωσέα καὶ νόμον. Εἶτα πρός τινα βουνὸν καὶ ἐπὶ κορυφὴν ἄνεισι γηλόφου Μωσῆς, ὡς ἂν δύναιτο καταθρεῖν τὴν μάχην καὶ τὰ ἐν αὐτῇ τοῦ πάντων Ἰησοῦ κατορθώματα. Ἀναβιβάζει γὰρ συμμέτρως καὶ ἡ κατὰ νόμον μυσταγωγία πρὸς τὸ οἱονεὶ μακρόθεν δύνασθαι καθορᾷν τὰ Χριστοῦ στρατηγήματα.

Καὶ ἀνατείνοντος μὲν Μωσέως τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· καθιέντος δὲ, ἠσθένει, καὶ κατίσχυε Ἀμαλήκ· ἀνάλωτος γὰρ αὐτῷ τε τῷ διαβόλῳ καὶ παντὶ γέγονεν ἐχθρῷ, καὶ καταδῃοῦν ἐθέλοντι πικρῶς, οὐχὶ δή που πᾶς Ἰσραὴλ, ἀλλ᾽ ὅσοι τὴν πρὸς Χριστὸν τετιμήκασι συμμορφίαν, διὰ τοῦ φορέσαι τὸν ὀνειδισμὸν αὐτοῦ, τοῦτ᾽ ἔστι, τὸν τίμιον σταυρόν· χεῖρες γὰρ ἀποτάδην εἰς ἀέρα δεικνύμεναι, τὸ τοῦ σταυροῦ σχῆμα γράφουσιν ἐναργῶς. Ὅσοι γε μὴν οὐ προσήκαντο τὸν σταυρὸν, εὐκατάδρομοι γεγόνασι τοῖς ἐχθροῖς, οὐκ ἔχοντες τὸν ἐπαρωγόν. Ὅταν οὖν ἡμῖν ἐκτείνῃ τὰς χεῖρας Μωσῆς, τὸ τοῦ σταυροῦ σχῆμα δεικνύων, πίπτει δὲ ἀτονήσας ὁ Ἀμαλὴκ, σημαίνει που πάντως τὸ σχῆμα ἡμῖν τοὺς διὰ τοῦ τιμίου σταυροῦ νικῶντας τὸν Σατανᾶν, καὶ κατισχύοντας τῶν ἐχθρῶν Ὅταν δὲ καθιέντα τὰς χεῖρας βλέπωμεν, εἶτα κατισχύοντα τὸν Ἀμαλὴκ, τοὺς ὑπὸ τῷ διαβόλῳ γεγενημένους καὶ νενικημένους ἐννοήσομεν, διὰ τὸ μὴ δεῖν ἐθέλειν προσήκασθαι τὸν σταυρὸν, οἷς καὶ ὁ Χριστὸς προσεφώνει λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.»

Βαρείας δὲ εἶναί φησι τὰς χεῖρας Μωσέως, καὶ μόλις ἐπαιρομένας, ὀκνηρῶς τε λίαν ἐκτεινομένας, εἰς τὸ καταδεῖξαι δεῖν τὸ τοῦ σταυροῦ τίμιον σχῆμα, ἐκεῖνο οἶμαί που δηλῶν αἰνιγματωδῶς, ὡς οὐ λίαν ἕτοιμος ἦν εἰς τὸ παραδέχεσθαι τὴν πίστιν ὁ Ἰσραὴλ, δυσοκνότατά τε καὶ μόλις ἐρχόμενος εἰς τὸ θέλειν ἀναλαβεῖν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· σκάνδαλον γὰρ Ἰουδαίοις διά τοι τοῦτο καλῶς ὀνομάζει τὸν σταυρὸν καὶ ὁ θεσπέσιος Παῦλος. «Καὶ λαβόντες,» φησὶ, «λίθον, ὑπέθηκαν ὑπ᾽ αὐτὸν, καὶ ἐκάθητο ἐπ᾽ αὐτοῦ, καὶ Ἀαρὼν καὶ Ὣρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς.» Λίθος δὲ τίμιος, ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος ὁ Χριστὸς, ἐφ᾽ ᾧ καὶ ἀναπαυόμενοι (δηλοῖ γὰρ ἡ κάθησις τὴν ἀνάπαυσιν) οἱ ἐπιεικέστεροι δὲ καὶ εὐμαθέστεροι τῶν ἐξ Ἰσραὴλ, τὸ λῆμμα τῆς χάριτος τῆς κατ᾽ ἐκλογὴν, ἁπλοῦσι τὰς χεῖρας, τοῦτ᾽ ἔστι, καταδέχονται τὸν σταυρὸν, στηρίζοντος οἱονεί που καὶ διακρατοῦντος αὐτοὺς καὶ πρός γε τοῦτο Χριστοῦ, ὡς ἐν Ὥρ τε καὶ Ἀαρὼν σημαίνεται, νοούμενος ἐν ταὐτῷ κριτὴς καὶ ἀρχιερεύς. Ὣρ μὲν γὰρ ἦν ἀδέκαστος κριτής· Ἀαρὼν δὲ ἀρχιερεὺς, ὁ τὸ λῆμμα συνέχων, τὸ κατ᾽ ἐκλογὴν χάριτος τῶν ἐξ Ἰσραὴλ, πρὸς τὴν διὰ πίστεως σωτηρίαν.

Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ διὰ φωνῆς Ἡσαΐου προφητικῶς εἰρημένον· «Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Πεπτωκότος τοιγαροῦν τοῦ ἀνθεστηκότος, φημὶ δὴ τοῦ Ἀμαλήκ· «Κατάγραψον,» φησὶν, «εἰς μνημόσυνον τοῦτο εἰς βιβλίον, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ.» Ἔμελλε γὰρ διὰ τῆς τῶν ἁγίων εὐαγγελιστῶν συγγραφῆς εἰς ἀτελεύτητον καὶ μακρὰν ἐκτείνεσθαι μνήμην τὰ διὰ Χριστοῦ κατορθώματα. Δίδοσθαί γε μὴν ἔφη τὴν συγγραφὴν εἰς τὰ ὦτα τοῦ Ἰησοῦ.

Ἀνάθημα γὰρ ὥσπερ ἔπαινοί τε καὶ ἐγκώμια τῷ Χριστῷ τὰ τῶν ἁγίων συγγράμματα. Πεπτωκότος δὲ ἤδη καὶ νενικημένου τοῦ Ἀμαλὴκ, ἀνίστησιν ὁ Μωσῆς θυσιαστήριον τῷ Θεῷ· καταγράφει δὲ καὶ αὐτῷ ὄνομα, «Κύριός μου, καταφυγή μου.» Τύπος δὲ ἂν εἴη καὶ τοῦτο Χριστοῦ. Κύριος γὰρ ἡμῖν γέγονε καὶ καταφυγή· νενικηκὼς γὰρ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, πατήσας δὲ τοῦ θανάτου τὸ κράτος, καὶ ἀναθεὶς ἑαυτὸν ὑπὲρ ἡμῶν ὥσπερ ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Τύπος οὖν ἄρα Χριστοῦ, τὸ θυσιαστήριον, ᾧ καὶ πρέπον τε καὶ ἀληθὲς ὄνομα, «Κύριός μου, καταφυγή μου.» ΠΑΛΛ. Σύμφημι· νοεῖς γὰρ ὀρθῶς. ΚΥΡ. Ἐν χειρὶ δὲ κρυφαίᾳ πολεμήσας τὸν νοητὸν Ἀμαλὴκ καὶ νενικηκὼς ὁ Χριστὸς, κατεκράτησε τῶν ἐθνῶν, καὶ διήρπασεν αὐτοῦ τὰ σκεύη, καθά φησιν αὐτὸς, καταδήσας τὸν ἰσχυρόν. Τὴν γὰρ ὑπ᾽ ἐκείνῳ πράττουσαν ἀγέλην ποτὲ, φημὶ δὴ τοὺς ἐξ ἐθνῶν, τοῖς ἀρχαιοτέροις συνῆψε ποιμνίοις· τοιγάρτοι καὶ ἔφασκε· «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.»

Χριστὸς δέ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον τούς τε ἐκ περιτομῆς καὶ τοὺς ἔξω νόμου συνενεγκών.

Ἄθρει δὴ οὖν πάλιν τοῦτο μέγα μυστήριον, τοῖς ἀρτίως ἡμῖν εἰρημένοις παρεζευγμένον, ὡς ἐν σκιᾷ καὶ αἰνίγμασιν. «Ἤκουσε γὰρ,» φησὶν, «Ἰοθὸρ, ὁ ἱερεὺς Μαδιὰμ, ὁ γαμβρὸς Μωσῆ, πάντα ὅσα ἐποίησε Κύριος Ἰσραὴλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγε γὰρ Κύριος τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου. Ἔλαβε δὲ καὶ Ἰοθὸρ ὁ γαμβρὸς Μωσέως Σεπφώραν τὴν γυναῖκα Μωσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς, καὶ τοὺς δύο υἱοὺς αὐτῆς· ὄνομα τῷ ἑνὶ Γερσὰν, λέγων· Πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ· καὶ τὸ ὄνομα τοῦ δευτέρου Ἐλιεζὲρ, λέγων· Ὁ γὰρ Θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλετό με ἐκ χειρὸς Φαραώ. Καὶ ἦλθεν Ἰοθὸρ ὁ γαμβρὸς Μωσῆ, καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ, πρὸς Μωσῆν εἰς τὴν ἔρημον, οὗ παρέλαβεν ἐπὶ τὸ ὄρος τοῦ Θεοῦ. Ἀνηγγέλη δὲ Μωσῇ λέγοντες· Ἰδοὺ ὁ γαμβρός σου Ἰοθὸρ παραγίνεται πρὸς σὲ, καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ᾽ αὐτοῦ. Ἐξῆλθε δὲ Μωσῆς εἰς συνάντησιν τῷ γαμβρῷ αὐτοῦ Ἰοθὸρ, καὶ προσεκύνησεν αὐτῷ, καὶ κατεφίλησεν αὐτὸν, καὶ ἠσπάσαντο ἀλλήλους, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν σκηνήν· καὶ διηγήσατο Μωσῆς τῷ γαμβρῷ πάντα ὅσα ἐποίησεν ὁ Κύριος τῷ Φαραὼ καὶ τοῖς Αἰγυπτίοις ἕνεκα τοῦ Ἰσραὴλ, καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ, καὶ ὅτι ἐξείλετο αὐτοὺς Κύριος ἐκ χειρὸς Φαραὼ, καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων.

Ἐξέστη δὲ ὁ Ἰοθὸρ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοὺς Κύριος, ὅτι ἐξείλετο αὐτοὺς Κύριος ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ. Καὶ εἶπεν Ἰοθόρ· Εὐλογητὸς Κύριος, ὅτι ἐξείλετο τὸν λαὸν αὐτοῦ ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐκ χειρὸς Φαραώ. Νῦν ἔγνων, ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεοὺς, ἕνεκεν τούτου, ὅτι ἐπέθεντο αὐτοῖς. Καὶ ἔλαβεν Ἰοθὸρ γαμβρὸς Μωσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ Θεῷ· παρεγένοντο δὲ Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωσέως ἐναντίον τοῦ Θεοῦ. Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον, συνεκάθισε Μωσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ ὁ λαὸς πᾶς Μωσῇ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας. Ἰδὼν δὲ Ἰοθὸρ πάντα ὅσα ἐποίησε τῷ λαῷ, λέγει· Τί τοῦτο ὃ σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι μόνος, πᾶς δὲ λαὸς παρέστηκέ σοι ἀπὸ πρωῒ ἕως δείλης; Καὶ λέγει Μωσῆς τῷ γαμβρῷ· Ὅτι παραγίνεται ὁ λαὸς πρός με ἐκζητῆσαι κρίσιν παρὰ Θεοῦ. Ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον, καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ. Εἶπε δὲ ὁ γαμβρὸς Μωσῆ πρὸς αὐτόν· Οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο, οὐ δυνήσῃ σὺ ποιεῖν μόνος. Νῦν δὲ ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ.

Γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν Θεὸν, καὶ διαμαρτύρει αὐτοῖς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς αὐτοῖς τὰς ὁδοὺς, ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα ἃ ποιήσουσι. Καὶ σὺ σαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας, φησὶ, δυνατοὺς, καὶ κρινοῦσι τὸν λαόν.» Καὶ μεθ᾽ ἕτερα πάλιν· «Ἤκουσε δὲ,» φησὶ, «Μωσῆς τῆς φωνῆς τοῦ γαμβροῦ αὐτοῦ, καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν.» ΠΑΛΛ. Ἴθι δή μοι πάλιν, καὶ ἀνὰ μέρος ἕκαστα διαλαβὼν, διασάφει. ΚΥΡ. Ἦ οὐκ εἶναι φῂς ἀλλογενῆ τε καὶ ἐξ ἐθνῶν τὸν Μαδιηναῖον; Οὐ γάρ που ῥίζης τῆς Ἀβραὰμ ἐξέφυ· ἦν δὲ καὶ ἑτέρως ἱερουργός τε καὶ λάτρις τῆς κατ᾽ ἐκεῖνο καιροῦ νενομισμένης ἐπὶ τῆς γῆς ἐθελοθρησκείας.

Προσεκύνουν μὲν γὰρ, ὡς πολὺς ἔχει λόγος, ᾤοντό τε αὐτοὶ κατὰ σφᾶς αὐτοὺς, ὑψίστῳ Θεῷ καθάπερ ἀμέλει καὶ Μελχισεδέκ· προσεδέχοντο δὲ καὶ ἑτέρους τάχα που θεοὺς, ἐναριθμοῦντες αὐτῷ τὰ ἐξαίρετα τῶν κτισμάτων, γῆν τε καὶ οὐρανὸν, ἥλιον καὶ σελήνην, καὶ τὰ τῶν ἄστρων ἐπισημότερα· καὶ πλημμέλημα μὲν ἀρχαῖον ἡ ἐπὶ τῷδε καταφθορὰ καὶ πλάνησις, διήκει δὲ καὶ εἰς δεῦρο καὶ παρατείνεται.

Φρονοῦσι γὰρ ὧδε παραληροῦντες ἔτι τῶν ἐν τῇ Φοινίκῃ καὶ Παλαιστίνῃ τινὲς, οἳ σφᾶς μὲν αὐτοὺς θεοσεβεῖς ὀνομάζουσιν, οἶμον δέ τινα θρησκείας διαστείχουσι μέσην, οὔτε τοῖς Ἰουδαίων ἔθεσι καθαρῶς, οὔτε τοῖς Ἑλλήνων προσκείμενοι, εἰς ἄμφω δὲ ὥσπερ διαῤῥιπτούμενοι καὶ μεμερισμένοι. Ἑλομένοις δέ ποτε τοῖς ἐξ Ἰσραὴλ τὸ ὧδε φρονεῖν ὁ προφήτης Ἡλίας ἐπετίμα λέγων· «Ἕως πότε χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις; ἢ Βάαλ, Βάαλ, ἢ τῷ Θεῷ, Θεῷ.» Ἦν οὖν ἄρα καὶ Ἰοθὸρ τοιουτονί τινα, κατὰ τὸ εἰκὸς, θρησκείας διέπων τρόπον. Ὃς ἐπείπερ ἔγνω τὰ παρὰ Θεοῦ γεγονότα πρὸς σωτηρίαν τῶν ἐξ Ἰσραὴλ, σεπτοῖς καὶ ἀξιαγάστοις διηγήμασι κατακηλούμενος, πανοικί τε καὶ παγγενεὶ πρὸς τὸν ἱερὸν ἀφικνεῖται Μωσέα· ὃς ἐπείπερ εἶδεν, ἀσμένως εἰσεδέξατό τε καὶ εἰσκεκόμικεν εἰς ἰδίαν σκηνήν. Ἀφηγεῖται δὲ ἀκριβέστερον τὰ διὰ τῆς θείας ἰσχύος εὖ μάλα κατορθώματα. Καὶ τὰ παντὸς ἐπέκεινα λόγου τερατουργήματα. Καλεῖται γὰρ εἰς μετάγνωσιν τὴν ὡς πρὸς Θεὸν ἡ τῶν πλανωμένων πληθὺς, φημὶ δὴ τὰ ἔθνη, ἐν πρώτοις μὲν ἐκ παρακουσμάτων ὧν ἄν τις ποιοῖτο περὶ Θεοῦ, εἶθ᾽ οὕτως αὐτὰ δι᾽ ἑαυτῶν πρὸς τὸν θεῖον ὥσπερ αὐτομολοῦντα νόμον, τοῦτ᾽ ἔστι, τὴν διὰ γράμματος ἱεροῦ κατήχησιν. Ὥστε καὶ εἰς τὴν πρώτην εἰστρέχει σκηνήν.

Εἰσαγωγικὸς γὰρ ὁ νόμος· εἶτα τοῖς ἀρχαιοτέροις διηγήμασιν ἀναπεπεισμένα, μεταχωρεῖ καὶ εἰς τὸ φρονεῖν ἑλέσθαι λοιπὸν, ὅτι δὴ Θεὸς εἷς τέ ἐστι καὶ μόνος, καὶ μὴν καὶ εἰς τὸ χρῆναι καρποφορεῖν αὐτῷ. Τὴν γάρ τοι Μωσέως διήγησιν ἀκηκοὼς ὁ Μαδιηναῖος, «Νῦν ἔγνων,» φησὶν, ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς· ἕνεκεν τούτου, ὅτι ἐπέθεντο αὐτοῖς. Καὶ ἔλαβεν Ἰοθὸρ ὁ γαμβρὸς Μωσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ Κυρίῳ.» Στειχειωτὴς οὖν ἄρα, καὶ εἰς πρώτας εἰσβολὰς ἡμᾶς τῆς ἀληθοῦς θεογνωσίας ἀποφέρει Μωσῆς, τοῦτ᾽ ἔστιν, ἡ διὰ τῶν ἀρχαιοτέρων Γραμμάτων κατήχησις εἰσαγωγική. ΠΑΛΛ. Ἄραρεν. ΚΥΡ. Τελειοῖ δὲ Χριστὸς τοὺς διὰ νόμου κατηχουμένους.

Νόμον δὲ εἰ λέγοιμι πάλιν, διαθήκην ἐννόει τὴν παλαιάν. Καὶ γοῦν πρὸς μὲν τὸν Ἰοθὸρ μόνοις ἐχρῆτο τοῖς περὶ Θεοῦ διηγήμασιν ὁ Μωσῆς· γνώμης τε εἰς τοῦτο μεθίστη λοιπὸν, ὡς διαῤῥήδην ὁμολογεῖν οὐκ εἶναι Θεὸν ἕτερον, πλὴν ὅτι μόνος ὁ εἷς, ὁ φύσει καὶ ἀληθῶς. Πίστις δὲ αὕτη κατηχουμένων ἡ πρώτη, τὸ τῆς πολυθέου δόξης ἀπαλλάττεσθαί φημι, καὶ τὸν ἀληθῶς ἕνα τε καὶ φύσει παραδέχεσθαι Θεόν. Ἀαρὼν δὲ τὸν Ἰοθὸρ καὶ τραπέζης ἠξίου, καὶ εἰς ἄρτου βρῶσιν ἐκάλει. «Παραγέγονε» γὰρ, φησὶν, «Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ, συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωσῆ ἐναντίον τοῦ Θεοῦ.» Τελειοῖ γὰρ ἡμᾶς ἄρτῳ τῷ ζῶντι Χριστὸς, ὁ ἀληθέστερος Ἀαρών· τελειοῖ δὲ οὐ μόνον τοὺς ἐξ ἐθνῶν, ἀναμὶξ δὲ μᾶλλον τοὺς ἐξειλεγμένους ἐξ αἵματος Ἰσραὴλ, ὧν ἂν εἶεν τύπος οἱ πρεσβύτεροι. Ἔμφασιν δὲ πρὸς ἁγιασμὸν οὐ μετρίαν ἔχει τὸ ὡς ἐνώπιον τοῦ Θεοῦ τὸν ἄρτον χρῆναι φαγεῖν. Τί γὰρ οὕτως ἐν ὄψει Θεοῦ, ὡς μυστικὴ τράπεζα, καὶ θυσία, καὶ οἱ ταύτης μέτοχοι; ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ὅτι διὰ Χριστοῦ τελειούμενοι, καὶ τῆς ἐν νόμῳ παιδαγωγίας πρὸς ἀμείνω σύνεσιν ἀναθρώσκομεν, ἀπονητὶ δὲ ὀψόμεθα σαφῆ τοῦ πράγματος εἰκόνα δεχόμενοι, Μωσέα τε καὶ Ἰοθόρ· «Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος ἐκάθητο κρίνων,» φησί· «παρειστήκει δὲ αὐτῷ πᾶς ὁ λαὸς ἀπὸ πρωῒ ἕως ἑσπέρας.»

Εἰσηγεῖται δὲ γνώμην Ἰοθὸρ, ἣν τετίμηκε Μωσῆς, ἄριστά τε ἔχειν ἐννενοηκὼς προσεδέξατο· «Ἤκουσε γὰρ,» φησὶ, «Μωσῆς τῆς φωνῆς τοῦ γαμβροῦ, καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν.» Ἢ γὰρ οὐχὶ πάντη τε καὶ πάντως ὁ τὴν ἀμείνω βουλὴν καὶ γνώμην οἷός τε λέγειν νοοῖτ᾽ ἂν ὑπάρχειν καὶ ἐν συνέσει προφερεστέρᾳ; ΠΑΛΛ. Φημί. ΚΥΡ. Ὅτι δὲ ἀμείνων καὶ ἐπέκεινα πολὺ τῆς ἐν νόμῳ κατηχήσεως ἡ διὰ Χριστοῦ τελείωσις, εἰς γνῶσιν ἡμᾶς ὑπερφέρουσα τὴν ἀσυγκρίτως ὑπερκειμένην, ἐκδείξειεν ἂν εὐκόλως ὁ ἱερώτατος Παῦλος, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ, καθά φησιν αὐτὸς, τὰ ἐν νόμῳ κέρδη προθυμότατα ζημιούμενος, σκύβαλά τε εἶναι νομίζων, ἵνα Χριστὸν κερδήσῃ.

Καὶ πρὸς μὲν τοὺς μόνα τιμῶντας ἔτι τὰ διὰ Μωσέως, οὐ προσιεμένους δὲ τὴν διὰ Χριστοῦ τελείωσιν, ὁ προφήτης ἔφασκεν Ἱερεμίας· Πῶς ἐρεῖτε ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου ἐστὶ μεθ᾽ ἡμῶν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν· ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν;» Ἡμῖν δὲ τοῖς τὸν σωτήριον οὐκ ἀποδοκιμάζουσι λόγον (προσιέμεθα γὰρ ἀσμένως τὰ διὰ Χριστοῦ κηρύγματα) γέγονεν αὐτὸς σοφία παρὰ Θεοῦ.

Πεπλεονεκτήκαμεν οὖν ἄρα καὶ κατὰ σύνεσιν τοὺς ἐν νόμῳ, καὶ οἱ τοῖς κατὰ νόμον διηγήμασιν κατηχούμενοι, φαγόντες τὸν ἄρτον ἐνώπιον τοῦ Θεοῦ, τὰ ἀμείνω καὶ λαλεῖν καὶ φρονεῖν πεπαιδεύμεθα. Γνωμοδοτεῖ γὰρ Ἰοθὸρ, καὶ ἐπακούει Μωσῆς. Εἴη δὲ ἂν εἰκότως πρόσωπον μὲν ὥσπερ τῶν ἐξ ἐθνῶν Ἰοθὸρ, Μωσῆς δὲ τῶν κατὰ νόμον. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Οὐκοῦν ἡ διὰ Χριστοῦ τελείωσις, καὶ τῶν κατ᾽ αὐτὸν μυστηρίων ἡ δύναμις, καὶ σοφοὺς ἡμᾶς ἀποτελεῖ, καὶ θανάτου κρείττονας ὁρᾶσθαι ποιεῖ, τὸν κεκρυμμένον τε καὶ νοητὸν Ἀμαλὴκ καταστρέφουσα, τοῦτ᾽ ἔστι, τὸν Σατανᾶν. Καὶ ὀρθῶς γε λίαν ὁ Ψάλλων ἔφασκεν· «Ὅτι ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Ἡμῶν δὲ δὴ περὶ τῶν ἐν πίστει λελαμπρυσμένων, ἀνεφώνει πάλιν ὡς πρὸς αὐτόν· «Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.» Καυχώμεθα γὰρ ἐν Χριστῷ σωζόμενοι, καὶ αὐτὸν ἔχοντες ὅπλον εὐδοκίας, κατὰ τὰς Γραφάς. Τούτου δὲ αὖ τύπος ἡμῖν καὶ εἰκὼν ἐναργὴς ἂν γένοιτο πάλιν, τὸ ἐν τῷ τέλει τῆς δευτέρας τῶν Βασιλειῶν γεγραμμένον· ἔχει δὲ οὕτως· «Καὶ ἀνέστη Δαβὶδ πρωΐ, καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα πρὸς Δαβὶδ, λέγων· Πορεύθητι καὶ λάλησον πρὸς Δαβὶδ, λέγων· Τάδε λέγει Κύριος· Τρία ἐγὼ ἐρῶ ἐπὶ σὲ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι.

Καὶ εἰσῆλθε Γὰδ πρὸς Δαβὶδ, καὶ ἀπήγγειλε, καὶ εἶπεν αὐτῷ· Ἔκλεξαι σεαυτῷ γενέσθαι, ἢ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῆ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου, καὶ ἔσονται καταδιώκειν σε· ἢ τρεῖς ἡμέρας γενέσθαι θάνατον ἐν τῇ γῇ σου. Νῦν οὖν γνῶθι καὶ ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα. Καὶ εἶπε Δαβὶδ πρὸς Γάδ· Στενά μοι πάντοθεν σφόδρα ἐστὶ καὶ τὰ τρία· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. Καὶ ἐξελέξατο ἑαυτῷ Δαβὶδ τὸν θάνατον· ἦσαν δὲ αἱ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου· καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ Κυρίου ἀπὸ Δὰν καὶ ἕως Βερσαβεὲ, ἑβδομήκοντα χιλιάδες ἀνδρῶν· καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν· καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ, καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ· Ἱκανὸν, ἄνες τὴν χεῖρά σου. Καὶ ὁ ἄγγελος τοῦ Θεοῦ ἦν ἑστὼς περὶ τῇ ἅλῳ Ὀρνᾶ τοῦ Ἰεβουσαίου.

Καὶ εἶπε Δαβὶδ πρὸς Κύριον, ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν· Ἰδοὺ ἐγώ εἰμι ὁ ποιμὴν, ἐγὼ ἡμάρτηκα, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; Γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ἦλθε Γὰδ πρὸς Δαβὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ· Ἀνάβηθι, καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῇ ἅλῳ Ὀρνᾶ τοῦ Ἰεβουσαίου.

Καὶ ἀνέβη Δαβὶδ κατὰ τὸ ῥῆμα Γὰδ τοῦ προφήτου, ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· καὶ διέκυψεν Ὀρνᾶ, καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ, παραπορευομένους ἐπάνω αὐτοῦ· καὶ ἐξῆλθεν Ὀρνᾶ, καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. Καὶ εἶπεν Ὀρνᾶ· Τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; Καὶ εἶπε Δαβίδ· Κτήσασθαι παρὰ σοῦ τὴν ἅλω τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνωθεν τοῦ λαοῦ. Καὶ εἶπεν Ὀρνᾶ πρὸς Δαβίδ· Λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. Τὰ πάντα ἔδωκεν Ὀρνᾶ τῷ βασιλεῖ.

Καὶ εἶπεν Ὀρνᾶ πρὸς τὸν βασιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ὀρνᾶν· Οὐχί· ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι. Καὶ οὐκ ἀνοίσω Κυρίῳ τῷ Θεῷ μου ὁλοκαύτωμα δωρεάν. Καὶ ἐκτήσατο Δαβὶδ ἅλω καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα, καὶ ᾠκοδόμησεν ἐκεῖ Δαβὶδ θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. Καὶ προσέθηκε Σαλομὼν εἰς τὸ θυσιαστήριον ἐπ᾽ ἐσχάτων, ὅτι μικρὸν ἦν ἐν πρώτοις. Καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἰσραήλ. ΠΑΛΛ. Καὶ τίς ἂν εἴη πάλιν ἔν γε δὴ τούτοις ὁ νοῦς; ὡς δυσέφικτον κομιδῇ τὸ θεώρημα. ΚΥΡ. Δυσέφικτον μὲν ὁμολογουμένως, καὶ δυσάλωτον ἀληθῶς. Πλὴν ἐκεῖνό φημι τὴν τοῦ προκειμένου περίνοιαν, ὡς ἐν ὀλίγοις εὖ μάλα συνενεγκὼν, καὶ περιστρέψας εἰς νοῦν. Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, καθάπερ ἐν ἐσόπτρῳ καὶ ἐν ἰσχναῖς φαντασίαις τὸ Χριστοῦ μυστήριον, καὶ τῆς ἐφ᾽ ἡμῖν οἰκονομίας τὸν τρόπον. ΠΑΛΛ. Οὐκοῦν δρῴης ἂν αὐτὸς εὖγε τουτὶ, τὸ συνιέναι δύνασθαι χορηγοῦντος Θεοῦ. ΚΥΡ. Ἄκουε δή. Βαδιοῦμαι γὰρ ἤδη ἐπὶ τὸ χρῆναι λέγειν.

Ἐκ θείας ὀργῆς κατενεμήθη θάνατος τὸν λαὸν Κυρίου, καὶ μέχρις ὥρας ἀρίστου, διακωλύοντος οὐδενὸς, ἴσχυσεν ὁ ὀλοθρευτής· μέλλοντα δὲ αὐτοῖς ἐπαφεῖναι τὴν χεῖρα τοῖς Ἱεροσολύμοις, ἀπείργει Θεός· τεθεαμένος δὲ τὸν ἄγγελον, ἐλιπάρει Κύριον Δαβὶδ, λέγων πεπλημμεληκέναι ἑαυτόν· ἄμεινον δὲ εἶναι καὶ δικαιότερον τὸν ποιμένα καὶ ἡγούμενον ἐκτεθνάναι μᾶλλον, ἤγουν τὰ πρόβατα, διά τοι τὸ εἰδέναι μηδέν· εἶτα Θεοῦ σημαίνοντος, ἐγείρει θυσιαστήριον ἐν τῇ ἅλῳ Ὀρνᾶ, ἣν ἅμα τοῖς ἀλοῶσι βουσὶν ἐξεπρίατο σίκλων πεντήκοντα. Ἐπειδὴ δὲ τὸ θεῖον εὖ μάλα θυσιαστήριον ἀνεδείματο, τὰς ἐπ᾽ αὐτῷ θυσίας ἐτέλει, ὁλοκαυτώματα καὶ εἰρηνικάς· ἔστη δὲ οὕτω λοιπὸν ἡ θραῦσις, καὶ ὁ πάλαι δεινὸς ἐνεκόπη θάνατος. Ἐπεσημαίνετο δὲ τὸ Γράμμα τὸ ἱερὸν, ὅτι βραχὺ μὲν ἦν ἐν ἀρχαῖς τὸ θυσιαστήριον, προσέθηκέ γε μὴν ἐν ἐσχάτοις Σαλομὼν αὐτῷ. Ἢ οὐκ εἶναι φῂς ὡς ἔν γε βραχεῖ τὴν τοῦ προκειμένου περίνοιαν ἐν τούτοις; ΠΑΛΛ. Φημί· πῶς δ᾽ ἂν γένοιτο σαφὴς ὁ νοῦς, ἤδη διατράνου. ΚΥΡ. Ἦ οὐκ οἶσθα, ὅτι κατώλισθεν ὁμολογουμένως εἰς θάνατον καὶ φθορὰν ἡ ἀνθρώπου φύσις, καταθήξασα πρὸς ὀργὰς τὸν Δημιουργὸν, ὡς ἐν τῇ γένους ἡμῶν ἀπαρχῇ, τοῦτ᾽ ἔστιν, Ἀδὰμ, ὃς τὴν θείαν ἐν ἀρχαῖς ἠθέτησεν ἐντολὴν, ἀκήκοε δὲ οὕτω· »Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ;» ΠΑΛΛ. Ἀληθές. ΚΥΡ.

Ἀπὸ πρωῒ τοιγαροῦν, τοῦτ᾽ ἔστιν, ἐκ πρώτων τοῦ παρόντος αἰῶνος καιρῶν, κατενεμήθη θάνατος τοὺς ἐπὶ τῆς γῆς, μέχρις ὥρας ἀρίστου, τοῦτ᾽ ἔστιν, ἕως καιρὸς τραπέζης. Ὅτε γὰρ ἡμῖν ἐνέστη καιρὸς τῆς ἁγίας τραπέζης, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ καὶ μυστικῆς, ἐφ᾽ ᾗ τὸν ἄρτον ἐσθίομεν τὸν ἐξ οὐρανοῦ καὶ ζωοποιὸν, ὁ πάλαι δεινὸς καὶ δυσάντητος κατηργήθη θάνατος, παρακεκλημένου Θεοῦ· καὶ δεδυσώπηται μόλις ὁ ὀλοθρευτὴς, ὃς ἐπείπερ ἤθελε καὶ τοῖς τὴν ἁγίαν οἰκοῦσι πόλιν, τὴν νοητὴν Ἱερουσαλὴμ, τὴν διαφθείρουσαν ἐπαφεῖναι χεῖρα, Θεοῦ παρακεκλημένου, τότε δὴ μόλις εἴργεται· «Ἄνες γὰρ νῦν,» φησὶν, «ἱκανόν ἐστιν.» Ἁγία δὲ πόλις, ἡ Ἐκκλησία, ἧς εἶεν ἂν οἰκήτορες οἱ διὰ ζῶντος ἄρτου τελειούμενοι πρὸς ἁγιασμόν. Τῆς οὕτω σεπτῆς καὶ ἀξιαγάστου πόλεως καὶ ὁ θεῖος Δαβὶδ διαμέμνηται λέγων· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Κατῴκησε γὰρ ἐν ἡμῖν Χριστὸς, ὅς ἐστι ζωὴ καὶ ζωοποιός. Τοιγάρτοι καὶ ἀποσοβεῖ Θεὸς τῶν ἡγιασμένων τὸν ὀλοθρευτὴν, ὡς οὐκέτι νικᾷν ὀφείλοντα μετὰ τὴν ἀνάδειξιν τοῦ καιροῦ τῆς ἁγίας τραπέζης, ἣν ὁ τοῦ ἀρίστου καιρὸς ὑπαινίττεται.

Ἐξείλετο τοίνυν ἡμᾶς ὁ Χριστὸς, ὡς ἐν προσώπῳ νοούμενος τοῦ Δαβίδ. Ἐπειδὴ γὰρ ἐθεᾶτο δαπανῶντα τὸν θάνατον τοὺς ἐπὶ τῆς γῆς, παράκλητος γέγονεν ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα· προσεκόμιζε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, καὶ ὑπέθηκεν ἑκὼν τῷ θανάτῳ, δεδυσώπηκέ τε τὸν ὀλοθρευτὴν, ἑαυτοῦ λέγων εἶναι τὴν ἁμαρτίαν· οὐχ ὅτι πεποίηκε τὴν ἁμαρτίαν, ἀλλ᾽ ὅτι, κατὰ τὰς Γραφὰς, «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη,» καίτοι μὴ εἰδὼς ἁμαρτίαν· «καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα.» Χρῆναι δέ φησι, τὸν ποιμένα μᾶλλον ἢ τὰ πρόβατα παθεῖν· ὡς γὰρ ποιμὴν ἀγαθὸς τὴν ψυχὴν αὐτοῦ τέθεικεν ὑπὲρ τῶν προβάτων. Εἶτα κατὰ θείαν ὑπόμνησιν, ὁ θεσπέσιος Δαβὶδ, ἔνθα τὸν ἄγγελον τὸν ὀλοθρευτὴν ἀπρακτοῦντα ἤδη καὶ ἑστηκότα τεθέαται (εἶδε γὰρ αὐτὸν παρὰ τὴν ἅλω, φησὶν), ἐκεῖ διαπήξας θυσιαστήριον, ὁλοκαυτώματα καὶ εἰρηνικὰς (θυσιῶν δὲ τῶν κατὰ τὸν νόμον εἴδη τε καὶ τρόποι ταυτὶ) προσαγήοχε τῷ Θεῷ. Καὶ διὰ μὲν τῆς ἅλω νοήσεις τὴν Ἐκκλησίαν, εἰς ἣν ἀφιγμένος, ἔστη τε λοιπὸν, καὶ κατηργήθη θάνατος, καὶ τὴν πάλαι δεινήν τε καὶ διαφθείρουσαν χεῖρα συνέστειλεν ὁ ὀλοθρευτής· οἶκος γάρ ἐστι τῆς κατὰ φύσιν ζωῆς, τοῦτ᾽ ἔστι Χριστοῦ.

Ἅλω δὲ εἶναί φαμεν ὡς ἐξ ὁμοιώσεως καὶ εἰκόνος τὴν Ἐκκλησίαν, ἐφ᾽ ᾗ δραγμάτων, ἤγουν ἀσταχύων, συλλέγοντα[ι] δίκην οἱ τῆς ἀπὸ κόσμου ζωῆς διὰ τοῦ λόγου τῶν ἁγίων κειρόμενοι θεριστῶν, τοῦτ᾽ ἔστιν, ἀποστόλων τε καὶ εὐαγγελιστῶν, ἵνα καὶ εἰς τὰς ἄνω συγκομισθεῖεν αὐλὰς, καὶ καθάπερ εἰς ἀποθήκην δεσποτικὴν, εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, οἷά τις σῖτος εἰσφέροιντο καθαρὸς, κατὰ τὴν τῶν ἀχρειοτέρων καὶ περιττῶν ἀπόθεσιν πραγμάτων τε ἅμα καὶ φρονημάτων, ἅπερ ὡς ἐν εἴδει τῶν ἀχύρων νοεῖται. Εἴρηται δέ που παρὰ Χριστοῦ τοῖς ἁγίοις ἀποστόλοις· «Οὐχὶ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς θερισμὸν αὐτοῦ.» Θερισμὸν, οἶμαι, τὸν νοητὸν τὴν τῶν μελλόντων πιστεύειν ὀνομάζων πληθὺν, ἁγίους δὲ θεριστὰς εἶναι λέγων τοὺς εἰς νοῦν καὶ γλῶτταν τὸν θεῖον ἔχοντας λόγον, ὅς ἐστι ζῶν τε καὶ ἐναργὴς, καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν.»

Ὀνόματι δὲ τῆς ἅλω καὶ ὁ μακάριος Βαπτιστὴς κατεδήλου τὴν Ἐκκλησίαν, ὡδί που λέγων περὶ Χριστοῦ· «Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.» Ταύτην οὖν ἄρα τὴν ἅλω τὴν νοητὴν, φημὶ δὴ τὴν Ἐκκλησίαν, ἐξεπρίατο Χριστὸς πεντήκοντα σίκλων, τοῦτ᾽ ἔστιν, οὐκ ἐλαφρῶν τιμημάτων· ἑαυτὸν γὰρ δέδωκεν ὑπὲρ αὐτῆς, καὶ ἔπηξεν ἐν αὐτῇ τὸ θυσιαστήριον· καὶ ἐπείπερ αὐτός ἐστιν ὁ ἱερουργὸς (γέγονε γὰρ ἀρχιερεὺς), καὶ αὐτὸς τὸ θῦμα προσεκόμισεν ἑαυτὸν, ὡς ἐν εἴδει καὶ τύπῳ τοῦ ἀλοῶντος μόσχου, καὶ γέγονεν ὁλοκαύτωμα καὶ εἰρηνικὴ θυσία. Λέλυται γὰρ τὸ μεσολαβοῦν ἐν Χριστῷ, καὶ οἱ πάλαι διεστηκότες τε καὶ ἀφωρισμένοι διὰ τὴν ἁμαρτίαν συνεισδυόμεθα δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ, τὴν ἀρχαίαν ἐκείνην καταλύσαντες ἔχθραν.

Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς. ΠΑΛΛ. Μόσχον οὖν ἄρα νοήσομεν τὸν ἀλοῶντα Χριστόν; τίνα τρόπον φής; ΚΥΡ. Οὐ γὰρ, ὦ φιλότης, μόσχους ἡμῖν τοὺς ἀλοῶντας ὁ διὰ Μωσέως νόμος τοὺς ἁγίους ὠνόμασε μαθητάς; ἔφη γὰρ αἰνιγματωδῶς· «Οὐ φιμώσεις βοῦν ἀλοῶντα.» Ὃ δὴ καὶ μάλα σαφῶς ἐννενοηκὼς ὁ μακάριος Παῦλος· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;

Ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ᾽ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ἀλοῶν ἐπ᾽ ἐλπίδι τοῦ μετέχειν.» Μόσχοι τοιγαροῦν, κατ᾽ εἰκόνα τοῦ πρώτου, τοῦτ᾽ ἔστι, Χριστοῦ, καὶ οἱ μακάριοι μαθηταί.

Μόσχος δὲ καὶ ἑτέρως ἀλωητὴς ὁ Χριστός· δι᾽ αὐτοῦ γὰρ ἡ κάθαρσις καὶ ἡ τῶν περιττῶν πραγμάτων ἀπόθεσις, περισπασμῶν τέ φημι καὶ τῶν κατὰ τὸν κόσμον φρονημάτων σαρκικῶν, ἃ καὶ φλογός εἰσι τροφὴ, καθάπερ καὶ τὸ ἄχυρον. Ἐγηγερμένου δὲ τοῦ θυσιαστηρίου, ἐφ᾽ ᾧ καὶ εἰρηνικὴ καὶ τὸ ὁλοκαύτωμα, λέλυται τὸ λυποῦν· ἐπήκουσε γὰρ Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις. Ἑαυτὸν γὰρ ὑπὲρ ἡμῶν ἱερατεύσαντος τοῦ Χριστοῦ, κατηργήθη θάνατος, καὶ ἀνετράπη φθορὰ, ἕτοιμον ἤδη πως ταῖς ἁπάντων εὐχαῖς ὑποσχόντος τὸ οὖς τοῦ πάντα ἰσχύοντος Θεοῦ· «Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ· Τί ἐστιν;» Τὸ δέ γε μικρὸν εἶναι τὸ ἐν ἀρχαῖς θυσιαστήριον, προστεθεῖσθαι δὲ λέγειν ὕστερον αὐτῷ, τὴν κατὰ καιροὺς ἐσομένην τοῦ Εὐαγγελίου προκοπὴν δηλοῖ, καὶ τῶν ἁγίων Ἐκκλησιῶν τὸ συνεσταλμένον ἐν ἀρχαῖς, πλάτος δὲ ὥσπερ καὶ ἐν τοῖς ἐφεξῆς. Εὐρύνεται γὰρ οἷον ἀεὶ τὰ θυσιαστήρια, προστιθεμένων Ἐκκλησιῶν ἀεί πως ταῖς πρώταις ἑτέρων, καὶ εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένων τῶν λαῶν, οἳ διὰ τῆς ἐν Χριστῷ θυσίας λελύτρωνται, αὐτὸν ἔχοντες ἱερουργὸν καὶ θῦμα τὸ ἅγιον, καὶ εὔοσμον διακαθαῖρον, καὶ ὡς ἀξιάγαστον θυσιαστήριον, καὶ ὡς ἐν εἴδει τῆς ἅλω τῆς Ἐκκλησίας δεσπότην. ΠΑΛΛ. Ὡς σαφής ἐστιν καὶ ἐναργὴς ὁ λόγος· πεποίηται γὰρ εὐτέχνως. ΚΥΡ. Ἢ γὰρ οὐχὶ κἂν αὐτὸς ἐνδοιάσας οὐδὲν, ἔφης ὡς ἔστι Χριστὸς ἡ πάντων ζωὴ καὶ λύτρωσις; ΠΑΛΛ.

Φαίην ἂν, ἴσθι τοι. Φρονῶ γὰρ ὡδί. ΚΥΡ. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ὁ πάντων ἀντάξιος· καὶ τὴν ἰδίαν ψυχὴν ἀντάλλαγμα τῆς ἡμῶν ἐποιήσατο, τὴν τοῦ διαβόλου δυστροπίαν ἐκδυσωπῶν, καὶ οἱονεί πως ἱστὰς τῆς καθ᾽ ἡμῶν τυραννούσης ἁμαρτίας τὴν κατάῤῥησιν, καὶ τὴν ἐπὶ τοῖς ἁπάντων ἐγκλήμασιν ἀθυρογλωττίαν. ΠΑΛΛ. Τίνα φῂς τρόπον; ΚΥΡ. Ἐπειδὴ γὰρ βεβασίλευκε τῶν ἐπὶ τῆς γῆς ἡ ἁμαρτία, πολὺ διανενευκότων ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καθὰ γέγραπται, καὶ ἐπιμελῶς ἐγκειμένης τῆς ἁπάντων καρδίας ἐπὶ τὸ χρῆναι καὶ βούλεσθαι κατορθοῦν αὐτὰ, πεπτώκαμεν ἀναγκαίως καὶ ὑπὸ θανάτου δίκην. Νόμου γὰρ θείου παράβασις, καὶ θελημάτων ἀθέτησις τῶν Δεσποτικῶν, θάνατον ἔχει τὴν δίκην. Κατεφθαρμένην δὲ οὕτω τὴν ἀνθρώπου φύσιν, ἐπῴκτειρε μὲν ὁ Δημιουργὸς, γέγονε δὲ ἄνθρωπος ὁ Μονογενὴς, καὶ τῷ θανάτῳ φυσικῶς ἐνεχόμενον πεφόρηκε σῶμα, καὶ κεχρημάτικε σὰρξ, ἵνα ὑπὲρ ἡμῶν ἀνατλὰς τὸν ἐξ ἁμαρτίας ἡμῖν ἐπαρτηθέντα θάνατον, καταργήσῃ τὴν ἁμαρτίαν, καὶ παύσῃ λοιπὸν ἐγκαλοῦντα τὸν Σατανᾶν, ὡς ἐκτετικότων ἡμῶν ἐν αὐτῷ τῷ Χριστῷ τῶν εἰς ἁμαρτίαν αἰτιαμάτων τὰς δίκας· «αἴρει γὰρ ἡμῶν τὰς ἁμαρτίας, καὶ περὶ ἡμῶν ὀδυνᾶται,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἢ οὐχὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν; ΠΑΛΛ. Ἀληθές. «Ἐτραυματίσθη γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ γέγονεν ἐν κακώσει καὶ ἐν πληγῇ.» ΚΥΡ.

Λέλυται τοίνυν ἡ ἁμαρτία, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν, καὶ οὐκ ἂν οἶμαι καταβοήσειεν ἀναγκαίως ἔτι τῶν ἡγιασμένων διὰ Χριστοῦ, καὶ τοῦτο ἡμῖν διαδείξει σαφῶς ὁ προφήτης Ζαχαρίας ὡς ἐν ὁράσει λέγων· «Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα; Τί ἐστι; καὶ εἶπε· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. Καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβδου ἐξαιρόμενον, καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου· καὶ ἔῤῥιψε τὸν λίθον τοῦ μολίβδου εἰς τὸ στόμα αὐτῆς· καὶ ἦρα τοὺς ὀφθαλμοὺς, καὶ εἶδον· καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν· καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγες ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς, καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ. Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Ποῦ αὗται ἀποφέρουσι τὸ μέτρον;

Καὶ εἶπε πρός με· Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.» Βούλει λέγωμεν τὰ ἐφ᾽ ἑκάστῳ πάλιν, καὶ θεωρῶμεν ὡς ἔνι; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Μέτρον τι τῆς Ἱερουσαλὴμ ἐκτρέχον τεθέαται μὲν ὁ προφήτης, ἐρομένῳ δὲ ὅ τί ποτ᾽ ἐστιν, ὁ ἄγγελος ἔφη· «Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.» Ὅμοιον δὲ, ὡς εἰ λέγοι τυχόν· Ἐν τῷδε τῷ μέτρῳ μετρεῖται τῶν ἀνὰ πᾶσαν τὴν γῆν τὰ κατὰ καιροὺς πλημμελήματα. Μέχρι γὰρ δὴ ποσότητος φανερᾶς ἡκούσης ἡμῶν τῆς ἁμαρτίας, ἐπάγει δὴ τότε τὰς δίκας λελυπημένος ὁ νομοθέτης· διακαρτερεῖ δὲ πολλάκις ἐξ ἐμφύτου φιλανθρωπίας, καὶ πλημμελούντων ἀνέχεται, πρὸ τῆς συμπληρώσεως οὐκ εἰσάπαν ἀγανακτῶν. Καὶ γοῦν ἔφη πρὸς Ἀβραὰμ τὸν ἱερόν· «Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.» Πρὸς δὲ τοὺς Φαρισαίους ἀσχέτως ἐκλελυττηκότας ἔφη Χριστός· «Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» Ἐκπορευομένοι τοιγαροῦν τοῦ μέτρου, ἐξαίρεται μὲν τοῦ μολίβδου τὸ τάλαντον, ἔῤῥιπται δὲ εἰς μέσον ἡ γυνὴ πληροῦσα τὸ μέτρον, ἢ καὶ ἐν στόματι τῷ ἰδίῳ τὸν τοῦ μολίβδου λίθον ἐδέχετο· εἶτά φησιν ὁ θεσπέσιος ἄγγελος· Αὕτη ἐστὶν ἡ ἀνομία. ΠΑΛΛ. Οὔπω λίαν ἐστὶν ἐναργὴς ὁ λόγος. ΚΥΡ. Οὐκοῦν ἔσται, καὶ οὐκ εἰς μακράν.

Τὸ γάρ τοι τοῦ μολίβδου τάλαντον αὐτὸς ἂν εἴη Χριστὸς, ὃς ἐξαίρεται μὲν, τοῦτ᾽ ἔστιν, ὑψοῦται διὰ τοῦ σταυροῦ, καὶ τοῖς τῆς θεότητος ἀξιώμασιν ὁρᾶται διαπρεπής.

Ὁ γὰρ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Κατακλείει δὲ τῆς ἁμαρτίας τὸ στόμα, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς·» εἰρημένη καταβοῶν τῶν ἐξ ἀσθενείας ἡμαρτηκότων, καὶ ἐν πίστει δεδικαιωμένων. «Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων; »Χριστοῦ δὲ παθόντος ὑπὲρ ἡμῶν, πῶς ἦν ἀκόλουθον καὶ ἡμᾶς αὐτοὺς ἔτι τὰς ὑπὲρ τῶν ἰδίων πλημμελημάτων ἐξαιτεῖσθαι δίκας; ΠΑΛΛ. Ὀρθότατα ἔφης. Δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, καὶ τὴν ἐκ τῆς ἁμαρτίας καταβοὴν εὖ μάλα διεκρουσάμεθα. Ἥδιστα δ᾽ ἂν ἀναμάθοιμί σου, διὰ ποίαν αἰτίαν σημαίνεται μὲν ὡς ἐν μολίβδῳ Χριστὸς, ὡς ἐν προσώπῳ δὲ γυναικὸς ἡ ἀνομία φαίνεται. ΚΥΡ. Καὶ μὴν καὶ τοῦτό γε ἔστιν εὔκολον ἰδεῖν ἀπό γε τῶν ἱερῶν Γραμμάτων· πολλοῖς γὰρ ἤδη καὶ ἑτέροις Χριστὸς παρεικάζεται, διὰ τῆς τῶν σημαινομένων ποιότητος, τῶν ἐπ᾽ αὐτῷ νοουμένων. ΠΑΛΛ. Οἷον τί φής, ΚΥΡ. Γέγονεν ἡμῖν κρηπὶς καὶ ἀσφάλεια, καὶ ἀκλόνητος ὑποβάθρα, καὶ θεμέλιος ἀῤῥαγής· ὠνόμασται δὲ διὰ τοῦτο λίθος. «Ἰδοὺ γὰρ, φησὶ, τίθημι εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον. Καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.» Ἔστι δὲ πάλιν αὐτὸς, τὸ λαμπρόν τε καὶ ἀξιάγαστον τῆς Ἐκκλησίας κειμήλιον, ὁ πλοῦτος ἡμῶν ὁ πνευματικός· εἴρηται δὲ μαργαρίτης.

Ὁμοία γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας. Εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν, ἐπίπρασκε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.» Συνῆψε δὲ ἡμᾶς δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καταλύσας τὴν ἔχθραν ἐν τῷ σώματι αὐτοῦ, καθὰ γέγραπται· καὶ γοῦν ἔφη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, περὶ τῶν ἐν πίστει τῇ εἰς αὐτὸν δεδικαιωμένων· «Πάτερ, θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι.» Κέκληται ταύτῃ τοι κασσιτέρινος λίθος, κασσιτέρῳ γὰρ κολλᾶται τὰ κολλώμενα. Ἔφη δέ που Θεὸς διὰ φωνῆς Ζαχαρίου, τὸν ἴδιον ἡμῖν καταδεικνύων Υἱὸν, ὡς κατὰ καιροὺς ἥξοντά τε καὶ πορευσόμενον· «Καὶ χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ.» Οὕτω τοιγαροῦν κἀνθάδε τάλαντον μολίβδου φησὶν αὐτόν.

Καὶ τίς ὁ τοῦδε λόγος, ἐρῶ δὴ πάλιν. Ὁ ἀδόκιμος ἄργυρος ἀναμὶξ μολίβδῳ τηκόμενος, εὖ μάλα διακαθαίρεται, εἰς ἑαυτὸν ἁρπάζοντος τοῦ μολίβδου φυσικῶς, τοῦ συγκαιομένου τὸν ῥύπον· τοιοῦτόν τι καὶ εἰς ἡμᾶς αὐτοὺς ἐπλήρωσε Χριστός. Ἀδοκίμοις γὰρ οὖσιν ἐμίχθη σωματικῶς τε ἅμα καὶ πνευματικῶς, οὕτω τε λοιπὸν τὸν ἐν ἡμῖν κατέτηξε ῥύπον. Αἴρει γὰρ ἡμῶν τὰς ἁμαρτίας, ἵν᾽ ἡμεῖς δι᾽ αὐτόν τε καὶ δι᾽ αὐτοῦ καθαροί τε ὦμεν καὶ λελαμπρυσμένοι. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας τοὺς τῶν Ἰουδαίων λαοὺς τὴν διὰ Χριστοῦ κάθαρσιν οὐ προσιεμένους, ἐποτνιᾶτο λέγων· «Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν· ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.» Συνίης οὖν ὅπως οὐκ ἠγνόηκεν ἡ θεία Γραφὴ τὴν ἐπ᾽ ἀργύρῳ κάθαρσιν οὐ δίχα μολίβδου πράττεσθαι δυναμένην.

Οὐκοῦν ἐπειδήπερ ἀδοκίμους ὄντας ἡμᾶς ἐξεκάθηρεν ὁ Χριστὸς, μολίβδῳ παρεικάζεται, καὶ αὐτὸς ἐμφράττει τῆς ἁμαρτίας τὸ στόμα, τῆς ὡς ἐν εἴδει γυναικός. Γυνὴ δὲ σύμβολον ἀσθενείας τε ἅμα καὶ ἡδονῆς, ἀνομία τε πᾶσα διὰ τούτων πράττεται.

Ἡδονῇ γὰρ τινὶ τῇ εἰς τὸ τυχὸν, ἢ τόδε προκατεφθαρμένος ὁ νοῦς, οὕτω τε ἀπονευρούμενος, τοὺς εἰς ἀρετὴν ἀποφέροντας ἀνίησι πόνους, πίπτει δὲ πρὸς ἁμαρτίαν ἡ τοῦ ἀνθρώπου ψυχή· τοιγάρτοι φιλήδονοι μᾶλλον ἢ φιλόθεοι λέγονταί τινες. Ἐπιφωνεῖ δὲ καὶ ὁ προφήτης τοῖς ἐξ ἀσθενείας ψυχικῆς κατηῤῥωστηκόσι τὴν ἁμαρτίαν, καὶ τὴν εἰς φαυλότητα πάρεσιν· «Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα.» ΠΑΛΛ. Ἀλλ᾽ ὧδε μὲν τόδε. Ξυνωρίς τε, εἰπέ μοι, γυναικῶν, αἳ τὸ μέτρον καὶ τὴν ἀνομίαν εἰς γῆν ἀποφέρουσι τὴν Βαβυλωνίων, τί ἂν βούλοιτο δηλοῦν; ΚΥΡ. Ἐμπέφρακται μὲν, ὦ γενναῖε, τῆς ἀνομίας τὸ στόμα διὰ Χριστοῦ· δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, ἀπηλλάγμεθά τε παντὸς αἰτιάματος, καὶ πέπαυται καθ᾽ ἡμῶν ἡ τῆς ἀνομίας κατάῤῥησις. Γέγονε γὰρ οὗτος τῆς εἰς ἡμᾶς οἰκονομίας ὁ σκοπὸς, τῷ δι᾽ ἡμᾶς, καθ᾽ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν, εἰς θάνατον, εἰ καὶ ἀνεβίω πάλιν· οὐ γὰρ ἐνεδέχετο τὴν ζωὴν ἡττᾶσθαι θανάτῳ.

Ἀλλ᾽ ἠπείθησάν τινες τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, καὶ τὴν ἐκ τῆς ἁμαρτίας οὐ προσηκάμενοι λύτρωσιν, ἀχθοφοροῦσι πάλιν αὐτὴν, ταῖς σφῶν αὐτῶν ἐπαρτήσαντες κεφαλαῖς διὰ φρενὸς ἀσθένειαν, καὶ νοῦ μαλακίαν καὶ ἀνανδρίαν ψυχῆς. Οὗτοι παντὶ πνεύματι περιφέρονται πονηρῷ, καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας βιαιότατα συνωθούμενοι πλείστην ὅσην ποιοῦνται τὴν εἰς τὰ φαῦλα σπουδήν. Σπουδῆς δὲ σημεῖον ἡ πτέρυξ, ἣν καὶ ἔποπος εἶναί φησιν, εἶδος δὲ τοῦτο στρουθίου, τὰ τῶν τελμάτων ἀεὶ δυσωδέστατα περιθέοντος, καὶ τὰ ἐκ βορβόρου καὶ ἀκαθαρσίας συλλέγοντος εἰς τροφήν. Ὅσοι τοιγαροῦν τὰς ἑαυτῶν σπουδὰς δαπανῶσιν εἰς μολυσμὸν, οὗτοι δὴ πάντως τὰς μὲν πτέρυγας ἔποπος εἰκότως ἂν ἔχειν λέγοιντο.

Γυναικοειδεῖς δὲ καὶ αὐτοὶ, καὶ ἐκτεθηλυμμένοι, σύμμορφοί τε λοιπὸν τῇ τυραννευούσῃ κατὰ σφῶν ἁμαρτίᾳ. Ὅνπερ γὰρ τρόπον, σύμμορφοι τῷ Χριστῷ δι᾽ ἁγιασμοῦ γεγόνασιν οἱ ὑπ᾽ αὐτῷ τε καὶ σὺν αὐτῷ· οὕτω καὶ τῇ ἀνομίᾳ σύμμορφοί τε καὶ ὁμοειδεῖς οἱ ταύτην ἐπηχθισμένοι, καὶ τῇ ἀκαθάρτῳ φαυλότητι συζῇν ᾑρημένοι. Ἀποφέρουσι δὲ τὸ μέτρον εἰς Βαβυλῶνα, καὶ οἶκον αὐτῷ ζητοῦσιν ἐκεῖ, αἰνιγματωδῶς, οἶμαί που, καὶ τοῦδε σημαίνοντος, ὡς εἰ μή τις ἕλοιτο τὰ διὰ Χριστοῦ, καὶ τῆς ἁμαρτίας ἀγαπήσει τὴν ἔμφραξιν, διὰ τὸ πρὸς μόνας ἔχειν ἀκαθαρσίας τὸ σπούδασμα, ἐξοιχήσεται μὲν τῆς ἁγίας Ἱερουσαλὴμ, τοῦτ᾽ ἔστι, τῆς τῶν πρωτοτόκων ἁγίας μητρὸς, καλλιπόλεως δὲ τῆς ἄνω· μονονουχὶ δὲ δυσφόρητον ἔχων τὴν ἁμαρτίαν φορτίον, συνοικήσει τοῖς Βαβυλωνίοις, τοῦτ᾽ ἔστι, μερίδα καὶ κλῆρον ἕξει μετὰ τῶν ἀθέων εἰδωλολατρῶν. Ἐν ἴσῳ γὰρ τοῖς ἀθέοις, οἱ τὴν διὰ Χριστοῦ λύτρωσιν ἀτιμάσαντες. Καὶ γοῦν ὁ Σωτήρ· «Ἐὰν ἁμαρτήσῃ, φησὶν, ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξύ σου καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μή σου ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα· ἐὰν δὲ καὶ τούτων παρακούσῃ, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.»

Ἔστι τοίνυν οὐκ ἀσυμφανὲς, μᾶλλον δὲ διὰ πάσης ἡμῖν μεμαρτύρηται τῆς θείας Γραφῆς, ὅτι πᾶσα δικαίωσις καὶ πᾶσα λύτρωσις ἐν Χριστῷ. ΠΑΛΛ. Εὖ ἔφης.