Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Έβδομος: Η αγάπη προς τον Θεό και τον πλησίον

Η μνήμη των θείων εντολών, η πνευματική τήρηση του Σαββάτου, ο σεβασμός προς τους γονείς και η νομική μέριμνα για τους αδυνάτους. Τυπολογική ερμηνεία των διατάξεων περί αγνείας και δικαιοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ. Περὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης. Εὐφημίαις ἡμῖν, ὦ Παλλάδιε, ταῖς εἰς λῆξιν καὶ ἀνωτάτω στεφανοῦντος τοῦ νόμου τὴν πρώτην τε καὶ ὑπερτάτην τῶν ἐντολῶν, τὸ, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, φημὶ, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης διανοίας, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου·» προσεπάγοντος δὲ, ὅτι «Καὶ τὸν πλησίον σου ὡς σεαυτὸν,» καὶ μὴν καὶ αὐτοῦ τοῦ Χριστοῦ φάσκοντος ἐναργῶς, ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, πλήρωμά τε νόμου τὴν ἀγάπην κατονομάζοντος καὶ τοῦ θεσπεσίου Παύλου, διά τοι τὸ μηδὲν τῷ πλησίον ἐργάζεσθαι κακὸν, ἀποχρῶσαν ἡμῖν, ὡς γοῦν ἔμοιγε δοκεῖ, τὴν ἐπὶ τῇ πρώτῃ διασκευὴν ἐποιήσατο ὁ λόγος, κατά γε τὸ ἐγχωροῦν, ἄνω τε καὶ κάτω, καὶ οἱονεί πως ἐν κύκλῳ περινοστῶν, καὶ οὐκ ἀγεννῶς ἀφηγούμενος τῆς εἰς Θεὸν ἀγάπης ὁλοτελοῦς τε καὶ ἀμωμήτου παντελῶς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τρόπος. Φέρε δὴ οὖν τὴν γείτονά τε καὶ ἀδελφὴν πολυπραγμονῶμεν ἐντολὴν, καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον ἀκριβῆ ποιώμεθα τὴν κατάσκεψιν, ἰχνηλατοῦντες εὖ μάλα τὰ δι᾽ ὧν ἂν γένοιτό τις μὲν ἀρετῆς ἐν κύκλῳ καλῷ, φιλοτεχνίας δὲ τῆς εἰς τοῦτο, τὴν ἀρίστην δόξαν ἀράμενος, ἐν ἀγαθότητι βαδιεῖται μετὰ Θεοῦ καὶ ἀνθρώπων κατὰ τὸν θεσπέσιον Σαμουήλ.

Χρῆναι γὰρ ἔγωγέ φημι τῇ εἰς Θεὸν ἀγάπῃ συνεπιτηδεύειν ἀστείως τὴν εἰς ἀδελφούς· ὡς τό τοι λείπεσθαι μιᾶς, τὴν ἐπ᾽ ἀμφοῖν ἀπότευξιν ἔχει, κατά γε τὰς Ἰωάννου φωνάς. Γέγραφε γὰρ ὡδί· «Ἐάν τις εἴπῃ, ὅτι Ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὂν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾷν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν παρ᾽ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.» Συνδιόλλυνται δὴ οὖν ἀλλήλοιν ἑκάτερα καὶ συνανίσχει λαμπρῶς· ἀγχίθυροι γὰρ ὥσπερ ἀλλήλαιν αἱ ἀρεταὶ, καὶ οἷά τις συνωρὶς ἀδιάσπαστος, εἰς ἕν τι τὸ ἐκπρεπὲς καὶ τελεώτατον κάλλος τῆς εἰς Θεὸν εὐσεβείας, τὸν ἡνιοχεῖν ἄριστα μεμελετηκότα διακομίζουσιν. ΠΑΛΛ. Εὖ ἔφης. Καὶ ἐπεί τοι σκοπὸς τὸ ἱδροῦν ἐν τούτοις, ἴθι δὴ αὖ, καὶ τὰς ἐφ᾽ ἑκάστῳ τῶν θεωρημάτων συναγείρων πίστεις ἐκ τῶν ἱερῶν Γραμμάτων, πειρῶ μοι λέγειν, τὸ ὅπως ἂν γένοιτο τῆς εἰς τὸν πλησίον ἀγάπης ἀκραιφνὴς ἡ πλήρωσις. ΚΥΡ. Πλείστη μὲν οὖν ὅση πρὸς τοῦτο ἡμᾶς ἀποφέρει τρίβος. Γέγραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Τό γε μὴν ἐφ᾽ ἑκάστῳ τῶν δρωμένων εὐτεχνὲς, οὐχ ἑτέρωθεν ἂν οἶμαί που συλλέξαιτό τις πλὴν ὅτι γε διὰ τοῦ νόμου· δεδόσθαι γὰρ ἡμῖν αὐτὸν εἰς βοήθειαν προφητικὸς ἔφη λόγος.

Καὶ γοῦν πρὸς ἀνάμνησιν ἡμᾶς τὴν διηνεκῆ τῶν τεθεσπισμένων διανιστὰς ὁ νομοθέτης, φησί· «Καὶ ἐμβαλεῖτε τὰ ῥήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν, καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ ἀφάψατε ταῦτα εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν ὑμῶν, καὶ διδάξατε αὐτὰ τὰ τέκνα ὑμῶν, λαλεῖν αὐτὰ, καθημένους ἐν ὁδῷ, καὶ κοιταζομένους, καὶ διανισταμένους, καὶ γράψατε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἴκων ὑμῶν, καὶ τῶν πυλῶν ὑμῶν, ἵνα πολυημερεύητε, καὶ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.» Καὶ τί δὴ πάλιν ἐστὶ τὸ, Ἀφάψατε αὐτὰ ἐπὶ τῶν χειρῶν ὑμῶν, ἐν τοῖς Ἀριθμοῖς ἐδήλου σαφῶς. Γέγραπται γὰρ ὡδί· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων ἑαυτῶν εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον, καὶ ἔσται ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε αὐτὰ, καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου, καὶ ποιήσετε αὐτάς· καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν, καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν, ὅπως ἂν μνησθῆτε· καὶ ποιήσετε πάσας τὰς ἐντολάς μου, καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.»

Προεπιτάξας οὖν εὖ μάλα καταγράφειν ἡμᾶς ἐν καρδίαις τὸν νόμον, εἶτα χαλεπὸν ἀῤῥώστημα νοῦ τὴν λήθην εἰδὼς, οἷά περ ἐν πίνακι ταῖς φλιαῖς ἀποσημήνασθαι δεῖν ἐπιτάττει τὰς ἐντολάς· καὶ μὴν καὶ τῆς δεξιᾶς ἀφάπτειν χειρὸς δέλτιά που τάχα τὸν νόμον ὠδίνοντα, καὶ ἐγγεγραμμένον ἔχοντα τὸ χρησμῴδημα, καὶ μὴν καὶ αὐτῶν ἀπηρτῆσθαι τῶν ἐσθημάτων, οὐκ ἀσυντελὲς εἶναί φησιν εἰς ὄνησιν, τά τε κράσπεδα, καὶ τὸ κλῶσμα ὑακίνθινον. ΠΑΛΛ. Καὶ τίς ἂν γένοιτο τῶν θείων νόμων ἡμῖν ἀνάμνησις διά τε κρασπέδων καὶ ὑακινθίνου κλώσματος; ΚΥΡ. Οὐ γὰρ δὴ τὸν νόμον αἰνιγματωδῶς λελαλῆσθαι τοῖς πάλαι καὶ μὴν καὶ ὡς ἐν σκιαῖς εἶναι φής; ΠΑΛΛ. Φημί. ΚΥΡ. Αἴνιγμα δὴ οὖν τοῦ δεῖν ἑλέσθαι, φρονεῖν τε καὶ δρᾷν τὰ ἐξ οὐρανοῦ, καὶ τῶν ἄνωθεν διαμεμνῆσθαι νόμων, τὸ κρασπέδων τε καὶ αὐτῆς ἀφάψαι χειρὸς τὸ κλῶσμα τὸ ὑακίνθινον; λίθῳ γὰρ οἶμαι τῇ Ἰνδικῇ, τῷ ὑακινθίνῳ φημὶ, τὸ αἰθέριόν πως εἰκάζεται σῶμα, αὐγῇ τε καὶ σκότῳ συμμιγὲς, καὶ ἐν βάθει πως ἔχον τὸ ὑδαροειδὲς, ὑποτρέμουσάν τε καὶ εὐδιάχυτον ὑποφαῖνον τὴν ὄψιν. Ἀπηρτῆσθαι δὴ οὖν ὁ νόμος τῶν τε ἐσθημάτων αὐτῶν καὶ μὴν καὶ χειρὸς τὸ κλῶσμα τὸ ὑακίνθινον οἰκονομικῶς προστέταχεν, οἱονεί πως ὑποφωνῶν. Ἔσθημά σοι νοῦ καὶ διανοίας ἄμφιον, λόγιον ἔστω τὸ ἐξ οὐρανοῦ, καὶ δεξιῶν ἔργων βραβευτὴς ὁ νόμος.

Ἔργου γὰρ δὴ σύμβολον ἡ χείρ· τὰ δὲ συννόμως δρώμενα πρὸς ἡμῶν, πάντως που καὶ ἀνεπίπληκτα, καὶ τὸ ἐν φαυλότητι σκαιὸν οὐκ ἔχει.

Ἐμεγάλυνον οὖν οἱ Φαρισαῖοι τὰ κράσπεδα αὐτῶν, καὶ ἐπλάτυνον τὰ φυλακτήρια αὐτῶν, τουτέστι, τὰ τῆς δεξιᾶς ἀπηρτημένα δέλτια· πλὴν ἐγελῶντο παρὰ Χριστοῦ, εἰς φιλοδοξίας ἀφορμὴν, καὶ οὐκ εἰς ἀνάμνησιν τοῦ νόμου τὸ χρῆμα ποιούμενοι. Ἔστιν οὖν ἄρα καὶ ἐννόμως ἀνομεῖν, εἰ μή τις ὀρθῶς ἀποχρῷτο τῷ νόμῳ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Σολομών· «ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ.» Καταγραπτέον οὖν ἄρα τὴν θείαν ἐντολὴν εἰς νοῦν καὶ καρδίαν, καὶ τήν γε τοῦ πράγματος ὄνησιν ἐναργῆ καθιστὰς ὁ θεῖος ἔφη Δαβὶδ περὶ δικαίου παντός· «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Ἔστι γὰρ, οἶμαι, καὶ μάλα σαφὲς, ὡς ὅτῳ περ ἂν ὁ θεῖος εἰς νοῦν ὑπάρχει νόμος, προσέσται που πάντως καὶ τὸ ἐρηρεῖσθαι καλῶς, καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς ἀρετῆς. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Οὐκοῦν ἡ μακρὰ καὶ διηνεκὴς τοῦ νόμου μελέτησις, ἀποκομίζει πρὸς τὸ εὐθὺ, τοῦτο δ᾽ ἂν εἴη τῷ Θεῷ δοκοῦν, θολὸν ὥσπερ τινὰ καὶ ὁμίχλην τῆς ἀνθρώπου διανοίας, τὴν λήθην ἐκπέμπουσα. Καὶ οὐ μέχρι τούτων ὁ νομοθέτης, ἀλλά τι καὶ ἄμεινον προσεπινοῶν, δέλεαρ ὥσπερ τι, τῆς ἔν γε τῷ χρῆναι ποιεῖν προθυμίας, ἐλπίδα ποιεῖται, τὴν ἐφ᾽ ἅπασι τοῖς εὐκταιοτάτοις.

Ἔφη γὰρ πάλιν· «Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάξησθε, καὶ ποιήσητε αὐτὰς, δώσω τὸν ὑετὸν ὑμῖν ἐν τῷ καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν. Καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν, καὶ κατοικήσετε μετ᾽ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ ὁ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν, καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν ὑμᾶς, καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν.» Συνίης ὅσης φροντίδος καὶ ἡμερότητος ἀξιοῖ τὸν ἐπιεικῆ τε καὶ φιλεργέστατον, καὶ μὴν αἰδοῖ τῇ περὶ τὸν νόμον ἡττώμενον; Πρώϊμόν τε γὰρ καὶ ὄψιμον ὑετὸν, εὐκαρπίαν τε τὴν ἀλλεπάλληλον, καὶ μὴν καὶ ἄρτου πλησμονὴν, καὶ τῶν ἐδωδίμων ἄφθονον χρῆσιν, καὶ πρός γε τούτοις εἰρήνην χαριεῖσθαι κατεπαγγέλλεται. Τὸν γάρ τοι τοῦ νόμου φύλακα γνήσιον, καὶ ὧν ἂν βούλοιτο Θεὸς ἄπληστον ἐραστὴν, ταῖς τῶν οὐρανίων ἀγαθῶν ἀφθονίαις καταμεθύειν εἰκός· γῆν μὲν γὰρ οἷά τε πίειράν τε καὶ εὔτοκον τὴν τοῦ δικαίου ψυχὴν, παράκλησις ἡ πνευματική τε καὶ ἄνωθεν ὑετοῦ κατάρδουσα δίκην, κατευφραίνει λίαν, ὡς ἀνελλιπῆ καὶ οἱονεὶ παμποίκιλον τῆς εἰς Θεὸν εὐσεβείας ἐκφαίνει καρπόν· εἰρήνη δὲ στεφανοῖ, τὴν εἰς τὸ εὖ εἶναι διαμονὴν εἰσφέρουσα.

Γράφει γοῦν καὶ ὁ Παῦλος· «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ νοήματα ὑμῶν.» Ὁ τῆς τοιᾶσδε οὖν παρὰ Θεοῦ φιλοτιμίας τετυχηκὼς, ἀπόλεμόν τε καὶ εἰρηναῖον διατελέσει βίον, εἴκοντος ἐχθροῦ, πίπτοντός τε καὶ οἰχομένου πρὸς τὸ μηδὲν τοῦ ἀνθεστηκότος παντὸς, καὶ ἀπρακτούσης ἐφόδου διαβολικῆς, καὶ φόβου παντὸς ἐκποδὼν ἰόντος εὐκόλως. Τὸν αὐτὸν δὲ τουτονὶ νόμον καὶ ἐν τῷ Δευτερονομίῳ γεγραμμένον εὑρήσομεν. Ἔφη γὰρ ὡδὶ βραχὺ παραλλάξας· «Ἐὰν δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾷν Κύριον τὸν Θεόν σου, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ δώσει σοι τὸν ὑετὸν τῆς γῆς σου, καθ᾽ ὥραν πρώϊμον καὶ ὄψιμον καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου, καὶ δώσεις χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσί σου.» Οὐκοῦν τὸ μὲν εὐτεχνές τε καὶ εὔρυθμον, εἴς γε τὸ χρῆναι πληροῦν ἃ ἂν βούλοιτο Θεὸς, ἡ τοῦ νόμου μελέτησις ταῖς ἡμετέραις εἰσοικιεῖται ψυχαῖς. Ἱδρῶτα δὲ τὸν ἐπ᾽ ἀρεταῖς οἰστὸν ἀποφαίνει τῶν ἐπηγγελμένων ἡ ἔφεσις. ΠΑΛΛ. Ἀληθές· συναινέσαιμι γὰρ, καὶ σφόδρα εἰκότως. Ἀγάπης δὲ τῆς εἰς τὸν πλησίον, τίνα δὴ τρόπον διαπερανεῖ τις ἂν τὸν νόμον, ὥρα λέγειν, ὦ τάν. ΚΥΡ. Ἰτέον δὴ οὖν ἐπ᾽ αὐτὸ δὴ τοῦτο.

Καὶ δὴ λέγομεν, τοῖς ἱεροῖς ἑπόμενοι Γράμμασιν, ὅτι Μωσῇ προστέταχεν ὁ τῶν ὄλων Δεσπότης Θεὸς, ἐξεκκλησιάσαι τὸν λαὸν, καὶ ὑπὸ τὸ Σινᾶ καλούμενον ὄρος καθαρούς τε καὶ ἡγνισμένους εὖ μάλα συνενεγκεῖν· ἀποπλύνασθαι γὰρ δεῖν τὰ ἄμφια, καὶ τῆς εἰς γυναῖκας ἡδονῆς ὁρᾶσθαι βελτίους, εἰς τρεῖς διατέταχεν ἡμέρας, διὰ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων σημαίνων τὰ νοητά· λαμπροῖς γὰρ ὥσπερ ἀμφίοις, τοῖς ἐξ ἀρετῶν αὐχήμασι κατηγλαϊσμένους, καὶ τῇ κατὰ νοῦν φαιδρότητι διαπρέποντας, καὶ φιλοσαρκίας ἁπάσης καὶ μολυσμῶν ἐπιγείων ἀπηλλαγμένους, οἱονεί πως εἰς ὄψιν ἰέναι πρέπει Θεοῦ, παιδαγωγοῦντος ἡμᾶς εἰς τοῦτο τοῦ νόμου, καθάπερ ἀμέλει καὶ τοὺς πάλαι Μωσῆς· τύποι γὰρ ἦσαν ἐκεῖνα τῶν ἀληθεστέρων.

Καὶ ἡ διὰ τοῦ πανσόφου Μωσέως παιδαγωγία, τὴν διὰ τοῦ νόμου παίδευσιν ἀποκομίζοντος εἰς Χριστὸν, ὑπετύπου τοῖς ἀρχαιοτέροις. Ἐπιτηρεῖν δὲ πρὸς τούτοις ἄξιον κἀκεῖνο οἶμαί που. Τὸ γάρ τοι χρῆμά τε καὶ πρόσωπον τοῦ παιδαγωγεῖν ὀφείλοντος, ἔν γε τῷ Μωσέως προσώπῳ τετήρηται καλῶς· οὐ γὰρ ἑαυτῷ, παρέστησεν, ἀλλὰ Θεῷ τὸν λαὸν, οἱονεί πως θεσμοθέτῃ καὶ διδασκάλῳ καὶ τῶν πρακτέων εἰσηγητῇ.

Προσεκόμιζε δὲ καὶ ἡμᾶς οὐχ ἑαυτῷ διὰ τοῦ γράμματος παιδαγωγὸς ὢν ὁ νόμος, ἀλλὰ τῷ δι᾽ ἡμᾶς ἐξ οὐρανοῦ καταφοιτήσαντι Θεῷ Λόγῳ. Ἆρά σοι κατ᾽ ἴχνος τῶν τῆς ἀληθείας ἐννοιῶν ὁ λόγος ἡμῖν ἰέναι δοκεῖ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Γέγραπται τοίνυν, ὅτι «Καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ, ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος τὸ Σινᾶ. Τὸ δὲ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι Κύριον ἐπ᾽ αὐτοῦ ἐν πυρὶ, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα· ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωσῆς ἐλάλει· ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ.» Τὸ μὲν οὖν ἐν ὄρει καταφοιτῆσαι Θεὸν, σημεῖον ἂν γένοιτο καὶ μάλα σαφὲς, τοῦ διανοίαις αὐτὸν οὐ χθαμαλωτάταις ἐπιφοιτᾷν, οὔτε μὴν ἐναυλίζεσθαι φιλεῖν τοῖς γεῶδες ἔχουσι καὶ χαμαιῤῥιφὲς τὸ φρόνημα, ἀλλ᾽ ὅτῳ περ ἂν ὁ νοῦς ἀναθρώσκοι πρὸς τὸ ὑψοῦ, καὶ οἱονεὶ κορυφὴν ὑπερτέλλουσαν ἔχων, κάτω που βλέπει τὰ ἀνθρώπινα, καὶ μόνα φαντάζοιτο τὰ παρὰ Θεῷ. Κατασημήνειε δ᾽ ἂν καὶ ἑτέρως, ὑψηλὴ μὲν ὅτι καὶ ὑπερκειμένη τῶν καθ᾽ ἡμᾶς ἡ περὶ Θεοῦ γνῶσις, μόνοις δὲ τάχα που κἂν γοῦν ἐκ μέρους ἁλώσιμος τοῖς τὰ ὑψηλὰ πέτεσθαι μεμελετηκόσι· «Νεοσσοὶ γὰρ γυπὸς τὰ ὑψηλὰ πέτανται,» κατὰ τὸ γεγραμμένον.

Ἐν τούτῳ δὲ σύνες, ὅτι κατέβη Θεὸς τὸν ἀρχαῖον τοῖς πάλαι διορίζων νόμον, οὐκ ἔνθα περ ἦν ὁ λαὸς, ἀλλ᾽ ὑψοῦ καὶ μακράν. Ἀφειστήκει γὰρ μακρόθεν ἔτι κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, οὔπω γεγονότος μεθ᾽ ἡμῶν σαρκικῶς, οὔτε μὴν καθέντος ἑαυτὸν εἰς κένωσιν τοῦ Μονογενοῦς· οὐ γὰρ τοῖς ἀρχαιοτέροις, ἀλλ᾽ εἰς ἡμᾶς αὐτοὺς τετήρηται τὸ μυστήριον· γέγονε γὰρ μεθ᾽ ἡμῶν ὅσον ἧκεν εἰπεῖν, εἰς δόξαν ὀφθαλμοφανῆ, τὰ τῆς θεότητος ὑψώματα καταλελοιπώς· ἐπολιτεύετο δὲ μεθ᾽ ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν. Ἐν εἴδει γε μὴν τοῦ πυρὸς κατῄει Θεός· ἔδει, τοῖς ἀνάγκῃ καὶ νόμῳ τοὺς παιδαγωγεῖσθαι μέλλοντας, ὅτι πρὸς πῦρ ἕξουσι τοὺς λόγους, εἰ ἕλοιντο ῥᾳθυμεῖν, διειδέναι σαφῶς. Οὐ γὰρ ἐξ ἀγάπης τῆς ἐθελουσίου, καὶ νοῦ ῥοπῆς ἐλευθέρας ἐπράττετο τοῖς ἀρχαιοτέροις τὸ θεοφιλὲς, ἀλλ᾽ ὡς ἐξ ἀνάγκης καὶ φόβου· πνεῦμα γὰρ ἦν οὐκ ἐλεύθερον, οὔτε μὴν υἱοθεσίας, τὸ ἐν αὐτοῖς, ἀλλὰ δουλείας εἰς φόβον. Καπνίζεται δὲ τὸ ὄρος διὰ τὸ καταβεβηκέναι Κύριον ἐπ᾽ αὐτὸν ἐν πυρί· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» Κατασημήνειε δ᾽ ἂν καὶ ἑτέρως ἡμῖν ὁ καπνὸς τὸ ἐπὶ τῇ καταφρονήσει πάντη τε καὶ πάντως ἐσόμενον δάκρυον· ἐξέρπει γὰρ δὴ ταῖς τοῦ καπνοῦ προσβολαῖς ἡ ἐξ ὀμμάτων ἰκμάς.

Εἰ δὲ βούλοιτό τις τοῖς προκειμένοις θεωρήμασιν ἐπιβαλεῖν ἑτέρως, εἰς τὸν διὰ τοῦ νόμου φωτισμὸν καταλογιεῖται τὸ πῦρ, πλὴν ἀχλύος οὐ δίχα· καὶ γάρ ἐστιν ἀμυδρὸς καὶ ἀσαφὴς ὁ νόμος, καὶ τὸ ἐκ τοῦ γράμματος κατασκίασμα παχὺ, καὶ καταθολοῦν ἱκανὸν τὸν τῆς διανοίας ὀφθαλμόν. Ἰσχυρότεραι δὲ προβαίνουσαι τῆς σάλπιγγος αἱ φωναί· μικρὰ γὰρ ἦν καὶ μόλις ἀναφωνοῦντος τοῦ νόμου τὸ ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ προβέβηκεν ὁ λόγος ἡμῖν εἰς παίδευσιν εὐαγγελικὴν, ἐπιλάμψαντος τοῦ Ἐμμανουὴλ, ἰσχυρότεραι γεγόνασιν αἱ φωναί· ἐξάκουστον γάρ τι καὶ τορὸν ἀναπεφώνηκεν ὁ Χριστὸς, καὶ εἰς πᾶσαν ἤδη διῆκον τὴν οἰκουμένην. Αὐτοῦ γὰρ ἔστιν ἀκοῦσαι λέγοντος διὰ φωνῆς τοῦ Δαβίδ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Καίτοι τῆς τοῦ νόμου τηνικάδε φωνῆς, ἑτέρωθι μὲν οὐκ ἰούσης, οὔτε μὴν ἅπαντα μυσταγωγούσης τὰ ἔθνη, μόνην δὲ τὴν Ἰουδαίων περιηχούσης χώραν, καὶ παιδαγωγούσης ἒν γένος τὸ ἐξ Ἰσραήλ. Ἀλλ᾽, «Ἐλάλει μὲν, φησὶν, ὁ Μωσῆς· ὁ δὲ Θεὸς, ἀπεκρίνετο αὐτῷ φωνῇ.» Ἐζήτει μὲν γὰρ ὡς διάκονος τὸν νόμον ὁ Μωσῆς, καὶ τῶν θείων θεσπισμάτων μεσίτης καὶ ὑπουργός· ἀπεκρίνετο δὲ Θεὸς τῇ ἰδίᾳ φωνῇ, τουτέστι, δι᾽ Υἱοῦ· φωνὴ γὰρ καὶ λόγος τοῦ Πατρὸς, ὁ Υἱός.

Ἐξ αὐτοῦ δὲ ὁ νόμος, καὶ εἰ λελάληται δι᾽ ἀγγέλων· πάρα γοῦν, εἴπερ ἕλοιτό τις, ἐπαΐειν λέγοντος ἐναργῶς· «Αὐτὸς ὁ λαλῶν, πάρειμι.» Καὶ, «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι· λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἒν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Λόγους οὖν ἰδίους, τὸν νόμον ἀποκαλεῖ· φωνὴ γὰρ αὐτὸν λελάληκε Θεοῦ, καθάπερ ἔφην ἀρτίως, τουτέστιν ὁ Υἱός. Εἶτά φησιν, ὅτι «Καταβέβηκεν ὁ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἐκάλεσε Κύριος τὸν Μωσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἀνέβη Μωσῆς.

Καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωσῆν λέγων· Καταβὰς διαμάρτυραι τῷ λαῷ μήποτε ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσῃ ἐξ αὐτῶν πλῆθος· καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μήποτε ἀπαλλάξῃ ἀπ᾽ αὐτῶν Κύριος.» Κάτεισιν εἰς τὸ ὄρος ὁ ὑπὲρ πάντων Θεὸς, εἶτα κεκλημένος ἄνεισιν ὁ Μωσῆς.

Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων ἰσχύσαι τινὰς εἰς τὰ τῆς ἀληθοῦς θεοπτίας ἀναθρώσκειν ὑψώματα, μὴ οὐχὶ καθέντος ἑαυτὸν τοῦ Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις προσιτὸν γενέσθαι παρασκευάζοντος· αὐτοῦ δὲ καλοῦντος ἄνιμεν οὕτω μόλις εἰς ὑπερφυᾶ καὶ ἐξῃρημένην οἱονεὶ κορυφὴν, τὴν περὶ αὐτοῦ γνῶσιν ἀληθῆ ὅπερ ἐποίσει Χριστὸς, ἀποκαλύπτων ἡμῖν τὸν Πατέρα καὶ Θεὸν, καὶ ἀστιβὲς μὲν τοῖς ἀγελαίοις τὸ ὄρος (ἀνέμβατος γὰρ τοῖς πολλοῖς ἡ τῆς ἄγαν ὑπερτενοῦς γνώσεως χάρις), βάσιμος δὲ μόνοις τοῖς εἰδόσι διαστείχειν αὐτὴν, μᾶλλον δὲ καὶ εἰς τοῦτο κεκλημένοις παρὰ Θεοῦ, καθάπερ ἀμέλει καὶ Μωσῆς. Εἴ τις οὖν ἄρα ἐστὶ πιστὸς καὶ γνήσιος ἐν οἴκῳ Θεοῦ, ἔσται καὶ αὐτὸς κατ᾽ ἐκεῖνον ἐξειλεγμένος καὶ ἐπιτηδείως ἔχων εἰς τὸ ἀγχοῦ γενέσθαι Θεοῦ, κατά γε τὸν ἐν ἁγιασμῷ καὶ εἰδήσει τρόπον.

Συνεσόμεθα γὰρ οὕτως αὐτῷ λέγοντι· «Σὺ δὲ αὐτοῦ στῆθι μετ᾽ ἐμοῦ.» Ἀποκαθαίρεσθαι δὲ δεῖν τοὺς ἱερωσύνῃ κατεστεμμένους παρεγγυᾷ λέγων· «Μήποτε ἀπαλλάξῃ ἀπ᾽ αὐτῶν Κύριος.» Σφαλερὸν γὰρ κομιδῇ τῆς ἱερωσύνης τὸ χρῆμα, καὶ κινδύνων οὐκ ἀπωτάτω, μᾶλλον δὲ καὶ λίαν ἐγγὺς, εἰ μὴ ὁρῷτο προσὸν τὸ ἀμώμητον εἰς ζωήν· ἁγίους γὰρ εἶναι πρέπει τοὺς τῷ πανάγνῳ λειτουργοῦντας Θεῷ. Εἶτά φησι· «Καὶ εἶπε Κύριος τῷ Μωσῇ· Βάδιζε, κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ Ἀαρὼν μετὰ σοῦ· οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβῆναι πρὸς τὸν Θεὸν, μήποτε ἀπολέσῃ ἀπ᾽ αὐτῶν Κύριος.» Ἄνεισιν ὁ Μωσῆς καὶ οὐ δίχα τοῦ Ἀαρὼν, ὃς ἦν εἰς τύπον Χριστοῦ. Τίμιος γὰρ νόμος ἐν Χριστῷ, καὶ ὡς ἅγιος δι᾽ αὐτὸν, ἐγγὺς Θεοῦ καὶ μετὰ Θεοῦ. Διακηρύττει γὰρ καὶ αὐτὸς τὸν ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, κατὰ τὰς Γραφάς.

Παρεζεύχθω οὖν ὁ νόμος Χριστῷ, διὰ τῆς ἐν πνεύματι θεωρίας. Ἀκήκοε γὰρ ὁ Μωσῆς· «Ἀνάβηθι σὺ καὶ Ἀαρών.»—«Ἂ οὖν Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω,» τῆς ἐν Χριστῷ θεωρίας ἀποκομίζων τὸν νόμον, διὰ τὸ μόνῃ προσκεῖσθαι τῇ σκιᾷ, καὶ μὴ εἰς εἰκόνα τῶν τύπων παραδέχεσθαι τὴν ἀλήθειαν.

Εἴρηταί γε μὴν ἀναφοιτᾷν εἰς τὸ ὄρος τοῖς δήμοις ὁμοῦ τὸ γένος τὸ ἱερόν. Οὐ γὰρ τοῖς ἐν νόμῳ παιδαγωγουμένοις, οὐδὲ τοῖς ἔτι τὴν ἐν σκιαῖς τελοῦσι λατρείαν, δέδοται παρὰ Θεοῦ τὸ ἐν ὑψηλοῖς καὶ ὑπερτάτοις ἰέναι δόγμασι τοῖς περὶ αὐτοῦ· τετήρηται δὲ μᾶλλον τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἐν Χριστῷ κεκλημένοις εἰς ὑπακοὴν, καὶ πολὺ τῆς ἀρχαιοτέρας διενεγκοῦσαν γνῶσιν. Τεθαύμακε γὰρ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ καὶ ὁ θεσπέσιος Παῦλος· μαρτυρήσει δὲ καὶ αὐτὸς ὁ Σωτὴρ, περί τε ἡμῶν καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ἀναφανδὸν λέγων, ὅτι «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.

Καὶ περὶ μὲν τῶν Ἰουδαίων· »Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν, ὁδηγοὶ τυφλῶν.» Προσπεφώνηκε δὲ πάλιν τοῖς ἐγνωκόσιν αὐτόν· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν.» Ἐπειδὴ δὲ τοὺς περὶ τούτων διεπέραινε λόγους ὁ τῶν ὅλων Θεὸς, ἄρχεται θεσμοθετεῖν, καὶ τοὺς ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις ὁρίζειν νόμους. Οὕτω τέ φησιν· «Ἐγὼ Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Πρέπουσαν δὲ τοῖς νόμοις ἐποιήσατο τὴν ἀρχὴν, ἑαυτὸν εἶναι λέγων τὸν ἐν Αἰγύπτῳ τερατουργόν· τὸν ταῖς τῶν πλεονεκτούντων μανίαις ὅλην, ὡς ἔπος εἰπεῖν, κατεξανιστάντα τὴν κτίσιν· ὑετούς τε καὶ χαλάζας ἐξ ὡπλικότα, καὶ τῶν στοιχείων μεταβολὰς ἐπιδεδειχότα, καὶ τοῖς πρωτοτόκοις τὸν οἰκτρὸν ἐνιέντα θάνατον, καὶ σκότον αὐτοῖς καταχέαντα τὸν τριήμερον· τὸν διὰ μέσων ἰέναι κυμάτων οἷς ἂν ἐθέλοι δωρούμενον, καὶ ἀμογητὶ συνθραύοντα τοὺς ἀνθεστηκότας. Ἔδει γὰρ, ἔδει μὴ ἀγνοεῖν τοὺς τῆς θείας ἐντολῆς ὑποτρέχοντας τὸν ζυγὸν, ὅση τίς ἐστιν ἡ τοῦ νομοθέτου δύναμις, καὶ ὅτι προσκρούειν αὐτοῖς οὐκ ἀσφαλὲς τῷ πάντα εὐκόλως κατορθοῦν ἰσχύοντι. ΠΑΛΛ. Ὡς εὖ γε ἡμῖν ὁ νομοθέτης καὶ θεοπρεπῶς ἐσκέπτετο! Κατάγχει γάρ πως ἀεὶ τὸ δεῖμα πρὸς εὐπείθειαν, καὶ ὥσπερ τινὰ πῶλον εὐήνιον ἀπεργάζεται τὸν ἀπηνῆ καὶ δυσάγωγον. ΚΥΡ. Ὀρθότατα ἔφης.

Ἀποφήσας δὴ οὖν τὸ χρῆναι θεοῖς προσκυνεῖν ἑτέροις, καὶ τὴν εἰδώλου παντὸς ποίησιν, ἐξομοίωμά τε καὶ γραφὴν, καὶ τὸ προσνέμειν ἀποτολμᾷν τὸ τῆς θεότητος ὄνομα ταῖς τῶν ἀγαλματουργῶν ἐπιστήμαις, δίκαις ὑπενεγκὼν ταῖς ἐσχάταις («Οὐ γὰρ λήψῃ, φησὶ, τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ, ὅτι οὐ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ»), καταρυθμίζει λοιπὸν τὰ ἀνθρώπινα, καὶ ὥσπερ τινὰ κανόνα πρὸς τὸ εὐθὺ ταῖς ἁπάντων πολιτείαις ὁρίζει τὸν νόμον· ἁπάσης δὲ ἡμᾶς ἐξίστησιν ἁμαρτίας, τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης καὶ πρό γε τῶν ἄλλων κατασημαίνων καιρὸν, καθ᾽ ὃν ἡ τελεωτάτη λύτρωσις καὶ ἡ φαυλότητος καταφθορὰ, καὶ ἀναμόρφωσις εἰς τὸ ἀπ᾽ ἀρχῆς, καὶ ζωῆς ἀνακαινισμὸς τῆς ἐν ἁγιότητί τε καὶ φιλοθεΐᾳ. Τοιγάρτοι φησί· «Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν· ἓξ ἡμέρας ἐργάσῃ, καὶ ποιήσεις πάντα τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ Σάββατα, ἀνάπαυσις Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, πᾶν τὸ κτῆνός σου, καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί.

Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. Διὰ τοῦτο ηὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν. ΠΑΛΛ. Καὶ τί δὴ τοῦτό ἐστιν; οὐ γάρ τοι συνίημι σαφῶς. Ἁγιάσαιμεν δ᾽ ἂν τίνα τρόπον τὴν τῶν Σαββάτων ἡμέραν; ΚΥΡ. Βούλει λέγωμεν ὀλίγα ἄττα περὶ Σαββάτου καὶ τῆς ἐν αὐτῷ τετιμημένης ἀργίας; εἶεν γὰρ ἂν οὕτω καὶ μάλα σαφῆ τὰ θεόθεν ἡμῖν κεχρησμοδοτημένα. ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Τὸ Σάββατον, ὦ Παλλάδιε, τελευταία τῆς ἑβδομάδος τυγχάνον ἡμέρα, κατασημήνειεν ἂν, οἶμαί που, τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, ὃς πέφηνε μὲν ἐπὶ συντελείᾳ καὶ μονονουχὶ πρὸς αὐταῖς ἤδη τοῦ παρόντος αἰῶνος δυσμαῖς, ἀρχὴ δὲ καὶ θύρα καὶ ὁδὸς ἡμῖν γέγονεν εἰς ἀπόνιψιν ἁμαρτίας, εἰς ἐλευθερίαν καὶ ἄφεσιν, εἰς ἀφθαρσίαν καὶ εἰς ζωὴν, καὶ εἰς ἐλπίδα τὴν μέλλουσαν. Πολυτρόπως δὲ ἡμῖν τὸν ἐν Χριστῷ νοούμενον σαββατισμὸν καὶ ἡ τῶν ἱερῶν Γραμμάτων αἰνίττεται πίστις, ὁτὲ μὲν τὴν ἐν ἑαυτῷ κατάληξιν, τὴν ὡς ἐξ ἁμαρτιῶν ὑπογράφουσα, καὶ τὴν ὅτι μάλιστα πικράν τε καὶ ἀπηνῆ τοῦ παραβαίνοντος καθορίζουσα δίκην, ὁτὲ δὲ αὖ τὴν ἐν αὐτῷ λύτρωσίν τε καὶ ἄφεσιν εἰς ἐλευθερίαν, καὶ μὴν καὶ εὐτρεπισμὸν τὸν εἰς αἰῶνα τὸν μέλλοντα τυπικῶς ὑποφαίνουσα. ΠΑΛΛ. Φράζε δὴ οὖν ὅπως. Εἰδείην γὰρ ἂν ὡς ἥδιστά γε. ΚΥΡ.

Διὰ πίστεως, ὦ Παλλάδιε, τῆς ἐν Χριστῷ νοουμένης πνευματικῶς σαββατίζομεν, τῶν ἐν τῷδε κόσμῳ περισπασμῶν καταλήγοντες, καὶ περιφορᾶς εἰκαίας ἀποπαυόμενοι, καὶ φαυλότητος ἀπονοσφιζόμενοι, καὶ τὸν τῆς ἁμαρτίας διεκδύνοντες ζυγὸν, ἀνείμεθα λοιπὸν εἰς ἐλεύθερον ἁγιασμόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος περὶ τῶν οὔπω πεπιστευκότων φησί· »Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἀπειθήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπείθειαν.

Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι.» Καὶ μεθ᾽ ἕτερα· «Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Καίτοι πῶς οὐκ ἀληθὲς, ὡς εἴπερ ἐστὶν ὁ σαββατισμὸς, τὸ μόνον ἀργεῖν ἐν Σαββάτῳ, πῶς οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν ὁ Ἰσραὴλ, καί τοι τὴν ἐν Σαββάτῳ τηρήσας ἀργίαν; Ἀλλ᾽ ἦν εἰς τύπον τὸ χρῆμα τῆς ἐν Χριστῷ καταπαύσεως, καὶ τοῦ καταλήξειν ἐξ ἁμαρτίας δικαιουμένου τῇ πίστει. Τοιγάρτοι λιθόλευστον ἐκτεθνάναι δεῖν ἐκέλευσε Θεὸς τὸν ἐν Σαββάτῳ συλλέγοντα ξύλα· ἡ δὲ ἐπ᾽ ἐκείνῳ δίκη, νοητοῦ καὶ ἀναγκαίου πράγματος ὑποτύπωσις ἦν. Ἢ γὰρ οὐχὶ τὸ ἐκ τῆς οἰκείας ῥίζης αὐανθὲν, ἐκκεκαθαρμένον καὶ ξηρανθὲν ἤδη ξύλον, νεκρότητος ἂν εἴη σύμβολον; εἴη δ᾽ ἂν καὶ ἑτέρως πυρὸς διατροφή; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Τοιαύτη τίς ἐστιν ἡ παμμόχθηρος ἁμαρτία, νεκρότης ὥσπερ τις, καὶ τῆς ἀνημέρου φλογὸς ἀνοσία τροφὸς τοῖς ἀγαπῶσιν αὐτήν. Ὅταν τοίνυν ὡς ἐν καιρῷ καταλήξεως, τῆς ἐξ ἁμαρτιῶν λέγω, νεκρῶν καὶ ἀκάρπων ἔργων ἔχοιντό τινες, καὶ ἀγαπᾷν ἕλοιντο, μεθέντες τὴν ἀρετὴν, τὰ δι᾽ ὧν αὐτοῖς εἰς αἰῶνα ποιναὶ καὶ φλόγες ἐξάπτοιντο, τὴν ἐπὶ θανάτῳ κατάῤῥησιν ὑπομενοῦσιν εἰκότως, ὅτι καίτοι μὴ βιοῦν ἀνειμένως ἐξὸν, ἐθελοντὶ διαστείχουσιν ἐπὶ τὸ κολάζεσθαι δεῖν.

Εἰσερχόμεθα δὴ οὖν εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, κατά γε τὴν τοῦ μακαρίου Παύλου φωνήν. Καὶ γοῦν διὰ φωνῆς Ἰερεμίου, τοὺς δι᾽ ἁμαρτίας τῆς εἰς τὸν τύπον, τὸ τῆς ἀληθείας παρασημαίνοντας κάλλος ἐπαιτιᾶται Θεὸς λέγων· «Βάδισον καὶ στῆθι ἐν πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται βασιλεῖς Ἰούδα, καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ἱερουσαλήμ· καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε λόγον Κυρίου, βασιλεῖς Ἰούδα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα Ἱερουσαλὴμ, καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις. Τάδε λέγει Κύριος· Φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε, καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν, τοῦ μὴ ἀκοῦσαί μου, καὶ τοῦ μὴ δέξασθαι παιδείαν.» Οὐ μόνον δὴ οὖν τὸ δεῖν ἔργου παντὸς καταλήγειν ἐν Σαββάτῳ προστέταχεν, ἀλλὰ καὶ περαιτέρω πυλῶν Ἱερουσαλήμ. ΠΑΛΛ. Εἶτα τίς ἂν εἴη καὶ τούτων ὁ λόγος; ΚΥΡ. Νοητὸς δὴ καὶ πνευματικὸς, καὶ ἐπέκεινα τῶν τύπων, καὶ σκιᾶς ἀμείνων τῆς ἀρχαιοτέρας.

Ἔργου μὲν γὰρ τοῦ πρὸς φαυλότητα τετραμμένου τε καὶ βλέποντος εἰς κατάληξιν ἰέναι κελεύει τοὺς ἐν Χριστῷ σαββατίζοντας, βάσταγμά γε μὴν ἐπωμάδιον ποιεῖσθαι μηδέν. Τοὺς γὰρ ἅπαξ διὰ τῆς πίστεως τὸ δύσοιστον ἀληθῶς τῆς ἁμαρτίας ἄχθος ἀποβεβληκότας, πῶς οὐκ ἀπόπληκτον παντελῶς τὸ καὶ εἰς αὖθις αὐτῷ καταφορτίζεσθαι δεῖν, καὶ ὑποπίπτειν ἑλέσθαι πάλιν τοῖς εἰς φαυλότητα ζυγοῖς; Πυλῶν δὲ εἴσω καθίζειν τῶν τῆς Ἱερουσαλὴμ, τὸ μὴ χρῆναι πόλεως ἡμᾶς τῆς ἁγίας ἀπονοσφίζεσθαι τυπῶν, μήτε μὴν ἔξω φέρεσθαι καὶ ἀπολισθεῖν ἐφιεὶς, διὰ τῆς εἰς ἕτερόν τι παρατροπῆς. Ἁγίαν δὲ πόλιν νοήσεις, τὴν Ἐκκλησίαν· ἤδη γάρ πού τινες, διὰ τῆς εἰς Χριστὸν πίστεως ἐκλελαμπρυσμένοι, ἀποφορτισάμενοί τε τὴν βέβηλον ἁμαρτίαν, εἴσω τε πυλῶν γεγονότες ἁγίων τοῦ οἴκου τοῦ Θεοῦ, παρεκομίσθησαν εἰς ἀπόστασιν, εἰ καὶ μὴ πρὸς ἐμφανῆ τυχὸν, ἀλλ᾽ οὖν ἐξήλαντο τῆς ἁγίας πύλης, ἔθη τιμήσαντες εἰδωλοπρεπῆ. Εἴσω δὴ οὖν καθῆσθαι πυλῶν τοὺς νοητῶς σαββατίζοντας κεχρησμῴδηκε Θεὸς, τὸ ἀσφαλές τε καὶ ἀνεξίτηλον, καὶ τὸ μηδαμῆ χρῆναι παρολισθεῖν τῆς εἰς αὐτὸν γνησιότητος, τοῦ τύπου σημαίνοντος. Ὅτι δὲ Θεοῦ πόλις ἡ Ἐκκλησία, μάλιστα μὲν ἀναβοήσει καὶ ὁ Δαβὶδ λέγων· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» πληροφορήσει δέ που καὶ αὐτὸς ὁ Σωτὴρ περὶ αὐτῆς λέγων· Ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν.» ΠΑΛΛ.

Ἄραρεν οὖν, ὅτι παντὸς ἔργου καταλύσομεν ἐν Σαββάτῳ, κατά γε τὸ νομοθέτῃ δοκοῦν. ΚΥΡ. Οὐ παντὸς ἁπλῶς, ὦ Παλλάδιε· τὸ γάρ τοι χρῆναι φρονεῖν τε καὶ δρᾷν τὰ ἐφ᾽ οἷς ἂν ἥδοιτο Θεὸς, καὶ οὐ μετρίαν ἔχοι τὴν ὄνησιν, οὐκ ἐπαινουμένην ἂν εἰσδέξαιτο τὴν κατάληξιν. Προστέθεικε γὰρ οὐ μάτην, ὥς γέ μοι δοκεῖ, τὸ Γράμμα τὸ ἱερὸν, τὸ ἁγιάζεσθαι δεῖν πρὸς ἡμῶν τὴν τῶν Σαββάτων ἡμέραν· «Μνήσθητι γὰρ, »φησὶ,» τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν.» Ἀποπερανοῦμεν δὲ τοῦτο καὶ λίαν ἐπιεικῶς, εἰ ἁγίων ἔργων ἐπιμεληταὶ φαινόμεθα, σαββατίζοντες νοητῶς· εἴη δ᾽ ἂν τοῦ πράγματος ὑποτύπωσις ἐναργὴς, τὸ ἐν Σαββάτῳ τοὺς ἱερέας ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦν, καὶ ἀμωμήτως ἐργάζεσθαι τὰ ἱερὰ, καὶ πληροῦν θυσίας, καὶ μηλοσφαγεῖν, πάντα τε δρᾷν τὰ εἰς δόξαν Θεοῦ ἀδιακωλύτως. Ἢ γὰρ οὐχὶ ταῖς τῶν Ἰουδαίων μομφαῖς αὐτὸ δὴ τοῦτο παρεκόμισεν ὁ Χριστὸς, ὅτε δὴ λύσιν ἐπεφήμιζον αὐτῷ τοῦ νόμου τεθεραπευκότι τὸν παράλυτον ἐν Σαββάτῳ; ΠΑΛΛ. Μεμνήσομαι. ΚΥΡ.

Περιτέμνεται δὲ καὶ ἄνθρωπος ἐν Σαββάτῳ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οὐκ ἐπιτιμῶντος τοῦ νόμου· παρεγγυᾷ γὰρ ὁ τύπος καὶ μονονουχὶ διαμαρτύρεται σαφῶς, ὅτι πρέποι ἂν καὶ μάλα εἰκότως τοῖς ἐν Χριστῷ σαββατίζουσι, τουτέστι, τοῖς καταλήγουσιν ἁμαρτίας, καὶ ἁγιαζομένοις διὰ πίστεως, ἡ ἐν πνεύματι περιτομὴ πραττομένη κατὰ τὴν ὀγδόην, τουτέστι τὴν ἀναστάσιμον ἡμέραν· ἐγήγερται γὰρ οὕτω Χριστός. Ἐπειδὴ δὲ ἀνεβίω, τὸ τοῦ θανάτου καταλύσας κράτος, κατεσφράγισεν εὐθὺς τῷ ἁγίῳ Πνεύματι τοὺς ἑαυτοῦ γνωρίμους, καὶ τοῦτό ἐστιν ἡ ἐν πνεύματι περιτομή. Ἐνεφύσησε γὰρ λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἣ οὐχ οὕτω πράττεσθαι τὴν ὡς ἐν νοήσει περιτομὴν καὶ ὁ Παῦλός φησι; Περιτετμῆσθαι γὰρ δεῖν περιτομῇ ἀχειροποιήτῳ, τουτέστι πνεύματι, διισχυρίσατο τοὺς πεπιστευκότας. Προσθείην δ᾽ ἂν ὅτι, τῶν εἰς ἀνδρείαν τὴν πνευματικὴν, καὶ τοῦ συντρίβειν ἐχθροὺς, καὶ νικᾷν ἐν Χριστῷ τοὺς ἀνθεστηκότας, οὐκ ἂν καταλήξαιμεν εἰκότως, νοητῶς σαββατίζοντες· εἰκόνα δέ σοι παροίσω πάλιν τὸν ἀρχαῖον ἐκεῖνον Ἰησοῦν, ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ ᾑρηκότα τὴν Ἱεριχὼ κατὰ τὴν ἑβδόμην ἡμέραν, τουτέστιν, ἐν τῷ Σαββάτῳ. ΠΑΛΛ. Ἀργίαν οὖν ἄρα τὸ Σάββατον μόνον ἡμῖν, ὡς ἔοικε, τῶν ἐκ φαυλότητος καὶ ἁμαρτιῶν εἰσκομίσειεν ἂν, τόγε ἧκον εἰς ἀλήθειαν, τὴν ὡς ἐν τύποις ἔτι τοῖς ἀρχαιοτέροις μονονουχὶ σκιαγραφουμένην. ΚΥΡ.

Οὕτω φημί· καθ᾽ ἕτερον δὲ τρόπον, τὸ Χριστοῦ μυστήριον παραδείξειεν ἂν καὶ μάλα σαφῶς. ΠΑΛΛ. Τίνα δὴ φής. ΚΥΡ. Ἔφη που πάλιν ὁ νόμος· «Ἐὰν δὲ κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἀπελεύσεται ἐλεύθερος δωρεάν.» Καὶ ἐν μὲν τῇ Ἐξόδῳ ταυτί. Ἐν δὲ τῷ Δευτερονομίῳ πάλιν οὕτω φησί· «Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Ἑβραῖος, ἢ ἡ Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ· ὅταν δὲ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν· ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου, καὶ ἀπὸ τοῦ σίτου καὶ ἀπὸ τῆς κλήρου σου· καθὼς ηὐλόγησέ σε Κύριος ὁ Θεός σου, δώσεις αὐτῷ.» Τὸν μὲν γὰρ ἄλλον ἅπαντα χρόνον, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, πνεύματι δουλείας ὁ Ἰσραὴλ κατεσφίγγετο, νόμῳ τῷ κολάζοντι καταζευγνύμενος.

Ἐπειδὴ δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς (τέθειται δὲ ἡμῖν καὶ τοῦδε τύπος τὸ Σάββατον) ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, τότε δὴ τὸ μὲν δουλείας ἀφῄρηται πνεῦμα, προσκεκομικότες δὲ ὅλως οὐδὲν εἰς ἀπολύτρωσιν τῷ Δεσπότῃ, φιλανθρωπίνῳ χάριτι κέκληνται πρὸς ἐλευθερίαν, καὶ εἰς τὴν τῆς υἱοθεσίας δόξαν· δεδικαίωνται γὰρ οἱ πιστεύσαντες οὐκ ἐξ ἔργων νόμου κατὰ τὰς Γραφὰς, ἀλλ᾽ ἐκ πίστεως. Καὶ τοῦτο εἶναί φημι τὸ, «Ἀπελεύσεται ἐλεύθερος δωρεάν.» Ἀλλ᾽, «Ὅταν, φησὶν, ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν· ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου, ἀπὸ τοῦ σίτου σου, καὶ ἀπὸ τῆς ληνοῦ σου.» Ὁρᾷς ἐναργῶς τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν, ἔν γε τουτοισὶ διαλάμπουσαν; λελυτρώμεθα γὰρ, καὶ ἀνῆκεν ἡμᾶς ἐλευθέρους ὁ πάντων ἡμῶν Σωτὴρ, δωρεάν. Οὐ γὰρ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, κατὰ τὸ γεγραμμένον, τῆς οὕτως ὑπερφυοῦς ἡμερότητος μετεσχήκαμεν· ἀνιεὶς δὲ ἡμᾶς ἐλευθέρους, τουτέστιν, ἀπαλλάξας ἁμαρτιῶν, καὶ τῇ τῆς υἱοθεσίας κατακαλλύνας χάριτι, καλὸν ἡμῖν ἐφόδιον ἑαυτὸν προστέθεικεν, ὡς ἄμωμον ἱερεῖον, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν δι᾽ ἡμᾶς ἠγμένος, χαρισάμενός τε τὸ μετασχεῖν εὐλογίας τῆς ζωοποιοῦ, τουτέστι, τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος.

Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐφοδιάζεσθαι δεῖν ἀπὸ τῶν προβάτων, ἀπό τε σίτου καὶ οἴνου, τοὺς ἐν ἑβδόμῳ καιρῷ, τουτέστιν, ἐν τῷ νοητῷ Σαββάτῳ, κεκλημένους εἰς ἐλευθερίαν ἐξ ἡμερότητος τῆς Δεσποτικῆς· ἀλλὰ ταυτὶ μὲν ὁ νόμος. Ἐπειδὴ δὲ τοῖς Ἰουδαίοις ἀναπεπτωκόσιν εἰς ῥᾳθυμίαν, οὐ λίαν ἐδόκει τηρεῖν τὰ ἐντεταλμένα, κατῃτιᾶτο ὁ Θεὸς τοῦτο δρᾷν ἑλομένους. Γέγραπται γὰρ, ὅτι καὶ «Ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων· Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων· Διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλόμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων· Ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Ἑβραῖον, ὃς πραθήσεταί σοι, καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον· καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν· καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ· καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, ᾧ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ᾽ αὐτοῦ· καὶ ἐπεστρέψατε, καὶ ἐβεβηλώσατε τὴν διαθήκην μου, τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.» Ὁρᾷς ὅπως οὐκ ἀνέχεται τῶν τύπων ἀθετουμένων, μᾶλλον δὲ αὐτῆς τῆς ἀληθείας ἐξυβρισμένης ὡς ἐν σκιαῖς ἔτι; «

Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Τοὺς δὲ ἀνεθέντας ἅπαξ, ἀνόπιν ἕλκοντες Ἰουδαῖοι, καὶ τοῖς τῆς δουλείας αὖθις ὑποφέροντες ζυγοῖς, τὸ ἀμεταμέλητον οὐ τετηρῄκασι, προσκεκρούκασί τε διὰ τοῦτο τοῦ μυστηρίου τὴν δύναμιν, ἀθετήσαντές τε καὶ ἀτιμάσαντες, εἰ καὶ ἦν ἐν τύποις ἔτι ΠΑΛΛ. Ὀρθότατα ἔφης. ΚΥΡ. Δικαιούμεθα δὲ ὅτι δωρεὰν διὰ χάριτος τῆς ἐν Χριστῷ, τῆς ἑαυτῶν ζωῆς ἀντάλλαγμα προσενεγκόντες οὐδὲν, ἀλλ᾽ οὐδὲ τὴν τῆς ἐλευθερίας ἐκ πριάμενοι δόξαν, ἡμερότητι δὲ καὶ φιλανθρωπίᾳ Δεσποτικῇ τὸ χρῆμα κερδαίνοντες, ὑπετύπου λέγων ἐν τῷ Δευτερονομίῳ· «Δι᾽ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. Καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως, ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον σου, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις ὃ ἐὰν ᾖ σοι παρ᾽ αὐτῷ· τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου, ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής· ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος ὁ Θεός σου, ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν.» Ὁρᾶς διαστράπτουσαν ἐν ταῖς σκιαῖς τὴν ἀλήθειαν; Ἐναργέστατα γὰρ τοῦ Σωτῆρος ἡμῶν τὴν εἰς ἡμᾶς οἰκονομίαν παραδείξειεν ἂν καὶ τόδε.

Τοὺς μὲν γὰρ ἀγχοῦ γεγονότας αὐτῷ διὰ τῆς πίστεως, οἰκείους τε ἤδη καὶ ἀδελφοὺς ἀναδεδειγμένους, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, θείας τε φύσεως γενέσθαι κοινωνοὺς, ὀφλημάτων ἀνῆκεν, ἐκτετικότας οὐδέν· οὐ γὰρ ἐζήτησε παρ᾽ αὐτῶν τὰς τῆς παραβάσεως δίκας, καίτοι τοὺς λόγους τῶν σφίσι βεβιωμένων ἐπωφληκότας αὐτῷ· τοὺς δὲ ἀλλοτρίους ἔτι, μονονουχὶ δὲ καὶ ἀλλογενεῖς, διὰ τὴν ὀλέθριον αὐτῶν ἀπιστίαν, καὶ ὡς ἀπωτάτω γεγονότας τῆς εἰς αὐτὸν οἰκειότητος, ἐνόχους κατέστησε τοῖς ὀφλήμασι, καὶ ὡς ἀναπόνιπτον ἔχοντας ἔτι τὴν ἁμαρτίαν, ὑπόχρεώς τε τῇ δίκῃ καὶ τῷ κολάζεσθαι δεῖν εἰκότως εἰργάσατο· καὶ γοῦν προσεφώνει μὲν τοῖς πεπιστευκόσιν· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Τοῖς δὲ τὴν ἀληθῆ καὶ εὐαγγελικὴν ἀτιμάζουσι παίδευσιν, «Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Συνίης οὖν ὅτι, τοὺς μὲν κατὰ πίστιν οἰκείους, πρὸς ἐλευθερίαν ἀνήσειν ἐπαγγέλλεται, τοὺς δὲ ἀλλοτρίους ἔτι καὶ ξένους, ἐντεθνεῶτας τοῖς πταίσμασιν, ἀποτίσειν ἔφη τῷ κριτῇ τῶν ἰδίων πλημμελημάτων τοὺς λόγους; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Διαμορφοῖ δὲ ἀστείως καὶ τὴν εἰς αἰῶνα τὸν μέλλοντα τρυφὴν ἁγιοπρεπῆ, καὶ τὴν τῶν οὐρανίων μέθεξιν ἀγαθῶν ἡ κατὰ τὸ Σάββατον ἀργία. ΠΑΛΛ.

Φράσον ἂν ὅπως συνιέναι θέλοντί μοι. ΚΥΡ. Καὶ μάλα. Ψάλλει γάρ που λέγων ὁ θεσπέσιος Δαβὶδ περὶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τοῦ πάντα ἰσχύοντος Θεοῦ· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» τὸ μάννα λέγων, οὐρανοῦ καὶ ἀγγέλων τροφὴν, ἵνα τῶν αἰσθητῶν τε καὶ ὁρατῶν τὸν οἰκεῖον ἱέντες ἐπέκεινα νοῦν, τὴν πνευματικὴν καὶ θείαν κατασκεπτώμεθα χορηγίαν, ἢν ταῖς τῶν ἁγίων ψυχαῖς ἐνίησι Θεὸς, τὸν ἀγγέλους τρέφοντα, καὶ ζωογονοῦντα τοὺς ἀνθρώπους, Θεὸν λόγον ἐγκαταυλίζεσθαι ποιῶν τοῖς τὴν πίστιν εἰσδεδεγμένοις.

Κατῴκηκε γὰρ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἄρτῳ ζῶντι καὶ ἐξ οὐρανοῦ τρεφόμεθα πρὸς εὐεξίαν τε καὶ ἰσχὺν πνευματικήν· τύπος μὲν οὖν τοῦ τοιοῦδε, τὸ μάννα, σαφὴς καὶ ἀνενδοιάστως ἔχων. Προστέταχε δὲ ὁ νόμος συναγείρειν αὐτὸ τοὺς υἱοὺς Ἰσραὴλ, τὸ διαρκῶς ἔχον ἑκάστῳ μὴ ὑπερτρέχοντας. Γέγραπται γὰρ ὡδί· «Τὸ πρωῒ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κορίαννον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ, εἶπαν ἕτερος τῷ ἑτέρῳ· Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἧν.

Εἶπε δὲ Μωσῆς πρὸς αὐτούς; Οὗτος ὁ ἄρτος ὃν δέδωκεν ὑμῖν Κύριος φαγεῖν. Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· Συναγάγετε ἀπ᾽ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομὸρ κατὰ κεφαλὰς, κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν, ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξατε.» Εἶτά φησι καὶ μεθ᾽ ἕτερα πάλιν· «Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ, συνέλεξαν τὰ δέοντα διπλᾶ γομὸρ τῷ ἑνί· εἰσῆλθον δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς, καὶ ἀνήγγειλαν Μωσῇ. Εἶπε δὲ Μωσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμά ἐστιν ὃ ἐλάλησε Κύριος· Σάββατα ἅγια ἀνάπαυσις τῷ Κυρίῳ· αὔριον ὅσα ἂν πέ[σ]σητε, πέ[σ]σετε, ὅσα ἐὰν ἕψητε, ἕψετε, καὶ πᾶν τὸ πλεονάζον καταλείπετε αὑτοῖς ἀποθήκην εἰς τὸ πρωΐ.» Εἶτα πρὸς τούτοις τὸν θεῖον αὐτοῖς διεσάφει νόμον, εὐθὺς ἐπειπὼν ὁ ἱεροφάντης Μωσῆς· «Φάγετε σήμερον· ἔστι γὰρ Σάββατα σήμερον τῷ Κυρίῳ. Οὐχ εὑρήσετε σήμερον ἐν τῷ πεδίῳ. Ἓξ ἡμέρας συλλέξετε, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ Σάββατα· οὐκ ἔσται ἐν αὐτῇ.» Ἆρά σοι λοιπὸν, ὦ Παλλάδιε, καὶ μετὰ τοῦτο ἀσυμφανὲς, ὅτι τῆς ἐσομένης εἰς αἰῶνα τὸν μέλλοντα ζωῆς, οἱονεὶ προευτρεπισμὸν καὶ ὑποτύπωσιν ἂν ἔχοι καὶ μάλα σαφῆ, τὸ μήτε τι δρᾷν ἐν Σαββάτῳ; συλλέγειν δὲ ὥσπερ εἰς ἀποθήκην τὸ ἤδη πεπορισμένον; καὶ μηδὲ αὐτὸ τὸ ἐξ οὐρανοῦ καταδεδόσθαι μάννα, τῷ δὲ ἤδη συγκεκομισμένῳ διακεχρῆσθαι δεῖν εἰς ἀπόλαυσιν καὶ τροφήν;

Σαββατίζοντες γὰρ ἐν Χριστῷ καὶ εἰς λῆξιν ἰόντες τῆς ἁμαρτίας ὁλοτελῆ, τοῖς ἄνωθεν ἐντρυφήσομεν ἀγαθοῖς, πόνου μὲν ἐξῃρημένου παντὸς, ἱδρώτων δὲ δίχα, πᾶν ὅπερ ὀνίνησι πλουσίως εὑρίσκοντες. ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος. Ἐφ᾽ ἑτοίμοις γὰρ ὥσπερ καὶ προκεισομένοις ἅπασιν ἀγαθοῖς ἡ τὸ τηνικάδε τῶν ἁγίων ἔσται ζωή· εἰρήσθω δὲ καὶ πρὸς ἡμῶν αὐτῶν ἁγίῳ παντί· «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.» ΚΥΡ. Οὐκοῦν ἀναθέοντες εἰς τὸ ἀπαρχῆς, καὶ ὥσπερ ἀνόπιν τὸν λόγον ἀνασειράζοντες, ἐκεῖνό φαμεν, τὸ, ὅτι δὴ σφόδρα καὶ ἀκολούθως ὁ νόμος ἐφ᾽ ἕνα τὸν φύσει καὶ ἀληθῶς μεταστήσας Θεὸν, οὐ συγκεχώρηκεν ἀγνοεῖν οὐδὲ τὸν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ φύντα τε καὶ συνυπάρχοντα συναΐδιον Λόγον.

Προεντειλάμενος γὰρ καὶ εἰπὼν, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου·» καὶ μήν· «Καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ·» συνῆψεν εὐθὺς τὸ Χριστοῦ μυστήριον, ἐπειπών· «Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν.» Οἶμος γὰρ ἥδε καλή τε καὶ ἀναγκαία, καὶ θεοπρεπεστάτης εὐτεχνίας ὁδὸς, καὶ τελεωτάτην τοῖς ἃ προσῆκεν εἰδέναι μανθάνουσιν, ἐμποιοῦσα τὴν ὄνησιν. Καὶ γοῦν ὁ Σωτὴρ πρὸς τὸν ἐν οὐρανοῖς ἔφη Πατέρα καὶ Θεόν· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Συμπαρομαρτεῖ γὰρ ἀναγκαίως τῷ λόγῳ τῷ περὶ Πατρὸς, ὁ περὶ Υἱοῦ, καὶ ἀγχίθυρος λίαν ἡ ἐπ᾽ ἀμφοῖν ἐστι γνῶσις. Ἰουδαίοις γοῦν τῆς ἀληθείας ἡμαρτηκόσι, διὰ τοῦ μὴ προσίεσθαι τὸν Υἱὸν, οἰομένοις δὲ ὅτι Θεὸν ἐγνώκασιν, ἐπετίμα λέγων· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.» Συνεισκρίνεται γὰρ ἐπ᾽ ἀμφοῖν ἡ ἑκατέρου γνῶσις.

Οὐκοῦν θεμέλιον ὥσπερ τινὰ προκαταθεὶς ἀναγκαίως τὸ ἀκριβὲς εἰς θεογνωσίαν, καὶ τοῦ νομοθέτου τὴν εἴδησιν προενριζώσας αὐτοῖς, κάτεισιν ἐπὶ τὰ ἀνθρώπινα, καὶ τῇ εἰς Θεὸν αἰδοῖ γείτονα τίθησι καὶ συνημμένην εὐθὺς τὴν εἰς πατέρα τε καὶ μητέρα, δι᾽ ὧν εἰς τὸ εἶναί τε καὶ ὑπάρχειν ὅλως Θεοῦ κατανεύοντος κεκομίσμεθα, δευτέραν ὥσπερ τινὰ τάξιν ἐχόντων τοῦ Δημιουργοῦ· θείοις μὲν γὰρ νεύμασι καὶ αὐτοδιδάκτῳ τέχνῃ ζωοπλαστεῖ τὸ τικτόμενον ἡ φύσις ἐν ἑαυτῇ· δημιουργικὴν δὲ ὥσπερ ὑποπλάττεται δόξαν· καὶ ὥσπερ ὁ Θεὸς πάντων ἐστὶν ἀρχὴ καὶ γένεσις, καθὸ Ποιητὴς καὶ Δημιουργὸς, οὕτω καὶ ἕκαστος τῶν εἰς γονέας τετελεκότων τῷ ἐξ αὐτοῦ φύντι τέκνῳ ῥίζα τις ὥσπερ ἐστὶ γενέσεως, καὶ τῆς εἰς τὸ εἶναι παρόδου πηγή. Εἰς τύπον δὴ οὖν τοῦ πάντων δημιουργοῦ, ἡ πατρὸς καὶ μητρὸς ὑπουργία πρὸς ὕπαρξιν, εἰς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς. Τοιγάρτοι τῶν ἄλλων προφερεστέραν τὴν εἰς αὐτοὺς ποιεῖσθαι τιμὴν ὁ νόμος προστέταχεν, οὔτε γερῶν ἀποστήσας τοὺς ᾑρημένους τιμᾷν, οὔτε ποινῆς ἀπαλλάττων τοὺς τοῦτο δρᾷν οὐκ ἀνεχομένους· τὴν μὲν γὰρ εὐγενῆ καὶ ὁσίαν γνώμην τιμαῖς στεφανοῖ· τὴν δὲ οὐχ οὕτως ἔχουσαν, τοῖς εἰς λῆξιν καταφορτίζει κακοῖς· «Τίμα» γὰρ, φησὶ, «τὸν πατέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.»

Οὐκοῦν ἆθλον μὲν ὥσπερ τι καὶ γέρας ἐξαίρετον εἰς ζωὴν, καὶ τὸ ἐπὶ μήκιστον ἰέναι χρόνον, τοῖς ἐθέλουσι τιμᾷν, θάνατον δὲ τοῖς ἀλαζόσι καὶ ὑβρισταῖς ἐπαρτήσας ὁ νόμος, παιδαγωγὸν ὥσπερ τινὰ μετασοβοῦντα πρὸς τὸ εὐθὺ τὸν φόβον ἐφίστησιν. Ἔφη γὰρ πάλιν· «Ὃς τύπτει πατέρα ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω· καὶ ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα, τελευτήσει θανάτῳ.» Ἄθρει δὴ οὖν ὅτι πάντα μὲν τὸν τρόπον τῆς εἰς αὐτοὺς ἁμαρτίας ἐν ἴσῳ κολάζει μέτρῳ, ἀγχοῦ δὲ δὴ πάλιν τοῖς περὶ Θεοῦ τὰ γονέων δίκαια τιθεὶς ὁρᾶται σαφῶς. Ὥσπερ γὰρ ἐπὶ Θεοῦ, τὸ γλώττης πλημμέλημα τιμᾶται θανάτῳ καὶ ταῖς εἰς ἄκρον ὀργαῖς, οὕτω καὶ ἐπ᾽ αὐτῶν τῶν γεγεννηκότων· καὶ τὴν θείαν μέν τις ἀθετήσας ἐντολὴν, καὶ ταῖς παραβάσεσι καταλυπεῖν ᾑρημένος τὸν παιδαγωγὸν, χωρὶς οἰκτιρμῶν ἀποθνήσκει. Πατρὸς δὲ τυχὸν ἢ μητρὸς ὑποθηκῶν ἀλογήσας, λιθόλευστος τελευτᾷ, νόμου τοῦ θείου καὶ τόδε προστεταχότος.

Ἔφη δὲ οὕτως ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δέ τινι ᾖ υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς, οὐχ ὑπακούων φωνῆς πατρὸς αὐτοῦ καὶ φωνῆς μητρὸς, καὶ παιδεύσωσιν αὐτὸν, καὶ μὴ εἰσακούσῃ αὐτῶν· καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ, καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ, καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτοῦ λέγοντες, ὅτι Ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ, καὶ ἐρεθίζει, καὶ οὐκ εἰσακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ· καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ λίθοις, καὶ ἀποθανεῖται.

Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται·» Ἆρά σοι λοιπὸν ἐνδοιάζειν ἔτι καὶ μετὰ τοῦτο θέμις, ὡς εἶσι κατ᾽ ἴχνος τῆς τοῦ Θεοῦ τιμῆς ἡ εἰς πατέρα τε καὶ μητέρα; ΠΑΛΛ. Οὐδαμῶς. Ἐκδυσωπεῖ γὰρ ἡμᾶς εἰς γε τὸ χρῆναι τιμᾷν, καὶ τὸ ὑπό του σοφῶς εἰρημένον· «Μνήσθητι, ὅτι δι᾽ αὐτῶν ἐγεννήθης.» Καὶ μὴν ὁ πατριάρχης Ἰακιὼβ ἐπιεικέστατα λέγων· «Εἰ μὴ ὁ φόβος Ἰσαὰκ τοῦ πατρὸς ἦν μοι.» ΚΥΡ. Ἆρ᾽ οὖν, εἰπέ μοι, τὸ δι᾽ αὐτῶν γεγενῆσθαι λέγειν, οὐκ εἰκόνα τοῦ Δημιουργοῦ καὶ τοῦ πρὸς τὸ εἶναι καλοῦντος τὰ οὐκ ὄντα ποτὲ καταδείξειεν ἂν ἐναργῶς ὄντας αὐτούς; τὸ δὲ δὴ καὶ φόβῳ τῷ πρὸς ἡμῶν τετιμῆσθαι πρέπειν, οὐ μονονουχὶ καὶ ἐν αὐτῷ Δεσποτικῷ τέθεικεν ἀξιώματι; ΠΑΛΛ. Καὶ μάλα. Τοιγάρτοι καὶ ἐπαρᾶταί τισιν ὁ Παροιμιαστὴς, λέγων· «Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητρὸς, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων.» Πλὴν ἐκεῖνο διασάφει, τὸ ὅπως ἂν οἴοιτό τις εἰρῆσθαι σαφῶς παρὰ τοῦ πάντων Σωτῆρος Χριστοῦ· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Μεμνήσομαι δὲ κἀκείνου· πατέρα γὰρ θάπτειν καὶ γηροκομεῖν ἐκλιπαροῦντι τῷ μαθητῇ, τὸ «Ἀκολούθει μοι, φησὶ, καὶ ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.» ΚΥΡ. Εἶτα τί τὸ ἄτοπον ἐν τούτοις;

ἄναντες γὰρ οὐδὲν, ὥς γέ μοι δοκεῖ, ψιλὴ δὲ λίαν τῶν προκειμένων ἡ γνῶσις, καὶ ἑλεῖν ἑτοιμοτάτη τοῖς ἐθέλουσιν ὀρθῶς νοεῖν. ΠΑΛΛ. Καὶ μὴν οὐκ ἐλεύθερος παντελῶς ὑποψίας ὁ λόγος· ἔοικε γάρ πως τῆς εἰς γονέας αἰδοῦς ἀποκομίζειν ἡμᾶς. ΚΥΡ. Ἄπαγε τῆς ὑπονοίας, ἄνθρωπε, καὶ τῶν οὕτω κεκιβδηλευμένων ἐννοιῶν! ἀφίστησι γὰρ, οὔ τί που τῆς εἰς γονέας αἰδοῦς, τοῦ Σωτῆρος ὁ λόγος, πρεσβυτέραν δὲ καὶ ἀμείνω τὴν εἰς Θεὸν ἡγεῖσθαι διδάσκει. Διατετέλεκε δὲ καὶ ἡμῖν ὁ λόγος, ἀγχοῦ καὶ δευτέραν ἄνω τε καὶ κάτω τῆς Θεῷ πρεπούσης ὀνομάζων αὐτὴν, ὃ δὴ καὶ αὐτὸς τετήρηκεν ὁ Χριστὸς, οὐκ αἰτίαν ἐπιγράψας τοῖς ἀγαπᾷν ἑλομένοις, ἀλλ᾽ οὐδὲ μῶμόν τινα καὶ γραφὴν ἐπιθεὶς τοῖς ᾑρημένοις τιμᾷν. Τό γε μὴν κατόπιν ἰέναι Θεοῦ τὰ ἀνθρώπινα, πρεπωδέστατα νομοθετεῖ. Τοιγάρτοι φησὶν οὐχ ἁπλῶς· «Ὁ φιλῶν πατέρα αὐτοῦ ἢ μητέρα·» προστέθεικε δὲ τὸ, «ὑπὲρ ἐμέ.» Ἢ γὰρ οὐκ οἰήσῃ πρέπειν τῆς εἰς ἀνθρώπους ἀγάπης προτετάχθαι τὴν εἰς Θεόν; ΠΑΛΛ. Παντάπασι μὲν οὖν. ΚΥΡ. Ἰέναι δὴ οὖν οὐκ ἠφίει τὸν μαθητὴν ἐπὶ τὸ μὴ δεῖν οἴεσθαι προὐργιαιτέραν ποιεῖσθαι τῆς εἰς Θεὸν αἰδοῦς τὴν εἰς ἄνθρωπον, κἂν εἰ ὑπάρχοι πατὴρ, ὁ καὶ τοῖς τῆς φύσεως νόμοις εἴς γε τὸ χρῆναι τιμᾶσθαι συνηγορούμενος. Ἀμείνω μὲν οὖν τὰ καθ᾽ ἑαυτὸν ποιεῖται τῶν καθ᾽ ἡμᾶς.

Τὸ γάρ τοι πάντων ἐπέκεινα καὶ ἀνωτάτω, Θεός· ἐφίησι δὲ οὐδαμῶς παρ᾽ οὐδὲν ἡγεῖσθαί τισιν τὴν εἰς γονέας αἰδὼ, διά γε τὸ χρῆναι φρονεῖν τε καὶ λέγειν, ὡς ἔστιν ἐν μοίρᾳ τῇ πρεσβυτέρᾳ τε καὶ ἀμείνονι τὰ τοῦ Θεοῦ. Ἐπίκλημα γὰρ ἐποιεῖτο τοῖς Ἰουδαίων καθηγηταῖς τὸ χρῆμα ὁ Χριστὸς λέγων· «Ὁ Θεὸς εἶπε, Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα σου· ὑμεῖς δὲ λέγετε, φησὶν ὁ Θεός· Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ αὐτοῦ, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.» ΠΑΛΛ. Καὶ μὴν οὐ λίαν ἑτοίμη τῶν προκειμένων ἡ γνῶσις. Διασάφει δὴ οὖν ὅ τί ποτέ ἐστιν ἔν γε τούτῳ τὸ τῶν Φαρισαίων πλημμέλημα. ΚΥΡ. Ἐν τῷ Λευϊτικῷ γέγραπταί που· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἄνθρωπος ὃς ἐὰν εὔχηται εὐχὴν ὥς τε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται ἡ τιμὴ αὐτοῦ πεντήκοντα δίδραχμα ἀργυρίου, τῷ σταθμῷ τῷ ἁγίῳ.» Ὀλίγα δὲ ἄττα μεταξὺ γυναίου τε πέρι καὶ μειρακίων εἰπὼν, ἐπιφέρει πάλιν· «Ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς.»

Μυστικὸς μὲν οὖν ὁ λόγος καὶ βαθὺς, καιρῷ δὲ τῷ πρέποντι πρὸς ἡμῶν εὖ μάλα βασανισθήσεται· τὸ δὲ ἐν χερσὶ, φέρε λέγωμεν· Προσῄεσάν τινες τῶν ἐξ Ἰσραὴλ, καὶ καθιεροῦν ἐσπούδαζον τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς, ὡς ἐν τύπῳ μὲν ἔτι καὶ σκιᾷ, πλὴν κατὰ τὸν νόμον, τὰς ὑπὲρ σφῶν αὐτῶν ὁμολογοῦντες τιμὰς τοῖς ἱερᾶσθαι λαχοῦσι, καὶ τῷ θείῳ προσεδρεύουσι θυσιαστηρίῳ. Ἀλλ᾽ ἦσάν τινες, ἐφιέμενοι μὲν τῆς τοιᾶσδε δόξης, (ἡγιασμένοι γὰρ ἤδη καὶ ἱεροὶ, καὶ θεῖον ἀνάθημα, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε χρηματίζειν ἠξίουν;) σπάνει δὲ χρημάτων ἀνακόπτοντες τὴν ἐπιθυμίαν, καὶ δυσδιάφευκτον ἔχοντες παραπόδισμα τοῦ πράγματος τὴν πτωχείαν· προτρεπόντων δὲ αὐτοὺς καὶ μάλα προθύμως ἐπὶ τὸ δεῖν ἰέναι πρὸς τοῦτο τῶν Γραμματέων καὶ Φαρισαίων (ἐρασιχρήματοι γὰρ οἱ τοιοίδε λίαν, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι), τὴν εἰς γονέας αἰδὼ προετείνοντο, δύνασθαί τε μόλις σφίσι τε αὐτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι τυχὸν, ἢ καὶ ἄμφια συλλέγειν, ἀληθεύοντες, ἔφασκον.

Οἵδε ἀναπείθειν ἐτόλμων, παρ᾽ οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ Θεόν· κἂν εἰ προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ᾽ αὐτῶν ζητοῦντες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον πατρὶ καὶ μητρί· «Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς ἄν.» Τουτέστιν, Ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, τὸ θεῖον ἴσθι τοι παραβλάπτων ἀνάθημα, καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ Θεῷ. Οἱ δὲ τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη, καὶ τοὺς ἐπὶ τῷδε νόμους καταπεφρικότες ἄγαν, διεκαρτέρουν οἰμώζοντες, καὶ τὴν εἰς Θεὸν εὐσέβειαν πρόφασιν αὐτοῖς γενέσθαι λιμοῦ διετείνοντο, κατακεκραγότες τάχα που καὶ τῆς θείας ἐντολῆς, ὡς ἀδικούσης αὐτοὺς εἰς τὰ καιριώτατα.

Διὰ τί τοίνυν φησὶν, «Ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν;» Ἔδει γὰρ, ἔδει τιμᾷν τοὺς φύσαντας, οὐ τῆς εἰς Θεὸν εὐσεβείας ἕνεκα τὸν ἐπ᾽ αὐτοῖς καταλύειν νόμον. Οὐκοῦν οὔτε τῶν Θεῷ πρεπόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα, οὔτε μὴν εἰσάπαν τῶν ἀνθρωπίνων διὰ Θεὸν καταραθυμεῖν ἀναγκαῖον· ἀπονέμοντας δὲ μᾶλλον τὸ τῆς ἀγάπης ἐξαίρετον τῇ πάντων ἀρχῇ, τουτέστι τῷ Θεῷ, καὶ καθάπερ ἐν τάξει δευτέρᾳ καὶ γείτονι, παρακομίζειν εὐθὺς καὶ εἰς τοὺς τῆς γενέσεως ὑπουργοὺς τὰς αὐτοῖς ὅτι μάλιστα πρεπούσας τιμὰς προσενθυμουμένους, οἷς ἔφην καὶ τόδε. ΠΑΛΛ. Τὸ τί δὴ φής; ΚΥΡ. Χρῆμα γὰρ ὅτι μάλιστα τῶν ἀναγκαίων ἡμῖν ἀποφαίνων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν εἰς τοὺς φύσαντας αἰδὼ, φειδοῦς ἠξίου καὶ λόγου τὴν ἑαυτοῦ μητέρα. Ἀπηρτημένος γὰρ ἤδη τοῦ τιμίου σταυροῦ, καὶ τῷ ξύλῳ προσηλωμένος, τῷ γνησίῳ μαθητῇ τὴν ἁγίαν ἐδίδου Παρθένον, καὶ γηροκόμον αὐτῇ καθιστὰς τὸν ἠγαπημένον, ἔλεγεν· «Γύναι, ἰδοὺ ὁ υἱός σου· καὶ τῷ μαθητῇ εἶπεν· Ἰδοὺ ἡ μήτηρ σου· καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας, φησὶν, ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια. ΠΑΛΛ. Ὡς ἄριστά γε ἡμῖν ὁ περὶ τοῦδε λόγος ἐκπεποιῆσθαι δοκεῖ. ΚΥΡ.

Καταζεύξας δὴ οὖν εὖ μάλα τοῖς γεγεννηκόσι τὰ ἐξ αὐτῶν, καὶ τὸν ἐκ νόμου καὶ ἀνάγκης αὐτοῖς ἐπιῤῥίψας ζυγὸν, ὁποῖοί τινες εἶεν ἂν περὶ τὰ σφῶν αὐτῶν γεννήματα καὶ οἱ γονεῖς, εἰ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἐκσοβήσονται, παραχρῆμα νομοθετεῖ.

Παῦλος μὲν οὖν ὁ σοφώτατος ἐν βραχεῖ καὶ εὐαπαλλάκτως, ὑποτάττεσθαι δεῖν τοῖς πατράσι, παρεγγυᾷ τοῖς τέκνοις· ἔφη δὲ, ὅτι καὶ »Οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν νουθεσίᾳ Κυρίου·» τουτέστι, Τῶν ἀρίστων αὐτοῖς μαθημάτων εἰσηγηταὶ γεγονότες, πρὸς θεοφιλῆ καὶ ἐννομωτάτην ἀπευθύνετε πολιτείαν. Διὰ κύκλου δὲ ὥσπερ ὁ νόμος (σύνηθες γάρ ἐστιν ὡς ἀεὶ τοῦτο αὐτῷ), τῆς τῶν τέκνων ἐπιεικείας προνοεῖν ὅτι μάλιστά γε καὶ μάλα ὀρθῶς ἐπισκήπτει πατράσιν· «Οὐ γὰρ βεβηλώσεις,» φησὶ, «τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτὴν, καὶ οὐκ ἐκπορνεύσῃ ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας. Τὴν γάρ τοι σωμάτων ἁγνείαν καὶ πρό γε τῶν ἄλλων, καὶ πρωτόλειον ὥσπερ τι τῆς εὐαγοῦς πολιτείας, ἐξαιτεῖ παρ᾽ ἡμῶν ὁ Δημιουργός· προεισβολαὶ γὰρ ὥσπερ τῆς κατὰ πνεῦμα λαμπρότητος τὰ σωματικὰ, τὸν ἐπ᾽ αἰσχρότητί τε καὶ ἀτιμίᾳ διαδιδράσκοντα μῶμον. Τὰ πάντων οὖν ἄριστα πρέποι ἂν ἡμῖν εἰσηγεῖσθαι πατέρας. Εἰ δὲ δὴ μέλλοιεν ὑπτιοῦσθαι καὶ ῥᾳθυμεῖν οἱ παιδαγωγοὶ, μᾶλλον δὲ καὶ τῶν αἰσχιόνων αὐτοῖς γεγονότες ἀρχηγοὶ καὶ καθηγηταὶ παραλόγως ἡλίσκοντο, ποινὴν ὑποστήσονται τὴν ἐσχάτην, ὡς τοὺς ἰδίους αὐτοὶ καρποὺς καταφθείροντες, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις, ὧν ἦν δήπου καὶ ὑπερθνήσκειν ἄμεινον· νομοθετεῖ γὰρ καὶ τοῦτο ἡ φύσις πατράσιν.

Ὁ δὲ δὴ πρὸς αἰσχρότητα τὴν ἐμφανεστάτην τοῖς ἐθέλουσι προθεὶς τὸ ἑαυτοῦ κόριον, οὐχ ὑπὲρ αὐτοῦ καὶ μόνου δικαίως ἂν εὐθύνοιτό τε καὶ ἐξαιτοῖτο δίκας παρά γε τοῦ πάντων κριτοῦ, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ πρὸς αἰσχρότητα διωλισθηκότος. Θήρατρον γὰρ ὥσπερ τι προθεὶς καὶ θανάτου λίνον, πάντας ἔχει συλλαβὼν, καὶ εἰ μὴ πάντες ἁλίσκοιντο. Δοκιμάζεται γὰρ οὐχὶ δή που πάντως τὸ ἐκβεβηκὸς, ἀλλὰ τῶν ἐγχειρημάτων ἡ δύναμις· γυναικὸς δὲ πέρι τοιᾶσδε, καὶ ὁ σοφώτατος γράφει Σολομών· »Τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς.» Ἀναγκαίως τοιγαροῦν ὁ νομοθέτης, «Οὐ βεβηλώσεις,» φησὶ, «τὴν θυγατέρα σου, ἐκπορνεῦσαι αὐτὴν, καὶ οὐκ ἐκπορνεύσῃ ἡ γῆ.» Οὐ γὰρ οὔσης ὅλως, περὶ ἣν ἂν γένοιτο τυχὸν τῆς πορνείας τὸ ἔγκλημα, χαλεπὸν οὐδὲν τὸ διαδράναι παθεῖν, καὶ εἴ τῴ τις εἴη πρὸς ἡδονὴν εὐπάροιστος, καὶ τὸ ἄναλκι παντελῶς ἀῤῥωστήσας ὁ νοῦς, εὐκοσμίαν δὲ τὴν εἴς γε τὸ σῶμα τηρεῖσθαι.

Τέως προστάξας παρὰ τῶν πατέρων τοῖς τέκνοις, θανάτῳ τιμᾶται καὶ τὸν εἰς τοῦτο ἰόντα γνώμην, ὡς εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ τὰ ἴδια παραῤῥίψαι γεννήματα· γέγραπται δὲ οὕτως ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων· Ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσγεγενημένων προσηλύτων ἐν Ἰσραὴλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις· καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου, καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι.» ΠΑΛΛ. Ἀμυδρὸς ὁ νόμος. Οὐ γὰρ ἐναργές πω μάλα τὸ τί ἂν βούλοιτο δηλοῦν. Διασάφει δὴ οὖν· δράσεις γὰρ ὀρθῶς. ΚΥΡ.

Μωαβῖται καὶ Μαδιηναῖοι, Γεργεσαῖοί τε καὶ Ἀγαρηνοὶ, καὶ βαρβάρων ἕτερα ἄττα γένη, τὴν Ἰουδαίων προσοικοῦντα χώραν, ἔθεσιν ἐπολιτεύετο τοῖς Ἑλληνικοῖς, καὶ ἦν ἑκάστῳ θρησκεία τὸ δοκοῦν, καὶ τὸ εἰς νοῦν ἧκον ἁπλῶς, προσκύνησις καὶ λατρεία· ἀσφαλῆ δὲ οὔπω καὶ ἐρηρεισμένην ἔχοντες τὴν διάνοιαν εἰς φιλοθεῖαν οἱ ἐξ Ἰσραὴλ, κομιδῇ μὲν ἦσαν εὐπάροιστοι πρὸς ἀπόστασιν, εὔκολοι δὲ οὕτως εἰς ἀποφορὰν, ὡς ἡγεῖσθαι παρ᾽ οὐδὲν τὸ καὶ αὐτοῖς, εἰ τύχοι, προσκυνεῖν τοῖς τῶν ὁμόρων θεοῖς, καὶ συνελέσθαι νοσεῖν τοῖς γείτοσι τὴν ἄνωθεν τε καὶ ἐν Αἰγύπτῳ πλάνησιν. Καὶ γοῦν ταῖς ἐκ Μαδιὰμ νεάνισιν ἐπεμαίνοντό ποτε, καὶ γυναίων ὥραις συνηρπασμένοι, συνεπεκαλοῦντο αὐτοῖς τὸν Βεελφεγώρ. Ἐντεῦθεν ὁ νομοθέτης προαναθρήσας εὖ μάλα τὸ σαθρόν τε καὶ εὐδιάκλαστον τῆς ἐνούσης αὐτοῖς διανοίας, ἀπέφησε παντελῶς τὴν πρὸς ἀλλοτρίους ἐπιμιξίαν, σαφέστατα λέγων· «Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾽ ἐμοῦ, καὶ πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.»

Ἐπειδὴ τοίνυν ἦν δή που πάντως, καὶ μάλα εἰκότως, τῶν ἐξ Ἰσραὴλ ἑλέσθαι τινὰς, τοῖς τῶν ἐθνῶν περιφανεστέροις κατεγγυᾷν θυγατέρας πλούτῳ σεσαγηνευμένας, εἴς γε τὸ χρῆναι λογίζεσθαι παρ᾽ οὐδὲν τὴν ἀπόστασιν, ὀργὴν καὶ τὸν θάνατον καθορίζει τοῦ τολμήματος, καὶ τοῖς περὶ τῶν ἐσχάτων ὑποφέρει λόγοις τὴν γραφήν· ἦν γὰρ ἀναγκαῖον τὴν ἀλλογενεῖ δοθεῖσαν, γενέσθαι καὶ ἑτερόφρονα, καὶ λατρεῦσαι δαίμοσιν· ὡς ὀλετῆρα δὴ οὖν τοῦ ἰδίου καρποῦ, ταῖς ἰσοῤῥόποις ὑπέστρωσε δίκαις.

Οὐκοῦν ἡ μὲν ἱερά τε καὶ νέα Γραφὴ παρεγγυᾷ τοῖς φύσασιν, ἐν νουθεσίᾳ Κυρίου ποιεῖσθαι σπουδάζειν τὰς τῶν τέκνων ἀνατροφὰς, ὁ δὲ βραδύγλωσσος νόμος διὰ κύκλου καὶ περιφορᾶς τὴν αὐτὴν εἴσεισιν ὁδόν.

Τὸ γάρ τοι μὴ χρῆναι πατέρας θυγατράσιν ἐφεῖναι δρᾷν τὰ εἰς αἰσχρότητα καὶ ἀσέλγειαν προεπιτάξας εὖ μάλα, δεῖν δὴ ἔτι καὶ μετὰ τοῦτό φησι τὰ εἰς θεογνωσίαν αὐταῖς ἀσάλευτα τηρεῖν, καὶ βεβήλοις εἰδωλολατρ[ε]ίαις οὐκ ἐᾷν ἐναλίσκεσθαι, κἂν εἰ πολλή τις αὐταῖς προκέοιτο περιουσία χρημάτων· ἀνδρὶ μὲν γὰρ ἀλλογενεῖ, πλουσίῳ δ᾽ οὖν ὅμως, νόμῳ τοῦ γάμου συνεζευγμένη, ἆρ᾽ οὐχὶ τοῦτό ἐστι τὸ, «Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἴδοι δ᾽ ἄν τις, καὶ μάλα ῥᾳδίως, οὐ βραχὺ τὸ μεσολαβοῦν, τοῖς τε ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τοῖς διὰ νόμου παιδαγωγουμένοις. Τὸ μὲν γὰρ ὀθνείοις ἐπιπλέκεσθαί τισιν, ὁμόσε τε κατὰ ταὐτὸν τοῖς ἀλλογενέσιν ἰέναι, τοῖς ἀρχαιοτέροις οὐκ ἀζήμιον ἦν· ἡμῖν δὲ ὁ Παῦλος, πολιτεύεσθαι δεῖν ἄμεινόν τε καὶ εὐθαρσέστερον συμβουλεύει, λέγων· «Εἴ τις ἀνὴρ γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ, ἤτις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα. Ἡγίασται γὰρ ὁ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί· καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί.» Τίς οὖν ἄρα ἐστὶ τῆς ἔν γε τούτοις οἰκονομίας ὁ τρόπος; Ἐδεδίει δὲ ἀνθ᾽ ὅτου πάλαι μὲν ὁ νόμος τὴν πρὸς ἑτερόφρονας ἀναπλοκὴν, νυνὶ δὲ οὐκ ἔτι;

Ἐδραίους μὲν γὰρ τοὺς ἐν Χριστῷ κεκλημένους, καὶ ἀκατάσειστον ἔχοντας τὴν φιλοθεΐαν, τὸ κατοικοῦν ἐν αὐτοῖς ἀπεργάζεται Πνεῦμα, δι᾽ οὗ καὶ «ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ·» οἱ δὲ οὔπω τὸ δῶρον ἐπλούτουν. Ὡς γὰρ ὁ θεσπέσιος Ἰωάννης φησὶν, «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Οὐκοῦν ἡ πᾶσα τελείωσις ἐν Χριστῷ, τετελείωκε δὲ ὁ νόμος οὐδὲν, κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Φράσῃς ἂν οὖν ἱρείροντί μοι τὸ ὅπως ἂν γένοιτο σαφὲς τὸ ἀτελὲς ἐν νόμῳ. ΚΥΡ. Καὶ μάλα. Βαδιεῖται δὲ ἡμῖν ἐπὶ τὰ ἐν χερσὶν ὁ λόγος, καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον ἐκβασανιεῖ τοὺς τρόπους, παχύτερόν πως ἢ χρὴ τῆς διὰ Μωσέως συγγραφῆς, τοῖς ἀρχαιοτέροις εἰσκεκομισμένης. ΠΑΛΛ. Ἴθι δὴ οὖν ἐπ᾽ αὐτὸ [τὸ] δὴ τουτὶ, καὶ μάλα προθύμως. ΚΥΡ. Οὐκοῦν ὁ μὲν νόμος, «Ἀγαπήσεις, φησὶ, τὸν πλησίον σου ὡς ἑαυτόν·» ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τῆς φιλαλληλίας τὸν νόμον διὰ μορίων ὅσων ἡμῖν εἰσηγεῖται λόγων, συνήγορον δὲ τῷ νόμῳ τὴν ἔμφυτον γνῶσιν, καὶ τὴν ἐν ἑκάστῳ θέλησιν οἱονεὶ καθιστὰς, «Ἃ οὖν θέλετε, φησὶν, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.» Εἰ γὰρ ὧνπερ ἄν τις εὔξαιτο τυχεῖν, ταῦτα δρᾷν ἕλοιτο καὶ αὐτὸς ἑτέροις, οὐκ ἀποδραμεῖται σκοποῦ· βαδιεῖται δὲ μᾶλλον κατ᾽ εὐθὺ τῆς ἀγάπης, καὶ τὸν τῆς φιλαλληλίας ἀναδήσεται στέφανον. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ.

Ἡ ἀγάπη τοίνυν, νόμου μὲν πλήρωσις, πίστεως δὲ καὶ ἐλπίδος ἀμείνων. Γράφει γὰρ οὕτως ἡμῖν ὁ θεσπέσιος Παῦλος. Τοιγάρτοι καθάπερ ἐξ ἀνθέων ἠρινῶν πολυειδῆ τινα στέφανον ἀναπλέκων αὐτῇ, πάλιν φησί· «Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει ἡ ἀγάπη, οὐδέποτε ἐκπίπτει.» Ἀλλ᾽ ἐμφανῆ μὲν ἅπασιν, ὥς γε οἶμαι, ταυτὶ, καὶ μακρὸς ἂν γένοιτο λίαν ὁ περὶ αὐτῶν λόγος, εἴπερ τις ἕλοιτο λεπτῶς τὰ παρὰ τῇ Νέᾳ συναγείρειν Γραφῇ. Τετραψόμεθα δὲ νυνὶ πρὸς τὰς ἐκ νόμου σκιὰς, καὶ τὰ ὡς ἐν τύποις ἔτι τοῖς πάλαι τεθεσπισμένα. ΠΑΛΛ. Ἄριστα διανοῇ. ΚΥΡ. Μελέτησις μὲν ὁ νόμος ἦν εἰς δικαιοσύνην καὶ προεισβολή τις ὥσπερ τῶν εὐαγγελικῶν ἀνδραγαθημάτων.

Γέγραπται γάρ· «Ἀρχὴ ὁδοῦ ἀγαθῆς, τὸ ποιεῖν τὰ δίκαια.» Παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, καὶ τῆς ἐν αὐτῷ νοουμένης ζωῆς οὐ διεψευσμένην ἂν ἔχοι τὴν δόξαν, εἰ νοοῖτο πνευματικῶς. Καὶ ἵστησι μὲν εἰς δικαιοσύνην, ἀποφέρει δὲ πρὸς τὸ ὑπὲρ τοῦτο ἔτι τὸ μάθημα τὸ εὐαγγελικόν. Τρόποι δὲ δικαιοσύνης, πρῶτος μὲν, τιμὴ καὶ ἀγάπησις, ἡ εἰς τὸν ἕνα τε καὶ φύσει Θεόν· γείτων δὲ ὥσπερ καὶ μετ᾽ ἐκεῖνο εὐθὺς ἡ εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς, προεγκειμένης τῆς εἰς γονέας αἰδοῦς. Ἐν κόσμῳ δὴ οὖν τῷ πρέποντι πρόεισιν ἡμῖν ὁ Λόγος, μετά γε τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ τὸ εἰς γονέας εὐλαβὲς, ὅτι τῆς ἐπιεικείας προσήκει τὴν ἔνδειξιν καὶ εἰς ἑτέρους ἡμᾶς ποιεῖσθαι παρεγγυῶν. Πανταχῆ γὰρ ὁ νόμος, τῆς ἰσότητος προνοεῖ, καὶ ἀκριβῆ τοῦ δικαίου ποιεῖσθαι τὴν βάσανον, ὁρᾶται θεσμοθετῶν. Γέγραπται γὰρ ἐν Δευτερονομίῳ· «Οὐκ ἔσται ἐν τῷ μαρσίππῳ σου στάθμιον μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν δίκαιον ἔσται σοι, καὶ μέτρον ἀληθινὸν δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικον.» Καὶ πάλιν ἐν τῷ Λευϊτικῷ· «Ἐν μέτροις καὶ σταθμίοις, καὶ ζυγοῖς ζυγὰ δίκαια, καὶ στάθμια δίκαια, καὶ χοῦς δίκαιος ἔσται σοι.»

Μέτροις δὲ καὶ σταθμίοις καὶ ζυγοῖς παρισοῦν εὖ μάλα τῆς δικαιοσύνης τοὺς τρόπους ἠπείγετο καὶ μάλα ὀρθῶς· νοῦς γὰρ εὐθύς τε καὶ φιλοδίκαιος ταλαντεύει τρόπον τινὰ καὶ ἀναμετρεῖ τῶν πραγμάτων τὰς φύσεις, καὶ τὸν τῆς ἰσότητος βασανίζει λόγον, λεπτότερόν τε καὶ ἀκριβέστερον, ἤπερ ἂν οἴοιτό τις τοὺς ἐπὶ πλάστιγγος καὶ ζυγοῦ, τὸ νόμισμα δοκιμάζοντας· ἐπιμετρεῖ δὲ ὥσπερ ἑκάστῳ τῶν θεωρουμένων τὸ ὅτι μάλιστα πρέπον αὐτῷ, οὔτε τῷ περιττῷ τῆς ἀκριβοῦς ἰσότητος παραλύων κάλλος, οὔτε μὴν τῇ πρὸς τὸ μεῖον ὑποφορᾷ, παραχαράττεσθαι συγχωρῶν τὸ ὡς ἐν ἰσότητι διαρκές. Ἔστω τοίνυν ζυγὰ καὶ στάθμια δίκαια, καὶ χοῦς δίκαιος, φησίν· εἶεν δ᾽ ἂν, οἶμαι, ταυτὶ, τύποι τινὲς ὥσπερ καὶ ἐμφανῆ παραδείγματα, τρόπους ἡμῖν ὑποφαίνοντα, δι᾽ ὧνπερ ἂν ἡμῖν ὁ τῆς ἀκριβοῦς ἰσότητος διερευνῷτο λόγος, καὶ ἡ τῆς δικαιοσύνης ἀναφανεῖται γνῶσις.

Σύνες δὲ ὅτι συμμετρεῖται μὲν τὰ ἐν νόμῳ, καὶ ὅρον ἔχει τὴν δικαιοσύνην, πλουτεῖ δὲ τὸ μεῖζον, καὶ πολὺ δὴ λίαν ἐπέκεινα τρέχει τὰ διὰ Χριστοῦ. Πέρα γὰρ δικαίου τὸ ἀγαθὸν, τουτέστι, τῆς ἐν Χριστῷ πολιτείας ἡ δόξα. ΠΑΛΛ. Εὖ λέγεις. Μεμνήσομαι γὰρ τοῖς ἐν πίστει δεδικαιωμένοις διειπόντος Χριστοῦ· «Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» ΚΥΡ. Ἀλλ᾽ ὧδε μὲν ἡμῖν ἐχέτω ταυτί· πολυπραγμονῶμεν δὲ, εἰ δοκεῖ, τῆς Μωσαϊκῆς ἐπιεικείας τὸ μέτρον, καὶ τῆς κατὰ νόμον δικαιοσύνης τὴν δόξαν· τὸν γάρτοι φιλοθηρεῖν τοῦ δικαίου τὴν γνῶσιν ὀρθότατα διεσπουδακότα, καὶ μὴν καὶ τὸ διαπρέπειν ἐν ἀγαπήσει τυχὸν τῇ πρὸς ἀδελφοὺς ἐν λόγῳ πεποιημένον, ἀσφαλῆ τε καὶ βεβηκότα, καὶ ὅπερ ἐστὶν ἀληθῶς, ὁρᾶσθαι πρέπει, οὐκ εὐκατάσειστον, οὐδὲ ἐλαφρὸν, οὐ κατάπλαστον ἔχοντα τὸ χρηστὸν, καὶ ὥσπερ ὄϊος τῷ κωδίῳ κατασκιάζει ἐθέλοντα τὴν λύκου μορφὴν, μᾶλλον δὲ γυμνὴν καὶ ἀνεπίληπτον ἔχειν ἐπείγεσθαι τοῦ ἰδίου τρόπου τὴν ἐλευθερίαν.

Τοιγάρτοι φησὶν ὁ νόμος· «Οὐ πορεύσῃ δόλῳ ἐν τῶ ἔθνει σου, καὶ οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ καρδίᾳ σου.» Τίθησί τε καὶ ἑτέρως αὐτό· «Καὶ ἱμάτιον γὰρ, φησὶν, ἐκ δύο ὑφασμένον οὐκ ἐπιβαλεῖς σεαυτῷ·» καὶ πάλιν· «Οὐκ ἐνδύσῃ κίβδηλον ἔριον καὶ λίνον ἐν τῷ αὐτῷ.» Πάνδεινον γὰρ ἀληθῶς καὶ μώμου παντὸς ἐπέκεινα, τοῖς ἐν ὑπολήψει χρηστότητος ἀπάτη καὶ δόλος· καὶ ἔστι τὸ χρῆμα τῶν ἄγαν παρὰ Θεῷ κατεστυγημένων, καὶ ἀδελφὴν ἔχον ἀεί πως τὴν διψυχίαν, καὶ τὸ οἱονεὶ τῆς γνώμης διφυές τε καὶ ἀλλοπρόσαλλον, ἐφ᾽ οἷς ὅτι μάλιστα καταθήγεται πρὸς ὀργὰς ὁ θεῖός τε καὶ ἀκήρατος νοῦς. Ἔφη γάρ που περί τινων· «Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν· δόλια γὰρ τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ τὰ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.

Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;» Ἀναβήσεσθαι δὲ καὶ εἰς τὸ ὄρος τοῦ Κυρίου φησιν ὁ Δαβὶδ, τὸν ἀθῷον χερσὶ, καὶ καθαρὸν τῇ καρδίᾳ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. Ἀποφάσκει δὴ οὖν ὁ νόμος ὡς αἴσχιστόν τε καὶ ἀπηχὲς, τὸ ἐν δόλῳ πορεύεσθαι, τουτέστι, τὸ πανούργως ἑλέσθαι βιοῦν, καὶ ὑποπλάττεσθαι μὲν τῆς δικαιοσύνης τὸ σχῆμα, κατασίνεσθαι δὲ ἀδελφοὺς, τῶν τῆς ἀγάπης νόμων ἠφειδηκότα· ἄμφιόν γε μὴν ἔχειν ἡμᾶς οὐκ ἐᾷ τὸ ἐκ δυοῖν ὑφασμένον, αἴνιγμά που τὸ χρῆμα τιθεὶς, τοῦ μὴ ἀνέχεσθαι, διπλόην ὥσπερ ἔχειν εἰς νοῦν· διπλόην δὲ εἶναί φημι, τὴν ἔσω καὶ νοητὴν, τὴν ἐπάρατον ἀνθρωπαρέσκειαν, ἣ ἐκ δυοῖν ὥσπερ ἀναπλέκεται σπουδασμάτοιν, τὴν εἰς ἄλληλα διαφθορὰν οὐ μετρίαν ἠῤῥωστηκότοιν. Τίς γὰρ ἢ ποῖος τῶν ὑποκριτῶν ὁ βίος; ἆρ᾽ οὐχὶ τὸ ἐν ὄψει μὲν ἀνθρώπων ὁρᾶσθαι χρηστοὺς, καὶ τὸ δοκεῖν μὲν εἶναι, μὴ μὴν ἔτι καὶ εἶναι κατὰ ἀλήθειαν χρηστούς; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Διττὸς οὖν ὁ τρόπος ἐξ ἀνομοίων ἡμῖν θελημάτων ἐξυφασμένος. Ἀλλ᾽ ὅ γε θεσπέσιος Δαβὶδ ἀποδέχεται τὸν μονότροπον καὶ φειδοῦς ἀξιοῦσθαί φησι τῆς ἄνωθεν· «Κύριος γὰρ κατοικίζει μονοτρόπους, φησὶν, ἐν οἴκῳ.»

Διασκορπίζειν δὲ λέγεται καὶ ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων· καταμυσάττεται δὲ τὸ χρῆμα καὶ ὁ Παῦλος, λέγων· «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» ΠΑΛΛ. Καὶ τίνι τῶν ὄντων οὐκ ἀσυμφανὲς, ὡς ἔκτοπον ἀληθῶς καὶ τῆς ἀκριβοῦς ὀρθότητος ἀπωτάτω τὸ διψυχεῖν τε καὶ ὑποκρίνεσθαι; ΚΥΡ. Ἀγάπης οὖν ἄρα καρπὸς τῆς ἀμωμήτως ἐσκευασμένης καὶ ἀνδρὶ πρεπούσης δικαίῳ τε καὶ ἀγαθῷ, τὸ ἀπηλλάχθαι δόλου. Καὶ τοῦδε δεῖν δή φησιν ὁ νόμος, τόν γε ὡς ἀληθῶς τῆς δικαιοσύνης ἐπιμελητὴν, καὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς ἐραστὴν, ὀρθῶς ἔχειν οἴεσθαι τὴν ἐπὶ τῷδε δόξαν, οὐκ εἴπερ αὐτός τε καὶ μόνος παραιτοῖτο ἀδικεῖν, ἀλλ᾽ εἰ καὶ γένοιτο παιδευτὴς καὶ τῶν κατὰ γένος οἰκείων, ἤγουν καθ᾽ ἕτερόν τινα τρόπον ἐγγὺς γεγονότων, καὶ τὸ τῆς πρὸς αὐτὸν οἰκειότητος ὄνομα πεπλουτηκότων.

Παρεγγυᾷ δὲ καὶ ὁ Παῦλος τὸν ἐπιμελησόμενον Ἐκκλησίας, τέκνα ἔχειν ἐν ὑποταγῇ, καὶ ἀπόδειξιν τὸ πρᾶγμα τῆς ἐνούσης αὐτῷ ἐπιεικείας καὶ μὴ, ποιεῖται λέγων· «Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;» Διὰ τοῦτό φησιν ὁ νόμος ὡς ἐν παραδείγματος τρόπῳ, καὶ ἐναργοῦς εἰκόνος· «Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ, ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται· ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται, καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται· ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ.

Ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ ὁ ταῦρος, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσουσιν αὐτῷ. Ἐὰν δὲ παῖδα κερατίσῃ ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται.» Ἆρά σοι σαφὲς τὸ χρησμῴδημα; ΠΑΛΛ. Οὐ σφόδρα. ΚΥΡ. Ἄθρει δὴ οὖν ὅ φημι, καὶ πρό γε τῶν ἄλλων εἰς νοῦν ἔχε τὸν ἱερώτατον Παῦλον, ὡδὶ γεγραφότα· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι᾽ ἡμᾶς πάντως λέγει;» Ταύρῳ δὴ οὖν παρεικάζει τὸν ὑβριστήν τε καὶ ἀλαζόνα, καὶ πλεονεκτεῖν ἰσχύοντα.

Γαῦρον γὰρ ἀεί πώς ἐστι καὶ ἀγέρωχον τὸ ζῶον, καὶ πάνδεινον εἰς ἀλκὴν, καὶ δύσοιστον ἔχει τὴν ἔφοδον. Τὸν δὴ τοιοῦτον, εἰ γένοιτο, φησὶν, οἰκεῖος, καὶ οἱονεί πως κατεζευγμένος τῶν ὁσιουργεῖν ᾑρημένων τινὶ, παραλύσειέ τε, μᾶλλον δὲ καὶ ἀνέλοι τινὰ, καταχωννὺς τάχα που ταῖς πλεονεξίαις, ἀποτιννῦναι δίκην τὴν ἐπ᾽ αὐτῷ θανάτῳ προστέταχε· χρῆναι ἔφη λιθόλευστον τελευτᾷν. Ὑποκλέπτει δὲ τῆς ὀργῆς τὸν κεκτημένον, εἰ μὴ τῆς πλεονεξίας εἰδείη τὸν τρόπον, μηδὲ τῆς ἐκείνου φαυλότητος ἁλίσκοιτο κοινωνός· οὐ γὰρ ἡμῶν ἐγκλήματα τὰ ἑτέρων, εἰ λαθραῖα γένοιτο τυχόν. Ἐσθίειν δ᾽ οὐκ ἐᾷ τοῦ ταύρου τὰ κρέα, τό τοι μὴ χρῆναι μεταλαχεῖν τῆς ἑτέρων ἀκαθαρσίας, ὡς ἐν τύπῳ τῷ κατὰ τὴν βρῶσιν καὶ τὴν οἱονεὶ μέθεξιν ὑποτυπῶν· ἆρ᾽ οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, τὸ, «Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις;» ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Συγκαταδικάζεσθαι δὲ τῷ μόσχῳ δεδικαίωκε τὸν δεσπότην, εἴπερ εἰδείη τὸ πλημμεληθὲν, καὶ μαθὼν ἐλέγχοιτο τὴν πλεονεξίαν· τὸ γὰρ ἀπείργειν δύνασθαι τῆς ἀδικίας τοὺς τρόπους, καὶ κατακωλύειν εὖ μάλα τὸ πλημμελὲς, εἶτα τοῦτο δρᾷν οὐκ ἀνέχεσθαι, καὶ λίαν ἐσπουδασμένως, μονονουχὶ καὶ συνειργασμένον ἀποφαίνει τὸν ἄνθρωπον, καὶ ὅσον ἧκεν εἰς θέλησιν καὶ ταυτοβουλίαν τοῖς ἐθέλουσιν ἀνοσιουργεῖν καὶ συνεκπονεῖν ᾑρημένον.

Τεθνάτω δὴ οὖν ὁ τοιόσδε, φησὶν, πλὴν εἰ μὴ λύτρα καὶ τὰς ἔν γε τούτοις ζημίας ἐπιθεῖεν οἱ κριταί. Βλέπει δὲ ὁ νόμος πρὸς τὸ χρηστὸν, καὶ συνθέλησιν τὴν εἰς ἁμαρτίαν, καὶ ὡς ἐν ψιλῇ συναινέσει συνδρομήν. «Κολάζει γὰρ μετριώτερον, εἴπερ ἕλοιντο, φησὶν, οἱ κριταί.» Καὶ δέχου τὸν τύπον εἰς ἀλήθειαν· κατακρίνει μὲν γὰρ θανάτῳ τὰ παγχάλεπα τῶν πλημμελημάτων ὁ πάντων κριτὴς, πλὴν προσίεται τοὺς ἡμαρτηκότας, καὶ λύτρα προσφέροντας, τὰ τῆς ἁμαρτίας λυτικὰ, τὸ ἐκ μετανοίας δάκρυον, τὸν ἐπὶ ταῖς μεταγνώσεσι πόνον, τῆς ἐλεημοσύνης τοὺς τρόπους· «Κατακαυχᾶται γὰρ ἔλεος κρίσεως,» κατὰ τὰς Γραφάς.

Ἀκριβῆ δὲ ὁ νόμος καὶ τὴν ἐπὶ τοῖς πεπονθόσι ποιεῖται διαστολήν· εἰ μὲν γὰρ υἱὸν ἡ θυγατέρα, φησὶν, ὁ μόσχος ἀνέλῃ, τεθνάτω καὶ ἀφιλοικτιρμόνως· εἰ δὲ παῖδα ἢ παιδίσκην, ἀργύριον ἔστω τὸ ὑπὲρ αὐτῶν ζητούμενον. Τίς οὖν ὁ λόγος, πῶς οὐκ ἄξιον ἰδεῖν; καίτοι τὸ ἐλεύθερόν τε καὶ δοῦλον ἐν ἡμῖν, ἐκ πλεονεξίας καὶ οὐκ ἀῤῥώστημα φύσεως, καθάπερ ἀμέλει καὶ τὸ νοσεῖν· «Εἷς γὰρ ἡμᾶς ἔκτισε Θεὸς, καὶ εἷς ὁ πάντων Πατὴρ,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἆρ᾽ οὖν ὡς ἔγκλημα καὶ δουλείαν καταγράφει τινῶν ὁ Δημιουργός; ἆρα καὶ παρ᾽ αὐτῷ τὸ δοῦλον ἐν μείοσι, καὶ δόξῃ πλεονεκτεῖ τὸ ἐλεύθερον;

Οὐ μὲν οὖν. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὔτε ἐλεύθερος.» Οὐκοῦν, σκιὰ γὰρ ὁ νόμος, διὰ μὲν υἱοῦ τε καὶ θύγατρος, τὸ ἐλεύθερον τῶν ἁγίων σημαίνεται γένος· διὰ δέ γε παιδός τε καὶ παιδίσκης, τὸ δοῦλον ἔτι καὶ ὑπὸ ζυγὸν ἁμαρτίας.

Ἔστι δὲ οὐ ταυτὸν, τὸ πλημμελεῖν εἰς ἁγίους ἢ ἁμαρτωλούς. Κολάζεται δὲ οὐκ ἐν ἴσῳ μέτρῳ τὰ ἐπ᾽ ἀμφοῖν· ὅτι μὲν γὰρ ἀδελφοὶ τὴν φύσιν, οἴδε τε κἀκεῖνοι, παντί τῳ σαφές· ἀλλ᾽ ἔστι τὸ ἅγιον, ἐν ὑπεροχῇ τῇ πνευματικῇ, καὶ ἐν τοῖς τῆς ἀρετῆς ὑψώμασι· καὶ παρὰ τῷ Θεῷ τίμιον, ὡς καὶ ἐν υἱοῦ τάξει γενέσθαι καὶ θύγατρος, καὶ τὸ ἀνθρώπινόν τε καὶ δουλοπρεπὲς ὑπερφέρεσθαι μέτρον. Ὁσιουργεῖν δὲ ὁ νόμος καὶ ἀγάπης ἔχεσθαι τῆς εἰς ἀδελφοὺς, καὶ καθ᾽ ἑτέρους ἡμῖν εἰσηγεῖται τρόπους, οὓς καὶ παραθέντες ἐφεξῆς, τὸ εἰς νοῦν ἧκον ἐφ᾽ ἑκάστῳ ἐροῦμεν. Ἔφη γὰρ πάλιν· «Ἐὰν δέ τις ἀνοίξῃ λάκκον, ἢ λατομήσῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος, ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει, ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν, τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται.» Τοῦτο δέ ἐστιν αἰνιγματωδῶς, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον, καὶ τὸ ὠφελεῖν πεφυκὸς οὐκ ἐᾷν ἄχρηστον γενέσθαι τισὶν, οὔτε μὴν ὁδὸν ὁρᾶσθαι πρὸς θάνατον, τὰ ἡμῖν τε καὶ ἑτέροις ἀναγκαῖα πρὸς ζωήν.

Ἢ γὰρ οὐχὶ λάκκον τις ἀνοίγων, ἢ λατομῶν, ἑαυτῷ τι καὶ ἑτέροις χρήσιμόν τε καὶ ἀναγκαῖον ἀποτελεῖ;

Ἀλλὰ μὴ ἔστω, φησὶ, κινδύνου πρόφασις ἑτέρῳ τὰ σά. «Ἡ γὰρ ἀγάπη,» καθά φησιν ὁ θεσπέσιος Παῦλος, «οὐ ζητεῖ τὰ ἑαυτῆς,» λογίζεται δὲ μᾶλλον καὶ τὰ ἑτέρων. ΠΑΛΛ. Καὶ τίς ὁ λάκκον ἀνοίγων ἢ λατομῶν, τίς δὲ ὁ λάκκος, ἐθέλοιμ᾽ ἂν εἰδέναι σαφῶς. ΚΥΡ. Τὸ μὲν οὖν ἐκ τῆς ἱστορίας ὑποδηλούμενον, οὐκ ἀσυμφανές· χρῆναι γάρ φησι κατακαλύπτεσθαι λάκκον, ἵνα μή τι βλάβος συμβαίνῃ τισίν. Ἤγουν ἴστω, φησὶν, ὁ μὴ τοῦτο πεπραχὼς, ὡς εἴπερ τι κατολισθήσειεν, ἀργύριον ἀποδώσει τῷ κυρίῳ αὐτοῦ, τὸ δὲ τεθνηκὸς ἔσται αὐτῷ. Ἀναθρώσκοντες δὲ τὸ τῆς ἱστορίας ἐμφανὲς, καὶ εἰς θεωρίαν ἀναγαγόντες τὸ χρῆμα πνευματικὴν, ἐκεῖνο ἐροῦμεν· Λάκκον ἔοικεν ὀνομάζειν ἡμῖν ἐν τούτοις ὁ νόμος, τῆς θεοπνεύστου Γραφῆς τὴν γνῶσιν, καὶ τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον, καὶ τοῦ κατὰ Χριστὸν μυσιηρίου τὴν εἴδησιν· κεῖται γὰρ ὥσπερ ἐν βάθει ταυτὶ, καὶ ζωοποιὸν ἔχει τὴν δύναμιν· καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.»

Οὐκοῦν ὁ συγγράμμασι μὲν τοῖς ἀρχαιοτέροις ἐντυχὼν, καὶ σὺν πόνῳ πολυπραγμονῶν τῆς θεοπνεύστου Γραφῆς τοὺς λόγους, καὶ τὴν ἀκριβῆ τε καὶ ἀκίβδηλον γνῶσιν ἀναζητῶν, πολλὴν ἂν ἔχοι τὴν ἐμφέρειαν πρός γε τὸν ὀρύττοντα λάκκον· ζητεῖ γὰρ ὕδωρ ζωοποιὸν, καὶ πηγὴν εὐφραίνουσαν, καὶ χειμάῤῥουν τρυφῆς· ὁ δέ γε εἰς τοῦτο λοιπὸν συνέσεως ἀφιγμένος, ὡς καὶ ἰδίᾳ δύνασθαι παραδοῦναι συγγραφῇ τοῦ μυστηρίου τὸν λόγον, λατομεῖ λάκκον· καινουργεῖ γὰρ ὥσπερ οὐ τοῖς ἑτέρων ἱδρῶσιν ἐποικοδομῶν, ἀλλὰ τοῖς ἰδίοις ἑαυτόν τε καὶ ἑτέρους ὠφελῶν. Ὀρύττουσι δὲ λάκκους συντετριμμένους, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ οἱ τῆς ψευδωνύμου γνώσεως ἐρασταί· εἴ τις τοίνυν ὀρύξειε λάκκον, ἀσφαλιζέσθω, φησὶν, μὴ ἄρα τισὶν ὀλέθρου γένοιτο τρόπος, τὸ καλῶς εἰργάσθαι δοκοῦν· δεῖ γὰρ ἡμᾶς ὀρθῶς τε καὶ ἀπηκριβωμένως τὸν περὶ Θεοῦ ποιεῖσθαι λόγον, ὡς μηδενὶ γενέσθαι σκανδάλου πρόφασιν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ πῶμα ἐπικεῖσθαι τῷ λάκκῳ, τὸ τῆς καθηκούσης ἀσφαλείας μὴ ἀμοιρεῖν τὸν λόγον. Ἐὰν γὰρ πέσῃ, φησὶ, βοῦς ἢ ὄνος, ὁ πεπονηκὼς ἀποτίσει.

Βοῦν δὲ καὶ ὄνον ὀνομάζει πάλιν οὐχ ἁπλῶς, ἀλλ᾽ ὡς ἐν λόγῳ βαθεῖ· καὶ βοῦν μέν φησιν, ἵνα νοήσῃς τὸ ἱερόν τε καὶ καθαρὸν γένος· ὄνον δὲ, ἵνα συνῇς, τὸ ἀνίερον καὶ ἀκάθαρτον· οὐ γὰρ προσάγεται κατὰ νόμον εἰς θυσίαν Θεῷ τὸ ἀκάθαρτον· ἱερὸν δὲ γένος καὶ καθαρὸν εἶναί φαμεν, τοὺς ἡγιασμένους ἤδη διὰ τῆς πίστεως· ἀνίερον δὲ καὶ ἀκάθαρτον, τοὺς οὔπω κεκαθαρμένους διὰ τοῦ ἁγίου βαπτίσματος, ἀλλ᾽ ἐντετηγμένον ἔχοντες ἔτι τῆς ἁμαρτίας τὸν μολυσμόν.

Ὅμοιον οὖν ὡς εἰ λέγοι, Εἴ τι γένοιτο βλάβος, ἢ περί τινα τῶν ἤδη βεβαπτισμένων καὶ κατεσφραγισμένων διὰ τῆς χάριτος εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, ἤγουν εἴς τινα τυχὸν τῶν οὔπω τοιούτων, ὀφλήσει δίκην ὁ τοῦ σκανδάλου πρόξενος, καὶ αὐτῷ μενεῖ τὸ τεθνηκὸς, τουτέστιν, αὐτοῦ γενήσεται τοῦ παθόντος ὁ θάνατος. Ἀσφαλίζεταί γε γοῦν καὶ αὐτὸς ὁ Σωτὴρ ἡμᾶς λέγων· «Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἴδοις δ᾽ ἂν εὐκόλως καὶ δι᾽ ἑτέρων ἡμῖν αἰνιγμάτων παραδηλοῦντα τὸν νόμον σφαλερὸν, ὅτι τὸ πλημμελεῖν καὶ τοῦτο εἰς ἀδελφούς· τὸ γὰρ τύπτειν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἡμῶν ἀναφέρει τὸ πλημμελές. Ἔφη τοίνυν· «Ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνας ἢ στάχυας, ἢ πεδίον, ἀποτίσει τὸ πῦρ ὁ ἐγκαύσας.» Οὐ γάρ τοι προσήκει τοῖς ἀδικεῖν πεφυκόσι συνδιόλλυσθαι τὸ χρηστὸν, οὐδὲ τοῖς ἀγρίοις συνδαπανᾶσθαι τὸ ἤμερον. ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Ἢ γὰρ οὐχὶ ταῖς ἐν ὄρεσί τε καὶ ἐν ἀγροῖς ἀκάνθαις παρεικάζοιτο ἂν εἰκότως τὰ τῶν ἀνοσίων αἱρετικῶν συγγράμματα, καὶ ἡ τῶν παρ᾽ Ἕλλησι δογμάτων τερθρεία;

τίς γὰρ ἂν γένοιτο ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐκεῖθεν ἡ ὄνησις, μᾶλλον δὲ ποῖον οὐκ ἔσται βλάβος τοῖς εἰς νοῦν ἐθέλουσιν ἐκεῖνα λαβεῖν;

Πυρὸς τοίνυν μόνου τροφὸς, ἡ ἄκανθα, καὶ φλογὸς διατροφή. Ἀνακαίουσι δὲ καὶ φλόγας ἡμῖν τὰς εἰς αἰῶνα καὶ τῶν πεπλανημένων τὰ ἐξίτηλα δόγματα, καὶ τὰ τῶν εἰδωλολατρῶν γραοπρεπῆ μυθάρια· ἄσταχυς δὲ καὶ σῖτος, ἡμερωτάτη τροφὴ, καὶ ἀνθρώποις ἐδώδιμα, καὶ ἀναγκαῖα πρὸς ὄνησιν· συνέχει γὰρ ἡμᾶς εἰς ζωὴν, καὶ τύπος ἂν εἴη τῶν τῆς ἀληθείας δογμάτων, δι᾽ ὧν οἱ πεπιστευκότες ὡς ἄρτῳ ζῶντι τρεφόμεθα καὶ ἀληθινῷ, τῷ Χριστῷ.

Ἔστι δὲ αὖ πεδίον λεῖον ὥσπερ τι καὶ ἄτραχυ, τοῖς διαστείχειν εἰδόσιν ὀρθῶς ἡ θεόπνευστος Γραφή· «Πάντα γὰρ ἐνώπιον τοῖς συνιοῦσι,» κατὰ τὸ γεγραμμένον· «καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.» Οὐκοῦν ἄκανθα μὲν ἡ μυσαρωτάτη καὶ βέβηλος ἀθυροστομία τῶν διεστραμμένων· σῖτος δὲ καὶ ἄσταχυς ὁ ψυχωφελής τε καὶ τροφιμώτατος τῆς ἀληθείας λόγος· ψιλὸν δὲ πεδίον, ἡ θεόπνευστος Γραφή. Ὅταν τοίνυν οἷά περ φλόγες, ἢ πῦρ τοῖς τῶν ἑτεροδόξων τε καὶ Ἑλλήνων φενακισμοῖς οἱ τῶν ἁγίων μυσταγωγῶν ἐπιφύοιντο λόγοι, τοῖς τῆς ἀληθείας συνηγοροῦντες δόγμασι, καὶ τὰ κατὰ μόνης ἰόντων ἀκάνθης φησὶ, καὶ καταφλεγόντων μὲν ὡς ἄχρηστον καὶ ἀγρίαν ὕλην, τὰ παρ᾽ ἐκείνοις συγγράμματα, μὴ συναδικούντων δὲ σῖτον ἢ ἄσταχυν, τουτέστιν, νηφέτωσαν οἱ μυσταγωγοὶ, μὴ ἄρα τι καταπημήνειαν τῶν τῆς ἀληθείας δογμάτων· ἢ ἴστω, φησὶν, ὁ σὺν ἀσφαλείᾳ τοῦτο δρᾷν οὐκ ἀνεχόμενος, ὡς εἴπερ τι γένοιτο συγκαταφλεχθῆναι τοῖς φαύλοις τῶν ἀναγκαίων εἰς ὄνησιν, ἀποτίσει τῆς ἀπροσεξίας τοὺς λόγους. Αἰσθάνῃ δὴ οὖν ὅσην ἡμᾶς ποιεῖσθαι τὴν ἐπιτήρησιν προστέταχεν ὁ νομοθετῶν, τῆς εἰς ἀδελφοὺς ἀγάπης τὸ εἰλικρινὲς ἀθόλωτον ἀποσώζων πανταχῆ; ΠΑΛΛ. Συνίημι.