Καὶ γοῦν πρὸς ἀνάμνησιν ἡμᾶς τὴν διηνεκῆ τῶν τεθεσπισμένων διανιστὰς ὁ νομοθέτης, φησί· «Καὶ ἐμβαλεῖτε τὰ ῥήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν, καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ ἀφάψατε ταῦτα εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν ὑμῶν, καὶ διδάξατε αὐτὰ τὰ τέκνα ὑμῶν, λαλεῖν αὐτὰ, καθημένους ἐν ὁδῷ, καὶ κοιταζομένους, καὶ διανισταμένους, καὶ γράψατε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἴκων ὑμῶν, καὶ τῶν πυλῶν ὑμῶν, ἵνα πολυημερεύητε, καὶ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.» Καὶ τί δὴ πάλιν ἐστὶ τὸ, Ἀφάψατε αὐτὰ ἐπὶ τῶν χειρῶν ὑμῶν, ἐν τοῖς Ἀριθμοῖς ἐδήλου σαφῶς. Γέγραπται γὰρ ὡδί· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων ἑαυτῶν εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον, καὶ ἔσται ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε αὐτὰ, καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου, καὶ ποιήσετε αὐτάς· καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν, καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν, ὅπως ἂν μνησθῆτε· καὶ ποιήσετε πάσας τὰς ἐντολάς μου, καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.»