Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Όγδοος: Η φιλανθρωπία, η δικαιοσύνη και η ακρίβεια του Νόμου

Πνευματική θεώρηση της ζωοκλοπής και της βιαιοπραγίας. Προστασία της Εκκλησίας από τις αιρέσεις, διατάξεις περί αμερόληπτης κρίσεως και η τυπολογική ερμηνεία των νομικών ποινών ως προτύπων της εν Χριστώ ελευθερίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΟΓΔΟΟΣ. Ἔτι περὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς, καὶ κατὰ τοῦ κλέπτοντος μόσχον ἢ πρόβατον. Πανταχόθεν δὴ οὖν, ὦ Παλλάδιε, πάρα σοι νοεῖν, ὡς ὀρθούς τε καὶ ἀκριβεῖς ἄγαν ποιεῖσθαι κελεύει τῆς μυσταγωγίας τοὺς λόγους καὶ ὁ πάλαι νόμος.

Οὐκ ἀζήμιον δὲ τοῖς ἐξαπατᾷν εἰωθόσι τῶν ἁπλουστέρων τινὰς τὸ χρῆμα τιθεὶς, ἔφη πάλιν· «Ἐὰν δέ τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου, καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου. Ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος· ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ᾽ αὐτῷ, ἔνοχος ἔσται, ἀνταποθανεῖται. Ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος· ἐὰν δὲ καταληφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ κλέμμα, ἀπό τε ὄνου καὶ ἕως προβάτου ζῶντα, διπλᾶ ἀποτίσει αὐτά.» ΠΑΛΛ. Οὐ σφόδρα σαφὴς ὁ λόγος. Σὺ δὲ ὅ τί ποτέ ἐστι τὸ ὡς ἐν αἰνίγματι χρησμῳδούμενον, πειρῶ μοι λέγειν. ΚΥΡ. Ζημίαν ὁ νόμος καθορίζει χρησίμως τοῦ πλεονεκτεῖν ἐθέλοντος, καὶ ἀνασειράζει τρόπον τινὰ τὸν ἀκάθεκτον εἰς ἐπιθυμίαν, ὧν ἂν ἔχοι τυχὸν ἢ γείτων, ἢ ἀδελφὸς, ὥστε κἂν εἰ γένοιτο, φησὶν, ἐν αὐτῷ τεθνάναι τῷ κλέπτειν τὸν ἐπὶ τῷδε κατεγνωσμένον, οὐδένα τοῖς ἀνῃρηκόσι προστρίβεσθαι μῶμον.

Ἀτιμᾷ δὲ καὶ λέγων, ὅτι προσήκει πιπράσκειν αὐτὸν, εἰ μὴ πρὸς λύτρων ἀντέχοι καταβολὴν, εἴς γε τὸ χρῆναι βιοῦν ἑλέσθαι καλῶς συνελαύνων τοῖς δείμασι.

Νοῦς γε μὴν τῆς ἱστορίας ὁ κεκρυμμένος ἕτερος ἂν εἴη παρὰ τοῦτον πολὺ, καὶ δεῖ καὶ λέγειν ἡμᾶς ὡς ἔνι καλῶς. Μόσχος μὲν δὴ καὶ πρόβατον, καθαρά τε ἄμφω καὶ ἱερὰ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομιζόμενα τῷ Θεῷ. Ἀλλ᾽ ὁ μὲν μόσχος ἐν ὑπεροχῇ καὶ μεγέθει σώματος· θάτερόν γε μὴν, οὐχ οὕτω. Μόσχου γὰρ μεῖον τὸ πρόβατον. Μόσχοι δὴ οὖν καὶ πρόβατα ὥσπερ τινὰ ζῶα καθαρά τε καὶ ἱερώτατα, τῶν διὰ πίστεως δεδικαιωμένων ἡ ἁγία πληθὺς, καὶ διχηλοῦντες ὁπλὴν, καὶ μηρυκισμὸν ἀνάγοντες, κατὰ τὸν νόμον, καὶ καρπῶν ἡμέρων ἐργάται· γηπονεῖ γὰρ ὁ μόσχος· ἔγκαρπον δὲ καὶ τὸ πρόβατον, καὶ ἐνσεσήκασται μὲν ταῖς θείαις αὐλαῖς, τουτέστιν, ἐν ἐκκλησίαις ἡ τῶν κεκλημένων ἀγέλη· πολλοὶ δὲ λίαν οἱ κλέπται περὶ αὐτὴν, διορύττοντες τε καὶ παρεισδύνοντες, καὶ πολυτρόποις φενακισμοῖς τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐξέλκοντες, καὶ μονονουχὶ καταπιπράσκοντες τῷ ὀλοθρεύοντι Σατανᾷ· πλὴν ὁ δεδρακώς τι τοιοῦτον, πέντε μόσχους ἀποτίσει, φησὶν, ἀνθ᾽ ἑνὸς, καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου· πενταπλασίονα μὲν γὰρ ἐπὶ τῷ μόσχῳ, τῷ κεκλοφότι τὴν δίκην, τετραπλασίονα δὲ δεῖν ἐφ᾽ ἑνὶ προβάτῳ γενέσθαι φησὶ, κατὰ τὸ μέτρον, οἶμαί που, τῆς πνευματικῆς κατ᾽ ἀρετὴν ποσότητος, τῶν ἀπολλυμένων ἐπιθεὶς τὴν κόλασιν.

Τύπος δ᾽ ἂν εἴη καὶ σκιὰ τῆς ἐν ἀρετῇ ποσότητος, ἡ σωματική· τὸ γάρτοι μεῖζον ἢ μεῖον ἐν ἐπιεικείαις, ἀταλαίπωρον ἰδεῖν ἔν γε τοῖς πεπιστευκόσιν, ἐπεὶ μὴ ἐν ἴσῳ πάντες τυχόν· «Ἀλλ᾽ ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Εἰ δὲ δὴ κλέπτων τε καὶ διορύττων ἔτι, καὶ τὰ τῆς λῃστείας ἔργα πληρῶν, ὡς ἐν νυκτί τε καὶ σκότῳ καταφωραθείη, φησὶ, καὶ ἐκτεθνάτω τότε· καὶ τὸ χρῆμα, οὐ φόνος, οὐδὲ τῷ δράσαντι γραφή. Πλεονέκτης γὰρ καὶ βίαιος ὁ πεσὼν, καὶ πολέμου τέτρωται νόμῳ· ἡλίου δὲ ἀνατείλαντος, καὶ παρελάσαντος ἤδη τοῦ τῆς λῃστείας καιροῦ, τὴν τοῦ πλήττοντος εἴργει χεῖρα, καὶ φόνου γραφὴν καθορίζει τοῦ τολμήματος. Ἕως μὲν γὰρ ὁ κλέπτης ὁ νοητὸς, τὴν τοῦ πιστεύσαντος εἰς Χριστὸν καταλωβᾶται ψυχὴν, καὶ ἀγάπης ἐξέλκει τῆς εἰς Θεὸν, εἰ ἐν αὐτοῖς ἁλοίη τοῖς πλημμελήμασι, πάθοι ἂν οὐκ ἀδίκως καὶ τὸ ἐκτεθνάναι δεῖν· ψυχὴν γὰρ ἀπέκτεινε, τὴν ἀμείνω σώματος· ἡλίου δὲ ἀνατείλαντος καὶ αὐτῷ κατὰ νοῦν, καὶ διαυγαζούσης ὡς ἐν τάξει φωτὸς καὶ ἡμέρας, τῆς ἀληθοῦς γνώσεως, κινδυνεύειν οὐκ ἐᾷ, κολάζεται γὰρ τὰ νυκτὸς ἔργα καὶ σκότους, τὰ δὲ ὡς ἐν φωτὶ λοιπὸν, οὐκ ἔτι. Ἀνεῖσθαι δὲ τῶν ἀρχαίων ἐγκλημάτων, καὶ τῶν ἐν ἀγνοίᾳ καὶ σκότῳ, δεδικαίωκε Θεός. Καὶ δὴ καὶ λεγέσθω τοῖς ἐξ ἁμαρτίας εἰς φῶς ἀφιγμένοις τὸ νοητὸν, «Ἦτέ ποτε σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.»

Οὕτω δεδικαίωκεν ὁ Κύριος καὶ τὸν θεσπέσιον Παῦλον, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· καθ᾽ ὑπερβολὴν γὰρ ἐδίωκε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτήν. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἐὰν δὲ μὴ δύνηται, φησὶ, πέντε μόσχους ἀνθ᾽ ἑνὸς, καὶ πρόβατα τέσσαρα ἀνθ᾽ ἑνὸς, πραθήτω ἀντὶ τοῦ κλέμματος. Ὁρᾷς ὅπως ἀτιμίαν ὁ νόμος τὴν δουλοπρεπῆ καταγράφει σαφῶς τῶν διηνεκῆ καὶ ἀνέκνιπτον ἐχόντων τὴν ἁμαρτίαν, καὶ μηδ᾽, ὅσον εἰπεῖν, λύτροις ἀποκρούεσθαι τὰ ἐγκλήματα δυναμένων, διά τε τὸ τῆς γνώμης ἀσθενὲς οὐκ ἀνεχομένων ἱδροῦν εἰς μετάγνωσιν, καὶ διὰ τῶν εἰς τοῦτο πόνων ἐκμειλίττεσθαι Θεόν; Πιπράσκεσθαι δὴ οὖν εὖ μάλα φησίν. Ἐναριθμεῖσθαι γὰρ οὐκ ἐᾷ τοῖς διὰ τῆς θείας χάριτος ἠλευθερωμένοις, τοὺς οὕτω μεμολυσμένους.

Ἐξωθούμενοι δὲ τῆς τοῖς ἐλευθέροις πρεπούσης τιμῆς, ἀκούσονται καὶ αὐτοί· «Ἰδοὺ ταῖς ἀνομίαις ὑμῶν ἐπράθητε.» Εἰ δὲ κεκλοφὼς μὲν ἁλοίη, φησὶν, οὔπω δὲ ἀνελὼν, τουτέστιν, εἰ φενακισμοῦ καὶ ἀπάτης ἀρξάμενος τῆς εἰς ἑτέρους καταλαμβάνοιτό τις τῶν ἑτεροδοξεῖν εἰωθότων, νενικηκὼς δὲ οὔπω καὶ κατακομίσας εἰς ὄλεθρον τοὺς ἀκροωμένους, ἀποτίσει διπλᾶ. Ἀναλήψεται γὰρ τὸ οἰκεῖον ὁ τῆς ἀγέλης δεσπότης, προσεξαιτηθήσεται δὲ καὶ λόγους ὁ βωμολόχος· τοῦτο γὰρ ἂν εἴη τὸ ἐν διπλῷ· καὶ ζημίαν ὑπομενεῖ τὴν εἰς θάνατον. Ὃ γὰρ ἠθέλησε δρᾷν εἰς ἑτέρους, πάθοι ἂν αὐτὸς καὶ μάλα εἰκότως. ΠΑΛΛ. Ὡς ὀλέθριόν τε καὶ πάνδεινον ἀληθῶς τῶν φενάκων τὸ χρῆμα, περὶ ὧν οἶμαί που καὶ αὐτὸν προαγορεῦσαι Χριστόν· «Προσέχετε ἀπὸ τῶν ἐρχομένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.» ΚΥΡ. Ὀρθῶς οὖν ὁ νόμος ὡς θηρῶν ἀγρίων, τὸ ἐκτεθνάναι δεῖν παντὸς τοιοῦδε καταψηφίζεται. Γέγραπται γὰρ ἐν μὲν τῇ Ἐξόδῳ· «Ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω.» Ἐν δέ γε τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὐτοῦ, τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος.»

Οὐ γάρ τοι θέμις τὸ ἱερὸν ἐν Χριστῷ καταδῃοῦσθαι γένος, καὶ εἰς δουλείαν οὐκ ἐντριβῆ κατακομίζεσθαί ποι παρά γε τῶν τοῦτο δρᾷν εἰωθότων· ὥσπερ γὰρ οἱ τὰ μειράκια φενακίζοντες, πόλεώς τε καὶ οἰκιῶν ἀπονοσφίζουσι, καὶ αὐχημάτων αὐτὰ τῶν ἐλευθέρων ἐκπέμποντες, τοῖς τῆς ἀναγκαίας δουλείας ὑποφέρουσι ζυγοῖς· τὸν αὐτὸν, οἶμαι, τρόπον, οἱ τοὺς ὀρθὰ φρονεῖν ἑλομένους, καὶ τὸν ἐλευθέροις πρέποντα βίον ἐπιτηδεύοντας, ἐπὶ τὸ σφίσιν αὐτοῖς ἀνοητότατα δοκοῦν, πολυπλόκοις ἐννοιῶν ἀπάταις ἀποκομίζοντες, λῃστείας εἰκότως τῆς ἐπὶ ψυχαῖς ἀνθρώπων, ὑπομενοῦσι τὴν γραφήν· ποινὴ δὲ αὐτοῖς ὁ θάνατος. Τοῖς τοιούτοις, μηδὲ «Χαίρειν λέγετε,» φησὶ τοῦ Σωτῆρος ὁ μαθητὴς, οὐκ εἰς τρόπων ἡμᾶς ἀγριότητα παιδαγωγῶν, ἀλλ᾽ ὅτι τῷ λύκῳ τὸ πρόβατον εἰς διαθέσεις οὐκ ἐπιτήδειον· ἀσύμβατα δὲ ὥσπερ ἀλλήλοιν, τὰ ἑτερογνωμονεῖν εἰωθότα· «Τίς γὰρ μερὶς πιστῷ μετὰ ἀπίστου;» Καὶ πρός γε δὴ τούτοις, τοῖς πόρνοις τοῦ αἰῶνος τούτου μὴ συναναπλέκεσθαι δεῖν, ὁ θεσπέσιος Παῦλος γράφει. Ἵνα τοίνυν μὴ καθάπερ ἐκ πατρῴας ἑστίας τῆς Ἐκκλησίας τοῦ Θεοῦ καθαρπάζοιντό τινες, καὶ εἰς ἐκκλησίας ἀποφέροιντο πονηρευομένων, ταῖς εἰς φαυλότητα παρατροπαῖς τὸν οἰκεῖον ὥσπερ καταπιπράσκοντες νοῦν, «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαὶ,» θάνατον ὁρίζει τὴν δίκην ὁ νόμος τοῖς τοῦτο δρᾷν ἀνοσιώτατα προτεθυμημένοις.

Ἴδοις δ᾽ ἂν αὐτὸ πλαγίως ἡμῖν ὑποφαίνοντα πάλιν νόμον, καὶ δι᾽ ἑτέρου χρησμῳδήματος. Καταρυθμίζει γὰρ ἐπὶ τὸ ἔχον ὀρθῶς τὰ ἐν κόσμῳ πράγματα, διὰ τῆς ἐμφανεστέρας καὶ ἑτοίμης ἑλεῖν τοῖς ἐθέλουσι θεωρίας.

Οὐ γάρ τοι τὴν ἱστορίαν ἔν γε τοῖς ὅτι μάλιστα χρησίμοις ὡς ἕωλον ἀναιρήσομεν. Ὀνήσει γὰρ ἔσθ᾽ ὅτε καὶ αὐτὸ τὸ γράμμα τοὺς ἀκροωμένους, ὠδίνει δὲ ὥσπερ ἐν βάθει τὰ πνευματικὰ, καὶ τῶν ἰσχνοτέρων ἐννοιῶν τὴν δύναμιν ὡς ἐν σκιαῖς ἔχει λεπταῖς. Ἔφη δὲ ἐν τῇ Ἐξόδῳ πάλιν· «Ἐὰν δέ τις ἀπατήσῃ παρθένον ἀμνήστευτον, καὶ κοιμηθῇ μετ᾽ αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν ἑαυτῷ γυναῖκα. Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ, καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθ᾽ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων.» Ἀνευρύνων δὲ ὥσπερ ἡμῖν τὴν θείαν ἐντολὴν, ὁ θεσπέσιος Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησίν· «Ἐὰν δὲ εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνῳκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους, τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς, καὶ τὴν γυναῖκα, καὶ ἐξαρεῖς τὸ πονηρὸν ἐξ υἱῶν Ἰσραήλ. Ἐὰν δὲ γένηται παρθένος μεμνηστευμένη ἀνδρὶ, καὶ εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει, κοιμηθῇ μετ᾽ αὐτῆς, ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ λιθοβοληθήσονται ἐν λίθοις, καὶ ἀποθανοῦνται· τὴν νεάνιν, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ τὸν ἄνθρωπον, ὅτι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ· καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Ἐὰν δὲ ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν μεμνηστευμένην, καὶ βιασάμενος κοιμηθῇ μετ᾽ αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον, τὸν κοιμώμενον μετ᾽ αὐτῆς, μόνον· τῇ δὲ νεάνιδι ποιήσετε οὐδὲν, οὐκ ἔσται τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ φονεύσῃ αὐτοῦ τὴν ψυχήν, οὕτως τὸ πρᾶγμα τοῦτο, ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτὴν, ἐβόησεν ἡ νεάνις ἡ μεμνηστευμένη, καὶ ὁ βοηθήσων οὐκ ἦν αὐτῇ.» Τὸ μὲν οὖν τῆς ἱστορίας, οὐδενὸς οἶμαί που δεήσεσθαι λόγου, πρὸς τὸ συνιέναι δύνασθαί τισι· σαφῆ γὰρ λίαν καὶ ἐναργῆ.

Δεῖ δὲ ἡμᾶς, ὡς ἔοικε, ταυτὶ μεθέντας εἰς τὸ παρὸν, τὴν ἔσω τε καὶ κεκρυμμένην ἰέναι τρίβον. ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Φημὶ δὴ οὖν, ὅτι ὥσπερ ἐν τοῖς εἰς γυναῖκα πλημμελήμασι, τὸ πάντων ἂν εἴη παγχάλεπον, ἡ μοιχεία, τὸν ἑτέρου τινὸς παραλύουσα γάμον, καὶ τῶν ἤδη συνημμένων ποιοῦσα διάζευξιν, κατὰ τὸν αὐτὸν, οἶμαι, τουτονὶ τρόπον, τῶν εἰς ἀνθρωπίνας ψυχὰς αἰτιαμάτων, τὸ πάντων μάλιστά ἐστι δυσσεβέστερόν τε καὶ ἀφορητότερον, τὸ ἐπιτηδεῦσαι τὴν παραφθορὰν, οὐκ εἰς τὴν τυχοῦσαν ἁπλῶς, ἀλλὰ εἰς τὴν ἤδη τρόπον τινὰ συνῳκισμένην καὶ ἑνωθεῖσαν Χριστῷ, τῷ ἄνωθέν τε καὶ ἐξ οὐρανοῦ νυμφίῳ· ἑνούμεθα γὰρ αὐτῷ διά τε τῆς πίστεως, καὶ προσέτι, τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος· «Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι,» κατὰ τὰς Γραφάς.

Θανάτῳ δὴ οὖν ὁ νόμος τιμᾶται δικαίως ὁμοῦ τῷ μοιχεύσαντι τὴν πεπορνευμένην, καὶ τὸν μὲν ὡς ἐνιέντα τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὰ σπέρματα, τὴν δὲ, ὅτι τὸν τῆς γνησιότητος ἀτιμάζουσα νόμον, ἑτέρῳ γέγονε, καὶ ταῖς ἐκείνου παραφθοραῖς ἁπλοῦσα τὸν νοῦν, τὸν ἐξ ἀνθρωπίνων εὑρημάτων εἰσεδέξατο μολυσμόν. ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Γυναικὶ μὲν οὖν, ἀνδρὶ κατὰ νόμους συνῳκισμένῃ, παρεικαστέον εὖ μάλα τὴν διὰ πίστεώς τε καὶ Πνεύματος Χριστῷ συνῳκισμένην καὶ ἑνωθεῖσαν ψυχήν. Παρθένον δὲ εἶναι μεμνηστευμένην λογιούμεθα, τὴν κεκλημένην εἰς ἀρχὰς γνώσεως ἀληθοῦς, οὔπω δὲ ὁλοτελῶς ἑνωθεῖσαν Χριστῷ, περιμένουσάν τε ἔτι καθάπερ τινὰ γάμον καὶ συναφείας τρόπον τὸν ἀληθέστερον, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, ἀῤῥαβῶνά γε μὴν, καὶ ὁμιλίας ὥσπερ ἀρχὴν, τὸν τῆς κατηχήσεως λόγον εἰσδεδεγμένην. Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὁ θεῖος ἡμῖν μυσταγωγὸς, Παῦλος δὲ οὗτος, παρεκόμισε τῷ Χριστῷ· γράφει γὰρ ὧδε· «Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Καὶ αὐτὸς δέ πού φησιν ὁ Νυμφίος διὰ φωνῆς προφητῶν· «Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέῳ, καὶ ἐν οἰκτιρμοῖς· καὶ μνηστεύσομαί σε ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.»

Εἰ τοίνυν γένοιτο, φησὶ, τῆς παραφθορᾶς τὰ ἐγκλήματα, καὶ ἐπί τινι τοιᾷδε ψυχῇ, μοιχείᾳ γεγράφθω τὸ χρῆμα· ὑπόχρεως γὰρ ἡ μεμνηστευμένη, καὶ ὑπὸ χεῖρα λοιπὸν τοῦ μετὰ βραχὺ νυμφίου. Ἀλλ᾽ εἰ μὲν ἐν πόλει γένοιτο τὸ ἀδίκημα, φησὶ, τουτέστιν, ἢ ἐν Ἐκκλησίᾳ Χριστοῦ, καὶ ἐν πόλει Θεοῦ ζῶντος, ἣν κατοικοῦσιν ἄγγελοι, καὶ ἄνδρες ἅγιοι, καθηγηταὶ καὶ διδάσκαλοι τοῖς κινδυνεύουσι, καὶ ἀπατωμένοις ἐπαμύνειν οἷοί τε, συναποτεθνάτω τῷ φένακι καὶ ἡ παθοῦσα παρθένος. Ἐξὸν γὰρ ἑτοίμως διαδράναι τὴν παραφθορὰν, εἰ τοῖς διασώζειν εἰδόσι καταμεμήνυκε διδασκάλοις, ἐθελούσιον ἠῤῥώστησε τὸ παθεῖν, καὶ οὐκ ἐξ ἀνάγκης ἔχει τὴν εἰς τὸ φαῦλον ἀπαγωγήν. Εἰ δὲ δὴ μὴ γένοιτο, φησὶν, ἐν Ἐκκλησίᾳ, μηδὲ ἐν πόλει Θεοῦ ζῶντος, ἀλλ᾽ ὥσπερ ἐν πεδίῳ καὶ ἐν ἀγρῷ, οὗ μυσταγωγὸς ὁ ἐπαμύνων οὐκ ἦν, καὶ τῶν μεταπείθειν ἐπὶ τὸ ἄμεινον εἰωθότων ἐρημία πολλὴ, καὶ ὡς ἐν σπάνει παιδαγωγῶν ὁ φενακισμὸς, κινδυνευέτω μόνος ὁ βιασάμενος· πλεονεξία γὰρ ἤδη τὸ δρώμενον καὶ πάθος ἀνεπικούρητον, καὶ ἀνάγκη τις δυσδιάφυκτος, παρακρούσεται τὴν γραφήν· ἢ τοῖς ἀβουλήτως ἐπενηνεγμένοις ὡς ἀκουσίοις, ἐπιτιμᾷν οὐ περιττὸν εἶναι φήσομεν; ΠΑΛΛ. Παντάπασι μὲν οὖν· ὅσιος γὰρ ὁ νόμος. ΚΥΡ.

Εὖ λέγεις· ἰσχνοτέραν δὲ τῶν δρωμένων ποιεῖ τὴν βάσανον, καὶ ἐπιμετρεῖ τρόπον τινὰ τοῖς πλημμελήμασι τὰς ὀργὰς, οὔτε τοῦ κολάζεσθαι δεῖν ἀπαλλάττων εἰσάπαν τὸ ἐπὶ τοῖς μείοσι πλημμελὲς, οὔτε μὴν ἐν ἴσῳ τοῖς ὑπὲρ τοῦτο τιθεὶς, ἰσομεγέθη δὲ ὥσπερ τοῖς αἰτιάμασιν ἀποτορνεύων τὴν κίνησιν.

Ἔφη γὰρ πάλιν· «Ἐὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ᾽ αὐτῆς, καὶ εὑρεθῇ, δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ᾽ αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνὴ, ἀνθ᾽ ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.» Μοιχεία μὲν οὖν ὑπόχρεω κατεστήσατο τὸν συνόντα μεμνηστευμένῃ, κατὰ τρόπους δὲ δηλονότι τοὺς ἤδη προειρημένους.

Εἰ δὲ δὴ φαίνοιτο, φησὶ, καὶ ἀσυναφὴς ἔτι, κατεγγυηθεῖσα δὲ οὔπω Χριστῷ διὰ τῆς πίστεως, ὡς ἐν εἴδει παρθένου ψυχὴ, εἶτά τις αὐτὴν τοῖς εἰς δυσσέβειαν λόγοις καταμιάνας ἁλῷ, καὶ παρενεγκὼν ἐκ πλάνης εἰς πλάνησιν, ὁποῖόν τι δρῶσιν αἱρετικοὶ, τοὺς ἐξ ἐθνῶν ἔσθ᾽ ὅτε καὶ Ἰουδαίων ἁρπάζοντες, ἕπεσθαί τε σφίσιν αὐτοῖς ἀναπείθοντες, οὐκ ἀζήμιον εὑρήσει τὸ ἐγχείρημα. Ἀποτίσει γὰρ τῷ πατρὶ τῶν πνευμάτων, τουτέστι, τῷ Θεῷ, τῆς πλημμελείας τοὺς λόγους, ὡς ἐν ζημίᾳ χρημάτων ὑποτυπουμένης εὖ μάλα. Τὸ δὲ, Αὐτοῦ ἔσται γυνὴ, τῇ ἱστορίᾳ χρήσιμον. ΠΑΛΛ. Συνίημι ὃ φής· διπλοῦς γὰρ ὁ νόμος· σαρκικός τε καὶ πνευματικός. ΚΥΡ. Ἐπιτήρει δὲ, ὅπως οὐδὲ ὁ τῆς ἀρχαίας ἐντολῆς ἠγνόησε λόγος, ὅπερ ἔφη Χριστὸς ἀνδρός τε πέρι καὶ γυναικός· «Ὃ οὖν Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Αὐτοῦ γὰρ ἔστω γυνὴ, φησὶν, ἀνθ᾽ ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον. Καὶ πρός γε τούτῳ, διανοοῦ τῆς πανάγνου παρθενίας, ὁπόσον ἐστὶ τὸ ὡς ἐν αὐχήμασιν ὑψηλόν· ταπείνωσιν γὰρ οἶδέ τε καὶ ὀνομάζειν ἀξιοῖ τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος, τὴν διαπαρθένευσιν, καὶ οἱονεὶ τῆς σεμνότητος τὴν ἀπόθεσιν. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ.

Ἀποφήσας δὴ οὖν ὡς θεομισῆ καὶ ἀνόσιον ἀληθῶς τὸν τῶν ἑτεροδόξων φενακισμὸν, καὶ τὴν εἰς φαυλότητα παρατροπὴν τῶν παραφθείρειν εἰωθότων τοὺς ὀρθοποδεῖν ᾑρημένους, καὶ τὴν ἐφ᾽ ἃ μὴ προσῆκεν ἀπαγωγὴν, ἐπινενόηκέ τι καὶ ἕτερον, ὃ δὴ καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Παῦλος μαθημάτων ἄριστον ἐποιεῖτο, λέγων· «Μὴ λογομαχεῖν ἐπ᾽ οὐδενὶ χρησίμῳ, ἢ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.» Αἱ γὰρ περιτταὶ διαλέξεις, καὶ τὸ φιλόνεικον κομιδῇ περὶ ζητήσεις, οὐκ ἀναγκαίας γεννῶσι μάχας, καὶ τὸν τῶν ἀκροωμένων τύπτουσι νοῦν· οἱ μὲν γὰρ, ἐξ ἐλαφρίας, τὸ μὴ ὀρθῶς ἔχον τε καὶ εἰρημένον ἔσθ᾽ ὅτε προαλῶς τε καὶ ἀμαθῶς εἰσδέχονταί τε καὶ ἐπαινεῖν σπουδάζουσιν· οἱ δὲ, τοῖς ἀρίστοις τὴν αἰσχίω ψῆφον ἐπάγοντες, τὴν ἴσην τοῖς ἄλλοις ἠῤῥωστηκότες ἀπαιδευσίαν, ἁλοῖεν ἄν· ὀλίγοι δὲ παντελῶς οἱ διακρίνειν εἰδότες, καὶ τοῦ κατασίνεσθαι πεφυκότος προτάττειν τὸ ὠφελοῦν. Ἄπληγα δὲ τὸν νοῦν οὗτοι διατηροῦσι μόλις ἐν ταῖς τῶν ἑτέρων λογομαχίαις. Οὐκοῦν ὡς ἔσται τὸ χρῆμα τοῖς δρᾷν ἐθέλουσιν οὐκ ἀζήμιον, ὑπαινίττεται πάλιν ἡμῖν ὁ νόμος, λέγων· «Ἐὰν δὲ μάχωνται δύο ἄνδρες, καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται, καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικὸς, καὶ δώσει μετὰ ἀξιώματος.

Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς.» Λόγος μὲν οὖν, ἐν μήτρᾳ τὸ ἔμβρυον, ἀνθρωποειδὲς ὁρᾶσθαι μόλις, καὶ εἰς τύπον ἰέναι τοῦ καθ᾽ ἡμᾶς σώματος τότε, ὅτε καὶ ἀριθμὸς ἐπ᾽ αὐτῷ τεσσαρακοστῆς ἡμέρας διαπεραίνεται. Ταύτῃτοί φασι Μωσέα μὲν τὸν πανάριστον ἐκ τῆς ἐν Αἰγύπτῳ πλάνης οἱονεί πως ἀνωδίνοντά τε καὶ ἀναμορφοῦντα τὸν Ἰσραὴλ εἰς τὴν ἐν νόμῳ ζωὴν, σιτίων ἀπέχεσθαι καὶ ποτῶν· «Ἄρτον γὰρ, φησὶν, οὐκ ἔφαγον, καὶ ὕδωρ οὐκ ἔπιον τεσσαράκοντα ἡμέρας.» Καὶ εἰς ἡμᾶς δὲ αὐτοὺς, ὑποτοπητέον δράσαι τε τοῦτο καὶ ὑπομεῖναι Χριστόν. Ἀνεμορφοῦτο γὰρ ἐν αὐτῷ πρὸς ἁγιασμὸν δι᾽ ἐγκρατείας ἡ φύσις, ἐξ ἀκρατοῦς ὀρέξεως ἐν ἀρχαῖς ἐν τῷ πρωτοπλάστῳ τὸν εἰς ἁμαρτίαν καὶ παράβασιν ἀῤῥωστήσασα μολυσμόν. Ταυτὶ μὲν ἡμᾶς οὐκ ἀπίθανον ἐννοεῖν· πλὴν, ὅπως ποτ᾽ ἂν ἔχοι τῆς ἱστορίας ὁ λόγος, παρείσθω νυνί· πῶς δ᾽ ἂν νοεῖσθαι πρέποι, τὸ γυναῖκα πλήττεσθαι τὴν ἐν γαστρὶ ἔχουσαν, πρὸς τῶν εἰωθότων λογομαχεῖν, φέρε δὴ, φέρε διασκεπτώμεθα· τὸ γάρ τοι λίαν ἰσχνομυθεῖν ἔν γε δὴ τούτοις, οὐκ ἀτερπές.

Οὐκοῦν καρπὸς ἂν εἴη καὶ κύημα νοῦ, πίστις ἡ εἰς Χριστὸν, δι᾽ ἐντελοῦς ἡμᾶς γνώσεως ἀναπλάττουσα πρὸς αὐτὸν, καὶ εἰς θεῖον διαμορφοῦσα τύπον· καὶ γοῦν οἱ πεπιστευκότες διὰ φωνῆς Ἡσαΐου, τοῦτο, οἶμαί που, κατασημαίνοντες, εὖ μάλα κατακεκράγασι· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν, πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Οὐκοῦν καρπὸς ἂν εἴη καὶ κύημα νοῦ τὸ πνευματικὸν καὶ σωτήριον, πίστις ἡ εἰς Χριστὸν, ἣ καὶ τοὺς θείους ἡμῖν χαρακτῆρας ἐνσημαίνεται.

Τοῖς γοῦν ἐκ τελεωτέρας γνώσεως μετεῤῥυηκόσιν ἀμαθῶς εἰς τὴν μείω τε καὶ ἀτελεστέραν, Γαλάται δὲ οὗτοι, προσεφώνει λέγων ὁ θεσπέσιος Παῦλος· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἐναρξάμενοι γὰρ πνεύματι, τὴν κατὰ σάρκα τελείωσιν ἐπετήδευον, εἰς τὴν τοῦ νόμου λατρείαν μετενηνεγμένοι· ταύτῃτοι καὶ ἀτελεσφόρητον ἐν ἑαυτοῖς τὴν τοῦ Χριστοῦ μόρφωσιν ἀπετέλουν, οἱονεί πως ἀπαμβλίσκοντες τὸ ἔν γε σφίσιν αὐτοῖς ὡς ἐν νηδύϊ κείμενον ἀγαθόν. Οὐκοῦν τὸ ἐν γνώσει τέλειον καὶ τὸ ἀκραιφνὲς εἰς πίστιν, τοῦ Σωτῆρος τὴν μόρφωσιν ταῖς ἁπάντων ἡμῶν εἰσοικιεῖται ψυχαῖς, καὶ τοῦτο ἐν ἡμῖν ὡς θεία τις ἔσται σπορά. Ὅταν τοίνυν ὡς ἀπό γε τῆς τινων λογομαχίας σκανδαλίζοιντό τινες· εἶτα ἡ τοῦτο παθοῦσα ψυχὴ, τὴν ὡς ἐν ὠδίσι κειμένην, καὶ εἰς νοῦν ἔσω τεθησαυρισμένην, ἀπαμβλίσκοι πίστιν τε καὶ γνῶσιν, εἰ μὲν εἴη, φησὶ, μὴ ἐξεικονισμένη, τουτέστιν, εἰ ἀτελὴς ἔτι καὶ ἀκαλλεστέρα, ζημίαν ὑπομενεῖ πάντη τε καὶ πάντως ὁ τοῦ σκανδάλου παραίτιος, ἣν ἂν ἐπιβάλῃ, φησὶν, ὁ ταύτης νυμφίος, τουτέστι, Χριστός· καὶ δώσει μετὰ ἀξιώματος, τουτέστι, καὶ ὁμολογείτω χάριν, μὴ τὴν εἰς ὄλεθρον παντελῆ ποινὴν ὑποστάς.

Εἰ δὲ εἴη, φησὶν, ἐξεικονισμένον τὸ τῆς ψυχῆς κύημα νοητὸν, τουτέστιν, εἰ γνῶσις εἴη καὶ πίστις τοῦ Χριστοῦ φοροῦσα μόρφωσιν, τοῖς περὶ τῶν ἐσχάτων ὑποκείσεται λόγοις, ὡς ἤδη καὶ φονευτή.

Ψυχῆς γὰρ θάνατος, ἡ τῆς ἀμωμήτου πίστεως ἀπόθεσις, καὶ τῆς ἀρτίως ἐχούσης γνώσεως ἡ ζημία.

Τοιγάρτοι τὸ χρῆναι μεταλαχεῖν ἀνοσίων εἰσηγημάτων, καὶ ὧν ἂν ποιοῖτο λόγων, ἀνὴρ, γεγονὼς κατάβρωμα διαβολικὸν, καὶ τῆς τῶν δαιμονίων ἀγέλης οἱονεί πως τροφὴ, μολυσμὸν εἶναί φησι· καὶ ἀποφάσκει πάλιν, ὡς ἐν αἰνίγματι λέγων, «Καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε· τῷ κυνὶ ἀποῤῥίψατε αὐτό.» Κύνα μὲν γὰρ, τὸν ἀναιδῆ καὶ ἀκάθαρτον ἄνθρωπον ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῇ. Πρέπον δ᾽ ἂν εἴη τῷ τοιῷδε τυχὸν, ἅπας τις οὖν, οἶμαι, λόγος βδελυρὸς καὶ δυσώδης, καὶ ἐξ αὐτοῦ συγκείμενος τοῦ Βεελζεβοὺλ, ὡς θηρὸς ἀγρίου κατεδηδοκότος τὴν ὑποπεσοῦσαν αὐτῷ καὶ ὑπηρετοῦσαν εἰς τοῦτο ψυχήν· «Λέγει γὰρ οὐδεὶς, Ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Βεελζεβούλ.» Ἁγίοις γε μὴν τὸ ἐν μεθέξει γενέσθαι τῶν οὕτως αἰσχρῶν ἢ κεκιβδηλευμένων ἐννοιῶν τε καὶ λόγων, ἀνάρμοστον κομιδῇ. «Κοινωνία γὰρ οὐδεμία φωτὶ πρὸς σκότος.» ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἐγρηγορέναι δὲ ὅτι προσήκει τοὺς καθηγεῖσθαι λαχόντας, καὶ ἡγουμένους ποιμνίων, κατεχρησμῴδησε πάλιν. Τίς δ᾽ ἂν γένοιτο τῆς πρὸς ἡμῶν ἐπιεικείας εἰς τοῦτο τρόπος, ὑπεμφαίνει, λέγων ἐν τῷ Λευϊτικῷ· «Τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον.» Πώεσι μὲν γὰρ αἰγῶν καὶ προβάτων, ἤγουν ἀμπελῶνι παρεικαστέον εὖ μάλα τὴν ὑπὸ χεῖρα πληθύν. Ἤκουε μὲν γὰρ ὁ θεσπέσιος Πέτρος· «Σίμων Ἰωνᾶ, φιλεῖς με; βόσκε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου.»

Περὶ δέ γε τῶν ἐξ Ἰσραὴλ, ὁ προφήτης ἔφασκεν Ἡσαΐας· «Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.» Ποιμένος δὴ οὖν ἀρετὴ, τὸ μὴ ἐπαφιέναι προβάτοις ἑτεροειδές τι ζῶον, ὡς ταῖς ὀθνείου τυχὸν ὀχείαις ὑποπεσεῖν, ἵνα μὴ ἑτεροφυὲς τέκῃ, καὶ τῆς ἐνούσης αὐτῷ φυσικῆς εὐγενείας ἐκνενευκός· ἀμπελώνων δὲ ὁ μελεδωνὸς, εἴπερ εἴη νουνεχὴς, καὶ γηπονεῖν ἄριστα μεμελετηκὼς, οὐκ ἂν ἀνάσχοιτό ποτε τὰ ξηρὰ τῶν σπερμάτων ὑπ᾽ αὐταῖς φύεσθαι ταῖς ἀμπέλοις, ἵνα μὴ δαπανωμένης αὐταῖς τῆς ἰκμάδος εἰς τὸ ἀλλότριον, ὑστερίζοιεν αὗται περὶ τὸ οἰκεῖον. Ἴθι δὴ οὖν ὡς ἐξ εἰκόνος ἤδη πως, ἐπὶ τὸν πνευματικὸν, τὰ λογικὰ θρέμματα, μὴ τοῖς τῶν ἑτεροδιδασκάλων ὑπάγεσθαι συγχωρῶμεν ἀνοσίως ὥσπερ σπερματισμοῖς, νοητοῖς δηλονότι, καὶ ταῖς ὡς ἐν λόγῳ εἰσηγήσεσιν· ἀκαλλὴς γὰρ λίαν ὁ ἐξ ἀνομοίου καρπὸς γνώμης, καὶ οἱ τῶν οὐχ ὁμοπίστων λόγοι, φαύλων ἂν γένοιντο κυημάτων πρόξενοι τοῖς εἰσδεδεγμένοις αὐτούς· ἀμπελῶνας δὲ ὄντας ἡμᾶς, καὶ ἐν ὀρχάτων τάξει κειμένους, μονοειδεῖ τρόπον τινὰ προσήκει στεφανοῦσθαι καρπῷ, καὶ τὸν διφυᾶ παραιτεῖσθαι τρόπον. Λόγος γὰρ οὐδεὶς εἰς ὁμοιότητα φυσικὴν, σίτῳ καὶ βότρυσιν. Ἀλλοτρίων δὴ οὖν σπερμάτων μηδεὶς ἡμῶν ἔστω τόπος. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ.

Καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἀσυναφῆ καὶ ἀσύμβατα, καὶ τῆς πρὸς ἄλληλα κοινωνίας διεσχισμένα τὰ ἑτεροτροποῦντα δεικνύει, παραθεὶς εἰς τύπον τὴν ἐκτοπωτάτην καὶ ἀλλόκοτον κομιδῇ τοῦ λογικοῦ ζώου σύνοδον, πρὸς τὸ μὴ τοιοῦτον, ἑτεροειδὲς δὲ καὶ ἔκφυλον. Καὶ δὴ καί φησιν ἐν μὲν τῇ Ἐξόδῳ· «Ὃς ἂν κοιμηθῇ μετὰ κτήνους, θανάτῳ ἀποκτενεῖτε αὐτόν.» Σαφέστερον δὲ πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ὃς ἐὰν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, θανάτῳ θανατούσθω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε· καὶ γυνὴ ἤτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιασθῆναι αὐτὴν ὑπ᾽ αὐτοῦ, ἀποκτενεῖτε τὴν γυναῖκα, καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθωσαν· ἔνοχοί εἰσιν.» Ὁμιλίαι τε γὰρ, καὶ οἱονεὶ μίξεις αἱ νοηταὶ καὶ σύνοδοι, αἱ πρὸς οὓς ἂν ἥκιστα πρέποι, καὶ οἷς κατηῤῥώστησε πρὸς ἀλογίαν ὁ νοῦς τὴν ἐσχάτην, θανάτου πρόξενοι, καὶ αὐτοῖς τοῖς παραφθείρουσι, καὶ τοῖς ἐθελούσιον ὑπομένουσι τὴν παραφθοράν. ΠΑΛΛ. Ὀρθότατά τε καὶ μάλα ὁσίως ὁ νόμος φησί. ΚΥΡ. Θαυμάσαις δ᾽ ἂν ἔτι καὶ τόδε· ἦν γὰρ δή πού τινας, ὡς ἐξ ἀφορήτου πλεονεξίας, καὶ εἰ μὴ βούλοιντο τυχὸν τὴν ἐξ ὀρθότητος ἐννοιῶν ἐπὶ τὸ πλαγίως ἔχον ὑπομεῖναι παραφθορὰν, καὶ καθάπερ ἐξ ἀνάγκης, οὐκ ἀδακρυτὶ τάχα που παθεῖν τὴν πλάνησιν.

Οὐκ ἀνεπικούρητον τοίνυν ὁ νόμος περιορᾷν ἠξίου καὶ τὸ τοιοῦτον γένος. ΠΑΛΛ. Τὸ ποῖόν τι φῄς; ΚΥΡ. Τὸ ζυγῷ δουλείας κατεσφιγμένον καὶ ταῖς τῶν πριαμένων ἐξουσίαις κατησχοιμένον. ΠΑΛΛ. Βεβοήθηκε δὲ τίνα δὴ ἄρα τρόπον καὶ τούτοις ὁ νόμος; ΚΥΡ. Ἀνίησι γὰρ δεσμοῦ καὶ ἀνάγκης, εἰ τὸ βλάβος εἴη περὶ ψυχὴν, καὶ ἀποτρέχειν εἰ βούλοιτο τὸ ἠδικημένον παραποδίζοντος οὐδενὸς, δεδικαίωκεν ἐναργῶς. Ἔφη γὰρ ὧδε πλαγίως ἐν τῇ Ἐξόδῳ· «Ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθερίους ἐξαποστελεῖ αὐτοὺς, ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν· ἐὰν δὲ τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἢ τὸν ὀδόντα τοῦ οἰκέτου αὐτοῦ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς, ἀντὶ τοῦ ὀδόντος αὐτῶν.» Ὅσον μὲν γὰρ ἧκεν εἰς θεωρίαν ἐξωφανῆ καὶ πρόχειρον νοῦν, κατακωλύει τὸ θράσος, καὶ συμμέτρους ἀποτελεῖ τὰς τῶν κτησαμένων ὀργὰς, καὶ οὐ μέχρις ἐκείνων ἰέναι βούλεται, δι᾽ ὧν ἂν γένοιτο, τὴν εἰς τὸ εὖ εἶναι ζημίαν τοὺς ὑπεζευγμένους, ἀποστῆναι.

Ἐφίησι δὲ οὐδαμῶς ἀχαλίνως ἰέναι τὰ ἐκ θυμοῦ, καὶ εἰς αὐτὴν ἤδη πράττεσθαι τὴν φύσιν, ἧς ἂν νοοῖτο μόνος ὑπάρχων Δεσπότης ὁ Δημιουργός· δουλεία γὰρ καὶ τὸ ἐπὶ τῇδε πάθος οὐκ ἀῤῥώστημα φυσικὸν, ἀλλ᾽ εἰσποιητὸν ἐκ πλεονεξίας. Ἐν Χριστῷ μὲν οὖν ὁ Θεὸς καὶ Πατὴρ ὅλην ἀναπλάττει εὐθὺς πρὸς τὸ ἐν ἀρχαῖς τὴν φύσιν. «Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις.» Ἀναιρεῖται δὲ παντελῶς τῆς δουλείας τὸ αἶσχος· γράφει γὰρ ὁ Παῦλος, ὅτι «Ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος.» Ἀφαιρεῖται δὲ τέως ὁ νόμος προσπαιδαγωγῶν εἰς τὸ τέλειον τὸ τῆς ἐξουσίας ἀκάθεκτον, καὶ τὸ ἐπέκεινα μέτρου τοῦ καθήκοντος, ζημίαν ἐπιτιθεὶς τοῖς ὀλιγωροῦσι τοῦ νόμου, τῶν ἠδικημένων τὴν ἄφεσιν. Ἀλλὰ ταυτὶ μὲν εἰς γράμμα καὶ σκιὰν, εἴπερ ἕλοιτό τις καὶ τῇδε νοεῖν· εἰ δὲ δὴ διερμηνεύοιτο πνευματικῶς ὁ τοῦ νόμου σκοπὸς, προσβάλλοις ἂν, ὦ Παλλάδιε, καὶ καθ᾽ ἕτερον τρόπον τοῖς ἐν αὐτῷ θεωρήμασι· φῶς μὲν γὰρ τουτὶ τὸ ἐγκόσμιον τοῖς τοῦ σώματος ὀφθαλμοῖς εἰσδεχόμεθά τε καὶ θαυμάζομεν· φῶς δὲ τὸ θεῖον καὶ νοητὸν ἐν ταῖς ἡμετέραις ἀνίσχει καρδίαις· καὶ τροφὴ μὲν ἡ τοῦ σώματος, ὀδοῦσι καταλεαίνεται, καὶ ἔσται τὸ χρῆμα πρὸς ζωὴν ὁδός· τὰ δέ γε τῶν θείων θεωρημάτων, σκληρὰ, καὶ δυσέφικτα καθάπερ ὀδόντι τῇ τῆς διανοίας ἰσχύϊ μονονουχὶ συνθρύπτεται καὶ ἀποτρέφει ψυχήν.

Καὶ γοῦν ἡ Σοφία τὴν θείαν ἡμῖν καὶ πνευματικὴν ἁπλοῦσα τράπεζαν, «Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον,» φησίν. Οὐκοῦν κἂν εἰ οἰκέτῃ συμβαίνοι τυχὸν περί τι τῶν τοιούτων βλάβος, παραπαίοντος δεσπότου καὶ παρολισθεῖν ἀναγκάζοντος ἐξ ὀρθότητος δογμάτων εἰς ἔκτοπον πλάνησιν, λελύσθω, φησὶν, ὁ δεσμὸς, καὶ λόγος ἔστω μηδεὶς ἀναγκαίου ζυγοῦ. Διεῤῥίφθω δέ ποι καὶ τῆς ἐξουσίας τὸ δεῖμα, ἴτω τε λοιπὸν ὁ κατεζευγμένος, ὅποιπερ ἂν αὐτῷ τὸ ἀλωβήτως ἔχειν εὑρίσκοιτο· ψυχῆς γὰρ ἄμεινον οὐδὲν ἦν. Καὶ ἵνα σώσῃ, φησὶν, ἀπολελύσθω δουλείας. Ἴδοις δ᾽ ἂν ἀληθῆ τὸν λόγον, καὶ ἐν καιροῖς ἔτι τοῖς καθ᾽ ἡμᾶς πληρούμενον· οὐ γὰρ ἀνέχονται δεσποτῶν οἰκέται παρακομιζόντων εἰς πλάνησιν, τῆς ἐπηρτημένης αὐτοῖς ἐξουσίας ὑπεξαγαγόντες γενικῶς τὸ ἔν γε τούτῳ πειθήνιον· ἄχθει μὲν γὰρ τῷ δουλείας τὸν τοῦ σώματος ὑπενεγκόντες αὐχένα, τηροῦσιν ἀθόλωτον ἐν ἑαυτοῖς τὸν νοῦν, καὶ τὸ δεῖν εἰδέναι σαφῶς τε καὶ ἀπλανῶς τὸν περὶ τῆς ἀληθοῦς πίστεως λόγον, πολλοῦ δὴ λίαν, μᾶλλον δὲ τοῦ παντὸς εἶναι ἄξιον πεπιστεύκασι, καὶ τροφὴν τὸ χρῆμα ποιοῦνται πνευματικὴν, οἷά περ ὀδόντι τῷ νῷ κατατρίβοντες τὸ εἰς οὖς ἐρχόμενον, καὶ τὴν τῶν θείων νοημάτων ἀναμασώμενοι δύναμιν. ΠΑΛΛ. Ὡς σαφής τε ἡμῖν, καὶ ὀρθῶς ἔχων ὁ λόγος. ΚΥΡ.

Προσεθίζει δὲ καὶ ἑτέρως ὁ νόμος ἡμᾶς εἰς φιλαλληλίαν, τιμᾷν ἀναπείθων τὸ συγκαθίστασθαι τοῖς ἐγγὺς, καὶ τοὺς τῆς ἀνισότητος καταμυσαττόμενός τε καὶ κολάζων τρόπους. ΠΑΛΛ. Πῶς δὴ φής; ΚΥΡ. Ἄκουε δή· γράφει γὰρ πάλιν· «Ἐὰν κερατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. Ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας· καὶ διαμεμαρτυρημένοι ὦσι τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.» Ὁρᾷς τὸ αἴνιγμα, καὶ οἱονείπως ἡμῖν ἐκ παραδείγματος ἐναργεστάτου πρὸς τὸ εὐθὺ διαστείχοντα τὸν ἐπὶ τῷδε λόγον;

Εἰ γὰρ γένοιτο τεθνάναι, φησὶ, τὸν τοῦ δεῖνα ταῦρον, καὶ ὑφ᾽ ἑτέρου ταύρου πεσεῖν, διελοῦνται τὸν ταῦρον τὸν ζῶντα, καὶ ἀμφοῖν ἔσται πάλιν ὁ τεθνηκὼς, τουτέστιν, εἰ πλεονεξίας ἐπιγένοιτο καὶ ἀδικίας τρόπος παρ᾽ οὐχ ἑκόντος τινὸς εἰς ἕτερον, ἐντρυφάτω, φησὶν, ὁ ἠδικημένος τοῖς τοῦ λυπήσαντος ἀγαθοῖς, καὶ κοινὰς ἐχέτω τὰς θυμηδίας. Τοῦτο γὰρ, οἶμαι, ἔστι, τὸ διελέσθαι τὸν ταῦρον τὸν ζῶντα· Κοινὰς δὲ ποιείτω, φησὶ, καὶ ἀνεθελήτως προσκεκρουκὼς τὰς τοῦ πεπονθότος συμφοράς· τουτὶ γὰρ οἶμαι παραδηλοῦν, τὸ διελέσθαι τὸν τεθνηκότα. Ὁρᾷς οὖν ὅπως ὁ νόμος αἰνιγματωδῶς ἔτι καὶ κατεσκιασμένως τὸν φιλάλληλον εἰσηγεῖται τρόπον; Ἢ οὐχὶ δὴ τοῦτό ἐστι τὸ, «Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων;» ΠΑΛΛ. Ἔοικε. ΚΥΡ. Εἰ δὲ δὴ, φησὶν, ὁ πλεονεκτῶν εἰδείη σαφῶς, ὅτι πείσεταί τι δεινὸν ὁ πέλας, τῶν τῆς πλεονεξίας τρόπων οὐκ ἀνῃρημένων, ζημίαν αὐτὸς τὴν ἴσην ὑπομενεῖ, καὶ τὴν τοῦ παθόντος συμφορὰν ἐπαντλήσει μόνῃ τῇ ἰδίᾳ ψυχῇ. Τοῦτο γὰρ αἰνιγματωδῶς, τὸ, «Ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτοῦ ἔσται.» Οὐ γὰρ μέχρι τοῦ τῶν οἰκείων ἀγαθῶν ἀποπεσεῖν τοῖς ἀδικοῦσιν ὁ λόγος, ἀλλ᾽ ἰδίαν ἕξουσι συμφορὰν, καὶ αὐτῶν ἔσται πάθος, τὸ τῷ πέλας συμβεβηκός. ΠΑΛΛ. Ὡς εὖ γε ἡμῖν ὁ λόγος ἔχει. ΚΥΡ.

Σοφὸν δὲ ἡμῖν τῆς εἰς ἀλλήλους ἀγάπης ἐτίθει νόμον καὶ ὁ θεσπέσιος Παῦλος, ὡδίπη λέγων· «Μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων.» Οὐ ζητεῖ γὰρ ἡ ἀγάπη τὰ ἑαυτῆς· περισκέπτεται δὲ μᾶλλον καὶ τὰ ἑτέρων, καὶ ὅπως ἂν ἔχοι τὰ ἀδελφῶν εὖ. Τοῦτό τοι πάλιν τὸ ἀρχαῖον ἡμῖν ὑπαινίττεται Γράμμα· ἔχει δὲ οὕτως· «Ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ, καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γέννημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.» Ὁ μὲν γὰρ ἀγροῖς ἑτέρων τὸ ἴδιον κτῆνος ἐπαφιεὶς, ὀνίνησι μὲν τὰ καθ᾽ ἑαυτὸν, καὶ ζητεῖ πως τὰ ἑαυτοῦ, πλὴν οὐκ ἐξ ὧν ὁ γείτων εὐφραίνεται, οὐδὲ ἐφ᾽ οἷς ἂν ἥδοιτό τις τῶν πέλας, ἀλλ᾽ ἐξ ὧν ἂν λυπεῖσθαί τε καὶ ἀδικεῖσθαι συμβαίνοι. Ζητητέον οὖν ἄρα τὸ ἡμᾶς ὠφελοῦν, τουτέστι, τὸ ἑαυτῶν, οὐ διὰ τῆς εἰς ἑτέρους πλεονεξίας, ἀλλὰ δι᾽ ὧν ἂν γένοιτο πρὸς τοῦτο ἰέναι, πλημμελοῦντας οὐδὲν, καὶ τῆς τοῦ γείτονος εὐθυμίας ἑστώσης ὀρθῶς. Τοῦτο γὰρ ἂν εἴη σαφῶς, τὸ ζητεῖν καὶ τὰ ἑτέρων. Ἢ ἴστω τις, φησὶν, εἰ ἀφυλάκτως ἕλοιτο καταλυπεῖν ἀδελφοὺς, καὶ ἀπρονοήτως ἔχοι τοῦ πέλας, εἰς μόνον τάχα που τὸ ἴδιον βλέπων, τὴν ἴσην ὑπομενεῖν ζημίαν, καὶ τὸν τῆς δοκούσης ὠφελείας τρόπον, τῶν ὅτι μάλιστα φιλαιτάτων αὐτῷ προξενήσων τὴν ἀπώλειαν.

Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ, «Ἀποτίσει τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τοῦ ἀμπελῶνος αὐτοῦ.» Ἁρμόζει δ᾽ ἂν, ὥς γέ μοι φαίνεται, τῶν προκειμένων ἡ δύναμις καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, ὧν οἱ βδελυροὶ καὶ ἀνούστατοι μαθηταὶ, κτηνῶν ἀλόγων δίκην, λήϊά τε καὶ ἀμπελῶνας κατανέμονται τοὺς δεσποτικοὺς, εἰς κρίμα καὶ κόλασιν τῶν τῆς αἱρέσεως εὑρετῶν· συμβήσεται γὰρ ἐκείνοις ἡ τῶν καλλίστῳν ζημία, τουτέστιν, ὁ περὶ αὐτὴν ὄλεθρος τὴν ψυχήν· ἀμπελῶνος γὰρ, ἤγουν ληΐου τυχὸν, καὶ ἀνὰ μέρος ἑκάστου τῶν καθ᾽ ἡμᾶς νοουμένων τὸ ἐν αὐτῷ βέλτιστον ἡ ψυχή. ΠΑΛΛ. Καρπὸν οὖν ἄρα τῆς ἀγάπης εἶναί φαμεν τὸ χρῆναι ζητεῖν τὰ ἑτέρων, καὶ οὐχὶ δὴ μόνον τὰ ἑαυτῶν. ΚΥΡ. Πάνυ μὲν οὖν, ὦ Παλλάδιε, καὶ τὸ μὲν χρῆναι πληροῦν τὴν εἰς ἀδελφοὺς ἀγάπησιν, ὡς ἥδιστον τῷ Θεῷ, καταφορτίζεσθαι δὲ τὴν ἀγάπην τῷ περιττῷ καὶ πλείονι τῆς πρὸς ἡμῶν καταχρήσεως, οἰκονομικῶς οὐκ ἐᾷ· κατασίνεται γὰρ εὐκόλως καὶ τὸν εὖ βεβηκότα νοῦν, κἂν εἰ ἐν καλῷ γένοιτο τυχὸν τῆς ἐφ᾽ ὅτῳ οὖν ἀρετῆς, τὸ μὴ μετρίως αὐτῷ, δυσαντήτῳ δὲ μᾶλλον ἐπιθρῶσκον ὁρμῇ. ΠΑΛΛ. Ὅσον δὴ τί φής; οὐ γάρ τοι συνίημι σαφῶς. ΚΥΡ. Ἢ οὐκ ἀρετὴν εἶναι φὴς, τὸ πρᾶόν τε καὶ ἀνεξίκακον; ΠΑΛΛ. Πῶς γὰρ οὕ; ΚΥΡ.

Ἀλλ᾽ εἴπερ τις τυχὸν τῷ πραότητά τε καὶ ἀνεξικακίαν ἐπιτηδεύοντι, λύπας τε καὶ ὕβρεις ἐπισωρεύσειε, καὶ τὰ δι᾽ ὧν οἱ θυμοὶ, μετρίως μὲν εἰ γένοιτο, διακαρτερήσειεν ἂν ἔσθ᾽ ὅτε καὶ οἴσει γεννικῶς, γύμνασμά τε πραότητος καὶ ἀοργησίας τὸ χρῆμα ποιήσεται. Εἰ δὲ δή τις ἴοι τοῦ μετρίου πέρα, καὶ τῶν ἀνεξικακίας ὅρων ἐπέκεινα τρέχοι, τὸ ἀπεικὸς οὐδὲν, καταβιασθεῖσαν ὥσπερ τὴν ἀρετὴν καὶ ἀτονῆσαι βραχύ. ΠΑΛΛ. Εὖ λέγεις· μεθύει γάρ πως ἐν ἀνθρώποις τὸ ἀγαθὸν, καὶ οὐδενὸς κατασείοντος, ἕστηκε μόλις. ΚΥΡ. Ἴθι δὴ οὖν, εἰ δοκεῖ, καὶ ἐπ᾽ αὐτὴν τὴν ἀγάπησιν. Ἀρετὴ γὰρ ἡ προὔχουσα, καὶ τῶν ἄλλων ἐστὶν ἡ προφερεστέρα. Τῆς γε μὴν ἄγαν καταχρήσεως οὐκ ἀνέχεται. Ὃ δὴ πάλιν καθάπερ ἐν εἴδει παραβολῆς καὶ σαφοῦς παραδείγματος, ὁ νόμος ἡμῖν ὑφηγεῖται λέγων· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξῃς ἐν ταῖς χερσί σου στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου· ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου, καὶ φάγῃς σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς.» Τὸ μὲν γὰρ ὀλίγους χερσὶ συναγεῖραι στάχυας, ἤγουν ἀποκεῖραι βότρυν εἰς ἐπιθυμίαν ἢ τροφὴν, οὐδὲν ἂν ἔχοι τὸ βλάβος. Οἴσει γὰρ, οἶμαι, σὺν θυμηδείᾳ· ταυτὶ τῆς ἀγάπης ὁ νόμος, καὶ οὐκ ἐπέκεινα τοῦ μέτρου τὸ χρῆμα φαίνεται.

Τὸ δὲ καὶ ἀμῶντα σίδηρον τοῖς τοῦ πέλας ὑπενεγκεῖν, ὑπερνήχεταί πως καὶ ὑπερθρώσκει λοιπὸν τὸ φιλάλληλον, καὶ εἰς ὅρους ἤδη τοὺς τῆς πλεονεξίας οἴχεται. Οὐκοῦν ὑπόδειγμα τοῦτο σαφὲς τοῦ μὴ κατακεχρῆσθαι δεῖν ταῖς τῶν ἀδελφῶν ἀγαπήσεσίν ἐστι, τιμᾷν δὲ ταῖς αὐταρκείαις καὶ τὸ φιλάλληλον. Οὐκ ἄκομψον δὲ καθάπερ ἐγῷμαι, τὸν ἐπὶ τῷδε πάλιν εἰς ἡμᾶς καὶ ἑτέροις τισὶν ἐφαρμόσαι λόγον, οἳ τὰς ἐν ταῖς Ἐκκλησίαις τῶν διδασκόντων φωνὰς, αἵπερ ἂν ἐκ τοῦ παραχρῆμα καὶ προχείρου γένοιντο, καθάπερ τινὰ τροφὴν δρεπόμενοι νοητὴν, οὐ μέχρι τούτου μένειν ἀνέχονται, πέρα δὲ ὥσπερ ἰόντες τοῦ μέτρου, καὶ οἷά περ εἰς ἄγγος ἐμβάλλοντες, καὶ δέλτοις ἐναποτίθενται, χρηστομαθεῖς μὲν ὄντες λίαν, ἀδικοῦντες δέ πως εἰς ὑπόληψιν ἀδελφοὺς, ὅτι τὸ ἐσχεδιασμένον εὐθὺς, ὥσπερ τι τῶν ἄγαν κατεσκευασμένων, ἐναποτίθενται γραφῇ, Ἀλλ᾽ ὅ γε νόμος, ὦ βέλτιστοι, φαίην ἂν αὐτοῖς, τὸ μηδὲν εἰς ἄγγος ἐμβάλλειν προστέταχεν ἐναργῶς. ΠΑΛΛ. Σφαλερὸν οὖν ἄρα τὸ ἀναμοχλεύειν ὥσπερ ψυχῆς ἀρετὴν, καὶ τὸν εὖ βεβηκότα νοῦν μονονουχὶ κατασείειν ἀποτολμᾷν τῷ τῆς καταχρήσεως περιττῷ. ΚΥΡ. Ἀτρεκὴς ὁ λόγος. Χρῆναι γὰρ δεῖν δεδικαίωκεν ἐναργῶς ὁ τῶν ὅλων Θεὸς, οὐκ ἐπιβουλεύειν ἡμᾶς ἀρετῇ, μετέχειν δὲ μᾶλλον, εἰ τύχοι, τῶν ἐξ ἀρετῆς ἀγαθῶν. Καὶ ἀμυδρὸν ἐπὶ τούτῳ ποιεῖται τὸ αἴνιγμα, καὶ ἐν μικροῖς κομιδῆ τὰ ἀσυγκρίτως ὑπερκείμενα ζωγραφεῖ.

Γέγραπται γὰρ ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ, ἢ ἐπὶ παντὶ δένδρῳ, ἢ ἐπὶ τῆς γῆς, νεοσσοῖς, ἢ ὠοῖς, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ, ἵνα εὖ σοι γένηται, καὶ πολυήμερος ἔσῃ.» ΠΑΛΛ. Καὶ τί δὴ τοῦτό ἐστιν; οὐ γάρ μοι σαφὲς τὸ αἴνιγμα. ΚΥΡ. Ἢ οὐκ ἐναργῶς ἐπαΐεις; ὡς εἴπερ τις ἕλοι νεοττεύουσαν ἔτι τὴν ὄρνιν, ἤγουν ἐπωάζουσαν, ποιείσθω μὲν ὄνησίν τε καὶ εὕρημα τὰ ἐξ αὐτῆς· ἀποπεμπέτω γε μὴν, οὐδὲν ἐποίησε βλάβος. ΠΑΛΛ. Ναί· ὁ γάρ τοι τοῦ Γράμματος οὗτος ἂν εἴη σκοπός. ΚΥΡ. Οὐκοῦν ἄθρει τὸ κεκρυμμένον, καὶ οἱονεὶ διαπτύξας τὴν σκιὰν, κατασκέπτου νοητῶς τὴν ἀλήθειαν.

Ἑκάστη μὲν γὰρ ἀρετὴ, μήτηρ οἷά τίς ἐστι τῶν ἐξ αὐτῆς ἀγαθῶν καὶ γένεσις, οἷον εἴ τις λέγοι τὴν χρηστότητα, τὴν φιλοπτωχείαν, τὴν πραότητα, τὴν μακροθυμίαν. Χρηστεύεται γάρ τις οὐχ ἑαυτῷ μᾶλλον ἢ ἑτέροις· μετάσχοιεν δ᾽ αὖ τῆς φιλοπτωχείας, οἱ ταύτης δεδεημένοι, καὶ πραότητος ὁμοίως καὶ μακροθυμίας.

Οὐκοῦν ἀρετὴ μὲν ἑκάστη μήτηρ ἂν νοοῖτο, καὶ οἱονεί τις ἀρχὴ τῶν ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ἀγαθῶν. Νοσσιαὶ δὲ ὥσπερ ἀρετῶν, αἱ ταύτας ὠδίνουσαι, καὶ ἐν σφίσιν αὐταῖς ἑλοῦσαι ψυχαί. Χρῆναι δὴ οὖν ἄρα φησὶν ὁ νόμος, τοὺς ἀνδράσι περιτυγχάνοντας, ἐν οἷς ἂν εἶεν ἀρεταὶ καθάπερ εἰς νοσσιὰν συγκεκομισμέναι, ποιεῖσθαι μὲν κέρδη τὰ ἐξ αὐτῶν, μὴ μὴν ἔτι κατασίνεσθαι φιλεῖν ἀρετὴν, τὴν τῶν ἀρίστων κατορθωμάτων μητέρα· ἀδικεῖται δὲ ἀρετὴ, κατασειομένη πρός τινος, κατά γε τοὺς ἤδη προειρημένους τρόπους. ΠΑΛΛ. Ὡς βαθὺ τὸ αἴνιγμα! ΚΥΡ. Ναί· λέγεις ὀρθῶς. Ἀλλ᾽, ἵνα τι φῶμεν ταῖς τοῦ μακαρίου Παύλου συμβαῖνον φωναῖς, «Μὴ τῶν στρουθίων μέλει τῷ Θεῷ; ἢ δι᾽ ἡμᾶς πάντως λέγει;» τύπους γὰρ ἡμῖν πραγμάτων, οὐκ αὐτὰ σαφῶς ἐξηγεῖται τὰ πράγματα, τῆς διὰ Μωσέως ἐντολῆς ὁ λόγος· ἴδοις δ᾽ ἂν, ὅπως ἡμᾶς καὶ εἰς τρόπους ἤδη τῆς ἀνωτάτω φιλαλληλίας ἀνακομίζει κατὰ βραχύ. Πειρᾶται γὰρ ἀναπείθειν, καὶ αὐτοὺς ἀγαπᾷν τοὺς προσκεκρουκότας, καὶ λύπης ἀμείνους ὁρᾶσθαι τῆς εἰς ἐχθροὺς, μὴ ὑπὸ τοῦ κακοῦ νικωμένους, νικῶντας δὲ μᾶλλον ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἔφη γὰρ πάλιν ἐν μὲν τῇ Ἐξόδῳ· «Ἐὰν δὲ συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ, πλανωμένοις ἐν τῇ ὁδῷ, ἀποστρέψας ἀποδώσεις αὐτῷ· ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνεγερεῖς αὐτὸ μετ᾽ αὐτοῦ.»

Ἐν δὲ τῷ Δευτερονομίῳ· «Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ, πλανώμενα ἐν τῇ ὁδῷ, ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου· ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ, μηδὲ ἐπιστήσῃ αὐτὸν, συνάξεις αὐτὰ ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτὰ αὐτῷ· οὕτως ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτως ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτως ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἐὰν ἀπόληται παρ᾽ αὐτοῦ, καὶ εὕρῃς, οὐ δυνήσῃ ὑπεριδεῖν αὐτά· οὐχ ὑπερόψει τὸν ὄνον τοῦ ἀδελφοῦ σου, ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότα ἐν τῇ ὁδῷ· μὴ ὑπερίδῃς, ἀνιστῶν ἀναστήσεις αὐτὰ μετ᾽ αὐτοῦ.» Συνίης οὖν, ὅπως ἡμᾶς ἀστειότατα παιδαγωγεῖ πρὸς τὸ ἄγαν ἤδη πως καὶ τελέως ἀγαθὸν, μελέτησιν ὥσπερ ἀμνησικακίας ποιεῖσθαι προστάττων, τὴν εἰς τὰ κτήνη φειδὼ τοῦ λελυπηκότος, ὃν καὶ ἄνω τε καὶ κάτω τῷ τῆς ἀδελφότητος ὀνόματι στεφανοῖ, κατακωλύων, οἶμαί που, τὸ ἔντονον εἰς ὀργὰς, καὶ τὸ περιττὸν εἰς μικροψυχίας, καὶ τὸν τῆς φύσεως νόμον, βραβευτὴν ὥσπερ τινὰ τῆς ἀγάπης εἰσφέρων.

Ἂν γὰρ εὕρῃς, φησὶν, πλανώμενον κτῆνος, ἢ ἀπολωλὸς ἱμάτιον, περισώσεις αὐτὰ τῷ ἀδελφῷ σου· κἂν εἰ γένοιτό τι τῶν ἀχθοφορεῖν εἰωθότων κατολισθῆσαν εἰς γῆν ὑπ᾽ αὐτῷ συντρίβεσθαι τῷ φορτίῳ, συνεργάσῃ καὶ συνεγερεῖς. Ἕτερον δὲ τοῦτό ἐστιν οὐδὲν, ἢ τὸν κεκτημένον ὠφελεῖν, καὶ μελέτη πρὸς ἔλεον, καὶ παιδαγωγία πρὸς φιλοικειότητα, καὶ τὸ λυπεῖσθαι μακρὰ παρωθεῖσθαι ζητεῖν, καὶ παραιτεῖσθαι διαφορὰς, ὑπέρ γε τοῦ μὴ δοκεῖν προσκρούειν ἀγάπῃ καὶ νόμῳ τῷ εἰς φιλαδελφίαν. Εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι, τὸ χρησμῴδημα· εἰ γὰρ τοσαύτη γέγονε τῷ νομοθέτῃ φροντὶς, ὡς εἰ καί τι τῶν ἀλόγων εἴη τὸ πεπονθὸς, ὀρέγειν ἡμᾶς τὴν ἐπικουρίαν, πῶς οὐκ ἂν αὐτῷ μειζόνως ἀρέσειεν ἡ εἰς ἀνθρώπους φειδὼ, καὶ ἡ τοῖς ὁμογενέσιν ὀφειλομένη φιλαλληλία; οὐκοῦν κἂν εἰ ἐχθρὸς πλανῷτο τυχὸν, μανθανέτω τὴν ἐπ᾽ εὐθὺ, καὶ δι᾽ ἡμῶν νευέτω πρὸς τὸ συμφέρον.

Οὕτω καὶ ὁ Χριστὸς, λίθοις μὲν ἐβάλλετο παρὰ τῶν ἐξ Ἰσραὴλ, ἐπεφώνει δὲ ὅμως· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Καὶ εἰ πόνῳ τις καὶ πειρασμοῖς ἐνθλίβοιτο τῶν προσκεκρουκότων, καὶ οἱονείπως εἰς γῆν ἐῤῥιμμένος, ἀφύκτοις ἀνάγκαις καταπιέζοιτο, φησὶν, ἐπικουρείσθω πρὸς ἡμῶν, καὶ ἔστω λύπης ἀμείνων, ὁ διάφορος. Ἢ οὐχὶ δὴ τοῦτό ἐστιν, «Εὖ ποιεῖτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς;» ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἁγιοπρεπὲς οὖν ἄρα, τὸ τοῖς κάμνουσι συναλγεῖν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἐφ᾽ οἷς ἦν ἄμεινον ἐποικτείρεσθαι δεῖν, πλεονεξίας τῆς κατ᾽ αὐτῶν ποιεῖσθαι πρόφασιν, ἐπιθρώσκοντάς τε καὶ ἐπιμηνιῶντας ἔτι τοῖς ἠδικημένοις. Κἂν εἰ δύναιτό τις λαθραίους ἀποτελεῖν τῆς ἐπιβουλῆς τοὺς τρόπους, ἀποσχέσθαι δεῖν ὁ νόμος εὖ μάλα φησὶ καὶ τῶν ἐπὶ τῷδε κακουργημάτων· ἔφη γὰρ πάλιν· «Οὐ κακῶς ἐρεῖς κωφὸν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον.» Καί τοι πῶς οὐκ ἄμεινον, καὶ τοῖς ἄγαν ἐπιεικέσιν ὅτι μάλιστα πρέπει τὸ χαλινὸν ὥσπερ ἔχειν ἐν γλώττῃ, καὶ τὴν ἐφ᾽ ὁτῳοῦν, μᾶλλον δὲ ἀνθρώπῳ παντὶ παραιτεῖσθαι κατάῤῥησιν; Μὴ καταλαλεῖτε γὰρ, φησὶν, ἀδελφοί μου, ἀλλήλων, τοῦ Σωτῆρος ὁ μαθητής.

Νῦν δέ φησιν ὁ νόμος· «Οὐ κακῶς ἐρεῖς κωφὸν,» δι᾽ αἰνίγματος, οἶμαί που, κατασημαίνειν ἐθέλων τὸ δεῖν ἀναγκαίως τούς γε ὡς ἀληθῶς ἐπιεικεῖς τὸν τρόπον, ἀποφοιτᾷν ἀδικίας, κἂν εἰ τὸ παθεῖν ἑτοίμως δύνασθαι συμβαίνῃ τισί· κωφὸς μὲν γὰρ ἢ τυφλὸς, ἀῤῥωστίας οὐκ ἐλεύθεροι· νοσοῦσι γὰρ δὴ τὰ ἀπὸ σώματος, καὶ τὰς αἰσθήσεις πεπήρωνται, ὄψιν δὲ λέγω καὶ ἀκοήν. Καὶ οὐκ ἂν ἀκούσειεν ὁ κωφὸς τοῦ καταλαλεῖν ἐθέλοντος, ἀλλ᾽ οὐδ᾽ ἂν καταθεῷτο τυφλὸς τὸν προστιθέντα σκάνδαλον. Λαθεῖν οὖν ἄρα χαλεπὸν οὐδὲν, κἂν εἰ βούλοιτό τις ἐπιβουλεύειν αὐτοῖς. Ἀλλ᾽ οὓς ἔδει μᾶλλον ἑλεῖν, ὡς ἠῤῥωστηκότας ἤδη τῆς οἴκοθεν συμφορᾶς, καὶ προσαδικοῦντες ἁλώσονται, σκανδάλῳ μὲν τὸν τυφλὸν οὐκ εἰδότα συντρίβοντες, λοιδορίαις δὲ τὸν κωφὸν, ὡς ἐπ᾽ εὐφημίαις, ἔσθ᾽ ὅτε καὶ μειδιᾷν ἀναπείθοντες, πλήττοντές γε μὴν καὶ εἰς αὐτά που πολλάκις τὰ καιριώτατα. Οὐκοῦν κεκρυμμένη μὲν, εἴπερ ἕλοιτό τις, ἡ ἐπ᾽ ἀμφοῖν ἂν γένοιτο κακουργία, σκληρότητος δὲ καὶ τῆς ἄγαν μισαλληλίας οὐκ ἂν διεξοίχοιτο γραφήν. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Φιλαλλήλους γὰρ ὅτι καὶ φιλοικτίρμονας, καὶ τὸ ἀρχαῖον ἡμᾶς καθίστησι θέσπισμα, ῥᾷον ἂν μάθοις ἐπαΐων λέγοντος, ὁτὲ μὲν, ὅτι «Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ ἐν σοί·» ὁτὲ δὲ αὖ, «Καὶ προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψετε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτου.

Πᾶσαν χῆραν καὶ ὀρφανὸν οὐ κακώσετε· ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς, καὶ κράξαντες καταβοήσωσι πρὸς μὲ, ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν, καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ παιδία ὑμῶν ὀρφανά. Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ σου πενιχρῷ τῷ παρὰ σοὶ, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐδὲ ἐπιθήσεις αὐτῷ τόκον· ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον σου, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ. Ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτοῦ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρός με, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι.» Ἀκούεις ὅπως τὸ γλυκὺ τῆς φιλαλληλίας μάθημα προτιθεὶς, προσηπείλησε τὴν ὀργήν; μονονουχὶ δὲ καὶ ἀπολογεῖται χρηστῶς τοῖς αὐτὴν ὑπομεῖναι μέλλουσιν, εἰ μὴ ποιοῖντο διὰ σπουδῆς τὴν εἰς ἀδελφοὺς εὐσπλαγχνίαν; Ἐλεήμων γάρ εἰμι, φησὶ, τουτέστιν, ἀγαθὸς ὢν κατὰ φύσιν, καὶ οἰκτίρμων ὡς Θεὸς, προσδέξομαι πάντως τὴν τοῦ παθόντος καταβοὴν, καὶ ἐλεήσω προχείρως τῶν τῇ πενίᾳ κατηχθισμένων τὸ δάκρυον. Παραιτητέον οὖν ἄρα τοῦ πένητος τὴν κατάῤῥησιν.

Ὅτι γὰρ εἶναι προσήκει κοινωνικοὺς, καὶ σπουδῆς ἀξιοῦν τῆς προὐργιαιτάτης τὴν φιλοπτωχίαν, ἐκδεδυσώπηκε πάλιν ἐν τῷ Δευτερονομίῳ, λέγων, «Οὐκ ἀποστερήσεις μισθὸν πένητος, ἢ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου, ἢ ἐκ τῶν προσηλύτων τῶν ἐν ταῖς πόλεσί σου, αὐθημερινὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ. Οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ᾽ αὐτῷ, ὅτι πένης ἐστὶ, καὶ ἐπ᾽ αὐτῷ ἔχει τὴν ἐλπίδα· καὶ οὐ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ οὐκ ἔσται ἐν σοὶ ἁμαρτία.» Συνίης οὖν ὅτι τοῦ πένητος τὴν καταβοὴν κατοῤῥωδεῖν ἀναπείθει, συνελαύνων εἰς φιλαλληλίαν; καὶ ἡ μὲν νέα τε καὶ διὰ Χριστοῦ Γραφὴ, τὸ τελείως ἀγαθὸν εἰσφέρουσα, «Πωλήσατε τὰ ὑπάρχοντα, φησὶ, καὶ δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα εὔοδα ὑμῖν ἔσται·» ὃ δὴ καὶ δεδράκασι τῶν πεπιστευκότων τινές. «Προσεκόμιζον γὰρ χωρίων τε καὶ οἰκιῶν τιμὰς, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, διεδίδοτο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν.»

Ἐπειδὴ δὲ στοιχειωτής ἐστιν ὁ νόμος, καὶ εἰς ἀρχὰς ἀποφέρει τῶν λογίων τοῦ Θεοῦ, προμελέτησιν ὥσπερ τινὰ τῆς εἰς τοῦτον τρίβου ποιεῖσθαι προστάττει τὸ ὡς ἐν ὀλίγοις ἄφθονον, διὰ τοῦτό φησιν· «Ἐὰν δὲ ἀμήσῃς ἀμητόν σου ἐν τῷ ἀγρῷ σου, καὶ ἐπιλάθῃ δράχμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἀναστραφήσῃ λαβεῖν αὐτό· τῷ πτωχῷ, καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου· ἐὰν δὲ ἐλαιολογῇς οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου, τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου, διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο. Ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσῃς αὐτὸν τὰ ὀπίσω σου, τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ. Διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.» Καλὸν γὰρ ἐν εὐθυμίαις τὸ διαμεμνῆσθαι πόνων, καὶ θλίψεως τῆς ἀρχαιοτέρας· καλεῖ γὰρ τὸ χρῆμα πρὸς φιλοπτωχίαν, καὶ τῆς εὐημερίας τὸ πλάτος, ἀμνημονεῖν οὐκ ἐᾷ τῶν ἐν ἐνδείᾳ κακῶν. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ.

Θέα δὲ ὅπως ἡμᾶς εὐτεχνέστατα καὶ λίαν ἀστείως ἀπεθίζει μὲν τῶν χειρόνων, καὶ ἀποσπουδάζειν ἀναπείθει τὸ ἀσυμπαθὲς, προσάγει δὲ τοῖς ἀμείνοσι, καὶ τοῖς τῆς φιλαλληλίας ἐμβιβάζει τρόποις· προτρέπει μὲν γὰρ εἴ του δέοιντο τυχὸν, ἐκδανείζειν ἀδελφοῖς, ἀπείργει δὲ τόκων, καὶ διωθεῖσθαι προστάττει πλεονασμούς. Προσεπιτάξας δὲ δεῖν μὴ εἶναι φορτικοὺς, μήτε μὴν ἐγκεῖσθαι τοῖς ὠφληκόσιν, ἄφεσιν χρεῶν ποιεῖσθαι κελεύει. Γράφει δὲ οὕτως· «Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου, καὶ τόκον βρωμάτων, καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς τῷ ἀλλοτρίῳ, οὐκ ἐκτοκιεῖς· ἵνα εὐλογήσῃ Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς, ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.» Ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὴν τοῦ νομοθέτου βούλησιν, προὔκειτο ἂν ἀφθόνως, ὡς ὀθνείῳ τε ὁμοῦ καὶ ἀδελφοῖς τὸ τῶν ἐν πλάτει περιουσίας, δεξιὸν καὶ φιλότιμον· «Παντὶ γὰρ τῷ αἰτοῦντί σε δίδου, φησὶν ὁ Χριστὸς, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει.»

Ἐπειδὴ δὲ οὐκ ἄγαν εὐσθενὴς τῶν ἐν ἀρχαῖς ἐπὶ δικαιοσύνῃ ὁ νοῦς, εἴς γε τὸ περαίνειν ἀμωμήτως δύνασθαι τὸ ἀγαθὸν, κατὰ βραχὺ πρόεισιν ἐπ᾽ αὐτὸ παιδαγωγῶν ὁ νόμος, καὶ τὸν τῆς δικαιοσύνης τρόπον ἐπιμετρεῖται· ὡς εἰς ἀδελφοὺς καὶ γείτονας, τῆς εὐσπλαγχνίας τὸ ἀκριβὲς, καὶ τὸ εἰς ὀθνείους ἄφθονον, καὶ τὸ εἰς ἅπαντας κοινωνικὸν, παιδαγωγίᾳ τηρῶν τῇ τελεωτέρᾳ, μέχρι γὰρ καιροῦ διορθώσεως αἱ σκιαί· καιρὸς δὲ ἦν οὗτος ὁ τῆς Χριστοῦ παρουσίας. ΠΑΛΛ. Ἀστειότατα ἔφης. ΚΥΡ. Προσεπιτάξας δὴ οὖν τὸ χρῆναι διακιχρᾷν, καὶ πλεονασμοὺς ἀποτεμὼν, καὶ τοῖς τοῦτο δρᾷν ἑλομένοις εὐλογίαν ὑπισχνούμενος, ἑπτὰ τοῖς ὀφλήμασιν ἐπελιττομένων ἐνιαυτῶν, ἀνεῖναι προστάττει, τὸν τῆς ἁπάντων ἀφέσεως τιμῶντας καιρὸν, τουτέστι, τῆς τοῦ Χριστοῦ παρουσίας, καθ᾽ ὃν οἱ πάντες δεδικαιώμεθα τῇ πίστει, τῶν ἀρχαίων πλημμελημάτων τὴν ἀμνηστίαν ἀποκερδαίοντες, προσηλώσαντος αὐτοῦ τῷ ἰδίῳ σταυρῷ τὸ καθ᾽ ἡμῶν χειρόγραφον, καὶ οὓς ὠφλήσαμεν λόγους τῷ κριτῇ, πεποιηκότος ἐκ μέσου.

Λέγει δὲ οὕτω πάλιν ἐν τῷ Δευτερονομίῳ· «Δι᾽ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· Ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις Κυρίῳ τῷ Θεῷ σου. Τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ᾽ αὐτῷ. Τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου, ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεὴς, ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν.» Καὶ μεθ᾽ ἕτερα πάλιν· «Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου, ἐν μιᾷ τῶν πόλεών σου, ἐν τῇ γῇ ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις τὴν καρδίαν σου, οὐδὲ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου, τοῦ ἐπιδεομένου. Ἀνοίγων ἀνοίξεις τὴν χεῖρά σου αὐτῷ, δάνειον δανιεῖς αὐτῷ ὅσον ἂν ἐπιδέηται, καὶ καθ᾽ ὅσον ὑστερεῖται.

Πρόσεχε σεαυτῷ μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων· Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη· διδοὺς δώσεις αὐτῷ, καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἂν ἐπιδέηταί σου, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου, διδόντος σοῦ αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.» Οὐ λυπηθήσῃ, φησὶ, τῇ καρδίᾳ διδόντος σοῦ αὐτῷ· «Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεὸς,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ΠΑΛΛ. Εἶτα πῶς τὸ ἔτος τὸ ἕβδομον τοῦτο τὴν τοῦ Σωτῆρος ἡμῶν καταδηλοῖ παρουσίαν, καθ᾽ ἣν ὁ τῆς ἀπάντων ἀφέσεως ἀνεδείχθη καιρὸς, ἤτοι τετελείωται τρόπος; ΚΥΡ. Ἢ οὐ μεμνήσῃ διειρηκότων ἡμῶν καὶ ἐν τοῖς ἤδη παρῳχηκόσιν, ὅτι σύνηθες τῇ θείᾳ Γραφῇ, τοῦ παρόντος καὶ ἐνεστηκότος αἰῶνος τὸ σύμπαν διάστημα παρομοιοῦν ἑβδομάδι, διὰ τὴν εἰς τὸ ἀπαρχῆς τῶν ἡμερῶν ἀνακύκλωσιν; πέρας γὰρ ἑβδομάδος, τὸ Σάββατον, καὶ γείτων εὐθὺς ἡ ὀγδόη, νέαν ἡμῖν ὥσπερ αἰῶνος ἀρχὴν εἰσκομίσουσα, διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. ΠΑΛΛ. Μεμνήσομαι. ΚΥΡ.

Ἐπιδεδήμηκε τοίνυν κατὰ τὰς Γραφὰς, ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος, καὶ οἱονεί πως ἐν Σαββάτῳ Χριστὸς, ὅτε καὶ ἀνῆκεν ἅπαντας, σειραῖς τῶν οἰκείων ἁμαρτιῶν κατεσφιγμένους, καὶ ἐπωφληκότας αὐτῷ τοὺς τῆς παραβάσεως λόγους. Τοιγάρτοι καὶ ἐν τοῖς Εὐαγγελίοις, ὀφειλέταις ἡμᾶς παρεικάζει λέγων· «Δύο χρεωφειλέται ἦσαν ἀνθρώπῳ ἑνί· ὁ εἷς ὤφειλεν αὐτῷ δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.

Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο.» Καὶ πρὸς τούτοις ἔτι τὸν τῆς προσευχῆς ἡμῖν διαπλάττων τύπον, «Οὕτως οὖν ὑμεῖς προσεύχεσθε, φησί· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Πλαγίως οὖν ἄρα καὶ αἰνιγματωδῶς ὁ νόμος τὸ θεῖον ἡμῖν ὑπεδήλου μυστήριον, ἄφεσιν ποιεῖσθαι προστάττων τὴν δι᾽ ἐτῶν ἑπτὰ, καὶ ταῖς τῆς χρηστότητος ἐμβιβάζει τρίβοις, χρημάτων ἀμείνω ποιεῖσθαι διδάσκων, τὴν εἰς ἀδελφοὺς ἀγάπησιν, εὐμεταδότους τε εἶναι καὶ κοινωνικοὺς ἀναπείθων, καὶ οἱονεὶ μελέτησίν τινα τῆς εἰς ἅπαντας ἀφθονωτέρας αἰδοῦς, τὴν εἰς ἀδελφὸν καὶ γείτονα τέως ἡμερότητα τιθείς. ΠΑΛΛ. Ὧδε ἔχει. Συναινέσαιμι γὰρ ἀριστοεπεῖν ἐθέλοντί σοι. ΚΥΡ. Καὶ τὸ ἔτι μεῖζον, εἰ μάθοις, καταθαυμάσαις ἂν, ὦ Παλλάδιε. ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Χρηστότητος γὰρ καὶ φιλαλληλίας εἰς τοῦτο προήκειν ἡμᾶς ὁ νόμος βούλεται, ὡς οὐδὲν ἡγεῖσθαι, τῆς εἰς ἀδελφοὺς ἀγάπης τὸ ἰσοστατοῦν. Κατακολουθεῖν δὲ οὕτω γεννικῶς ταῖς ἐπ᾽ αὐτοῖς δυσθυμίαις, ὡς καὶ ὀργῆς ὁρᾶσθαι κρείττονας, κἂν εἰ μὴ γένοιντο πρὸς ἡμᾶς ὁποίους εἶναί τε καὶ ὁρᾶσθαι χρὴ, καὶ ταῖς ἀφιλοστοργίαις ἕλοιντο λυπεῖν.

Ἔχεις καὶ τοῦδε τὸν τύπον ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἀπέστειλε γὰρ, φησὶν, ὁ Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς, καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν, καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον, ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου. Παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι᾽ ἀγρῶν, οὐδὲ δι᾽ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· Οὐ διελεύσῃ δι᾽ ἐμοῦ, εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. Καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· Ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. Ὁ δὲ εἶπεν· Οὐ διελεύσῃ δι᾽ ἐμοῦ. Καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ. Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ᾽ αὐτοῦ.»

Ἀκούεις ὅπως, οἱ μὲν ἐξ αἵματος Ἰσραὴλ, τὰς ἐν Αἰγύπτῳ ταλαιπωρίας χρησίμως ἀπαριθμούμενοι, καὶ τῆς πλεονεξίας τοὺς τρόπους ἄνω τε καὶ κάτω συντιθέντες, ἀστείως τὴν οὐδὲν ἀδικοῦσαν αἰτοῦσι χάριν, μονονουχὶ συλλήπτορα ποιεῖσθαι σπουδάζοντες τὸν ὁμογενῆ· καὶ γὰρ ἦσαν ἐξ Ἠσαῦ ἀδελφοὶ Ἰακώβ· οἱ δὲ καίτοι κατοικτεῖραι δέον, ἐφεῖναί τε δρᾷν ὅπερ ἂν εἰδεῖεν χρήσιμόν τε καὶ ἐπωφελὲς αὐτῶν, σκληροί τε καὶ ἀτεράμονες καὶ συναλγεῖν οὐκ εἰδότες, δι᾽ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων· ἐξείργουσι γὰρ ὁδοῦ, καίτοι λέγοντος ἐναργῶς τοῦ λαοῦ, μήτε ἀμπελῶσι, μήτε ἀγρῶν εὐκαρπίαις κατασίνεσθαί ποι, ἀλλὰ καὶ ὕδωρ ἀντλήσειν οὐκ ἀνάργυρον. Ὁ δὲ, εἰ μὴ βούλοιντο τῶν αἰτηθέντων ἀποχωρεῖν, οὐ προσηπείλησε μόνον τὴν ἔφοδον, ἀλλ᾽ ἦν καὶ ἐν ὅπλοις ἤδη, καὶ πανστρατὶ, παρετάττετο. Καὶ τί δὴ πρὸς τοῦτο; κρείττων ἦν μικροψυχίας ὁ Ἰσραήλ· ἐξέκλινε γὰρ ἀπ᾽ αὐτοῦ, φησὶ, τὸ πρὸς ἀδελφοὺς δύσερι παρωθούμενος, καὶ τῆς ἀγχιστείας τὸν νόμον, ταῖς ἄγαν ἀνεξικακίαις ἐκτετιμηκώς. Ἢ οὐχ ὧδε ἔχειν οἰήσῃ ταυτί; ΠΑΛΛ. Καὶ πάνυ. ΚΥΡ. Οὐκοῦν τὸ θυμοὺς ἀνακόπτειν καὶ ἀνασειράζειν ὀργὰς, καὶ ἐπιμετρεῖν ἀναλόγως τὰς δίκας τοῖς ἑκάστου πταίσμασι, καὶ μὴν καὶ τὸ δεῖν ὀρθὰς καὶ ἀδιαβλήτους παντελῶς πράττεσθαι πρὸς ἡμῶν τὰς ἐφ᾽ ἑκάστῳ κρίσεις, ἀγάπης εἶναι λογιούμεθα τῆς εἰς ἀδελφοὺς καρπόν τε καὶ ἀποτέλεσμα. ΠΑΛΛ. Καὶ μάλα δικαίως.

ΚΥΡ. Πάρα δὴ οὖν ἐθέλοντί σοι, διαπείθεσθαι πάλιν, ποτὲ μὲν λέγοντος, «Καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου·» ποτὲ δὲ αὖ· «Ἐὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων, καὶ προσέλθωσιν εἰς κρίσιν, καὶ κρίνωσι καὶ δικαιώσωσι τὸν δίκαιον καὶ καταγνῶσι τοῦ ἀσεβοῦς, καὶ ἐὰν ἄξιος ᾖ πληγῶν ὁ ἀσεβῶν, καὶ καθιεὶς αὐτὸν ἐναντίον τῶν κριτῶν, καὶ μαστιγώσουσιν αὐτὸν ἐναντίον αὐτοῦ, κατὰ τὴν ἀσέβειαν αὐτοῦ, ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτὸν, οὐ προσθήσουσιν, ἐὰν δὲ προσθήσωσι μαστιγῶσαι αὐτὸν, ὑπὲρ ταύτας τὰς πληγὰς πλείους, ἀσχημονήσει ὁ ἀδελφός σου ἐναντίον σου.» ΠΑΛΛ. Καὶ τίς ἂν ὁρῷτο πάλιν ἡμῖν ὁ λόγος, τοῦ χρῆναι πληγαῖς ἀριθμῷ τεσσαράκοντα μόναις καταπαίεσθαι τοὺς κατεγνωσμένους; αἰσχύνει δὲ ὅπως τινὰς, τὸ ὑπὲρ τούτου φράσον. ΚΥΡ. Κατὰ πολλοὺς ἡμῖν τρόπους τὸ Χριστοῦ μυστήριον σκιαγραφεῖται καλῶς διὰ τῆς ἀρχαίας ἐντολῆς, καὶ τὸ σωτήριον ἡμῖν οἱονεὶ πλαστουργεῖται πάθος, ἐν ᾧ, καὶ δι᾽ οὗ παντὸς ἀπηλλάγμεθα τοῦ κακοῦν ἰσχύοντος, καὶ ἀνηκέστοις ἡμᾶς ἐνιέντος συμφοραῖς· καὶ ὥσπερ ἔναγχος ἔφην, τὸ δι᾽ ἑπτὰ ἐτῶν ἀνεῖσθαι τοὺς ὠφληκότας, τὸν τῆς ἁπάντων ἀφέσεως καιρὸν ὑπαινίττεται.

Δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, καὶ δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν·» οὕτω κἀνθάδε, τὸ μέχρι πληγῶν τεσσαράκοντα προήκειν τοῖς παίουσιν, ἤτοι παιομένοις τὰς διὰ μαστίγων αἰκίας, τὸν τριπόθητον ἡμῖν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀποφαίνει καιρὸν, καθ᾽ ὃν τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ μεμαλάκισται μὲν αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐμπαροινησάντων εἰς αὐτὸν τῶν ἐξ Ἰσραὴλ, καὶ τὰς κατὰ νώτων πληγὰς ἐπενεγκόντος Πιλάτου, ποινῆς δὲ ἡμεῖς καὶ κολάσεως ἐξῃρήμεθα. Πάλαι γὰρ ἦσαν πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, κατὰ τὸ γεγραμμένον, ἀλλ᾽ ὑπὲρ ἡμῶν ἐμαστίχθη Χριστός· ὥσπερ γὰρ ὑπὲρ πάντων ἀπέθανεν, οὕτω καὶ ὑπὲρ πάντων ἐμαστιγοῦτο πάλιν, εἷς ὢν ὁ πάντων ἀντάξιος.

Τὸν δέ γε τεσσαρακονθήμερον ἀριθμὸν εἰς τὸν πεντάκις ὀκτὼ κατατεμὼν, χρήσιμον εὑρήσεις τῇ τοῦ καιροῦ σημασίᾳ, τὸν πέντε καὶ τὸν ὀκτὼ, ἐπιδεδήμηκε γὰρ ὁ Μονογενὴς ἐν πέμπτῳ καιρῷ, κατά γε τὴν Εὐαγγελικὴν παραβολήν· Ἐμισθοῦτο γάρ τις εἰς τὸν ἀμπελῶνα τοὺς ἐργάτας· ἐξελθὼν δὲ περὶ τὴν ὥραν πρώτην, τρίτην τε καὶ ἕκτην, καὶ ἐννάτην καὶ ἑνδεκάτην· ἐγήγερται δὲ κατὰ τὴν ὀγδόην, τοῦ θανάτου καταλύσας τὸ κράτος, καὶ τῆς ἐπεισάκτου φθορᾶς τὴν μητέρα συνδιολλὺς αὐτῷ, τοῦτ᾽ ἔστιν, ἁμαρτίαν, ἧς ἀνῃρημένης, ἀργεῖν ἀνάγκη καὶ μάστιγας, καὶ τὰς δι᾽ αὐτὴν ποινὰς καὶ κολάσεις. Οὐκ ἐᾷ τοιγαροῦν ὁ νόμος ὑπερτρέχειν ἔτι τὴν μάστιγα τὸν τεσσαρακοστὸν ἀριθμὸν, μέχρι τῆς Χριστοῦ παρουσίας καὶ οἱονεί πως ἱστὰς τὰ κολαστήρια, καὶ τὸν τῆς ἀφέσεως κατασημαίνων καιρόν. Τῆς γὰρ ἀληθείας οἱ τύποι τὸ κάλλος ὠδίνουσιν. Ἰστέον δὲ ὅτι προσκρούσας ὁ Ἰσραὴλ, τεσσαρακοστὸν ἔτος ἐπλανᾶτο τὴν ἔρημον· ὅρκῳ γὰρ ὤμοσεν ὁ Θεὸς, μὴ εἰσάξειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Καὶ ἦν ὅρος οὗτος αὐτοῖς τῆς ὀργῆς, παρῳχηκότος δὲ τοῦ καιροῦ, λέλυται μὲν ἡ ὀργὴ, διέβησαν δὲ τὸν Ἰορδάνην οἱ ἐξ αὐτῶν, καὶ εἰσέφρησαν εἰς τὴν γῆν, οὐχ ὑπερδραμούσης τῆς ἀγανακτήσεως τὸ τεσσαρακοστὸν ἔτος.

Τύπος οὖν ἄρα καὶ τοῦδε σαφὴς, τὸ μέχρι πληγῶν τεσσαράκοντα καταπαίεσθαι τινὰς, ἀφέσεως γὰρ ὁ μετὰ τοῦτο καιρὸς, διάβασιν ἡμῖν εἰσφέρων τὴν τοῦ Ἰορδάνου τὴν μυστικὴν, καὶ μὴν καὶ μαχαίρας πετρίνας, ὅ ἐστι, τὴν ἐν πνεύματι περιτομὴν, καὶ τὴν Ἰησοῦ στρατηγίαν· γέγονε γὰρ ἡμῖν καθηγητὴς ὁ Χριστὸς, μετὰ Μωσέα καὶ νόμον. ΠΑΛΛ. Πείθομαι. ΚΥΡ. Ἵνα τοίνυν ὀρθῶς τε καὶ ἀδεκάστως τὰ παρεμπίπτοντα διακρίνοιτο, καὶ οἱ τῆς πλεονεξίας ἀφανίζοιντο τρόποι, «Κριτὰς, φησὶ, καὶ γραμματοεισαγωγεῖς καταστήσεις σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεὸς δίδωσί σοι, κατὰ φυλὰς καὶ κρινοῦσι τὸν λαὸν δικαίαν κρίσιν. Οὐκ ἐκκλινοῦσι κρίσιν, οὐδὲ ἐπιγνώσονται πρόσωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ἐξαίρει λόγους δικαίων.» Ὤετο γὰρ δεῖν ὁ νόμος, καὶ μάλα εἰκότως τοὺς οἵπερ ἂν εἶεν εἰς τὸ δικάζειν ἠγμένοι, καὶ τοῦ χρηματίζεσθαι φιλεῖν ὁρᾶσθαι βελτίους, καὶ τῇ πρός τινας αἰδοῖ μὴ χαριζομένους τοῦ καλῶς καὶ ἀδιαβλήτως ἔχοντος τὴν παράβασιν, καὶ μὴν καὶ τὸ ἑτεροκλινὲς, ὡς ἀνόσιον ἀποσειομένους ταλαντεύοντάς τε συννόμως ἕκαστα τῶν πραγμάτων, καὶ τὸν τῶν ὅλων ἀπομιμεῖσθαι κριτὴν, τοῦτ᾽ ἔστι, Χριστὸν, ὃν καὶ αὐτὸς ὁ νόμος προαναπεφώνηκεν ἐναργῶς, καὶ κριτὴν ὄντα εἰδὼς ὡς Θεόν.

Ἔφη δὲ οὕτω πάλιν· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ κληρονομήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐπ᾽ αὐτῆς, καὶ εἴπῃς, Καταστήσω ἐπ᾽ ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου, καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, αὐτὸν ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστιν.» Οὐ δεῖ γὰρ ἡμᾶς τῇ κτίσει λατρεύειν παρὰ τὸν κτίσαντα Θεὸν, ἱέντας ὡς ἐσωτάτω τοῖς τῆς ἀληθείας προσκλίνεσθαι λόγοις, καὶ εἰσκαλέσαι μὲν ὥσπερ εἰς γῆν τὴν ἁγίαν, τοῦτ᾽ ἔστι, τὴν ἐπαγγελίαν τοῦ Θεοῦ τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ· καταστῆσαι δὲ οὕτως ἐφ᾽ ἑαυτοῖς ἄρχοντα καὶ κριτὴν τὸν ἐκ Θεοῦ πεφυκότα Υἱὸν, κἂν εἰ νοοῖτο μετὰ σαρκός· λέγει τε περὶ ἡμῶν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ἕτερόν γε μὴν ἐπ᾽ αὐτῷ τὸ σύμπαν, οὐδένα παραδεξόμεθα, καὶ τοῖς ὀθνείων ζυγοῖς οὐχ ὑποίσομεν τὸν αὐχένα· εἷς γὰρ ἡμῖν ἐστι καθηγητὴς ὁ Χριστός.

Ἰουδαῖοι γὰρ οἱ τάλανες ἔξω μεμενήκασι δι᾽ ἀπιστίαν, καὶ ἥκιστα μὲν ἐφ᾽ ἑαυτοῖς εἰς ἄρχοντά τε καὶ κριτὴν κατεδέξαντο τὸν Χριστὸν, καί τοι κατηγμένον ἐξ οὐρανοῦ, θελήσει τε καὶ εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς τούτοις ὅτι καὶ ἄνθρωπον ἀλλότριον ἐφ᾽ ἑαυτοῖς κεχειροτονήκασι τὸν τῆς ἀπωλείας υἱὸν, τοῦτ᾽ ἔστι, τὸν Ἀντίχριστον, ἔκφυλόν τε καὶ ἀλλογενῆ, καὶ οὐδ᾽ ἐξ αἵματος Ἰσραὴλ, καί τοι τοῦ νόμου διειπόντος σαφῶς, «Οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστιν.» Ἤκουον δὲ λέγοντος καὶ αὐτοῦ τοῦ Χριστοῦ· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Ἐπιδεδήμηκε γὰρ ὁ Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἥξει δὲ κατὰ καιροὺς ὁ τῆς ἀνομίας υἱὸς, οὐκ εἰς δόξαν Θεοῦ Πατρὸς, τοῦτο γὰρ οἶμαι εἶναι τὸ, Ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, ἀλλ᾽ ἰδίᾳ κεφαλῇ περιτιθεὶς ὁ δείλαιος τὸ τῆς θεότητος ὄνομα. «Καθιεῖται γὰρ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἀποδεικνὺς ἑαυτὸν, ὅτι ἐστὶ Θεός.» Ἀλλ᾽ οὐκ ἂν αὐτῷ προσκυνήσουσιν Ἰουδαῖοι, οὐδ᾽ ἂν ὡς Χριστὸν παραδέξαιντό ποτε τηροῦντες τὸν νόμον· ἐξ αἵματος γὰρ Ἰσραὴλ ἀναφύναι Χριστὸν, προμεμήνυκεν ἐναργῶς.

Οἱ δὲ, καὶ τοῦτο μεθέντες ὡς ἕωλον, ἄνθρωπον ἀλλότριον καὶ ἀλλογενῆ παραδέξονται. ΠΑΛΛ. Οὐκοῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς αἰσχρᾶς εἰκαιοβουλίας τὴν ἰσοπαλῆ κομιοῦνται δίκην. ΚΥΡ. Εὖ ἔφης· ὁ γάρτοι τὰ δίκαια κρίνων Θεὸς, διανεμεῖ δὴ πάντως ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.

Καὶ ὧδε μὲν ἡμῖν ἐχέτω ταυτὶ, καὶ ἀποχρῶν ἔστω ὁ λόγος. Ἀτὰρ δὴ τοῖς εἰς τὸ κρίνειν ἑτέρους ἠγμένοις, καὶ εἰς τὸν τοῖς δικάζουσι πρέποντα θῶκον, ἐπεφώνει πάλιν ὁ νόμος· «Οὐ παραδέξῃ ἀκοὴν ματαίαν,» τοῦτ᾽ ἔστι, λόγον ψευδῆ καὶ συκοφαντίας ἔμπλεω· «Οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ πλειόνων, ὥστε ἐκκλῖναι κρίσιν.» Καὶ πάλιν μεθ᾽ ἕτερα· «Οὐ διαστρέψεις κρῖμα πένητος ἐν κρίσει αὐτοῦ, ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ.» Πρέποι γὰρ ἂν ὅτι μάλιστά γε, τὸ ἀνεπίληπτον ἐν λόγοις τοῖς τοῦ δικάζειν κυρίοις, καὶ ὀρθοεπεῖν ἀνάγκη τὸν ἐφ᾽ ἑκάστῳ τῶν κατηγορουμένων ψηφορεῖν ὀφείλοντα τὸ τῷ νομοθέτῃ δοκοῦν. Ἐπενήνεκται δὲ χρησίμως καὶ τὸ, «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» Πρόχειρον γάρ τι χρῆμα καὶ προαλὲς, παρά γε τοῖς κρίνουσι τὸ ἐπ᾽ ἄμφω βλέπειν, ὅτε μὴ πλούσιος ὁ κρινόμενος, καὶ εὐκατάτροχον κομιδῆ πρὸς πλεονεξίαν, ἀνὴρ πενίᾳ κατηχθισμένος· ἔχει δὲ οὐκ ἀνικάνως ἔσθ᾽ ὅτε καὶ πρός γε τὸ δύνασθαι τὸν τοῦ δικαίου καταβιάσασθαι λόγον, καλῶν εἰς ἔλεον τοὺς τῶν δικαζόντων ἁπαλωτέρους. Ἐξείργει δὴ οὖν ὁ νόμος καὶ τοῦ πλεονεκτεῖσθαι δεῖν καὶ τοῦ κατοικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ ἀθλιότητι, τῆς δικαιοκρισίας τὸ κάλλος τηρῶν ἀπαράφθορον, καὶ τῆς ἰσότητος πρύτανιν πανταχῆ τὸν δικάζοντα τιθείς· «Δικαίως γὰρ τὸ δίκαιον διώξεις,» φησίν.

Ὡς τό τοι λυποῦν τὸν νόμον, κἂν εἴ τι τῶν ἀγαθῶν ὑπάρχειν δοκῇ, νοοῖτ᾽ ἂν εἰκότως οὐκ ἀπλημμελές· «Ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ,» κατὰ τὸ γεγραμμένον.

Δεῖται δὴ οὖν εὐτεχνίας τὸ ἀγαθὸν, καὶ τὸ ἐποικτείρειν οὐκ ἐν καιρῷ, τῆς εἰς νόμον ἀδικίας οὐκ ἂν διαφύγοι γραφήν. Τοὺς μὲν οὖν μετρίοις ἐγκατειλημμένους αἰτιάμασι, ταῖς διὰ μαστίγων αἰκίαις ἐπανορθοῖ. Θέα δὲ ὅπως δουλοπρεπὲς τὸ χρῆμα καὶ ἀνελεύθερον κομιδῆ, καὶ μή τοι θαυμάσῃς· πνεῦμα γὰρ ἦν ἐν αὐτοῖς δουλείας. Διὰ τοῦτο πληγαὶ μὲν οὐκέτι τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ἕπονται, καθὰ καὶ τῷ πάλαι νόμῳ. Πρόκειται δὲ μᾶλλον τὰ ἐλευθέροις πρέποντα, λαμπραὶ καὶ ἀξιόληπτοι δωρεαὶ, καὶ πνευματικῶν ἀγαθῶν ἀπαρχαί τε καὶ ὑποσχέσεις, καὶ μακαρισμοὶ τοῖς κατορθώμασι πρέποντες, καὶ ἀπειλὴ μὲν οὐκέτι, προκλήσεις δὲ μᾶλλον ἐπ᾽ ἀρετήν. Οἰκέταις μὲν γὰρ ὡς οἰκέτης καὶ συνομόδουλος προσελάλει Μωσῆς, τοῖς ἀρχαιοτέροις, Χριστὸς δὲ υἱοῖς ὡς Υἱὸς, καὶ ὡς ἀδελφοῖς κατὰ θέσιν, ὁ ἀληθῶς καὶ γνήσιος ἐκ Θεοῦ Πατρός. ΠΑΛΛ. Ὀρθῶς ἔχει. ΚΥΡ. Θανάτῳ γε μὴν τὸν φονεύοντα ζημιοῖ, καὶ ταῖς τῶν ἴσων ἐπαγωγαῖς, τὸ ἀχάλινον ἀνασειράζει θράσος, καὶ τὸν οὐκέτι φορητὸν κολάζει θυμὸν ἀφορήτῳ δίκῃ καὶ τοῖς εἰς λῆξιν ἰοῦσι κακοῦ, προβασανίζων εὖ μάλα τοῦ δεδρακότος τὸν σκοπόν· καὶ εἰ μὲν ἑκούσιον εἴη τὸ πλημμεληθὲν, ἀναιρεῖ τὸν ἔλεον.

Ἀσχημονεῖν δὲ οὐκ ἐᾷ τὴν φιλαλληλίαν, θρυπτομένην οὐκ ἐν καιρῷ, καὶ ἐφ᾽ οἷς ἥκιστα χρὴ, κατασπωμένην ὥσπερ ἐπὶ τὸ μαλθακώτερον. Ἔφη γὰρ οὕτως· «Ἐὰν δέ τις ἐπίθηται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ, αὐτὸν θανατῶσαι.» Εἰ δὲ μέχρι τοῦ ἀῤῥωστῆσαι μόνον προήκει τῷ παίοντι τοῦ βεβιασμένου τὸ πάθος· ἐπιμετρεῖ τὴν δίκην, καὶ μέχρι χρημάτων προστάττει γενέσθαι τὸ βλάβος. Ἔφη γὰρ ὧδε πάλιν· «Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξῃ τις τὸν πλησίον λίθῳ, ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ κοίτης, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῶος ἔσται ὁ πατάξας, πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει, καὶ τὰ ἰατρεῖα. Καὶ ταυτὶ μὲν ὁ νόμος. Ἀλλ᾽ ὅ γε Σωτὴρ, τὸ τελείως ἀγαθὸν εἰσφέρων· »Τῷ παίοντί σε,» φησὶν, «ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Οἰκετῶν δὲ πέρι νομοθετεῖ τάδε· «Ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ, ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται, ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν.» Θανάτῳ μὲν οὖν τιμᾶται τὴν εἰσάπαν ὀργήν· οὐ γὰρ ἐπεί τοι γεγόναμεν ἐκ πλεονεξίας δεσπόται, καὶ ζωῆς ἀπείργειν αὐτῆς ἐφῆκε Θεὸς, τοὺς ὑπὸ χεῖρα καὶ ζυγόν.

Συναναπλέκειν δὲ ταῖς ὀργαῖς ἀναπείθει τὸν ἔλεον, ποινὴν καθορίζων τοῦ φονεύοντος τὴν ἐσχάτην. «Εἰ δὲ διαβιῴη, φησὶν, ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται, τὸ ἀργύριον αὐτοῦ ἐστιν.» Μονονουχὶ γάρ φησιν, Οὐ τῆς τοῦ παίοντος ἔργον ὀργῆς τὸ τῷ παθόντι συμβεβηκὸς, μετά γε τὸ εὐρωστῆσαί πως. Οὐ γὰρ ἂν ἠθέλησέ τις ἀποβαλεῖν τὸν ἴδιον οἰκέτην, ὃν ἀργυρίοις ἐπρίατο, καὶ χρήματα δοὺς, ἐκτήσατο.

Ἀκούσιος δὲ εἰ γένοιτο φονεὺς, ζημιοῦν ἀειφυγίᾳ δικαιοῖ πάλιν ὁ νόμος αὐτὸν, συμμέτρῳ φιλανθρωπίᾳ κεράσας τὴν κόλασιν, καὶ τὸ ἀνεθελήτως πλημμεληθὲν, οὐκ ἐν ἴσῃ μοίρᾳ τοῖς ἐθελουσίοις εὖ μάλα τιθείς. Πόλεις δὲ ἀφορίζεσθαι τρεῖς προστέταχεν, ἃς καὶ τῶν Φυγαδευτηρίων ὠνόμασε, συνελαύνει τε οὕτως ἐκεῖ τοὺς ἐπ᾽ ἀκουσίοις πταίσμασι φεύγοντας.

Καὶ καιρὸν ἀφέσεως ὁρίζει πάλιν καὶ τοῖς ὧδε πεπραχόσιν ἀθλίως, ἱερέως θάνατον τοῦ ὑπερκειμένου καὶ προὔχοντος. Γράφει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Ἐὰν δὲ ἐξαπίνης οὐ δι᾽ ἔχθραν ὤσῃ αὐτὸν, ἢ ἐπιῤῥίψῃ ἐπ᾽ αὐτὸν πᾶν σκεῦος, οὐκ ἐξ ἐνέδρου ἢ παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδὼς, καὶ ἐπιπέσῃ ἐπ᾽ αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν, οὐδὲ ζητῶν κακοποιῆσαι, καὶ κρινεῖ ἡ Συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος, καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα, καὶ ἐξελεῖται ἡ Συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα. Καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ Συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου, οὗ κατέφυγε· καὶ κατοικήσει ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ.» Εἶτα μεθ᾽ ἕτερα· «Καὶ μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν, ἐπαναστρέψει ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.» ΠΑΛΛ. Λύσις οὖν ἄρα τῆς ἀειφυγίας αὐτοῖς, ὁ τοῦ προλεχθέντος ἡμῖν ἀρτίως ἱερέως θάνατος. ΚΥΡ. Σχῆμα τοῦτο τοῖς τύποις. Ὠδίνουσι δὲ τὸ τοῦ Χριστοῦ μυστήριον αἱ σκιαί. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ.

Οὐκ ἀπίθανον, ὦ Παλλάδιε, τό γε οἴεσθαι τυχὸν τοὺς ταῖς ἁμαρτίαις ἐγκατειλημμένους, φονευτὰς ὥσπερ τινὰς τῆς ἰδίας ὑπάρχειν ψυχῆς, καὶ κατολισθῆσαι εἰς τοῦτο ταλαιπωρίας οὐκ ἐθελουσίως, ἐκβεβιασμένους δὲ ὥσπερ εἰς παράβασιν, καὶ εἰς τὸ προσκροῦσαι Θεῷ, διὰ τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καὶ διὰ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἀτιθάσσου φιληδονίας, τυραννήσαντα νόμον. Φυγῇ τοιγαροῦν τῇ ἀπὸ κόσμου καὶ σώματος ἡ ἀθλία ψυχὴ τοῦ ἀνθρώπου ζημιοῦται, καὶ ὥσπερ εἰς πόλιν τινὰ φυγαδευτηρίου τοῖς τοῦ θανάτου μυχοῖς ἐνιζήσασα, μακροὺς διετέλει χρόνους, ἀνείθη δὲ μόλις ἀποθανόντος Χριστοῦ τοῦ μεγάλου ἱερέως, ὃς τὸν ὑπὲρ πάντων θάνατον ἀνατλὰς, καταπεφοίτηκε μὲν εἰς ᾅδου, πύλας δὲ ἤνοιξε τοῖς κάτω, καὶ δεσμῶν ἠφίει, «λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε.» ΠΑΛΛ. Ὡς σαφὴς ὁ λόγος. ΚΥΡ. Οὐ καθ᾽ ἕνα δὲ τρόπον εὐδοκιμεῖν ἀναπείθων τοὺς ἀρχαιοτέρους ὁ νόμος, ἀλλ᾽ εὖ συντεθεῖσθαι διὰ πάντων, καὶ ὡς ἄριστα ἔχειν, ἵνα ᾖ ἄρτιος ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένος, καὶ συνόδους γαμικὰς καταῤῥυθμίζει πρὸς τὸ σεμνὸν, καὶ ὡς ἂν ἀμωμήτως πράττοιτο ταυτὶ παρά τε Θεῷ καὶ ἀνθρώποις, καθίστησιν ἐναργές.

Πορνείαν μὲν οὖν καὶ ἀκαθαρσίαν ἐξορίζει παντελῶς, ἀῤῥενομιξίαν δὲ καὶ μοιχείαν, ὡς ἀπωτάτω ποιεῖται, λέγων ἐν τῷ Λευιτικῷ· «Καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτὴν, καὶ μετὰ ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν· βδέλυγμα γάρ ἐστιν.» Αὐτόθεν, φησὶ, τὰ τοιαῦτα τὸ κατακεκρίσθαι νοσεῖ, καὶ πολὺ τὸ δυσῶδες ἐντετηκὸς αὐτοῖς, ἀταλαιπώρως εὑρίσκεται, καὶ μακροῦ πρὸς ἔλεγχον οὐ δεήσει λόγου τοῖς εἰς τοῦτο βδελυρίας ἠγμένοις, ὡς οἴκοθεν ἔχειν αἰσχρὰν οὕτω καὶ ἀκαλλῆ τὴν δόξαν, καὶ παρ᾽ αὐτῆς τῆς φύσεως τὴν γραφήν.

Τοιγάρ τοι παρεὶς τὰ τοιαῦτα, τὰ συννόμως δρώμενα, καὶ οὐκ ἔξω λόγου βασανίζει, λέγων ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ· καὶ ἔσται, ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ· ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ ἀποδώσει εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἀποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ἐὰν ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, καὶ μισήσῃ αὐτὴν ἀνὴρ ὁ ἔσχατος, καὶ γράψῃ αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσῃ εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἐξαποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ καὶ ἀποθάνῃ ὁ ἀνὴρ αὐτῆς ὁ ἔσχατος, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα, οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερον ἐξαποστείλας αὐτὴν, ἐπαναστρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, μετὰ τὸ μιανθῆναι αὐτὴν, ὅτι βδέλυγμά ἐστιν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ οὐ μιάνητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ.» Τὴν γὰρ ἐπ᾽ αἰτίαις εὐλόγοις ἀνδρὸς διεσχοινισμένην καὶ ἀνατλᾶσαν ὕβριν τὴν ὑφ᾽ ἑτέρῳ, γνήσιον ποιεῖσθαι σύνοικον, οὐκ ἀσφαλὲς, μᾶλλον δὲ καὶ εἰσάπαν ἀμαθές. «Ὁ γὰρ κατέχων, φησὶ, μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.» Ὥσπερ δὲ ἀποφάσκει τοῖς ἐμφανῶς αἰσχροῖς καὶ ἀναμφιβόλως κατεγνωσμένοις, τὸ ἐφήδεσθαι δεῖν, οὕτω δὴ πάλιν οὐκ ἐᾷ τὰ σεμνὰ διαβάλλειν, ὡς ἄσεμνα.

Ἐν ἴσῳ γὰρ πλημμελείας λόγῳ κείσεται τὸ φιλοστοργίας ἀξιοῦν, ὃ φεύγειν ἄμεινον, καὶ τὸ διαθέσεως ἀποστερεῖν, ὃ παραιτεῖσθαι φόβος. «Οὐαὶ γὰρ, φησὶν, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν, καὶ τὸ πικρὸν γλυκύ· τὸ καλὸν πονηρὸν, καὶ τὸ πονηρὸν καλόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς.» Οὐκοῦν εἰσποιεῖσθαι μὲν εἰς αὖθις τὴν γεγενημένην ἀπόπεμπτον οὐκ ἐᾷ, οὔτε μὴν ἐφίησι τοῖς οὔπω κατεγνωσμένοις τὰ ἐκ φιλολογίας ἐπιφέρεσθαι βλάβη. Ἔφη δὲ οὕτω πάλιν· «Ἐὰν δέ τις λάβῃ γυναῖκα, καὶ συνοικήσῃ αὐτῇ, καὶ μισήσῃ αὐτὴν, καὶ ἐπιθῇ αὐτῇ προφασιστικοὺς λόγους, καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν, καὶ λέγῃ, Τὴν γυναῖκα ταύτην εἴληφα, καὶ προσελθὼν αὐτῇ οὐχ εὕρηκα αὐτῆς τὰ παρθένια· καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ, ἐξοίσουσι τὰ παρθένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην, καὶ ἐρεῖ ὁ πατὴρ τῆς παιδὸς τῇ γερουσίᾳ· Τὴν θυγατέρα μου ταύτην δέδωκα τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα, καὶ μισήσας αὐτὴν νῦν οὗτος, ἐπιτίθησιν αὐτῇ προφασιστικοὺς λόγους, λέγων, Οὐχ εὕρηκα τῇ θυγατρί σου παρθένια· καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου.

Καὶ ἀναπτύξουσι τὸ ἱμάτιον ἐναντίον τῆς γερουσίας τῆς πόλεως, καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄνθρωπον ἐκεῖνον, καὶ παιδεύσουσιν αὐτὸν, καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους, καὶ δώσουσι τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ἰσραηλῖτιν, καὶ αὐτοῦ ἔσται γυνή. Οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.» Συνίης οὖν ὅπως οὐκ ἀζήμιον παντελῶς ἀπαλλάττεσθαι δεῖν τοῦ συνεδρίου, προστέταχε τὸν ἀδίκως ὀλιγωρήσαντα τῆς οὔπω κατεγνωσμένης. Χρῆναι γὰρ οἶμαι περιέπειν εὖ μάλα τὸ ἀγαθὸν, καὶ μὴ ἁψικόρως ἵεσθαι πρὸς τὸ δοκοῦν τὸ σεμνὸν ὡς ἄσεμνον συκοφαντεῖν ᾑρημένους· πειρᾶσθαι δὲ μᾶλλον αἰδοῦς ἀξιοῦν, τὸ παντὶ προσκεῖσθαι καλῷ, καὶ τοῖς ἀρίστοις εἰς εὐφημίαν συνδιαιτᾶσθαι φιλεῖν. Ὁ γάρ τοι τὰς διὰ μέσου τῶν πραγμάτων ἀκηδίας οὐ προσιέμενος, τὸν ἐφ᾽ οἷς ἂν γένοιτο καλῶς ἀποπεραίνει σκοπόν.

Ὅτι δὲ εἶναι προσήκει τοιούτους ἡμᾶς ὑπεδήλου πάλιν ὁ νόμος ὑποφωνῶν· «Ἐὰν οἰκοδομήσῃς οἰκίαν καινὴν, ποιήσεις στεφάνην τῷ δώματί σου. Καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἐπ᾽ αὐτοῦ.» Ὥσπερ γάρ ἐστιν ἀκαλλὴς οἰκία ταινίας ἐρήμη, καὶ τῶν ὑστεροδομίων οὐκ ἐπενηνεγμένων αὐτῇ, τὸν αὐτὸν, οἶμαι, τρόπον, ἀπίθανον κομιδῆ πᾶν ἔργον ἡμῖν ἀγαθὸν, εἰ μὴ πρὸς πέρας ἄγοιτο τὸ πρέπον αὐτῷ· καὶ οὐ μέχρι τούτων, ἀλλ᾽ ἕψεται τοῖς ῥᾳθυμοῦσι καὶ κίνδυνος. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ κατολισθεῖν ἐκ τῆς οἰκίας τινά. «Οὐαὶ γὰρ,» φησὶν, «οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.» Διὰ μυρίων οὖν ὅσων ὁ νόμος ἡμᾶς ἀποκομίζει πρὸς τὸ συμφέρον. Καὶ τροφὴν μὲν οὔπω παρατίθησι τὴν ἀνδροπρεπῆ τε καὶ στερεωτέραν, γάλακτι δὲ ὥσπερ νηπίους ὄντας παιδοκομεῖ, τοὺς ἀρχαιοτέρους διαβιβάζων κατὰ βραχὺ πρὸς τὸ Χριστοῦ μυστήριον.

Ὅτι γὰρ πνευματικὸς ὁ νόμος, καὶ ὅσον μὲν ἧκεν εἰς σκιὰν καὶ τύπους, οἱονεί πως οὐκ ἐδώδιμος, οὔτε μὴν ἀναγκαῖος εἰς πνευματικὴν ἂν γένοιτο τροφὴν, ἔσται δὲ τοιοῦτος, εἰ γοῦν μεταπλάττοιτο πρὸς θεωρίαν εὐαγγελικὴν, καὶ εἰς τὸ Χριστοῦ μυστήριον, συνήσεις εὖ μάλα γεγραφότος ὡδὶ τοῦ πανσόφου Μωσέως περὶ αὐτοῦ. Ἔφη γὰρ ἐν τῷ Λευιτικῷ· «Ὅταν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἢν Κύριος ὁ Θεός σου δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσιμον, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται.

Καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ Κυρίῳ. Ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπὸν αὐτοῦ. Πρόσθεμα ὑμῖν τὰ γεννήματα αὐτοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Παραδείσοις μὲν γὰρ τοῖς εὐερνεστάτοις ἡ Μωσέως ἡμῖν ἔοικε Συγγραφὴ, πολυειδῆ θεσπισμάτων ὠδίνουσα βλάστην, καὶ ξύλοις ὥσπερ κατάκομος, τοῖς ἐφ᾽ ἑκάστῳ νόμοις.

Ἀλλ᾽ ἐφ᾽ ἑκάστῳ ξύλῳ καθαριεῖτε, φησὶν, τὴν ἀκαθαρσίαν αὐτοῦ, τοῦτ᾽ ἔστι, τὸ τῆς ἱστορίας εἰκαῖον ἀποτεμεῖς, καὶ τὸ οἱονεὶ ξυλῶδες περιελεῖς τοῦ γράμματος, ἐπ᾽ αὐτὴν δὲ ἥξεις τοῦ φυτοῦ τὴν καρδίαν, τοῦτ᾽ ἔστι, τοῦ τεθεσπισμένου τὸν ἔσω περιεργάσῃ καρπὸν, καὶ αὐτὸ ποιήσῃ τροφήν. «Ἀλλ᾽ ἔσται,» φησὶν, «ὁ καρπὸς αὐτοῦ, τρία ἔτη ἀπερικάθαρτος· οὐ βρωθήσεται.» Τὸ ἔτος τίθησιν εἰς καιρόν· καιροὶ γὰρ πρῶτοι γεγόνασι τρεῖς, καθ᾽ οὓς ἦν ὁ νόμος ἀπερικάθαρτος ἔτι, τῷ τῆς ἱστορίας πάχει κατηχθισμένος, καὶ ὥσπερ εἰκαῖον συρφετὸν περικείμενος τὴν σκιάν.

Χρόνους δὲ τρεῖς εἶναί φημι, τὸν Μωσέως, τὸν Ἰησοῦ, τὸν Κριτῶν· καιρὸς μετ᾽ ἐκείνους τέταρτος ἦν, καθ᾽ ὃν ὁ λαμπρὸς τῶν ἁγίων προφητῶν ἀνέφυ χορός. Τότε γέγονεν ὁ τοῦ νόμου καρπὸς ἅγιός τε καὶ αἰνετός.

Ἤρξατο γὰρ ἐκ προφητῶν ἁγίων, ἀθετεῖσθαι τὰ ἐν νόμῳ, καὶ οὐδὲ ὀνομάζεσθαι τὰ ὡς ἐν σκιαῖς, κηρύττεσθαι δὲ φανερῶς ἡ ἀλήθεια, καὶ τῆς Χριστοῦ παρουσίας ἐπαινεῖσθαι τὸ μυστήριον. Καὶ γείτων εὐθὺς ὁ πρόδρομος ἦν, ἀνακεκραγώς τε καὶ λέγων· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Οὐκοῦν ἐν τετάρτῳ χρόνῳ πρὸς ἀρχὰς τοῦ διακαθαίρεσθαι τὰ ἐν νόμῳ γέγονε, καὶ ἦν ἤδη πως ὁ καρπὸς ἅγιος. Πλὴν, ἐν πέμπτῳ βρώσιμος, καθ᾽ ὃν ἡ Χριστοῦ παρουσία μαρτυρουμένη διά τε τοῦ νόμου καὶ διὰ τῶν προφητῶν. Διὰ τοῦτό φησιν, «Ἔσται ὁ καρπὸς αὐτοῦ πρόσθεμα ὑμῖν.» Πρὸς γὰρ τοῖς εὐαγγελικοῖς κηρύγμασι καὶ ἡ νομικὴ παίδευσις πρὸς θεωρίαν ἠγμένη πνευματικὴν τοῖς φιλομαθέσι χρειωδεστάτη· καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ, ὅτι «Πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά·» καινὰ λέγων, τὰ Εὐαγγέλια, καὶ παλαιὰ δὲ, τὰ ἐν νόμῳ, τὴν ἐν Χριστῷ γνῶσιν ἡμῖν οὐκ ἀγεννῶς συνεισφέροντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.