Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Ένατος: Η Σκηνή του Μαρτυρίου ως τύπος της Εκκλησίας

Η παλαιά Σκηνή, η Κιβωτός της Διαθήκης, το ιλαστήριο, η χρυσή λυχνία και το θυσιαστήριο ως προτυπώσεις της ενσάρκωσης του Χριστού, του αγγελικού κόσμου και της λειτουργικής ζωής της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΝΝΑΤΟΣ. Περὶ τῆς ἁγίας σκηνῆς, ὅτι τύπος ἦν τῆς ἐν Χριστῷ Ἐκκλησίας. Ἀγάπης μὲν οὖν εἰς Θεόν τε καὶ ἀδελφοὺς περιφανῆ τὰ αὐχήματα, καὶ ἀποπεραίνεται μὲν δι᾽ ἀμφοῖν ὁ νόμος. εὐκλείας γε μὴν εἰς τοῦτο κατηντηκὼς ἅπας τις οὖν, λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν τοῖς ὅτι μάλιστα γνησίοις κατατετάξεται, Χριστοῦ βοῶντος καὶ λέγοντος, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Εἰσελεύσεται γὰρ δὴ καὶ μάλα ἑτοίμως εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσεται, τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἐντρυφῶν ἀγαθοῖς. Τοιουτονί τι καὶ ὁ προφήτης Ἡσαΐας φησίν· «Οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσαλὴμ, πόλεις πλουσίας, σκηνὰς, αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσι.» Παράγει μὲν γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, κατὰ τὰς Γραφάς.

Ἑδραιοτάτη δὲ σφόδρα καὶ ἀκράδαντος πάντως ἡ τῶν ἐσομένων ἐλπίς. Ἀλλὰ τούτων ἁπάντων λυομένων, καθὰ καὶ τοῦ Σωτῆρος διισχυρίσατο μαθητὴς, ποταμοὺς δεῖ εὑρεθῆναι ἡμᾶς, ἁγίους καὶ ἀμώμους κατ᾽ ἐνώπιον αὐτοῦ, πνευματικαῖς μὲν θυσίαις καταγεραίροντας ὡς Σωτῆρα καὶ Λυτρωτὴν, ἱερὰν δὲ καὶ ἀπόλεκτον, καὶ τοῖς εὐαγγελικοῖς συμβαίνουσαν νόμοις ἐπιτηδεύοντας πολιτείαν· καθάπερ ἀμέλει τοῖς ἀρχαιοτέροις ὁ νόμος τὴν οὕτω σεπτήν τε καὶ ἀξιόληπτον ἐσκιαγράφει ζωήν· μηλοσφαγεῖν ἐπιτάττων, καὶ τὰς δι᾽ αἱμάτων ποιεῖσθαι προσαγωγὰς, δεκάτας τε καὶ ἀπαρχὰς ἀφιεροῦν τῷ Θεῷ, καὶ πρὸς τούτοις ἔτι χαριστήρια. Πλὴν, οὐκ ἔξω ταυτὶ τῆς ἁγίας πράττεσθαι δεῖν ἐνομοθέτει σκηνῆς. Ἀπόλεκτον δὲ τὸ ἐκ Λευῒ γένος ἀνετίθει τῷ Θεῷ, τύπον ἡμῖν καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ χρῆμα τιθείς. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς παρά γε ταῖς θείαις Γραφαῖς «γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.» Εἰσελαύνομεν δὲ καὶ εἰς σκηνὴν τὴν ἀληθεστέραν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, τοῦτ᾽ ἔστι τὴν Ἐκκλησίαν, οὐ διὰ μόσχων καὶ τράγων ἐκμειλισσόμενοι τὸν τῶν ὅλων Δημιουργὸν, ἀλλ᾽ ὡς ἐν ὀρθῇ τε καὶ ἀμωμήτῳ πίστει διαπρέποντες, καὶ πνευματικαῖς καρποφορίαις νοητῶς εὐωδιάζοντες. «

Τοιαύταις γὰρ δὴ θυσίαις εὐαρεστεῖται Θεὸς,» καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ΠΑΛΛ. Ὀρθῶς ἔφης. Καὶ θυσίαις μὲν ταῖς ὑπὲρ νόμον ὅτι προσῆκεν ἡμᾶς εὐδοκιμεῖν, φαίην ἂν ἔγωγε· συνθήσομαι γάρ. Πλὴν, ἐκεῖνο φράσον· ἆρ᾽ οὐκ εἰς τύπον ἡμῖν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ παλαιὰ κατὰ τὴν ἔρημον διεπήγνυτο σκηνὴ, τῆς ἀληθεστέρας ἀμυδρόν πως ἔτι τὸ κάλλος ἐκφαίνουσα; ΚΥΡ. Πάνυ μὲν οὖν. Ἔφην δὲ καὶ ἀρτίως, ὅτι καὶ τὸ ἄριστα δεῖν εἰλῆφθαι πρὸς ἱερὰς λειτουργίας τοὺς ἐξ αἵματος Λευῒ, καὶ κεκλημένων ἐν πίστει πρὸς ἱερὰν καὶ ἀμώμητον ζωὴν, φημὶ δὴ τὴν ἐν Χριστῷ, τύπος ἂν εἴη πάλιν. ΠΑΛΛ. Βούλει δὴ οὖν ὀλίγα ἄττα περί τε τῆς ἁγίας σκηνῆς, καὶ τῆς κατὰ νόμον ἱερωσύνης λέγωμεν, βασανίζοντος ἡμῖν τοῦ λόγου τὰ ἐπ᾽ ἀμφοῖν ὁσίως τεθεσπισμένα; ΚΥΡ. Οὐκ ἄτραχυ μὲν τὸ χρῆμα· πόνου γὰρ, οἶμαι, δεήσει μακροῦ, καὶ ἱδρῶτος ἡμῖν, ὦ Παλλάδιε, πρός τε τὸ δύνασθαι συνιέναι ταυτὶ, καὶ μὴν καὶ φράσαι. Ἀτὰρ, εἴτοι δοκεῖ, Θεῷ πίσυνοι διαστείχωμεν· διεπύθου γὰρ λέγοντος ἐναργῶς, «Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.» ΠΑΛΛ. Ἴθι δὴ οὖν, συλλήπτορα καὶ πρός γε τουτὶ τὸν τῆς σοφίας ποιούμενος χορηγόν. ΚΥΡ.

Οὐκοῦν εἶμί τοι, καὶ δὴ καὶ ἐρῶ, τὰ ἐξ ἱερῶν Γραμμάτων εὖ μάλα συνενεγκών. Κατέθορε μὲν γὰρ ἐν εἴδει πυρὸς ἐπὶ ὄρος τὸ Σινᾶ Θεὸς ὁ πάντων δημιουργὸς, καὶ νόμους ἐτίθει, καθ᾽ οὓς ἦν ἕκαστα τῶν πρακτέων ἀποφέρεσθαι πρὸς τὸ εὐθὺ καὶ ἀκιβδήλως ἔχον. Εἶτα τῆς ἀρχαιοτέρας αὐτοὺς ἀποκομίζων πλάνης, καὶ τῆς ἐν Αἰγύπτῳ ψευδολατρείας ὡς ἀπωτάτω τιθεὶς, προσελάλει Μωσῇ τῷ τηνικάδε μεσιτεύοντι. «Τάδε ἐρεῖς,» φησὶ, «τῷ οἴκῳ Ἰακὼβ, καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς, οὐ ποιήσετε ἑαυτοῖς θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς.» Θεοῖς μὲν γὰρ οὐκ ἠφίει τοῖς ψευδωνύμοις λατρεύειν. Προσκεῖσθαι δὲ δεῖν ἐπιτάττει μόνῳ τῷ ἄνωθεν ἥκοντι καὶ ἐξ οὐρανοῦ, καὶ τῷ κατὰ πάντων οὐσιωδῶς ἀνημμένῳ τὸ κράτος, οὐκ ἐν εὐχροίαις ὑλῶν ἔχοντι τὸ περιφανὲς, ἀλλ᾽ ἐν τῷ δεικνύειν ἴδιον ὄντα τὸν οὐρανόν.

Ἦν δέ πως ἀνάγκη, τοὺς τῆς ἀρχαίας ἀνοσιότητος καὶ βεβήλου λατρείας ἀποφοιτᾷν ἐπιτεταγμένους, ἐφ᾽ ἑτέραν εὐθὺς μεταχωρῆσαι συνήθειαν, καὶ ὥσπερ τινὰ ζυγὸν ὑπελθεῖν τὴν ὑπὸ Θεῷ τῷ κατὰ φύσιν, λατρείαν. Ἀνειμένος γὰρ νοῦς, ἀκάθεκτος, καὶ πολὺ λίαν ἕτοιμος εἰς ἀποφορὰν, τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων δειμάτων τε καὶ φροντίδος ἐπηρτημένων, ἀταλαιπώρως κομιδῆ διᾴττει πρὸς τὸ εὐθὺ, καὶ ἀπονεύει πρὸς τὸ συμφέρον. Ἐπειδὴ δὲ δι᾽ Υἱοῦ πρόσιμεν τῷ Πατρί· «Οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα,» φησὶν, «εἰ μὴ δι᾽ ἐμοῦ.» Λοιπὸν ἀναγκαίως τὴν δι᾽ Υἱοῦ πρόσοδον καὶ τῆς ἐν αὐτῷ καρποφορίας τοὺς τύπους, ἐθεσμοθέτει λέγων· «Θυσιαστήριον ἐκ γῆς ποιήσεις μοι, καὶ θύσετε ἐπ᾽ αὐτῷ τὰ ὁλοκαυτώματα, καὶ τὰς θυσίας ὑμῶν, τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν, ἐν παντὶ τόπῳ ᾧ ἂν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ· καὶ ἥξω πρὸς σὲ, καὶ εὐλογήσω σε.

Ἐὰν δὲ ἐκ λίθων θυσιαστήριον ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ᾽ αὐτὸ, καὶ μεμίανται.» Γήϊνον μὲν γὰρ ὀνομάζει θυσιαστήριον τὸν Ἐμμανουήλ· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος.» Γῆ δὲ ἐκ γῆς ἡ σαρκός ἐστι φύσις. Ἐν Χριστῷ δὴ οὖν ἡ πᾶσα καρποφορία καὶ πᾶσα προσαγωγή· φησὶ γὰρ αὐτὸς, «Χωρὶς ἐμοῦ, οὐ δύνασθε ποιεῖν οὐδέν.» Ὥσπερ γὰρ δι᾽ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν, οὕτω καὶ πᾶσα θυσία δεκτὴ δι᾽ αὐτοῦ, τῶν τὴν πίστιν εἰσδεδεγμένων.

Ἐπαγγέλλεται δὲ τοῖς τὸ ἐκ γῆς ἱστᾶσι θυσιαστήριον, ἄφιξίν τε καὶ εὐλογίαν. «Ἥξω γὰρ,» φησὶ, «πρὸς σὲ, καὶ εὐλογήσω σε.» Παραδεξαμένοις γὰρ ἡμῖν διὰ τοῦ πανσόφου Μωσέως τῆς ἀληθείας τοὺς τύπους, καὶ αὕτη κατὰ καιροὺς ἐπέλαμψεν ἡ ἀλήθεια, τοῦτ᾽ ἔστι Χριστὸς, δι᾽ οὗ καὶ ἐν ᾧ τὴν ἄνωθεν εὐλογίαν καὶ παρὰ Πατρὸς πεπλουτήκαμεν, κατεσφραγισμένοι πρὸς υἱοθεσίαν ἐν ἁγίῳ Πνεύματι, ἐν Χριστῷ δὲ δὴ πάλιν καὶ τοῦτο διαπεραίνεται. «Ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι,» φησὶν, «οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς.» Οὐκ ἐᾷ σιδήρῳ κατατιτρώσκεσθαι τοὺς ἀφιερωμένους τῷ Θεῷ λίθους.

Λίθος γὰρ ἦν ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος, ὁ Χριστὸς, ἄτρωτος μὲν ἁμαρτίαις, τὰς δὲ ἐκ διαβόλου πληγὰς παθεῖν οὐκ εἰδὼς, οὐ μεμερισμένος Θεῷ τε καὶ κόσμῳ, καὶ εἰ γέγονε σὰρξ, ἀλλ᾽ ὅλος ὢν ἅγιος, οὐ διαιρούμενος εἰς Θεὸν ἰδίᾳ, καὶ εἰς ἄνθρωπον ἰδικῶς μετὰ τὴν ἄῤῥητον ἕνωσιν, ἤτοι τὴν πρὸς σάρκα σύνοδον, ἀλλ᾽ εἷς ὑπάρχων Θεὸς, καὶ ἄνθρωπος ὁ αὐτός. Μεμέρισται γὰρ οὐδαμῶς, καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος. ΠΑΛΛ. Τὸ ἐκ γῆς οὖν ἄρα θυσιαστήριον, καὶ μὴν καὶ οἱ ἀπλῆγες λίθοι, σημαίνουσι Χριστὸν, κατὰ τοὺς ἤδη προειρημένους τρόπους; ΚΥΡ. Οὕτω φημί· πνευματικὸς γὰρ ὁ νόμος, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ τὸ Χριστοῦ μυστήριον, καὶ τὴν δι᾽ αὐτοῦ πρόσοδον αἰνιγματωδῶς ὑπετύπου, τότε δὴ, τότε καὶ τῆς Ἐκκλησίας προαναδεῖξαι τὸ σχῆμα Θεὸς ἐσκέπτετο. Μωσέα μὲν οὖν ἐκάλει καὶ σὺν αὐτῷ τὸν Ἰησοῦν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ. Καὶ σύνες ἐντεῦθεν, ὅτι καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις δι᾽ Υἱοῦ προσιτὸς ὁ Πατήρ· ἀναθρώσκουσι γὰρ ἀλλήλοις Μωσῆς τε καὶ Ἰησοῦς.

Γέγραπται γὰρ, «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, λήψεσθε τὰς ἀπαρχάς μου, καὶ αὕτη ἐστὶν ἡ ἀπαρχὴ, ἣν λήψεσθε παρ᾽ αὐτῶν, χρυσίον καὶ ἀργύριον, χαλκὸν καὶ ὑακίνθινον, πορφύραν καὶ κόκκινον διπλοῦν, καὶ βυσσὸν κεκλωσμένην, καὶ τρίχας αἰγείας, καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα, καὶ λίθους σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν, εἰς τὴν ἐπωμίδα, καὶ εἰς τὸν ποδήρη, καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν. Καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα ἄν σοι δείξω ἐν τῷ ὄρει τὸ παράδειγμα τῆς σκηνῆς, καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, οὕτως ποιήσεις.» Ὁρᾷς ὅπως ἐπὶ τὸ χρῆναι καρποφορεῖν τὸ λυσιτελές τε καὶ χρειωδέστατον, εἰς Ἐκκλησίας σύστασιν προτρέπει λαοὺς, προσκομίζοντας ἱλαρῶς τὰ κατ᾽ ἰσχύν τε καὶ γνώμην;

Οὐ γάρ τοι χρυσὸν ἐζήτει μόνον ἤγουν τὰ πολλοῖς δυσπόριστα τυχὸν, ἀλλὰ καὶ τρίχας αἰγείας, καὶ κριῶν δέρματα, δεικνὺς ὅτι καὶ τὸ βραχύ τε καὶ εὐτελὲς, εἰ μηδὲν ἔχοι λαμπρότερον ὁ καρποφορεῖν ᾑρημένος, οὐκ ἀπόβλητον τῷ Θεῷ· ἢ τάχα που καὶ ἐν ἴσῳ τοῖς τιμιωτάτοις, ἢ καὶ ἐν ἐπαίνῳ μείζονι, καθάπερ ἀμέλει καὶ ὁ Χριστὸς οὐκ ἀθαύμαστον ἠφίει τὴν ἐν τοῖς Ἱεροσολύμοις χήραν, τῷ γαζοφυλακίῳ προσάγουσαν βραχύ τι καὶ εὐπόριστον κομιδῆ, μέγα δ᾽ ἴσως τοῖς ἐν ἐσχάτῃ πενίᾳ, οὓς δὴ καὶ κατατρύχειν εἰκὸς καὶ τῶν ἄγαν εὐτελεστάτων τὴν ἀπεμπολήν. Ληφθεισῶν δὲ τῶν ἀπαρχῶν, «Ἁγίασμά μοι ποιήσεις,» φησὶ, «καὶ ὀφθήσομαι ἐν ὑμῖν.» Ἐπιφαίνεται γὰρ ἐν Ἐκκλησίᾳ Χριστὸς, καὶ ἐπιλάμπει τοῖς ἐν αὐτῇ, κατά γε τὸ ἐν Ψαλμοῖς, «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἐπιτήρει δὲ ὅπως, καίτοι καταβεβηκὼς ἐπὶ τὸ ὄρος ἐν εἴδει πυρὸς, ὀφθείς τε τῷ λαῷ παντί· γέγραπται γὰρ οὕτως, ὡς οὔπω φανεὶς, τὸ Ὀφθήσομαι, φησὶν, ἐν ὑμῖν, ἐγηγερμένου τοῦ ἁγιάσματος. Μόνον γὰρ οὐχὶ διακεκραγὼς ὁρᾶται σαφῶς, ὅτι σκιαὶ μὲν, αἱ ὀπτασίαι ἐκεῖναι τῆς ἀληθοῦς θεοπτίας. Ἡ δὲ ἀληθὴς ἀνάδειξις, ὁ Χριστὸς, ἐν ᾧ καὶ αὐτὸν τεθεάμεθα τὸν Πατέρα.

Καὶ γοῦν Ἰουδαίους οἰομένους ὅτι τεθέανται κατὰ τὸ ἀληθὲς ἐν τῷ ὄρει Σινᾶ τὸν τῶν ὅλων Θεὸν, ἀνούστατα διατιθεμένους διήλεγχε, λέγων· «Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Οὐκοῦν ὀφθήσομαι, φησὶν, ἐν ὑμῖν ἐγηγερμένου τοῦ ἁγιάσματος. Τοῦτο δὲ ἦν Ἐκκλησίας τύπος, καθ᾽ ὁμοιότητα γενομένης τῆς ἄνω. Καὶ γάρ τοι φησὶ, «Ποιήσεις μοι κατὰ πάντα ὅσα δεικνύω σοι ἐν τῷ ὄρει, οὕτω ποιήσεις.» Παρεδείχθη γάρ τοι τῷ μακαρίῳ Μωσῇ τύπος, ὡς ἔφην, τῶν ἁγίων Ἐκκλησιῶν, καὶ πολυειδῶς αὐτὸς ὡς ἐν σκιᾷ πλαττόμενος ὁ δι᾽ ἡμᾶς γενόμενος ἄνθρωπος.

Ἐφ᾽ ἑκάστῳ γε μὴν τῶν παραδειγμάτων πολὺς ἂν γένοιτο καὶ μακρὸς ὁ λόγος, καὶ ἰσχνομυθίας ἔμπλεως.

Ἐπειδὴ δέ ἐστι τὰ μὲν ἴδιά τε καὶ πρέποντα τῇ τῶν γεγονότων κατασκευῇ, τὰ δὲ πρὸς τὴν τῶν θεωρημάτων ἀπονένευκε χρείαν, φέρε, λέγωμεν τὰ εἴς γε τοῦτο λυσιτελῆ, μεθέντες τὰ ἕτερα. ΠΑΛΛ. Οὐ συνίημι ὃ φής. ΚΥΡ. Ἄθρει δὴ οὖν ὅ φημι· συνήσεις γὰρ, οἶμαι, καὶ λίαν ἀμογητί· κιβωτὸν γενέσθαι προστέταχεν ἐκ ξύλων ἀσήπτων, ἔσωθέν τε καὶ ἔξωθεν χρυσίῳ καθαρῷ διαπεπυκασμένην, καὶ τὰ καλούμενα μαρτύρια, τοῦτ᾽ ἔστι, τὸν νόμον ὡς ἐν πλαξὶν ὠδίνουσαν, καὶ οὐ μέχρι τούτων τὰ ἐπ᾽ αὐτήν· ἀναφορέας γὰρ δὴ γενέσθαι προστάττει πάλιν ἐξ ἀσήπτων ξύλων, ἐν ἴσῳ κεχρυσωμένους, χρυσοῦς τε δακτυλίους καὶ στρεπτὰ κύκλῳ. Μῆκός τε καὶ πλάτος καὶ ὕψος ὡρίσατο τῷ τεχνήματι. Ἀλλ᾽ εἰ βούλοιτό τις πολυπραγμονεῖν εὖ μάλα τὰ τοιάδε μυστικῶς, εὑρήσει μὲν ἴσως, ὅ τί ποτέ ἐστιν ἡ κιβωτὸς, καὶ τὰ ἐν αὐτῇ μαρτύρια, καὶ τίς ἡ ξύλων ἀσήπτων γέγονε χρεία.

Τί δ᾽ ἂν βούλοιτο δηλοῦν, καὶ τῇ κιβωτῷ τὸ χρυσίον, τὰ τέως ἐν τάξει χρείας τε καὶ κόσμου συντεθειμένα, κυμάτια δὴ λέγω, στρεπτὰ, κρίκους τε καὶ ἀναφορέας, εἰ περιεργάζοιτο τυχὸν, σκληρὸν εὑρήσει τὸ χρῆμα. Καὶ λόγον αὐτοῖς ἐφαρμόσαι τὸν μυστικὸν οὐκ ἔχων, περιττοεπήσει τάχα που, καὶ ὄχλον εἰκαίων ἐπισωρεύσει ῥημάτων, ταῖς τῶν φιλομαθεστέρων ἀκοαῖς. Ἀληθὴς δὲ ἡμῖν ὁ λόγος οὐκ ἐπί τοι μόνης τῆς κιβωτοῦ τυχὸν, προσθείην δ᾽ ἂν ὅτι καὶ ἐπί γε τῶν ἄλλων, ἃ δὴ γενέσθαι προστέταχεν. ΠΑΛΛ. Οὐκ ἀπίθανά μοι δοκεῖς διανοεῖσθαί τε καὶ λέγειν. Τοιγάρτοι μεθεὶς τό γε ἧκον, ὡς φὴς, εἰς συμμετρίαν. τε καὶ χρείαν, ἤγουν εἰς κόσμον τῶν ἀποτελεσμάτων, ἐπ᾽ αὐτὸ διᾴττειν ἐπείγου τὸ τοῖς θεωρήμασιν, ἀναγκαῖον, τοῦτ᾽ ἔστι, τίνα τρόπον αὐτὸς ἡμῖν ὁ Χριστὸς σημαίνεται διὰ τῶν παραδεδειγμένων, ἤτοι κατεσκευασμένων, ἀμελητὶ διασάφει. ΚΥΡ. Οὐκοῦν, ἐγὼ μὲν, ὡς ἔνι φράσαι τε καὶ νοεῖν, πειράσομαι. Διαμαρτάνοντι δέ τ᾽ ἀληθοῦς, καὶ μεῖον ἢ χρὴ τῇ τῶν νοημάτων ὑπεροχῇ προσβάλλοντι, συγγνώμων ἔσο. Τὸ γὰρ ἐν ἐσόπτρῳ τε καὶ αἰνίγματι βλέπειν, ἀποσφήλειεν ἂν ἔσθ᾽ ὅτε καὶ τὸν ἀκριβῆ τε καὶ ἔμφρονα νοῦν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἡ κιβωτὸς ἡμῖν, ὦ Παλλάδιε, τύπος ἂν εἴη καὶ εἰκὼν τοῦ Χριστοῦ.

Τὸν γὰρ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀνασκοπούμενοι τρόπον, καθάπερ ἐν κιβωτῷ τῷ ἐκ Παρθένου ναῷ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐνηυλισμένον ὀψόμεθα. «Κατῴκησε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,» κατὰ τὰς Γραφάς. Λόγος δὲ ἦν Θεοῦ, τὰ ἐν τῇ κιβωτῷ μαρτύρια. Καὶ ἄσηπτα μὲν ἦν αὐτῆς τὰ ξύλα, χρυσῷ δὲ τῷ καθαρῷ καὶ δοκιμωτάτῳ κατεκαλλύνετο, ἔσωθέν τε καὶ ἔξωθεν. Ἄφθαρτον γὰρ τὸ σῶμα Χριστοῦ, καθάπερ τινὶ χρυσῷ, τῇ τοῦ ἐνοικοῦντος Λόγου δυνάμει καὶ λαμπρότητι, καὶ τῇ τοῦ ἁγίου Πνεύματος φύσει καὶ ἐνεργείᾳ ζωοποιῷ, πρὸς ἀφθαρσίαν διακρατούμενον. Διὰ γάρ τοι τοῦτο καὶ ζωοποιεῖν λέγεται Χριστός. Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, τῇ δυνάμει τοῦ ἰδίου πνεύματος τὸν ἴδιον αὐτὸς ἀνεζωοποίει ναὸν, φθορᾶς ἀνωτέρω τιθείς. «Ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθορὰν,» κατὰ τὴν τοῦ ἁγίου Παύλου φωνήν. Προσεφώνει δέ που καὶ Ἰουδαίοις, περὶ τοῦ ἰδίου σώματος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» καὶ μὴν καὶ ὁ Πέτρος τεθανατῶσθαι μὲν σαρκὶ, φησὶν, αὐτὸν, ἐζωοποιῆσθαι δὲ πνεύματι. Σύμβολον οὖν ἄρα τῆς ὑπερλάμπρου θεότητος, ὁ χρυσὸς, ἐπαληλειμμένης ὥσπερ τῷ ἁγίῳ σώματι, καὶ τὴν ἰδίαν αὐτοῦ λαμπρότητά τε καὶ ἀφθαρσίαν ἐνιείσης ἀποῤῥήτως, καὶ ὡς αὐτή που μόνη καὶ καθ᾽ ἑαυτὴν ἡ θεία τε καὶ ὑπὲρ νοῦν ἐπίσταται φύσις.

Εἰ γὰρ «Οἱ δίκαιοι κατὰ καιροὺς ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν,» τίς ἔσται λοιπὸν ἡ αὐτοῦ δόξα Χριστοῦ; Πῶς δὲ οὐ νοῦ καὶ λόγου πέρα παντὸς ἡ ἔκλαμψις; Χρυσοῖ δὲ τὴν κιβωτὸν ἔχοντες ἀναφορεῖς, χρυσοῖ καὶ οἱ κρίκοι, καὶ πάντα τὰ ἐν αὐτῇ· μέτοχοι γὰρ τῆς δόξης οἱ ἀμφ᾽ αὐτὸν, καὶ ὡς ἐν ἀγάπῃ καὶ ἁγιασμῷ προσερηρεισμένοι καὶ χρήσιμοι.

Τοιοῦτοί τινες ἦσαν καὶ οἱ μακάριοι μαθηταὶ, δύναμιν τὴν παρ᾽ αὐτοῦ τὴν θεοπρεπῆ δεχόμενοι, καὶ τῆς ἄνωθεν ὑπεροχῆς τὴν λαμπρότητα μεθεκτῶς ἐκπεπλουτηκότες, καὶ πληροῦντες διὰ τοῦτο τὰς θεοσημίας. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. «Καὶ πρός γε τῇ κιβωτῷ, ποιήσεις,» φησὶν, «ἱλαστήριον, ἐπίθεμα χρυσίου καθαροῦ δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος. Καὶ ποιήσεις δύο Χερουβὶμ χρυσᾶ τορνευτά· καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου. Ποιηθήσονται Χερουβὶμ εἷς ἐκ τοῦ κλίτους τούτου, καὶ Χερουβὶμ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου. Καὶ ποιήσεις τοὺς δύο Χερουβὶμ ἐπὶ τὰ δύο κλίτη. Ἔσονται οἱ Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰσάλληλα, εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν Χερουβίμ. Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κεφαλὴν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἂν δῶ σοι. Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.» ΠΑΛΛ. Εἶτα τί τὸ ἱλαστήριον εἶναι φής; ΚΥΡ. Ὅσον μὲν ἧκεν εἴς τε γράμμα καὶ σκιὰν, ἐκ χρυσοῦ ἐπεποίητο καθαροῦ, καὶ ἐπήρτητό πως ἐπικειμένη τῇ κιβωτῷ· εἴρηται γὰρ ἐπίθεμα διὰ τοῦτο.

Τετραμμένοι δὲ εἰς αὐτὸ καὶ βλέποντες, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι κατηγλαϊσμένοι, πρὸς Θεὸν ἐδόκουν τετράφθαι καὶ βλέπειν. Φαμὲν δὲ εἶναι τὸ ἱλαστήριον, εἰ νοοῖτο πνευματικῶς, τὸν δι᾽ ἡμᾶς γενόμενον ἄνθρωπον, «ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.» Παῦλος γὰρ ὧδέ φησιν. Ἐπιστέλλει δὲ ἡμῖν καὶ Ἰωάννης ὁ σοφώτατος μαθητής· «Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε, καὶ ἐάν τις δὲ ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνων, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.» Δι᾽ αὐτοῦ γὰρ ἱλασμὸς, εὐχή τε πᾶσα, καὶ αἴτησις ἀγαθῶν. «Ἕως γὰρ ἄρτι,» φησὶν, «οὐκ ᾐτήσατε οὐδὲν ἐπὶ τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν.» Αὐτὸς οὖν ἄρα τὸ ἱλαστήριον. Δι᾽ αὐτοῦ γὰρ ἡμῖν ἵλεως ὁ Πατὴρ, καὶ εἰς αὐτὸν καταλήγει πᾶν πέρας εὐχῆς, καὶ δι᾽ αὐτοῦ πρόσιμεν, οὐχ ἑτέρως ὄντες δεκτοί. Τοιγάρτοι φησὶν, «Ἐγώ εἰμι ἡ ὁδός·» καὶ, «Ἐγώ εἰμι θύρα,» καὶ, «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.» Πλὴν εἰ καὶ γέγονε καθ᾽ ἡμᾶς, καθιεὶς ἑαυτὸν εἰς ἀνθρωπότητά τε καὶ κένωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀλλ᾽ ἔστι καὶ ἴδιον αὐτοῦ φυσικῶς τὸ ἐν δόξῃ νοεῖσθαι τῇ θεοπρεπεῖ, καὶ ἐν ὑπεροχαῖς ὑπάρχειν ταῖς ὑπὲρ τὴν κτίσιν, καθάπερ ἀμέλει καὶ πρὸ τῆς σαρκός.

Διὰ τοῦτο τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστήριον, πυκάζοντα ταῖς πτέρυξι, καὶ πρὸς αὐτὸ τετραμμένα, καὶ ἀεὶ τὸ πρόσωπον ἐπερείδοντα, καὶ δορυφορίας μὲν ἀπόδειξις ἐναργὴς, ἡ εἰς δεξιά τε καὶ εὐώνυμα στάσις.

Τὸ δὲ τῶν ἀνωτάτω δυνάμεων οἱονεί πως ἔντονόν τε καὶ ἀκόρεστον εἰς θεοπτίαν, ὑπεμφαίνειν ἔοικεν, τὸ βλέπειν ἀεὶ τὰ Χερουβὶμ ἐπὶ τὸ ἱλαστήριον. Ἐν τῷ ἰδίῳ δὲ σχήματι γράφει τὸν Υἱὸν καὶ ὁ προφήτης Ἡσαΐας, λέγων· «Εἶδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφὶμ εἱστήκεσαν κύκλῳ αὐτοῦ,» καὶ ἓξ μὲν ἑκάστῳ πτέρυγας ἐκπεφυκέναι, φησὶ, καλύπτειν δὲ αὐτὰ, ταῖς μὲν δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰ πρόσωπα, πέτεσθαι δὲ ταῖς ἑτέραις. Καὶ εἰ μὲν οἴοιτό τις ὅτι τὸ τοῦ Θεοῦ πρόσωπον, καὶ μὴν καὶ τοὺς πόδας κατεκάλυπτον τὰ Σεραφὶμ, οὐδὲν ἀπεικὸς ἐννοεῖν τι τοιοῦτον.

Μετατρέποντες γὰρ εἰς Ἑλλήνων φωνὴν, τοῦ Σεραφὶμ τὴν δήλωσιν, γνώσεως πληθυσμὸν ἤτοι σοφίας χύσιν σημαινομένην εὑρήσομεν. Ὑπεμφαίνουσι τοιγαροῦν τῷ σχήματι καὶ μάλα σαφῶς, αἱ πάνσοφοί τε καὶ ἀνωτάτω δυνάμεις, ὅτι Θεοῦ πρόσωπον οὐ θέμις ὁρᾶσθαι πρός τινος. Ἄποπτος γὰρ παντελῶς ἡ ὑπὲρ πάντα νοῦν ἐστι φύσις, καὶ φῶς ἀπρόσιτον οἰκεῖ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, καὶ «Οὐδεὶς ὄψεται Θεοῦ πρόσωπον, καὶ ζήσεται,» κατά γε τὸ παρ᾽ αὐτοῦ πρὸς Μωσέα τὸν ἱερώτατον εἰρημένον ὀρθῶς. Ἀλλ᾽ οὐδ᾽ ἄν τις γνοίη τά τε ἴχνη καὶ τὰς ὁδοὺς αὐτοῦ. Γέγραπται γὰρ, «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Ψάλλει δὲ καὶ ὁ μακάριος Δαβὶδ, καὶ σοφὸν ἀνακρούει μέλος· «Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Ὥσπερ γὰρ οὐκ ἄν τις ἴδοι ἴχνος ἐν ὕδασιν, ἢ ἀνθρώπου τυχὸν ἢ νεὼς, ἢ τῶν ἐν αὐτοῖς νηχομένων, οὕτως οὐκ ἂν καταθρήσειέ τις θείας τε καὶ ἀποῤῥήτους ὁδούς. Ὧν ἂν εἶεν εἰς τύπον οἱ πόδες. Εἰ δὲ δὴ καὶ τὰ ἑαυτῶν πρόσωπα καὶ τοὺς πόδας καταπυκάζειν ταῖς πτέρυξιν ὑποτοπήσαιτό τις τὰ ἅγια Σεραφὶμ, ἐννοῶμεν ὅτι τῆς περὶ Θεοῦ σοφίας, ἤτοι γνώσεως ἀρχὴν ἢ τέλος ἰδεῖν οὐ θέμις.

Ἀκατάληπτος γὰρ καὶ αὐτὴ, καὶ ὑπὲρ νοῦν ἐστι τὸν ἀνθρώπινον. Ἀρχὴ δὲ παντὸς σώματος, κεφαλή· τέλος δὲ οἱ πόδες. Τὸ ἱλαστήριον οὖν ἄρα Χριστὸς, ὃς καὶ ἐν σαρκὶ πεφηνὼς, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ Κύριος, φύσει τε καὶ ἀληθῶς, περιεστώσας ἐν κύκλῳ δουλοπρεπῶς καὶ αὐτὰς ἔχων τὰς ἀνωτάτω δυνάμεις.

Ἔφη δέ που καὶ λόγος ἡμῖν ἱερὸς, ὡς μετά γε τὸ ἐκστῆναι τὸν Σατανᾶν τὴν ἐν Χριστῷ μεθέντα πεῖραν, ὅτε νενήστευκεν ὑπὲρ ἡμῶν, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· «Πνεύματα γάρ εἰσι λειτουργικὰ εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίας.» Ἄνωθεν δὲ τοῦ ἱλαστηρίου, γνωσθήσομαί σοι, φησὶ, καὶ λαλήσω σοι, δύο που, καθάπερ ἐγᾦμαι, καὶ διὰ τούτου δηλῶν.

Ἢ γὰρ ὅτι ἄνθρωπος ὢν ὁ Χριστὸς, τὰ ὑπὲρ ἀνθρώπου λαλήσει φύσιν, καὶ οὐχὶ μόνοις ἐμμενεῖ τοῖς τῆς κενώσεως μέτροις, διά γε τὸ εἶναι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. «Ἐγὼ γὰρ, ἔφασκε, καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Ἢ ἐκεῖνό που τάχα· γινώσκεται γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου καὶ τῶν Χερουβὶμ, τουτέστιν, ἐν ὑπεροχῇ καὶ δόξῃ τῇ ὑπὲρ ἄνθρωπον, καὶ παντὸς ἐπέκεινα γενητοῦ, ὧν τὸ ἀκρότατόν τε καὶ ὑπέρτατον τὰ Σεραφὶμ, εἰ καὶ γέγονε σάρξ. Ἐκ χρυσοῦ δὲ τὸ ἱλαστήριον, καὶ αὐτὰ τὰ Σεραφίμ. Ἡ μὲν γὰρ εὐκλεής τε καὶ περικαλλεστάτη φύσις, Θεός. Ἐν ὁμοιώσει δὲ τῇ πρὸς αὐτὸν κατὰ μέθεξιν, τὰ γενητά. Τοῖς δὲ ἐν κύκλῳ καὶ ἀγχοῦ γεγονόσιν αὐτοῦ, τὴν τῆς ἰδίας καὶ φυσικῆς φαιδρότητος ἐπιμερίζει μέθεξιν, ὡς φωτὸς ἐπί τι τῶν πέλας ἀντανακλωμένου, καὶ λαμπρότητι τῇ ἰδίᾳ τὸ προστυχὸν καταυγάζοντος. ΠΑΛΛ. Ὀρθῶς ἔχει, καὶ ἀπεξεσμένος ἡμῖν εἰς τἀληθὲς, ὁ λόγος. ΚΥΡ. Μετὰ δὲ τὴν τοῦ ἱλαστηρίου κατασκευὴν, καὶ ἑτέρως ἡμῖν τὸ Χριστοῦ μυστήριον σκιαγραφεῖ, λέγων· «Καὶ ποιήσεις τράπεζαν χρυσοῦ καθαροῦ.»

Δακτυλίους τε αὐτῇ προσερειρῆσθαι δεῖν ἐπιτάξας, καὶ χρυσοῦς ἐμβάλλεσθαι τοὺς ἀναφορέας, μέτρα τε αὐτῆς καὶ εὐτεχνίας τοὺς τρόπους, καθ᾽ οὓς ἂν γένοιτο λαχοῦσα τὸ ἐκπρεπὲς εἰς εἶδος τὸ ἀνωτάτω σαφέστατα διειπὼν, «Καὶ ἐπιθήσεις, φησὶν, ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους, ἐναντίον μου διὰ παντός.» Χρυσᾶ δὲ αὐτῆς τὰ σκεύη, τρυβλία τε καὶ θυίσκας, καὶ μὴν καὶ κυάθους, καὶ σπονδεῖα γενέσθαι προστέταχεν. Ἆρ᾽ οὐκ ἐναργῶς ὁ ἄρτος ἡμῖν ὁ ἐξ οὐρανοῦ κατεδείκνυτο, προκεισόμενος κατὰ καιροὺς ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Τρυβλία τε καὶ θυίσκαι, κύαθοί τε καὶ σπονδεῖα, καὶ τὰ δι᾽ ὧν τῆς ἁγίας τραπέζης ἡ μυστικὴ καὶ ἱερωτάτη πληροῦται χρεία, οὐ τῶν θείων κειμηλίων τύπος ἂν εἶεν. ὦ τᾶν; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀλλὰ ταυτὶ μὲν ἐν τῇ Ἐξόδῳ. Τραπέζης δὲ πέρι καὶ μὴν καὶ προθέσεως ἄρτων, κεχρησμῴδηκεν ὁ νομοθέτης ἐν τῷ Λευιτικῷ· ἀνευρύνει δὲ ὥσπερ τὴν ἐντολὴν, τίνα τε τρόπον ἡ πρόθεσις ἔσται, διδάσκει σαφῶς, λέγων οὕτως· «Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους. Δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς. Καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, καὶ ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου.

Καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ, τῇ ἡμέρᾳ τῶν σαββάτων προσθήσεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον· καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ. Καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ Ἅγια τῶν ἁγίων τοῦτο αὐτῶν, καὶ ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον.» Ἐν δέ γε τοῖς Ἀριθμοῖς, ὡς ἕνα πάλιν ἄρτον ἡμῖν τὸν ἐξ οὐρανοῦ καὶ ἐξ ἡμῶν· γέγονε γὰρ Θεὸς ὢν φύσει καθ᾽ ἡμᾶς ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατεδείκνυ λέγων πρὸς τὸν ἱεροφάντην Μωϋσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν τῷ πορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται, ὅταν ἐσθίητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφαιρεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ ἀπαρχὴν φυράματος ὑμῶν· ἄρτον ἀφαίρεμα ἀφοριεῖτε αὐτὸ ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφαιρήσετε ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε τῷ Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.» Καὶ ἀπονητὶ μὲν διὰ τούτων καταθεῷτό τις ἂν τὸ τῆς ἀληθείας μυστήριον.

Λελέξεται δὲ πρὸς ἡμῶν ἐν ἰδίῳ καιρῷ λεπτῶς καὶ ἀπηκριβωμένως, εἰς ἕτερον ἡμῖν ἱδρῶτα συγγραφῆς μετεῤῥηκότος τοῦ λόγου. Πλὴν ἐκεῖνο, οἶμαί που, κατατεθήποι τις ἂν εἴς γε τὸ παρὸν ἡμῖν, ὦ Παλλάδιε. ΠΑΛΛ. Τὸ ποῖόν τι φής; ΚΥΡ. Πολυειδῶς γὰρ ἡμῖν ἐμφανῆ καθιστὰς τὸν Ἐμμανουὴλ, καὶ δι᾽ ἑτέρου πάλιν αὐτὸν ἀναπλάττει λόγου. Πρὸς γάρ τοι Μωϋσέα φησί· «Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορνευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι, καὶ οἱ κρατῆρες, καὶ οἱ σφαιρωτῆρες, καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται. Ἓξ καλαμίσκοι ἐκ τοῦ κλίτους τοῦ δευτέρου.» Καὶ αὖ ἐπὶ τούτοις τὰ εἰς κόσμον τε καὶ χρείαν τῷ τεχνήματι τελοῦντα προστεθεικὼς, κρίνα τέ φημι, καὶ σφαιρωτῆρας καὶ καρυίσκους, ἐπεφώνει πάλιν· «Ὅλη τορνευτὴ, ἐξ ἑνὸς χρυσίου καθαροῦ· καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτὰ, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου.

Καὶ τὸν ἐπαρυστῆρα αὐτῆς, καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ, ποιήσεις πάντα τὰ σκεύη ταῦτα ταλάντου χρυσίου καθαροῦ. Ὅρα, ποιήσεις κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Χρυσῆ μὲν οὖν ἡ λυχνία τύπον ἐπέχουσα τοῦ Χριστοῦ. Φύσει γὰρ καὶ ἀληθείᾳ Θεὸς ὁ Υἱός· χρυσῷ δὲ παρεικαστέον, καθὰ καὶ ἐν τοῖς ἀνωτέρω διωριζόμεθα, τὴν θείαν λαμπρότητα καὶ ὑπεροχήν. Τορνευτὴ δὲ ὅτι περικαλλὴς καὶ πέρα λόγου παντὸς, τό γε ἧκον εἰς εὐμορφίαν τὴν νοητὴν, ὁ Ἐμμανουήλ.

Γέγραπται γὰρ ὅτι «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Οὐκοῦν τὸ ἐκτετορνεῦσθαι τὴν λυχνίαν, τὸ εἰς εἶδος ἐκπρεπὲς, δῆλον δὲ ὅτι τὸ θεοπρεπὲς, κατεδείκνυεν ἂν εὖ μάλα τοῦ Ἐμμανουήλ. Εἰς δεξιὸν δὲ καὶ εὐώνυμον, οἷάπερ ἐκ δένδρου καλαμίσκους ἐκπεφυκότας, συναναθρώσκειν δὲ τῷ μέσῳ καυλῷ, καὶ εἰς ὕψος αἴρεσθαί φησι τὸ ἰσοστατοῦν.

Εἷς γὰρ ὢν κατὰ φύσιν ὁ Μονογενὴς, καὶ ἐν ἁπλότητι τῇ κατ᾽ οὐσίαν, ὡς Θεὸς, διαφόροις ἐνεργείαις πολλοστὸς εἶναι δοκεῖ, ἀλλ᾽ οὐδὲν εἰσκεκριμένον ἢ ὀθνεῖον ἐν αὐτῷ, κἂν εἰ νοοῖτό πως τοῖς θεοπρεπέσιν ἀξιώμασιν οὐχ ἁπλοῦς. Φῶς γὰρ καὶ ζωὴ, καὶ δύναμις καὶ ἀφθαρσία νοεῖται. Ὅτι γὰρ οὐδὲν εἰσποιητὸν ἐν αὐτῷ διδάξαι βεβουλημένος, προσεπήνεγκεν, οἶμαί που, τὸ, «Οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορνευτὴ ἐκ χρυσίου καθαροῦ,» τοῦτ᾽ ἔστιν, ὅλος διόλου Θεὸς, οὐκ ἐν ἴσῳ τοῖς γενητοῖς ἡγιασμένος, οὐδὲ ὥσπερ ἄγγελοι τυχὸν ἐν ἰδίᾳ νοούμενοι φύσει, κατηγλαϊσμένοι δὲ ἐκείνου χάριτί τε καὶ δόξῃ, καὶ οἷάπερ χρυσίῳ καθαρῷ, τῇ τοῦ πνεύματος δόσει κατακεχρισμένοι, ἀλλ᾽ αὐτὸ τῇ φύσει τὸ χρῆμα, Θεὸς, ἡ καθαρωτάτη τε καὶ ὑπερτάτη φύσις. Ἑπτὰ δὲ οἱ λύχνοι· κατὰ πολλοὺς γὰρ τρόπους ὁ παρὰ Χριστοῦ φωτισμός. Καὶ, «Ὧ μὲν δέδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, διάκρισίς τε πνευμάτων,» καὶ τὰ λοιπά. Τελειότητος δὲ σημεῖον, ὁ ἑπτὰ πάλιν ἐστὶν ἀριθμός. Παντέλειος δὲ καὶ κατὰ φύσιν ἰδίαν ὁ Ἐμμανουὴλ, ὡς Θεὸς, καὶ τῶν παρ᾽ αὐτοῦ χαρισμάτων ἐν διανομῇ, τελείως ἔγκειται τοῖς ἑλεῖν ἀξίοις. Οὐ γὰρ «Ἐκ μέτρου δίδωσι τὸ πνεῦμα,» κατὰ τὴν τοῦ Ἰωάννου φωνὴν, ἀλλ᾽ «ἐκ τοῦ πληρώματος ἡμεῖς πάντες ἐλάβομεν.» Εἶτά φησι· «Καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου.»

Ἀλλὰ τίς ἂν γένοιτο τυχὸν ἡ τοιάδε θέσις, ἐν τοῖς Ἀριθμοῖς ἐδήλου σαφῶς, οὕτω λέγων· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτόν· Ὅταν ἐπιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας, φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι· καὶ ἐποίησεν οὕτως Ἀαρὼν ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας, καὶ ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωσῇ» Σύνες δὴ οὖν, ὅτι κατὰ πρόσωπον τῆς λυχνίας, οἱ ἑπτὰ τετραμμένοι λύχνοι, τὸ φῶς τοῖς ὁρῶσιν ἐνίεσαν. Οὐ γὰρ τοῖς κατόπιν καὶ οἱονεί πως ἐν ἀποστροφῇ κειμένοις τῇ παρὰ Θεῷ, τὸ θεῖόν τε καὶ νοητὸν ἐπιλάμπει φῶς, ἀλλὰ τοῖς εἰς ὄψιν ἠγμένοις δι᾽ ἁγιασμοῦ, καὶ ἀντιπροσώποις ἤδη γεγονόσι διὰ τῆς ἐν πίστει παῤῥησίας, καὶ τῆς ἔν γε τῷ βιοῦν ὀρθῶς παγκάλου σεμνότητος. Βδελυρὸν μὲν γὰρ καὶ ἀπηχθημένον πᾶν ὅσον ἐστὶν ἐν φαυλότητί τε καὶ ἀπειθίᾳ. Τίμιον δὲ καὶ ἐν ἐπισκέψει Θεοῦ, τὸ εὐπειθὲς καὶ εὐήνιον. Ἰουδαίοις μὲν γὰρ ἐμπαροινεῖν ἑλομένοις ἀκαθέκτως αὐτῷ, καὶ διὰ φωνῆς Ἡσαΐου φησίν· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν.» «Ὀφθαλμοὶ δὲ Κυρίου ἐπὶ δικαίους,» κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ.

Τῆς ἁγίας ταυτησὶ λυχνίας μέμνηται σαφῶς καὶ ὁ θεσπέσιος Ζαχαρίας· ἔφη γὰρ, ὅτι «Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με, ὃν τρόπον ἐξηγέρθη ἄνθρωπος ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἷπε πρὸς μὲ, Τί σὺ βλέπεις; Καὶ εἶπα, Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς· μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία ἐξ εὐωνύμων. Καὶ ἐπηρώτησα, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέγων, Κύριε, τί ἐστι ταῦτα; καὶ εἶπε πρὸς μὲ, λέγων, Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπα, Οὐχὶ, Κύριε.» Ὁ μὲν οὖν μακάριος προφήτης διεπυνθάνετο λέγων, Τί ἐστι ταῦτα, Κύριε; Βραχὺ δὲ διήγημα παρενθεὶς ὁ θεσπέσιος ἄγγελος διερμηνεύει τὴν ὅρασιν, καὶ τὴν τῆς λυχνίας κατασκευὴν εἰς Χριστὸν ἀναφέρει λέγων περὶ τῶν ἐν αὐτῇ λύχνων ἑπτὰ, «Οὗτοι οἱ ὀφθαλμοὶ Κυρίου, ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰ γὰρ χρή τι καὶ τῶν παχυτέρων εἰπεῖν, μυρίοις ὅσοις ἡμᾶς ὀφθαλμοῖς τὸ θεῖον ὁρᾷ καὶ κατασκέπτεται τὰ ἀνθρώπινα, γινώσκων τὰ ἐν τῷ σκότει, κατὰ τὸ γεγραμμένον, «Καὶ τὸ φῶς μετ᾽ αὐτοῦ ἐστιν.» Εἰ γὰρ καὶ ἡμῖν τοῖς ἐν κόσμῳ τὸ φῶς ἐνίησι Θεὸς, καταπλουτήσειεν ἂν αὐτὸ καὶ πρό γε τῶν ἄλλων ἐν ἰδίᾳ φύσει λαχών.

Ἢ εἴπερ οὐχ ὧδε ἔχειν ὑποπτεύουσί τινες, ὥρα που τάχα τοῖς ὧδε φρονεῖν ἑλομένοις ἐπιφωνεῖν, «Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ; Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ ἠκονημένος μᾶλλον μαχαίρας διστόμου, διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Φωτίζει δὴ οὖν καὶ ἐφορᾷ πάντα Χριστός. Τοιγάρτοι καὶ ἔφασκε δι᾽ ἑνὸς τῶν προφητῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι;» Λάθοι γὰρ ἂν οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Ἢ οὐκ ἄριστά σοι ταῦτα διεσκέφθαι δοκῶ; ΠΑΛΛ. Παντάπασι μὲν οὖν. ΚΥΡ. Ἀσύνηθες δέ τι περὶ τὴν λυχνίαν ὁ προφήτης ὁρῶν, ἐλαιῶν γὰρ ἦσαν κλάδοι, προσεπυνθάνετο λέγων, «Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; Καὶ ἐπηρώτησα,» φησὶν, «ἐκ δευτέρου, καὶ εἶπα πρὸς αὐτόν· Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν, οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν, τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; Καὶ εἶπε πρός με,» φησὶν, «Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπα, Οὐχὶ, Κύριε.

Καὶ εἶπέ μοι· Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς.» ΠΑΛΛ. Τίς οὖν ἄρα γέγονε χρεία τῷ μακαρίῳ προφήτῃ, τοῦ καὶ εἰς αὖθις ἀναπυθέσθαι δεῖν; Ἐπηρώτησα γὰρ, φησὶν, ἐκ δευτέρου. ΚΥΡ. Ἢ γὰρ οὐχὶ φαίης ἂν, ὦ Παλλάδιε, σοφόν τε εἶναι καὶ πρέπον, τοῖς γε ὅλως ὀρθὰ φρονεῖν ᾑρημένοις, ἀκριβεῖς καὶ ἀπεξεσμένους τὰς ἐφ᾽ ὅτῳ οὖν τῶν ἀναγκαίων ποιεῖσθαι πεύσεις; ΠΑΛΛ. Φημί. ΚΥΡ. Κλῶνας δὴ οὖν ἐλαιῶν θαλῷ βρύοντας ἁπαλῷ καὶ νεοθαλεῖ τεθεαμένος ὁ προφήτης, ἐλαίας αὐτοὺς, καὶ οὐκ ἐξ ἐλαιῶν ὠνόμαζε κλάδους. Εἶτα σεσιώπηκεν ὁ θεσπέσιος ἄγγελος, τὴν ἐμφρονεστέραν καὶ ἀληθῆ περιμένων πεῦσιν· ἐπειδὴ δὲ διεγηγερμένος, δύο κλάδους ἐλαιῶν ὠνόμαζε λοιπὸν, καὶ ἀναμαθεῖν ἐλιπάρει, τίνος ἂν εἴη σύμβολα ταυτὶ ἐδιδάσκετο παραχρῆμα, τοῦ ἀγγέλου λέγοντος· «Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς.» Υἱοὺς δὲ πιότητος δύο, τόν τε ἐξ Ἰσραὴλ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν ἀπεκάλει λαὸν, οὓς καὶ τῷ Κυρίῳ πάσης τῆς γῆς παρεστάναι φησὶ, σαφῶς τε καὶ ἐναργῶς εἰς τύπον Χριστοῦ, τὸ ἐπὶ τῇ λυχνίᾳ τέχνημα τιθεὶς, ἧς οἱ κλάδοι τῶν ἐλαιῶν, εἰς δεξιά τε καὶ εὐώνυμα, καὶ οἱονεὶ τὴν ἐν κύκλῳ λαχόντες στάσιν τῷ ἐλαίῳ καταπιαίνονται, ὅ ἐστιν ἁγίου Πνεύματος τύπος, τὸν τῶν πιστευόντων κατάρδοντος νοῦν, κατὰ τὸ, «Ἐν ἐλαίῳ ἐλίπανας τὴν κεφαλήν μου.» ΠΑΛΛ.

Εἶτα τί μὴ μᾶλλον ἐλαίας αὐτὰς, κλῶνας δὲ μᾶλλον ἐλαιῶν ἀπεκάλει; ΚΥΡ. Ὅτι, ὦ ἑταῖρε, καθάπερ ἐξ ἐλαιῶν μόσχια λεπτὰ καὶ ἀρτιθαλεῖς ἐξῄρηνται κλάδοι, μόνον δὲ οὐχὶ μεταβοθρεύονται μετὰ πίστεως εἰς εὐσέβειαν οἱ πεπιστευκότες, οἱ μὲν ἐκ τῆς Ἰουδαίων ὄντες συναγωγῆς, οἱ δὲ, τῆς ἐξ ἐθνῶν πληθύος ἐξῃρημένοι· πεπιστεύκασι γὰρ οὐχὶ πάντες οἱ ἐξ Ἰσραὴλ, οὔτε μὴν ἅπασα τῶν ἐθνῶν εἰσέφρησεν ἡ πληθύς. Κλάδοι τοίνυν ἐλαιῶν, οἱ ὡς ἐκ δένδρων ἀπεσπασμένοι πληθύος Ἰουδαϊκῆς, καὶ μὴν καὶ Ἑλληνικῆς, καὶ ἐν φωτὶ τῷ θείῳ γεγενημένοι, καὶ ἐνσπαταλῶντες ἤδη πως τῇ τοῦ ἁγίου Πνεύματος ἀφθονωτέρᾳ χύσει. Τοῦτο γὰρ οἶμαι δηλοῦν, τὸ, ὡς ἐν μυξωτῆρσι τῶν λύχνων τοὺς τῶν ἐλαιῶν κεῖσθαι κλάδους, ὧν καὶ ὁ μακάριος Ψαλμῳδὸς διαμέμνηταί που, πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἀναμελῳδῶν τε καὶ λέγων περί τε τῆς συνηρμοσμένης αὐτῷ νύμφης, τουτέστι, τῆς Ἐκκλησίας, καὶ τῶν ἐν πίστει τέκνων αὐτῆς· «Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.

Οἱ υἱοί σου, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.» Ζωοποιούμεθα γὰρ ἐν μεθέξει Πνεύματος, καὶ ἐν ἁγίᾳ τραπέζῃ Χριστοῦ, τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένοι. ΠΑΛΛ. Ναὶ λέγεις ὀρθῶς· «Ἐγὼ γάρ εἰμι,» φησὶν, «ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» ΚΥΡ. Ἀλλὰ λυχνίας μὲν πέρι, καὶ τῶν ἐν αὐτῇ, ταυτὶ πρὸς ἡμῶν εἰς παρὸν εἰρήσεται. Ἴτω δὲ ὁ λόγος ἐπὶ τὸ χαλκοῦν ἤδη θυσιαστήριον, τῆς κατὰ νόμον λατρείας, τὸ χρειωδέστατον. «Ποιήσεις γὰρ,» φησὶ, «θυσιαστήριον ἐκ ξύλων ἀσήπτων. Πέντε πήχεων τὸ μῆκος, καὶ πέντε πήχεων τὸ εὖρος.

Τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ· καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν, ἐξ αὐτοῦ ἔσται τὰ κέρατα, καὶ καλύψεις αὐτὰ χαλκῷ, καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ, καὶ τὸν καλυπτῆρα αὐτοῦ, καὶ τὰς φιάλας αὐτοῦ, καὶ τὰς κρεάγρας αὐτοῦ, καὶ τὸ πυρεῖον αὐτοῦ, πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ.» Πεντάπηχυ μὲν οὖν εἰς εὖρός τε καὶ μῆκος τὸ θυσιαστήριον. Ἔδει γὰρ, ἔδει μέτρων αὐτῷ, καὶ λίαν ἀφθονωτάτων. Σχίσαι τε γὰρ ἐπ᾽ αὐτῷ καὶ βοῶν ἔμελλον ἀναφέρεσθαι τμήματα, καὶ ὁλοκαυτώσεις, οἰῶν τε καὶ τράγων ἀναφοραὶ καθιερουμένων Θεῷ.

Ταύτῃτοι χαλκῆ καὶ ἐσχάρα καὶ πυρεῖον αὐτῷ, κρεάγραι τε καὶ φιάλαι, καὶ πάντα αὐτοῦ τὰ σκεύη, ὡς ἂν δύναιντο ταῖς κατὰ νόμον θυσίαις, τὴν παρά γε σφῶν αὐτῶν εἰσκομίζοντα χρείαν, ταῖς τοῦ παμφάγου πυρὸς μὴ καταφθείρεσθαι προσβολαῖς. Στεφάνην δὲ καὶ τὰ ἐπὶ ταῖς γωνίαις κέρατα, τῷ τοῦ σχήματος κάλλει προσθήσομεν. Ἄχαρι γὰρ οὐδὲν παρὰ τῷ πανσόφῳ Θεῷ. Πλὴν, ἐκεῖνο πάλιν δὴ φέρε λέγωμεν, ἀκριβῆ τὸν νοῦν ἐπερείδοντες τοῖς ἐφ᾽ ἑκάστῳ τεθεσπισμένοις. Θυσιαστήριον προστέταχε ταῖς κατὰ νόμον θυσίαις ἐοικὸς καὶ πρέπον, ἀλλ᾽ οὐδὲν ἐν αὐτῷ χρυσοῦν, καθάπερ ἀμέλει, καταθεῷτό τις ἂν ἐπὶ τῆς κιβωτοῦ, λυχνίας τε αὖ καὶ τραπέζης, καὶ τῶν ἀμφ᾽ αὐτήν. ΠΑΛΛ. Τί δὴ οὖν ἄρα καὶ τοῦτό ἐστι; ΚΥΡ. Οὐ γὰρ δὴ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ ἀσύγκριτον λαμπρότητα, ὡς ἐν νοήσει λέγω, τὸ χρυσίον εὖ μάλα καταδηλοῦν ἐλέγομεν, ὦ Παλλάδιε; ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Ἄθρει δὴ οὖν, ἀχρύσωτον παντελῶς τῆς κατὰ νόμον λατρείας τὸ θυσιαστήριον, αἴνιγμά που τὸ χρῆμα τιθέντος ἡμῖν τοῦ Θεοῦ, καὶ μάλα σαφῶς, ὅτι Πνεύματος ἁγίου πρόξενος ἥκιστα μὲν ὁ νόμος, τετίμηται δὲ οὐχὶ τοιαύτῃ χάριτι τῆς ἐν τύπῳ λατρείας ἡ δύναμις. Πνεῦμα γὰρ ἦν δουλείας ἐπὶ τὸν Ἰσραήλ· ἡμῖν δὲ τὸ δῶρον ἀπενεμήθη διὰ Χριστοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν. Ἐνεφύσησε γὰρ, λέγων, «Λάβετε Πνεῦμα ἅγιον.»

Τοιγάρτοι καὶ Παῦλος προσεφώνει τοῖς πεπιστευκόσιν, «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ.» Ὅτι δὲ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις τὴν τοῦ ἁγίου Πνεύματος οὐκ ἐπλούτει μέθεξιν, δέδονται δὲ μᾶλλον τοῖς ἐν πίστει δεδικαιωμένοις, πληροφορήσει λέγων ὁ σοφὸς Ἰωάννης· «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Οὔπω γὰρ ἀνεβίω Χριστός· μονονουχὶ γὰρ τότε κατεχρυσώθη τῷ Πνεύματι, καὶ κοινωνίᾳ τῇ πρὸς αὐτὸν, ἡ ἀνθρώπου φύσις. Χρυσοῦ μὲν δὴ δίχα, ταύτῃτοι γενέσθαι προστέταχε τὸ θυσιαστήριον, καθάπερ ἐγῷμαι, τὸν δὲ ἐπὶ τῷ χαλκῷ λόγον, ἐξ οὗ καὶ πεποίητο, παραδραμεῖν, ὡς ἔοικε, τοῖς φιλομαθέσιν οὐκ ἀζήμιον. Ἐκτέκοι γὰρ ἄν τι τῶν ἀναγκαίων ἡ βάσανος, καθάπερ τὸ ὑπό του σοφῶς εἰρημένον, Ἐν παντὶ μεριμνῶντι ἔνεστι περιττόν. ΠΑΛΛ. Τί οὖν ἂν ἔχοις εἰπεῖν καὶ ἐπὶ τῷδε πάλιν; ΚΥΡ. Ἄκουε δή· ψήφῳ μὲν γὰρ τῇ ἄνωθεν εἰς ἱερέα καὶ ἡγούμενον τὸν θεσπέσιον Ἀαρὼν κεχειροτονῆσθαί φησι τὸ Γράμμα τὸ ἱερόν.

Κορέ γε μὴν καὶ Δαθὰν, καὶ τοῖς ἀμφ᾽ αὐτοὺς, ἡ ἀγρία πληθὺς τῆς ἄνωθεν ψήφου προαλέστατα καταθέοντες, καὶ τῶν θείων κατεξανιστάμενοι νόμων, πυρεῖα προσῆγον ἄκλητοι καὶ αὐτόμολοι πρὸς τοῦτο ἰόντες, καὶ τιμὴν ἁρπάζοντες, οὐ νεμηθεῖσαν αὐτοῖς, ἀντιπαρεξάγοντες καὶ μάλα θερμῶς, τὰ ἐξ ἀπονοίας καὶ θράσους, ἱερεῖ τῷ προὔχοντι, καὶ τῶν ἄλλων ἁπάντων ἀπολέγδην ἐξῃρημένῳ. Ἐσκιαγραφεῖτο δὲ διὰ τούτων ἡ ἐσομένη κατὰ Χριστοῦ τῶν Ἰουδαίων ἀπόνοια. Αὐτὸς γὰρ ἡμῶν ἀρχιερεὺς, ψήφῳ πρὸς τοῦτο ἠγμένος τῇ παρὰ Πατρὸς, καὶ οἱ μὲν τῶν οὕτως αἰσχρῶν ἐπιχειρημάτων ἐκτετίκασι δίκας· ἀποτίσουσι δὲ καὶ μετ᾽ αὐτοὺς Ἰουδαῖοι τοῖς ἴσοις ἐγκλήμασι γεγονότες ἔνοχοι. Θεὸς δὲ δὴ τότε πρὸς Μωσέα τε τὸν ἱερὸν, καὶ μὴν καὶ πρὸς Ἐλεάζαρ ἔφη, τὸν ἐξ Ἀαρὼν τὸν ἱερέα· «Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασε τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν. Καὶ ἐποίησαν αὐτὰ λεπίδας ἐλατὰς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου, καὶ ἡγιάσθησαν. Καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ. »Ταύτῃ μὲν οὖν ἔφη τὸ τηνικάδε Θεός.

Ἐν τῇ Ἐξόδῳ δὲ γέγραπται περὶ τοῦ Βεσελεὴλ, ὃς ἦν ἐκ πατρὸς μὲν Οὐρίου, φυλῆς δὲ τῆς Δὰν, καὶ πάσης εὐτεχνίας ἡγούμενος· «Οὗτος ἐποίησε τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἃ ἦν τοῖς ἀνδράσι τοῖς καταστασιάσασι μετὰ τῆς Κορὲ συναγωγῆς.» ΠΑΛΛ. Τί οὖν τοῦτό γε; ΚΥΡ. Πολλὴν ἂν ἔχοι τὴν ὄνησιν, εἰ ἐννοοῖτο ὅτι πεποίηται μὲν ἡ κιβωτὸς εἰς τύπον Χριστοῦ, καὶ μέν τοι καὶ τὰ ἕτερα, λυχνία, φημὶ, καὶ τὸ ἱλαστήριον, καὶ ἐκ χρυσίου τράπεζα, προσκομίσαντος τοῦ λαοῦ καὶ ἀναθέντος ἑκάστου τὸ ἐν χερσί. Δεκτοὶ γὰρ λίαν εἰς δόξαν Θεοῦ καὶ Πατρὸς, οἱ καρποφοροῦντες Χριστῷ, καὶ δωροφορίας προσάγοντες τὰς πνευματικὰς, ὧν ἦσαν ἐκεῖνοι τύποι καὶ σκιαί. Τῆς δὲ κατὰ νόμον λατρείας τὸ θυσιαστήριον, παροξυσμοῦ καὶ ἀντιλογίας, καὶ ἵν᾽ οὕτως εἴπω λοιπὸν, ἀντάρσεως τῆς καθ᾽ ἱερέως τοῦ μεγάλου γεγενημένης, οἱονεί πως ὑπόμνημα καὶ προαναφώνησις, ἐν αὐτῇ κειμένη τῇ κατασκευῇ, μυστικῶς τε καὶ οἰκονομικῶς σημαίνεται. Ἆρά σοι σαφὲς τὸ αἴνιγμα; Χριστοῦ γὰρ εἰς τύπον ὁ Ἀαρών· πεφιλονεικήκασι δὲ τῇ τοῦ Χριστοῦ δόξῃ καὶ Ἰουδαῖοι, καὶ ἀντιλέγεται διὰ τοῦτο τὸ κατὰ νόμον θυσιαστήριον.

Πέπαυται γὰρ ἡ ὡς ἐν σκιαῖς λατρεία· καὶ ἐν Χριστῷ δὴ μᾶλλον εὐωδιάζομεν τῷ Πατρὶ τὴν νοητὴν εὐοσμίαν· καὶ τοῦτο ἡμῖν ὡς ἐν σκιαῖς πάλιν ὑπετύπου, λέγων· «Καὶ ποιήσεις μοι θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων, καὶ ποιήσεις αὐτὸ πήχεως τὸ μῆκος, καὶ πήχεως τὸ εὖρος· τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος. Ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ, καὶ καταχρυσώσεις αὐτὸ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ, καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ, καὶ τὰ κέρατα αὐτοῦ.» Σκυτάλας δὲ αὐτῷ καὶ κρίκους, καὶ ἀναφορέας, ἕτερά τε τοιαῦτα προστεθεικὼς, καὶ θήσεις αὐτὸ, φησὶν, «Ἔναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ Θεός· καὶ θυμιάσει ἐπ᾽ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτὸν τὸ πρωΐ, πρωΐ· ὅταν ἐπισκιάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ᾽ αὐτοῦ. Καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους τὸ ὀψὲ, θυμιάσει ἐπ᾽ αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι Κυρίου εἰς τὰς γενεὰς αὐτῶν. Καὶ οὐκ ἀνοίσεις ἐπ᾽ αὐτῷ θυμίαμα ἕτερον· κάρπωμα θυσίας, καὶ σπονδὴν οὐ σπείσεις ἐπ᾽ αὐτοῦ. Καὶ ἐξιλάσεται ἐπ᾽ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ, ἅπαξ τοῦ ἐνιαυτοῦ ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν τοῦ ἐξιλασμοῦ. Ἅπαξ τοῦ ἐνιαυτοῦ καθαριεῖ αὐτὸ εἰς τὰς γενεὰς αὐτῶν· Ἅγιον τῶν ἁγίων ἐστὶ τῷ Κυρίῳ.» ΠΑΛΛ. Εἰς τύπον ἄρα Χριστοῦ καὶ τοῦτο παραδεξόμεθα; ΚΥΡ. Πάνυ μὲν οὖν, ὦ Παλλάδιε.

Ἀληθὲς γὰρ ὅτι τὸ χρῆμά ἐστι, τὸ τίμιον αὐτοῦ καὶ βαθὺ μυστήριον ἐνδείξ[ει]εν ἂν καὶ μάλα ῥᾳδίως τοῖς γε ᾑρημένοις τὰ τοιάδε πολυπραγμονεῖν ἰσχνῶς τε καὶ κατεῤῥινημένως.

Πεποίητο μὲν γὰρ ἐκ ξύλων ἀσήπτων, χρυσῷ δὲ ὅλον ἀλήλ[ε]ιπτο. Ἀδιάφθορον γὰρ τὸ σῶμα Χριστοῦ, καὶ φύσιν ἐν ἑαυτῷ τὴν θείαν καταπλουτοῦν· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἀπαρχὴ δὲ ἡμῶν ὁ Χριστὸς, καὶ ῥίζα τοῦ γένους ἀνακτιζομένου πρὸς ἀφθαρσίαν διὰ τῆς πρὸς Θεὸν ἑνώσεως, εἰ καὶ ἐξαιρέτως ἐπ᾽ αὐτοῦ τὸ χρῆμα νοοῖτο. Κέρατα δὲ τῷ θυσιαστηρίῳ, καὶ οἱονεὶ χεῖρες ἐκπεπετασμέναι, καὶ τοῦ τιμίου σταυροῦ τὸ σχῆμα προαναπλάττοντα. Εἰ δὲ δὴ τέτταρά τις εἶναι λέγοι τὰ κέρατα, ἀδικοῦν οὐδὲν, εἴς γε τὸ νοεῖν ὀρθῶς τὸν φιλομαθῆ. Τετραγώνου τε γὰρ καὶ ἰσοπλεύρου πανταχῆ τοῦ θυσιαστηρίου τυγχάνοντος, ἴση πανταχόθεν τῶν κεράτων ἡ θέα· καὶ τίς ὁ τοῦδε λόγος; ἐν παντὶ γὰρ τόπῳ Χριστὸς γινώσκεται, καὶ οὗτος ἐσταυρωμένος· αὔχημα δὲ τοῦτο λαμπρὸν τοῖς πιστεύουσιν εἰς αὐτόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» Πρόσκειται δὲ τῷ τεχνήματι, τὰ τελοῦντα πρὸς κόσμον, στεφάνη στρεπτή· καὶ γάρ ἐστιν ἀληθῶς «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων» ὁ Ἐμμανουήλ. Ἐπενήνεκται δὲ καὶ τὰ εἰς χρείαν αὐτῷ, οἱ ἀναφορεῖς τε καὶ τὰ λοιπά. Φέρεσθαι γὰρ ἐν κόσμῳ κατὰ τοὺς τῶν ἀναζεύξεων καιροὺς τὸ θεῖον ἔδει θυσιαστήριον.

Ἔδρων δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, Χριστὸν περιφέροντες διὰ τοῦ κηρύγματος εὐσχημόνως τε καὶ κατὰ τάξιν, ὡς Θεοῦ διάκονοι καὶ οἰκονόμοι μυστηρίων Χριστοῦ. «Θήσεις δὲ,» φησὶ, «τὸ θυσιαστήριον ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν.» ΠΑΛΛ. Εἶτα τί τὸ ἀναγκαῖον καὶ χώρων αὐτῶν οἶμαι, τῶν τεταγμένων; ΚΥΡ. Ὡς βαθὺς μὲν ὁ λόγος, καὶ ἀμυδρὸς ἄγαν ἐρῶ δὲ ὡς ἔνι, Θεῷ πίσυνος τῷ καὶ αὐτοὺς σοφοῦντι τοὺς τυφλούς. Κιβωτὸν γενέσθαι ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου καθαροῦ, φησὶ, καὶ ἦν ὁ νόμος ἐν αὐτῇ, τουτέστιν, ὁ θεῖος λόγος, ἤτοι τὰ μαρτύρια. Τύπος γὰρ ἦν τὸ χρῆμα, τοῦ ἐκ Θεοῦ φύντος Λόγου, κατοικήσαντος ἐν ἡμῖν, καὶ σαρκὸς ἐν ὁμοιώματι γεγονότος, κατὰ τὰς Γραφάς. Εἶτα καταπέτασμά τι τέσσαρσι στύλοις ἐπιτετανυσμένον, ἀπαιωρεῖσθαι τῇ κιβωτῷ δεῖν ἔφη. Ὄνομα δὲ τῷ καταπετάσματι, τὸ ἱλαστήριον. Χριστὸς δὲ καὶ τοῦτο. «Ἱλασμὸς γάρ ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἱλαστήριον διὰ πίστεως.» Ὠνόμαζε γὰρ οὕτως ὁ Παῦλος αὐτόν· γεγράφατο δὲ καὶ οἱονεί πως ἐν κύκλῳ τοῦ ἱλαστηρίου τὰ Χερουβὶμ, τῶν ἀνωτάτω δυνάμεων τὴν ὑπὸ Θεῷ δουλείαν· Θεὸς γὰρ ὁ Λόγος· καὶ τὸ ἀγχοῦ δὴ μάλα, καὶ μὴν καὶ τὸ παρεστάναι λειτουργικῶς, εὖ μάλα σημαίνοντα.

Εἶτα Θεὸς ἔφη πρὸς Μωσέα· «Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀναμέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου.» Ἦν δὲ, ὡς ἔφην, ἡ κιβωτὸς ὁ Χριστὸς, ὡς ἐν ἀφθάρτῳ σώματι Θεὸς Λόγος, πλὴν εἰς γῆν ἡ κιβωτός· γέγονε δὲ καὶ ἐν ὑφέσει καὶ ἐν χθαμαλότητι τῇ καθ᾽ ἡμᾶς ὁ Μονογενής.

Μορφὴν γὰρ ὑπέδυ τὴν δουλοπρεπῆ, καὶ κεκένωκεν ἑαυτόν. Αὐτὸς δὲ πάλιν ἐστὶ τὸ ἱλαστήριον, τὸ ὑψοῦ κείμενον, καὶ ὑπὸ τῶν ἄνω Δυνάμεων δορυφορούμενον.

Οὐ γὰρ ἐκ μόνων ἡμῖν τῶν τῆς κενώσεως τρόπων γνώριμος ὁ Υἱὸς, ἀλλὰ καὶ ἐξ ὧν ἐστι Θεὸς καὶ τῶν ὅλων Κύριος. Εἰ γὰρ καὶ τεταπείνωκεν ἑαυτὸν διὰ τὸ ἀνθρώπινον, ἐν τοῖς καθ᾽ ἡμᾶς οἰκονομικῶς καταβεβηκὼς, ἀλλ᾽ «Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα.» Τύπος δ᾽ ἂν εἴη καὶ τοῦδε, τὸ ὑψοῦ τεθεῖσθαι τὸ ἱλαστήριον εἰς δεξιὸν καὶ εὐώνυμον ἀναγεγραμμένων τῶν Χερουβίμ. Ἔνθα γὰρ ἂν ἡ Θεῷ πρέπουσα μόνῳ φαίνοιτο λειτουργία, ἐκεῖ δήπου εἴη ἂν πάντως καὶ ἡ τῆς θεότητος δόξα, καὶ τῶν ὑπὲρ λόγον ἀξιωμάτων ἡ ὑπεροχή. «Ἄνωθεν δὲ τῶν Χερουβὶμ, γνωσθήσομαί σοι,» φησὶν, ὁ πάντων Δεσπότης, τὴν ἄῤῥητον φύσιν μὴ ἐν οἷς ἡ κτίσις ζῃτεῖσθαι προστάττων, ἀλλ᾽ ἐπέκεινα πάντως τοῦ κεκλημένου πρὸς ὕπαρξιν· Θεοῦ γὰρ φύσει λόγος τε καὶ τόπος ὁ πρεπωδέστατος, τὸ πέρα τε καὶ ἄνω παντὸς γενητοῦ. Οὐκοῦν ὁ ὑπεράνω τῶν Χερουβὶμ τόπος, καὶ αἰσθητῶς ἐν τῇ ἁγίᾳ σκηνῇ μονονουχὶ τὴν θείαν ἡμῖν καταδηλοῖ φύσιν· ταύτῃτοι τὸ χρυσοῦν θυσιαστήριον εἰς τύπον Χριστοῦ γεγονὸς, ἀποκεῖσθαι προστέταχεν ἀπέναντι τοῦ ὑπεράνω τῶν Χερουβὶμ χρηματίζοντός τε καὶ νοουμένου τοῦ οἱονεί πως εἰς ὄψιν Θεοῦ καὶ ἐν ὀφθαλμοῖς τοῦ Πατρὸς ἐν Χριστῷ γενέσθαι τὰ καθ᾽ ἡμᾶς τοῦτό που σημαίνοντος.

Ἐν ἀποστροφῇ γὰρ ὄντα τὸν ἄνθρωπον, καὶ προσκεκρουκότα Θεῷ διὰ τὴν παράβασιν καὶ πολλὴν ἁμαρτίαν, ἔστησε πάλιν ἐν προσώπῳ τοῦ Πατρὸς ὡς ἐν ἑαυτῷ καὶ πρώτῳ Χριστός. «Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσβέβηκεν εἰς τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» καθὰ γράφει Παῦλος ἡμῖν ὁ σοφός. Ὁ γὰρ ὑπάρχων ἀεὶ μετὰ τοῦ ἰδίου Πατρὸς, νῦν ἐμφανισθῆναι λέγεται ὡς ἐν ἑαυτῷ γε καὶ πρώτῳ παρατιθεὶς ἐν ὄψει τοῦ Πατρὸς τὰ ἀνθρώπινα, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀποστροφὴν μεθιστάς. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς. ΠΑΛΛ. Ἄραρεν οὖν ὅτι Χριστοῦ πάλιν εἰκὼν τὸ θυσιαστήριον τὸ χρυσοῦν. ΚΥΡ. Καὶ πρός γε δὴ τούτῳ νοοῖτ᾽ ἂν εἰκότως αὐτὸς ὁ θυμίαμα τὸ σύνθετον καὶ λεπτόν. Αὐτὸς γὰρ ὁ ἀρχιερεύς· «Θυμιάσει γὰρ,» φησὶν, «ἐπ᾽ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον, λεπτόν·» καὶ σύνθετον μὲν τὸ θυμίαμα· Θεὸς γὰρ ὢν ὁ Λόγος, γέγονε σάρξ. Καὶ συντέθειταί πως ἡμῖν ὁ Ἐμμανουὴλ, θείας φύσεώς τε καὶ ἀνθρωπότητος εἰς ἐνότητα τὴν ὑπὲρ νοῦν, ἀποῤῥήτως συνηνεγμένην. Λεπτὸν δὲ, ὅτι τὸ παχὺ τῆς κατὰ νόμον λατρείας οὐκ ἔχει. «Θυσίας γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησας. Ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Σῶμα δὲ κατηρτίσω μοι, φησί· τότε εἶπον, Ἰδοὺ ἥκω· τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.»

Καὶ τί δὴ τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρὸς, αὐτὸς ἡμᾶς ἐν Εὐαγγελίοις μεμυσταγώγηκε λέγων, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πεμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας, κεχρημάτικέ τε διὰ τοῦτο καὶ ἀρχιερεύς. Οὐκοῦν αὐτὸς ὁ ἀρχιερεὺς, αὐτὸς τὸ θυμίαμα τὸ σύνθετόν τε καὶ λεπτόν· καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ, ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Προσεφώνει δὲ καὶ ἡμῖν· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Καὶ τόν γε τοῦ θυμιᾷν ἐναργῆ καθίστη καιρὸν, ἅπαντα δὲ δεῖν ἐν τάξει τε καὶ εὐκοσμίᾳ πράττεσθαι νομοθετῶν, καὶ δι᾽ ὧν ἂν ἡμῖν ἡ τῶν εἰς τὸ εἴσω θεωρημάτων εὖ ἔχοι δύναμις. «

Τὸ πρωῒ» γὰρ, φησὶ, «καὶ τὸ ὀψὲ τῶν λύχνων ἐξαπτομένων καὶ ἐπισκιαζομένων,» τοῦ μὲν ὀψὲ καὶ πρωῒ, τὸ ἀδιάλειπτόν τε καὶ διηνεκὲς ἐμφαίνοντος, τοῦ δὲ ὑπὸ λύχνοις χρῆναι θυμιᾷν, ἐκεῖνό που τάχα παραδηλοῦντος εὖ μάλα, ὅτι φωτὶ τῷ θείῳ καταλαμπόμενοι, τότε δὴ, τότε τῆς εὐωδίας Χριστοῦ πλουσίως ἀναπιμπλάμεθα, ἴμεν τε οὕτω πρὸς αἴσθησιν τῶν ἔσω σκηνῆς ἀγαθῶν, ἤτοι τῆς τῶν θείων χαρισμάτων διανομῆς, ἣν τοῖς ἀξίοις ὀρέγει Χριστός· Ὥστε εἴ τις οὔπω γέγονεν ἐν φωτὶ διὰ πίστεως, ἔστι που πάντως καὶ τῆς νοητῆς εὐωδίας ἀμέτοχος, ἔτι τὸ Χριστοῦ μὴ εἰδὼς μυστήριον. «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε, φησί. Προσβολὴ γὰρ ἡ πίστις, εἰς σύνεσιν ἀποφέρουσα, καὶ οἱονεὶ πρὸς παραδοχὴν τοῦ θείου φωτὸς ἁπλοῦσα τὸν νοῦν. Ἐνδελεχισμοῦ δὲ ὀνομάζει τὸ θυμίαμα. Καιρὸς γὰρ οὐδεὶς, καθ᾽ ὃν οὐκ εὐωδιάζει Χριστὸς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν τῇ Ἐκκλησίᾳ.

Ἀποφάσκει δὲ παντελῶς, τὸ δεῖν ἐπ᾽ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ θυσιαστηρίου τοῦ Χριστοῦ, σπονδὴν κατακεῖσθαι, καὶ ἀναφέ[ρε]σθαι κάρπωμα. Κατήργηται γὰρ ἐν Χριστῷ τὰ ἐν νόμῳ, καὶ εἰς τέλος ἕρπουσιν αἱ σκιαί. Τοῦτο, οἶμαι, ἔστι σπονδὴ καὶ κάρπωμα.

Καὶ μαρτυρεῖ λέγων ὁ προφήτης· »Ἐξῆρται ἐξ οἴκου Κυρίου θυσία καὶ σπονδή.» Ἀναδεδειγμένης γὰρ ἤδη τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας, περιτταί πως αἱ σκιαὶ, καὶ τὸ ἐν τύποις εἰκαῖον καὶ ἀνόνητον παντελῶς· καινὴ γὰρ κτίσις ἐν Χριστῷ. Τῆς γὰρ χάριτος ἐκπεπτώκασιν οἱ ἐν νόμω δικαιούμενοι μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν. «Οὐκ ἀνοίσεις δὲ,» φησὶν, «ἐπὶ τὸ θυσιαστήριον θυμίαμα ἕτερον.» Παραδεξόμεθα γὰρ ἐν Χριστῷ ἕτερον παντελῶς οὐδένα.

Ῥαββὶ δὲ τῶν ὄντων ἐροῦμεν οὐδενί. Εἷς γὰρ ἡμῶν διδάσκαλος καὶ καθηγητὴς, καὶ αὐτῷ δὴ μόνῳ προσκεισόμεθα, λέγοντες, «Μῦρον ἐκκενωθὲν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Εἵλκυσάν με, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦσαι.» Ἢ οὐχὶ τοῦτό ἐστι τὸ, «Οὐκ ἀνοίσεις ἐπ᾽ αὐτὸ θυμίαμα ἕτερον;» Μόνου γὰρ Χριστοῦ τὸ εὐῶδες ἐν Ἐκκλησίᾳ τοῖς γε ἀληθῶς ἐχέφροσιν ἐξαρκοίη ἂν, ἑτέρας ὀσμῆς οὐκ ἐφιεμένοις· καθάπερ ἀμέλει καὶ οἱ τάλανες Ἰουδαῖοι. Τὸ μὲν γὰρ θυμίαμα τὸ σύνθετον καὶ λεπτὸν, τουτέστι, Χριστὸν, ταῖς ἀπονοίαις περιυβρίζουσιν. Καὶ ἀμέτοχοι μὲν τῆς ἱερᾶς ταύτης ἢ καὶ θείας ἀληθῶς μεμενήκασιν εὐωδίας· ἕτερον δὲ ἀντ᾽ αὐτοῦ παραδέξονται, τὸν τῆς ἀνομίας υἱὸν, «τὸν ἀντικείμενον καὶ ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον, καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἐστὶ Θεὸς,» ὃς καὶ τὴν θείαν σκηνὴν καταμιαίνει, καπνὸς ὢν ἀλλότριος, καὶ ἵν᾽ οὕτως εἴπω, κακοσμία διαβολική· «Ἔσται γὰρ αὐτοῦ,» φησὶν, «ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ.» ΠΑΛΛ. Συνίημι ὃ φής. Καὶ γάρ ἐστιν ἐναργὴς ὁ λόγος. ΚΥΡ. Ἐξιλάσασθαί γε μὴν ἐπὶ τοῦ θυσιαστηρίου τοῦ θυμιάματος, προστάττει τῷ Ἀαρὼν ἅπαξ τοῦ ἐνιαυτοῦ καταχρίοντι τῷ αἵματι τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν, τὰς τῶν κεράτων ἀρχάς. «Ἅγιον γὰρ,» φησὶ, «τῶν ἁγίων ἐστί.»

Καὶ τοῦτό σοι σαφὲς καταστήσει, λέγων, ὁ θεσπέσιος Παῦλος· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελεωτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως· οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν, «Ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» Εἰσῄει τοίνυν ὁ θεσπέσιος Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων, ἅπαξ τοῦ ἐνιαυτοῦ, δι᾽ αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν.

Καὶ ὅρα Χριστὸν ἐν τουτοισὶ πάλιν, αἵματι τῷ ἰδίῳ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς, μονονουχὶ τὸν ἴδιον καταῤῥαίνοντα σταυρόν. Σταυροῦ γὰρ τύπος τὰ κέρατα, τῇδε κἀκεῖσε ὡς ἐν τάξει χειρῶν ἀποτάδην ἐκνενευκότα. Οὐκοῦν ἀποθανόντα μὲν ἅπαξ ἐννόει Χριστὸν, Ἅγιον δὲ τῶν ἁγίων ὄντα, κατὰ φύσιν, ὡς Θεόν. Καὶ γάρ ἐστιν ἀληθὴς Ἰωάννης, λέγων, ὅτι «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Χριστοῦ γὰρ μέτοχος ἡ πᾶσά ἐστι ὁρατὴ καὶ ἀόρατος κτίσις. Ἄγγελοί τε γὰρ καὶ ἀρχάγγελοι, καὶ τὰ ἔτι τούτων ἐπέκεινα, καὶ αὐτὰ δὲ τὰ Χερουβὶμ, οὐχ ἑτέρως ἅγια, πλὴν ὅτι διὰ μόνου Χριστοῦ, ἐν ἁγίῳ Πνεύματι. Αὐτὸς οὖν ἄρα ἐστὶ τὸ θυσιαστήριον, αὐτὸς δὲ τὸ θυμίαμα, καὶ ἀρχιερεὺς, αὐτὸς δὲ ὁμοίως τὸ αἷμα τοῦ καθαρισμοῦ ἁμαρτιῶν. ΠΑΛΛ. Ναὶ λέγεις ὀρθῶς. Πλὴν ὅ τί ποτέ ἐστι τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν τὸ αἷμα, σαφῶς ἐννοεῖν οὐκ ἔχω. ΚΥΡ.

Προανατυπῶν ὁ νόμος τὴν δι᾽ αἵματος ἀποκάθαρσιν καὶ τὸ θῦμα τὸ ἱερὸν, φημὶ δὴ Χριστὸν, δι᾽ οὗ καὶ σεσώσμεθα, τὸν ἐξ ἁμαρτίας ἐντετηγμένον ἡμῖν διαδιδράσκοντες μολυσμὸν, ὧδέ πή φησιν ἐν τῷ Λευϊτικῷ· «Ἐὰν δὲ πᾶσα,» φησὶ, «συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἢν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας, καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τοῦ μαρτυρίου τῆς σκηνῆς, καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξουσι μόσχον ἔναντι Κυρίου, καὶ εἰσοίσει ὁ ἱερεὺς χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ ἑπτάκις ἔναντι Κυρίου κατ᾽ ἐνώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου, καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.»

Καὶ πλατύτερον μὲν περί γε τούτων ἡμῖν κατὰ καιροὺς εἰρήσεται· ἄθρει δὲ ὡς ἐν μόσχῳ πάλιν ὑπὲρ ἡμῶν σφαζόμενον τὸν Ἐμμανουὴλ, καὶ ἁμαρτίας ἡμᾶς ἀπαλλάττοντα, καὶ ἐξιστῶντα δίκης, καὶ ποινῆς ἀποφέροντα, καὶ διὰ τῆς μείζονος καὶ τελειοτέρας ἰόντα σκηνῆς, οὐ διὰ μόσχων καὶ τράγων, ἀλλὰ δι᾽ αἵματος τοῦ ἰδίου, καὶ θανάτου προσάπαξ ἀπογευσάμενον.

Ἐπὶ ξύλου γὰρ ἄνω λόγχῃ διανοιγεὶς τὴν πλευρὰν, αἷμά τε καὶ ὕδωρ ἐξέβλυσεν. Τύπος δ᾽ ἂν εἶεν σταυροῦ, καθὰ καὶ φθάσαντες εἴπομεν, αἱ τῶν κεράτων ἐξοχαί. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἀλλ᾽ οὔτι πω μόνῳ τῷ αἵματι καθαίρεσθαι δεῖν αἰνιγματωδῶς ὁ νόμος, ἀλλὰ καὶ ὕδατι τῷ ἁγίῳ προστέταχε. Τελεωτάτη γὰρ ἤδε πρὸς κάθαρσιν ὁδὸς, κατά γε τὸ ἐν Χριστῷ μυστήριον. ΠΑΛΛ. Πῶς δὲ δὴ ἄρα καὶ τοῦτο δέδειχεν, ἢ τίνα τρόπον; ΚΥΡ. Γέγραπται γὰρ, ὅτι «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ποίησον λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτοῦ χαλκῆν, ὥστε νίπτεσθαι. Καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου. Καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ· καὶ νίψονται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι. Ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ, νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι. Ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ. καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾽ αὐτόν.» Ὅτι μὲν οὖν ἡ διὰ τοῦ ἁγίου βαπτίσματος ὡς ἔν γε δὴ τούτῳ προανεγράφετο χάρις, οὐκ ἀσυμφανές.

Βαπτιζόμεθα γὰρ, οὐ σαρκὸς ἀπόθεσιν ῥύπου ἀποκερδαίνοντες, ἀλλὰ τῶν νοῦ καὶ καρδίας ἀπαλλαττόμενοι μολυσμῶν, καὶ τὰς τῶν πλημμελημάτων ἀπολουόμενοι κηλίδας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ καλοῦντος εἰς σωτηρίαν. Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων νόμου, κατὰ τὰς Γραφὰς, ἀλλ᾽ ἐκ πίστεως Ἰησοῦ Χριστοῦ. Θέα δὲ δὴ, ὅπως καίτοι κατὰ νόμον ἅγιος ὢν ὁ Ἀαρὼν, καὶ μὴν καὶ οἱ σὺν αὐτῷ λειτουργεῖν ἐπιτεταγμένοι, προσαπονίζονται χεῖράς τε καὶ πόδας ὕδατι, πόνων δὲ οὕτως ἅπτονται τῶν ἱερῶν, καὶ μὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχουσι, δειμάτων ἐλεύθεροι, σαφῶς τε καὶ ἐναργῶς καταδηλοῦντος, οἶμαί που, καὶ τοῦτο τοῦ νόμου, μόνον δὲ οὐχὶ καὶ αὐτοῦ διακεκραγότος τοῦ πράγματος, ὡς ἀνίερος παρὰ Θεῷ, καὶ ὁ δοκῶν εἶναί τις κατὰ νόμον ἱερὸς, εἰ μὴ ἀπολούσαιτο τῷ ὕδατι, καὶ ὅτι τῆς ἐν νόμῳ λατρείας ἡ δύναμις οὐκ ἀπόχρη πρὸς κάθαρσιν.

Προαπενίζοντο γοῦν, καίτοι κατὰ νόμον ἡγιασμένοι, καθαίρεται δὲ, οὔτι που τὸ καθαρὸν, ἀλλὰ τὸ ῥυποῦν καὶ ἀκάθαρτον. Τοιουτονὶ δὲ καὶ αὐτὸς εἴρηκεν ὁ Χριστὸς, «Ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἔστι γὰρ καθαρός.» Γράφει δὲ καὶ σοφώτατος Παῦλος, ὡς ἔστιν ἀδύνατον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Ἀτελὴς οὖν ὁ νόμος εἰς ἁγιασμὸν, εἰ μὴ προσγένοιτο τοῖς δεδιψηκόσι τὴν πρὸς Θεὸν οἰκειότητα τὸ σωτήριον βάπτισμα. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης, καίτοι τοῖς ἄγαν αὐχήμασιν εὖ μάλα κατεστεμμένος, καὶ ἀρετῆς εἰς τοῦτο διέρπειν εἰδὼς, ὡς εἰς λῆξιν ἤδη γενέσθαι τὴν ἀνωτάτω, βαπτίζεσθαι παρεκάλει τῷ Σωτῆρι λέγων· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Χεῖρες δὲ καὶ πόδες ἀπονιπτόμενοι, ἔργου καὶ πορείας τῆς οἱονεὶ πρὸς ἕκαστα τῶν πρακτέων, τὸ καθαρὸν καὶ ἀκίβδηλον ὑποσημαίνουσιν. Τουτὶ δὲ ἡμῖν ἐξησκηκόσιν, ἐφεῖται μὲν εἰσελθεῖν εἰς τὴν ἐσωτέραν σκηνὴν, προσκομίζειν δὲ τῷ Θεῷ θυσίας πνευματικὰς, καὶ ὡς ἐν τάξει θυμιαμάτων τῆς εὐαγγελικῆς πολιτείας καθιεροῦν οἱονείπως τὴν εὐοσμίαν.

Παρεγγυᾷ δὲ χρησίμως ἀπονίζεσθαι δεῖν τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελαύνειν ἐθέλοντας, καὶ τῶν ἱερῶν ἔργων ἐπιμελητὰς, ἵνα μὴ ἀποθάνωσιν. Χρῆμα γὰρ ἐπισφαλὲς καὶ ἐπιζήμιον ἀληθῶς, τὸ ἐγγίζειν Θεῷ μὴ κεκαθαρμένους. Τοιγάρτοι καὶ σοφὸς ἡμῖν ἐπισκήπτει Παῦλος, εἰ τῆς μυστικῆς εὐλογίας μεταλαχεῖν ἐθέλοιμεν, ἑαυτοὺς δοκιμάζειν, προσιέναι τε οὕτω λοιπόν. Πρᾶγμα δὲ ὅτι καὶ κινδύνου μεστὸν τὸ ἀτημελὲς ἐν τούτοις, ἐκκαλύπτει λέγων· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα.

Κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» ΠΑΛΛ. Ἄραρεν οὖν ὅτι τὴν διὰ τοῦ ἁγίου βαπτίσματος ὁ ἱερὸς ἡμῖν λουτὴρ προκατεδείκνυε χάριν. ΚΥΡ. Ὧδε ἔχει· μὴ γὰρ ἐνδοιάσῃς ὅλως. Καὶ τόν γε τῆς τούτου κατασκευῆς περιαθρήσας τρόπον, κατατεθηπὼς ἂν, οἶμαι, καὶ ἔτι μειζόνως ἔσῃ. Γέγραπται γὰρ ὡδὶ περὶ τοῦ Βεσελεὴλ, τοῦ τὰ ἐν τῇ σκηνῇ τετεχνουργηκότος· «Οὗτος ἐποίησε τὸν λουτῆρα τὸν χαλκοῦν, καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν, ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν. Καὶ ἐποίησε τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωσῆς τε καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας, εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, οἳ ὅταν προσπορεύωνται εἰς τὸ θυσιαστήριον, λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξεν ὁ Κύριος τῷ Μωσῇ.» ΠΑΛΛ. Καὶ τί τῶν κατόπτρων τὸ χρῆμα; τίνες δὲ ἄρα καὶ αἱ νηστεύσασαι; ΚΥΡ. Πολλὰ τῶν γεγενημένων σαφῆ μὲν οὐκ ἔχει παρὰ τῇ θείᾳ Γραφῇ τὴν ἀφήγησιν. Σημαίνεται δέ πως ἐκ παραδρομῆς, καθάπερ ἀμέλει καὶ τόδε τὸ ἐν χερσί. Ποῦ γὰρ, ἢ τίνες νενηστεύκασι τῆς ἁγίας ἐγηγερμένης σκηνῆς, οὐ λελάληκεν ὁ Μωσῆς. Ὅτι δὲ γέγονεν, οὐκ ἐνδοιάσαι τις ἄν· εἴρηται γὰρ, εἰ καὶ μὴ σαφῶς. Ἀλλὰ τουτὶ δὴ μεθέντες, ἐπ᾽ ἐκεῖνο ἴωμεν, εἰ δοκεῖ. ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ.

Τὰ νενηστευκότα γύναια τίνος ἂν εἶεν εἰς τύπον; τί δὲ τὸ ἐκ τῶν κατόπτρων τὸν λουτῆρα πλάττεσθαι τὸν χαλκοῦν; ΠΑΛΛ. Καὶ μὴν, σὸν ἤδη πως καὶ τοῦτο εἰπεῖν. ΚΥΡ. Ἄκουε δή· Λελατρεύκασιν εἰδώλοις οἱ ἐξ Ἰσραὴλ, τὴν ὑπὸ τοῖς Αἰγυπτίοις ἀνατλάντες θητείαν, καὶ τοῖς ἐκείνων διαβιοῦντες νόμοις, μακροὺς διατετελέκασι χρόνους. Ἔθος τοίνυν Αἰγυπτίων μάλιστα γυναιξὶν, εἰσφοιτᾷν ἱεροῖς, λινῇ μὲν ἐσθῆτι κατεσταλμέναις, κατόπτρῳ δὲ τὴν ἀριστερὰν, καὶ σείστρῳ τὴν δεξιὰν ἱεροπρεπῶς κατεστεμμέναις, αἳ ὅτι μάλιστα τῶν ἄλλων ἐξειλεγμέναι καὶ ἱερομύστιδες, τῆς τοιαύτης μόλις ἠξιοῦντο τιμῆς, ὕβρεως μὲν οὖν· ὧδε γὰρ ἄμεινόν τε καὶ ἀληθὲς εἰπεῖν. Γύναια δὴ οὖν τῶν ἐξ αἵματος Ἰσραὴλ, λείψανα τῆς ἐν Αἰγύπτῳ λατρείας ἐν ἰδίοις σκεύεσιν εὑρηκότα, ταυτὶ δὴ τὰ κάτοπτρα προσεκόμισαν εἰς καρποφορίαν, ἃ καὶ εἰς τὸ τοῦ λουτῆρος μετεσκευάσθη χρῆμα.

Σκηνῆς δὲ τῆς ἁγίας ἐγηγερμένης νενηστεύκασι προσιζήσαντά που ταῖς θύραις, καὶ πάντα ἁγνῶς διαιτώμενα, ὑποδηλοῦντος, οἶμαι, τοῦ πράγματος, ὅτι τῆς ἀληθεστέρας ἀναδεδειγμένης σκηνῆς, τοῦτ᾽ ἔστι, τῆς Ἐκκλησίας ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, καιρὸς ἤδη πως τοὺς ἀνακειμένους εἰς δόξαν ποτὲ τῆς τῶν δαιμονίων ἀγέλης, εἰς ἱερὰ μεταπλάττεσθαι σκεύη, καὶ ἐπιτηδείως ἔχοντα πρὸς παραδοχὴν τοῦ ἁγίου βαπτίσματος, ὡς καὶ διαπρέπειν δύνασθαι τοῖς ὑπὲρ νόμον αὐχήμασιν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ ἐκ κατόπτρων Ἑλληνικῶν, ἤτοι κειμηλίων διαβολικῶν, τὸν λουτῆρα πλάττεσθαι τὸν χαλκοῦν, ἐν ᾧ δὴ καὶ τὸ ὕδωρ, τὸ καὶ αὐτὸν ἀποκαθαῖρον Μωσέα, καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ χρήσιμον εἰς ἀπόνιψιν, δῆλον δὲ ὅτι τὴν νοητήν. Ἢ γὰρ, οὐχὶ σκεύη διαβολικὰ, τοὺς πεπλανημένους καὶ τοῖς δαιμονίοις λελατρευκότας φαίης ἂν εἶναι καὶ αὐτὸς, ὦ Παλλάδιε; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Νενηστεύκασι δὲ τὰ γύναια παρὰ τὰς θύρας τῆς σκηνῆς τῆς ἁγίας. Εἴη δ᾽ ἂν καὶ τάδε καλὸν αἴνιγμα καὶ σοφὸν, τοῦ μὴ δι᾽ αἱμάτων εἰστρέχειν ἐν ἐκκλησίαις τοὺς ἐν Χριστῷ δεδικαιωμένους, θυσίαις δὲ μᾶλλον πνευματικαῖς ἐκπρέποντας, καὶ δωροφορίαν ὥσπερ τινὰ προσκομίζοντας τῷ Θεῷ τὴν ἐγκράτειαν, τὴν οἱονεὶ νέκρωσιν τῆς σαρκός. «

Παραστήσατε γὰρ,» φησὶ, «τὰ σώματα ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Καὶ πάλιν· «Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» Οὐκοῦν αἱ νηστεύσασαι τῆς ἁγίας ἐγηγερμένης σκηνῆς, εἰς εἰκόνα τελοῦσι ψυχῶν, οὐ Μωσαϊκοῖς ἐντάλμασι παιδαγωγουμένων ἔτι, πνευματικὴν δὲ μᾶλλον καὶ εὐαγγελικὴν ἀναδεδειγμένων τὴν πολιτείαν ἤδη, καὶ πατουσῶν οὐκ ἀνιδρωτὶ τὰς ἐπιγείους ἡδονὰς, καὶ ἀναμορφουμένων εὖ μάλα πρὸς τὸ ἀκήρατον κάλλος, διὰ τὸ μὴ ἀνέχεσθαι παθεῖν τὰ μυσαρά τε καὶ βέβηλα τῆς φιλοσαρκίας ἐγκλήματα.

Ἢ οὐχ οὕτως ἡμῖν ὁ τοῦ βίου τρόπος τοῖς ἐν Χριστῷ κεκλημένοις εἰς ἁγιασμὸν καὶ ἰσχνότητα τὴν πνευματικήν; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀλλὰ ταυτὶ μὲν εἰς τὸ παρὸν σκευῶν ἱερῶν εἰρήσθω πέρι. Φέρε δὲ, εἰ δοκεῖ, καὶ αὐτὴν ἡμῖν ὅπως ἔχει θέσεώς τε καὶ κατασκευῆς κατασκεπτώμεθα τὴν σκηνήν. Καὶ βαθὺ μὲν τὸ χρῆμα, καὶ τῶν καθ᾽ ἡμᾶς ἐπέκεινα μέτρων, βλάβος δὲ οἶμαι τὸ σύμπαν οὐδὲν, πανταχόθεν ἡμᾶς ἐρανίζεσθαι φιλεῖν τὸ τελοῦν εἰς ὄνησιν, καὶ τοῖς ἄγαν ὑπερκειμένοις ὡς ἔνι προσβάλλοντας. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Εἰ μὲν οὖν ἕλοιτό τις ἄγαν ἰσχνομυθεῖν, μακρὸς ἂν γένοιτο καὶ πολυσχιδὴς ὁ ἐφ᾽ ἑκάστῳ λόγος.

Ἰστέον δὲ ὅτι, τὰ μὲν σκευῶν καὶ θεωρίας ἀγχοῦ καὶ λόγων ἐστὶ μυστικῶν, τὰ δὲ εἰς κόσμον τε καὶ χρείαν ἐκμεμηχάνηται τῆς σκηνῆς· ὑποτεμὼν δὲ, ὡς ἔνι, τὸ μῆκος τοῦ λόγου, ἐν βραχέσιν ἐρῶ, καὶ συστελῶ τὸ διήγημα. Ἔφη τοίνυν, ὅτι «Καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας, ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου.

Χερουβὶμ ἐργασίαν ὑφαντοῦ ποιήσεις αὐτά· μῆκος τῆς αὐλαίας τῆς μιᾶς, ὀκτὼ καὶ εἴκοσι πήχεις, καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις. Πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων συνεχόμεναι, ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι, ἑτέρᾳ τῇ ἑτέρᾳ.» Δέκα μὲν οὖν αἱ αὐλαῖα· καὶ ἀλλήλων ἀπρὶξ ἡμμέναι· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ τῶν ἐνοικούντων αὐταῖς εἷς που πάντων καὶ ὅσιος ὁ σκοπὸς, μία δὲ καὶ ἡ περὶ Θεοῦ γνῶσις.

Ἐν γὰρ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεὸς, κατὰ τὸ γεγραμμένον.

Ἐκδέξῃ δὲ, εἰ δοκεῖ, τὰς δέκα αὐλαίας, εἶναί τε οἰήσῃ τὸ πλήρωμα τῶν εἰς κόσμον Ἐκκλησιῶν, οὐ διεσπαρμένων εἰς διχόνοιαν, ἢ εἰς ἀσύμφωνον δόξαν, ἀλλ᾽ ἡνωμένων ἐν πνεύματι, καὶ οἱονεί πως συνεσφιγμένων εἰς ἓν καθ᾽ ἑνότητα τὴν ἐν Χριστῷ διὰ πίστεως. Πανταχοῦ γὰρ καὶ ἐν πάσαις εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Πλάτος δὲ ἑκάστῃ τῶν αὐλαιῶν πήχεις τέσσαρες, καὶ ὀκτὼ καὶ εἴκοσι τὸ μῆκος. Καὶ περίεργον μὲν καὶ ἰσχνὸν τὸ αἴνιγμα, πλὴν οἶμαι καταδηλοῦν αὐτὸ σκοτεινῶς τε καὶ ἀμυδρῶς, ὅτι καὶ ἡ διὰ νόμου παίδευσις δεκτή πως ἐν Ἐκκλησίαις, στενοτάτη μὲν οὖσα διά γε τὸ ἀσυμφανὲς τοῦ γράμματος· προϊόντος γε μὴν εἰς μῆκος τοῦ χρόνου, τέλος ἕξει τὸ περὶ Χριστοῦ μυστήριον, τοῦτ᾽ ἔστι, τὴν ὀγδόην, ἤτοι τὴν ἐν ὀγδόῃ γενομένην ἀνάστασιν. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, πρὸς ὃν καὶ ὁ θεῖος ἀνακέκραγε Δαβίδ· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς τὴν ἐν νόμῳ λατρείαν τῆς εἰς Χριστὸν πίστεως προτετιμηκόσι· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω. Πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.»

Ὁρᾷς ὅτι τὸ προσκεῖσθαι θέλειν τοῖς ἀπειθήσασιν Ἰουδαίοις καὶ λαλοῦσιν ἔτι τὰ ἐν νόμῳ μετὰ τὴν πίστιν, στενοχωρεῖσθαι ποιεῖ; ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Ἱστία δὲ ταῖς αὐλαίαις ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου. Παμποίκιλος γὰρ τῆς Ἐκκλησίας ὁ κόσμος. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ψάλλει Δαβὶδ, ὡδί πη λέγων περὶ αὐτῆς· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.» Κόσμημα δὲ καὶ ὡραϊσμὸς ἐν αὐτῇ πολυειδὴς, ὁ Χριστὸς, εἷς μὲν κατὰ φύσιν ὑπάρχων, αἰνίγμασι δὲ πολλοῖς καὶ διαφόροις νοούμενος, οἷον, φέρε εἰπεῖν, καὶ βύσσος κεκλωσμένη. Ἰσχνὸς γὰρ ὢν καὶ ἀσώματος κατὰ φύσιν ὁ ἐκ Θεοῦ τοῦ Πατρὸς Λόγος, κέκλωσται τρόπον τινὰ διὰ τῆς οἱονεὶ πρὸς σάρκα συμπλοκῆς. Οὐκοῦν καὶ βύσσος κεκλωσμένη, καὶ μὴν, καὶ ὡς ὑάκινθος, ὅτι μὴ ἐκ γῆς, ἀλλ᾽ ἄνωθεν καὶ ἐξ οὐρανοῦ· ὑακίνθῳ γάρ πως παρεικάζεται τὸ ὑψοῦ τε καὶ ἄνω καὶ αἰθέριον σῶμα, τὸ καὶ μέχρις αὐτοῦ διῆκον τοῦ στερεώματος. Οὐκοῦν ὡς ὑάκινθος διὰ τὸ ἐξ οὐρανοῦ, πορφύρα δὲ, ὅτι μὴ δοῦλος, ὡς γενητὸς, ἀλλ᾽ ἐκ Θεοῦ βασιλεὺς, καὶ τῶν ὅλων Κύριος.

Κεκλωσμένον δὲ κόκκινον· ἐν συμπλοκῇ γὰρ, ὡς ἔφην, τῇ πρὸς σάρκα νοούμενος, καὶ ὑπάρχων ἀληθῶς ὁ τοῦ Θεοῦ Λόγος, τὸ ἴδιον αἷμα δέδωκεν ὑπὲρ ἡμῶν. Αἵματος γὰρ σημεῖον, τὸ κόκκινον· Χερουβὶμ δὲ, τῶν δειρέων ἡ γραφὴ, τὸ συνῆφθαι τάχα που τοῖς ἄνω τὰ κάτω, καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσι τὴν ἐπὶ τῆς γῆς Ἐκκλησίαν ἡνῶσθαι λοιπὸν καταδηλοῦντος τοῦ πράγματος εὖ μάλα. Ἰστέον δὲ ὅτι καὶ ὁ σοφώτατος Σολομὼν, ἐνεκόλαψε τοῖς τείχεσι τοῦ ναοῦ τὰ Χερουβίμ.

Ἐκπεποίηται δὲ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ ἡ διατύπωσις τοῦ οἴκου τοῦ σημαινομένου διὰ φωνῆς Ἰεζεκιήλ. Καλύμματα δὲ ταῖς αὐλαίαις δέῤῥεις, ἀγκύλαις τε καὶ κρίκοις συνεσφιγμέναι. Καὶ μὴν καὶ ἐπικαλύμματα, δέρματα ὑακίνθινα, καὶ δέρματα κριῶν, ἠρυθροδανωμένα, τῆς Ἐκκλησίας τὸν σκεπαστὴν Χριστὸν ὑπεμφαίνοντα, διὰ μὲν τοῦ ὑακίνθου πάλιν, ὡς ἐξ οὐρανοῦ καὶ ἄνωθεν. διὰ δέ γε τοῦ ἐρυθροῦ χρώματος, ὡς ἐν σαρκὶ γέγονεν. Τοιουτονὶ γάρ πώς ἐστι τὸ τῆς σαρκὸς χρῶμα. ΠΑΛΛ. Οὐκ ἔξω λόγου ταυτὶ τεθεωρῆσθαί φημι. ΚΥΡ. Στύλοι δὲ ταῖς αὐλαίαις, εὖρος μὲν εἰς πῆχυν ἰόντες ἕνα τε καὶ ἥμισυ. Μῆκος δέ γε μὴν εἰς δέκα, κεφαλὰς μὲν καὶ σώματα χρυσῷ διαπεπασμένοι, βάσεσι δὲ διπλαῖς καὶ ἀργυραῖς ἐπερηρεισμένοι.

Νοεῖται δὲ πάλιν ὡς ἐν ἑκάστῳ στύλῳ Χριστὸς, τῆς Ἐκκλησίας τὸ ἔρεισμα, τὸ τῆς ἀληθείας ἑδραίωμα, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἵστησι δὲ καὶ συνέχει τὰ πάντα αὐτός. Διὰ μὲν γὰρ τοῦ ἑνός τε καὶ ἡμίσους πήχεως, ὡς τέλειος κατὰ φύσιν θεότητος, μείων δὲ αὖ, ὡς ἐν ἀνθρωπότητος μέτροις, πλαγίως ὑποσημαίνεται.

Οὐκ εὔηθες δὲ εἰπεῖν, ὅτι παντέλειος μὲν, ὡς ἐν ὁλοκλήρῳ πήχει Χριστὸς, ἐπεί τοι Θεός ἐστι κατὰ φύσιν. Ὡς δὲ ἐν ἡμίσει πήχεως, ὑφειμένος διὰ τὸ ἀνθρώπινον. Τέλειον γὰρ ἐν γενητοῖς οὐδέν. Πλούσιος δὲ ὢν, ἐπτώχευσεν ἐν ἡμῖν, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν ὁ Μονογενής. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν οὐκ ἰσοστατήσει ταῖς τῆς θεότητος ὑπεροχαῖς τὸ ἀνθρώπινον· πολλοῦ γε καὶ δεῖ. Τοιγάρτοι καὶ ἔφασκεν, ὡς καθ᾽ ἡμᾶς γεγονὼς καὶ νοούμενος· «Ὁ Πατήρ μου μείζων μου ἐστὶ,» καίτοι κατὰ φύσιν θεότητος, ἰσομέτρως ἔχων, καὶ τῆς τοῦ τεκόντος ὑπεροχῆς οὐχ ἡττώμενος. Μῆκος δὲ τῷ ξύλῳ, δεκάπηχυ. Παντέλειος γὰρ ὡς ἐν ὑψώμασι τῆς θεότητος, ὁ Χριστός. Τελειότητος δὲ σημεῖον, ὁ εἰς δέκα τρέχων ἀριθμὸς παρά γε τῇ θείᾳ λαμβάνεται Γραφῇ. Χρυσῆ δὲ τῷ ξύλῳ κεφαλὴ, καὶ μὴν καὶ σῶμα χρυσοῦν. Φύσεώς γε μὴν τῆς ἀνωτάτω καταπλουτεῖ τὸν ἐναυλισμὸν ὁ ἐκ Παρθένου ναός. Σύμβολον δὲ θεότητος, ὁ χρυσὸς, ὑπεροχὴν ἔχων τὴν κατὰ πάντων, ὡς ἐν ὕλης τυχὸν τῆς τοιᾶσδε λόγῳ.

Ἐξ ἀργύρου δὲ καὶ ἐκ δυοῖν ἡ βάσις. Λαμπρὸς δὲ καὶ διαφανὴς ἐν γῇ ὁ Χριστὸς, κατά γε τὸ, «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ οἱονεὶ διφυᾶ τὴν γνῶσιν ἔχει· νοεῖται γὰρ ἐν αὐτῷ Θεός τε καὶ ἄνθρωπος.

Τουτὶ γὰρ, οἶμαι, ἔστι, τὸ διπλῆν ὥσπερ ἔχειν καὶ ἐξ ἀργύρου τὴν βάσιν. ΠΑΛΛ. Εἰκάζεις ὀρθῶς. ΚΥΡ. Θέα γε μὴν ἐκεῖνο, ὦ τᾶν. ΠΑΛΛ. Ὅ τι δή; ΚΥΡ. Εἰς αὐλαίας γὰρ δέκα προστεταχὼς ὅλην ἐκτείνεσθαι τὴν σκηνὴν, ἐπιλέγει μεταξύ· «Καὶ ποιήσεις δέῤῥεις τριχίνας, σκέπην ἐπὶ τῆς σκηνῆς· ἕνδεκα ποιήσεις αὐτὰς δέῤῥεις, τὸ μῆκος τῆς δέῤῥεως τῆς μιᾶς ἔσται τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέῤῥεως τῆς μιᾶς· τὸ αὐτὸ μῆκος ἐπὶ ταῖς ἕνδεκα δέῤῥεσι. Καὶ συνάψεις τὰς πέντε δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ τὰς ἓξ δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ ἐπιδιπλώσεις τὴν δέῤῥιν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς· καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως τῆς μιᾶς, τῆς ἀνὰ μέσον κατὰ τὴν συμβολήν. Καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως τῆς συναπτούσης τῆς δευτέρας.» Τί τὸ χρῆμα λοιπὸν, ὦ Παλλάδιε; δέκα μὲν γὰρ ἐγείρει τὰς αὐλαίας. Εἶτα πῶς οὐκ ἰσάριθμοι ταύταις αἱ δέῤῥεις, περιττεύει δὲ μία, τοῦτ᾽ ἔστιν ἡ ἑνδεκάτη; Συνάψεις γὰρ, φησὶν, τὰς πέντε δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ τὰς ἓξ δέῤῥεις ἐπὶ τὸ αὐτό. ΠΑΛΛ. Οὐκ ἔχω φράσαι. ΚΥΡ. Ἀλλ᾽ ἥ γε θέσις σαφηνιεῖ τὸ ζητούμενον. ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Πέντε μὲν γὰρ αὐλαίας ἀλλήλαις συνεσφιγμένας ὅτι προσῆκε γενέσθαι φησίν· ἑτέρας δὲ πέντε, κατὰ τὸ αὐτὸ δὲ σχῆμα, καὶ ἐν ἴσῳ τρόπῳ ἀντιτεταγμένας.

Τοιγαροῦν ἀλλήλαιν καὶ ἀντιπροσώπως ἀντεγηγερμέναιν, ὡς ἐκ βοῤῥέου τυχὸν καὶ νότου, ἤγουν ἐξ ἠοῦς καὶ μέντοι καὶ δυσμῶν, ἑνδεκάτη τις ἡ διὰ μέσου λοιπὸν ἐσχεδιάζετο πλευρὰ, ἀνὰ μέρος ποιουμένη τὰς δέκα, διῃρημένας εἰς δύο, ἐφ᾽ ᾗ τάχα που καὶ δέῤῥις ἡ ἑνδεκάτη περιτετά[ν]νυσται, κρίκοις τε καὶ ἀγκύλαις ἄμφω συνέχοντα τὰς πλευράς· καθ᾽ ὁμοιότητα δὲ τῶν ἄλλων, καὶ οἱ ταύτης στύλοι, πλὴν ἥττους ἐν ἀριθμῷ. Αἱ μὲν γὰρ δέκα αὐλαῖαι, καθάπερ ἤδη προεῖπον, εἰς μῆκος ἐξετείνοντο πήχεων ὀκτὼ καὶ εἴκοσιν, ἥ γε μὴν ἑνδεκάτη καὶ μεσαιτάτη τῶν ἄλλων, τὸ εὖρος τῶν πέντε (τετραπήχεις δὲ αὖται), πρὸς τὸ εἰκοσάπηχύ[ν] που διατετάν[ν]υσται μέτρον. Διὰ τοῦτό φησι· Καὶ ἐπιδιπλώσεις τὴν δέῤῥιν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς, ἵνα μὴ τὸ περιττῶς ἐκτεταμένον τῷ τῆς αὐλῆς κάλλει διαλυμαίνοιτο. Ἐν ταύτῃ δὴ οὖν τῇ μεταξὺ τῶν ἄλλων καὶ ὡς ἑνδεκάτῃ τὰ ἱερά τε καὶ θεῖα τετάχατο σκεύη, διαμορφοῦντα ποικίλως ἔν γε δὴ σφίσιν αὐτοῖς τὸν Ἐμμανουήλ· τάχα που τοῦ ἀριθμοῦ καὶ τόδε κατασημαίνοντος, ὡς ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἐν ὥρᾳ τῇ ἑνδεκάτῃ τυχὸν ἀναφαίνεται Χριστὸς, καὶ ἡ Χριστὸν ἔχουσα σκηνὴ, τοῦτ᾽ ἔστιν, ἡ Ἐκκλησία. ΠΑΛΛ. Οὐδὲν, ὡς ἔοικεν, ἀπεικὸς ἐννοεῖν εὖ ἔχειν καὶ τὸν ἐπὶ τῷδε λόγον. ΚΥΡ.

Μετὰ δέ γε τοὺς ἐπὶ τῇ σκηνῇ λόγους τε καὶ τύπους, «Καὶ ποιήσεις, φησὶν, αὐλὴν τῇ σκηνῇ, εἰς τὸ κλίτος τὸ πρὸς λίβα, καὶ ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης· μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι αὐτῶν, καὶ αἱ ψαλίδες ἀργυραῖ. Οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. Τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν, ἱστία πεντήκοντα πήχεων, στύλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα.» Ἄθρει δὴ οὖν, ὅτι στεναὶ μὲν αἱ πρῶται γεγόνασιν αὐλαὶ, καὶ εἰς τρίτην διήκουσαι δεκάδα πήχεων. Εὖρος μὲν γὰρ αὐταῖς τέσσαρες, μῆκος δὲ ὀκτὼ καὶ εἴκοσι· αἱ δὲ μετ᾽ ἐκείνας, εὐρεῖαί τε οὕτω καὶ μακραί· ἑκατὸν γὰρ ἐφ᾽ ἑκατὸν, καὶ πεντήκοντα ἐπὶ πεντήκοντα, τρέχουσαί τε ἡ μὲν εἰς ἠῶ, ἡ δὲ εἰς ἑσπέραν τε καὶ λίβα. ΠΑΛΛ. Εἶτα τί τὸ αἴνιγμα; ΚΥΡ. Οὐχὶ δὴ τοῦτό ἐστιν ἐναργῶς, τὸ πάλαι διεπηγγελμένον διὰ φωνῆς Ἡσαΐου πρὸς τὴν ἐν ἐσχάτοις καιροῖς ἀναδεδειγμένην Ἐκκλησίαν· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τὰς δέῤῥεις τῶν αὐλαιῶν σου. Πῆξον, μὴ φείσῃ ἔτι εἰς τὰ δεξιὰ, καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.»

Στενουμένη γὰρ ἐν ἀρχαῖς ἡ Ἐκκλησία Χριστοῦ, λοιπὸν εἰς ἠῶ τε καὶ δύσιν, καὶ βοῤῥᾶν τε καὶ νότον ἐξευρύνεται, καὶ διὰ παντὸς ἥκει τόπου. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἐπιτήρει δὲ ὅτι τοὺς μὲν ἄλλους ἅπαντας στύλους τῶν δέκα αὐλαιῶν, καὶ τῆς ἀνὰ μέσον, χρυσῷ μὲν ἔφη διαπάττεσθαι δεῖν, βάσεσί γε μὴν ἐπερηρεῖσθαι διπλαῖς, ἀργύρου πεποιημέναις. Καὶ τίς ὁ τοῦδε λόγος, εἴρηται, καθάπερ ἐγᾦμαι· τῶν δὲ μακρῶν καὶ πλατειῶν αὐλαιῶν τοὺς στύλους, ἑτέρῳ διαποικίλλει λόγῳ. Ἀργύρῳ μὲν ἐκ κεφαλῆς εἰς πόδας καταγλαΐζεσθαι δεῖν εὖ μάλα φησὶ, βάσεσι δὲ αὖ ἐπερηρεῖσθαι χαλκαῖς καὶ περιαργύροις. Τύπος δ᾽ ἂν εἴη καὶ τοῦδε Χριστὸς, φωτὸς μὲν ὅτι διέλαμψε δίκην, αὐγαῖς δηλονότι ταῖς νοηταῖς ἀστράπτων ὡς Θεὸς, τοῦ ἀργύρου σημαίνοντος. Ὅτι δὲ λαμπρὸς καὶ εὐηχὴς ὁ περὶ γῆν αὐτῷ πεποίηται λόγος, τοῦτ᾽ ἔστι, τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τοῦ περιαργύρου χαλκοῦ πλαγίως ἡμῖν ὑπεμφαίνοντος. Εὐηχὴς μὲν γὰρ καὶ ὁ χαλκὸς, λαμπρὸν δὲ δὴ λίαν καὶ διαφανὲς τοῦ ἀργύρου τὸ χρῆμα. Ἔνεστι δὲ τοῦτο τοῖς εὐαγγελικοῖς κηρύγμασι, καὶ κατίδοι τις ἂν, τοῦ Σωτῆρος τὸν λόγον, ἔχοντα μὲν τῆς εἰς ἄκρον εὐσεβείας τὸ διειδές τε καὶ καθαρὸν, ὅλην δὲ ὥσπερ περιβομβοῦντα τὴν οἰκουμένην. Εἰ δὲ δή τις ἕλοιτο τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς ὡς ἐν τοῖς τοιοῖσδε τυχὸν ἀνατυποῦσθαι στύλοις, λογιεῖται τὰ εἰκότα.

Καὶ γάρ εἰσιν ἀληθῶς ὥσπερ ἠργυρωμένοι, διὰ τὸ ἐν μεθέξει γενέσθαι Χριστοῦ τοῦ φωτίζοντος. Τοιγάρτοι φησί· «Καὶ ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾽ ἡμᾶς.» Ὀνομάζονται δὲ καὶ «Τοῦ κόσμου φῶς,» χαλκῷ δὲ περιαργύρῳ μονονουχὶ καὶ ἐμβεβηκότες. Ἔρεισμα γὰρ αὐτοῖς, ὥσπερ τῷ λαμπρῷ καὶ εὐηχεστάτῳ κεχρῆσθαι λόγῳ. «Κύριος γὰρ,» φησὶ, «δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ὡραῖοι δὲ καὶ οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθὰ, γέγραπται. ΠΑΛΛ. Βαθὺς μὲν ὁ λόγος, πλὴν, ἀληθείας ἐγγύς. ΚΥΡ. Συμπεπερασμένων δὴ οὖν καὶ τῶν ἐπὶ ταῖς αὐλαῖς τεθεσπισμένων, εἰς ἐλαίου τε καὶ μύρου καὶ μὴν καὶ θυμιαμάτων μετατρέπει κατασκευὴν, οὕτω λέγων· «Καὶ σὺ, σύνταξον τοῖς υἱοῖς Ἰσραήλ· καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαιῶν ἄτρυγον, καθαρὸν, κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται λύχνος διαπαντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης, καὶ καύσει αὐτὸ ὁ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ᾽ ἑσπέρας ἕως πρωῒ, ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, παρὰ τῶν υἱῶν Ἰσραήλ.» ΠΑΛΛ. Καὶ τί δὴ τοῦτό ἐστιν; ΚΥΡ. Ἀναγκαιοτάτην ἔχει τὴν δήλωσιν, καὶ σοφὸν εἶναί φημι τὸ αἴνιγμα· ἑπτὰ μὲν γὰρ λύχνοις, καιομένοις.

τε ἀεὶ καὶ φαίνουσιν ἐν τῇ ἁγίᾳ σκηνῇ, τὸν διὰ Χριστοῦ φωτισμὸν παρεικαστέον εὖ μάλα, διαρκῶς ἔχοντα πρὸς τὸ ἐλλάμπειν δύνασθαι καὶ ἀνακαίειν, ἤτοι ἀναμεστοῦν, τῶν πιστευόντων τὸν νοῦν.

Ἀριθμὸς γάρ πως ὁ εἰς ἑπτὰ τὴν τῆς τελειώσεως δήλωσιν ὑπεμφαίνει πανταχῆ. Ὡς ἔν γε τῷ φάναι τυχὸν, «Στεῖρα δὲ ἔτεκεν ἑπτὰ» τοῦτ᾽ ἔστι, πλεῖστά τε καὶ ὅσα ἐχρῆν εἶναι πρὸς αὐτάρκειαν. Ἀνακαίουσι δὲ τοὺς λύχνους Ἀαρών τε καὶ οἱ λοιποὶ, οἱ καὶ μετ᾽ αὐτὸν ἱερεῖς. Ἄσβεστος γὰρ ὥσπερ ὁ παρὰ Χριστοῦ φωτισμὸς ἐν Ἐκκλησίαις σώζεται ταῖς τῶν ἱερᾶσθαι κεκληρωκότων ἐπιεικείαις, οἳ ταῖς εἰς ὀρθότητα μυσταγωγίαις τὸν τῶν πιστευόντων καταλαμπρύνουσι νοῦν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ ἀνακαίεσθαι τοὺς λύχνους ἀπὸ ἑσπέρας ἕως πρωΐ. Σκοτίαν δὲ οἶμαι τὴν ἐκ διαβόλου πλάνησιν, καὶ νοητὴν ὥσπερ τινὰ νύκτα κατὰ νοῦν ἀνθρώποις συμβαίνουσαν, τὰ τῶν ἀνοσίων αἱρετικῶν ἀφεγγῆ τε καὶ ἀμυδρὰ μυθάρια.

Διηνεκὲς οὖν ἄρα καὶ ἀκατάληκτον τοῦ Σωτῆρος τὸ φῶς ὁρῷτο ἂν ἐν Ἐκκλησίαις, διερμηνευόντων ὀρθῶς τὰ θεῖά τε καὶ εὐαγγελικὰ κηρύγματα τῶν ἐν αὐταῖς διδασκάλων. Καθαρὸν δὲ τὸ ἔλαιον· τρυγὸς γὰρ ὥσπερ καὶ ῥύπου παντὸς ἀπήλλακται παντελῶς ὁ περί γε τῶν θείων δογμάτων ὀρθός τε καὶ ἀληθὴς καὶ ἀμιγὴς τοῦ χείρονος λόγος, ὃς ἀεὶ τοῦ Σωτῆρος ἐγείρει τὸν φωτισμὸν, οὐκ αὐτὸς οἴκοθέν τι προστιθεὶς εἰς λαμπρότητα τῷ Χριστῷ (κομιδῇ γὰρ εὔηθες τὸ ἀνθρώπου δεῖσθαι νομίζειν αὐτὸν), ἀλλ᾽ ὅτι φῶς τὸ ἀληθινὸν καὶ ἀπαύγασμα τοῦ Πατρὸς ὑπάρχων ὁ Χριστὸς, τοῖς εἰς ὀρθότητα τῶν διδασκάλων λόγοις, τοῦθ᾽ ὅπερ ἐστὶν ἀληθῶς, ταῖς τῶν πιστευόντων διανοίαις φαίνεται. ΠΑΛΛ. Καὶ διατί τὸ ἔλαιον ἐξ ἐλαιῶν εἶναί φησι; τοιγάρτοι λίαν ἀκριβὲς τοῦ λόγου, τάχα τι τῶν ἀναγκαίων ὠδίνει θεωρημάτων. ΚΥΡ. Ἄριστα διανοῇ, καὶ τόγε εἰς νοῦν ἧκον ἐρῶ.

Οὐκ ἐκ μόνων ἡμῖν ἐλαιῶν, ὦ Παλλάδιε, τὴν τοῦ ἐλαίου χρείαν ἐπιτηδεύειν ἔθος τοῖς ταῦτα σοφοῖς, ἀλλὰ καὶ ἐξ ἑτέρων ὅσων νόθων τε καὶ γεωδεστέρων σπερμάτων. Καὶ τὸ μὲν γνήσιον ἀληθῶς ἐξ ἐλαιῶν ἔσται τῶν δοκιμωτάτων, κίβδηλον δέ πως τὸ ὡς ἐκ μοχλείας καὶ τέχνης, καὶ οἱονεί πως οὐκ ἀληθὲς, τὸ ἐκ σπερμάτων τῶν γεωδεστέρων, φημί. Οὐκοῦν λόγῳ τε τῷ ἀκιβδήλῳ καὶ ἀληθεῖ, καὶ διὰ σοφίας τῆς ἄνωθεν τοῖς ἀξίοις χορηγουμένῳ, τὸ ἐξ ἐλαιῶν ἔλαιον εὖ μάλα παρεικαστέον. Τόγε μὴν ἐξ ἀνθρωπίνων ἐννοιῶν καὶ δαιμωνιώδους ἐμπνοίας ἐξευρημένον, τὸ ἐκ τῆς τινων τέχνης καὶ καπηλείας, καὶ νόθην ἔχον τὴν χρῆσιν.

Ἀχρεῖος δὲ καὶ ἀπόβλητος ὁ τοιόσδε λόγος, καὶ ἀσυντελὴς παντελῶς πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ. Τοιγάρτοι καὶ ἀπαράδεκτος ἐν Ἐκκλησίαις, οὔτε τὸ εὐῶδες ἔχων τοῦ ἁγίου Πνεύματος («Οὐδεὶς γὰρ λέγει, Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ»), οὔτε μὴν τὸ γνήσιον καὶ ἀθόλωτον τῆς ἀληθείας, καὶ εἰς χρησίμην τὴν ὄνησιν ἀναγκαῖον.

Ἐπιτήρει δὲ ὅτι παρὰ τῶν υἱῶν Ἰσραὴλ προσκομίζεσθαι δεῖν τὸ ἐξ ἐλαιῶν ἔλαιον ὁ νόμος φησίν. Ὡς γὰρ ἔφην φθάσας, καρπὸς ἔσται παρ᾽ ἡμῶν καὶ δωροφορία πνευματικὴ τῷ Θεῷ, λόγος ἀληθὴς, τὸν παρὰ Χριστοῦ φωτισμὸν οὐκ ἀφιεὶς ἀσθενεῖν ἐν τοῖς μυσταγωγουμένοις.

Ἔξωθεν δὲ τοῦ καταπετάσματος, ἥ τε τῶν λύχνων θέσις, καὶ μὴν καὶ ἡ καῦσις. Φῶς γὰρ ὑπάρχων κατὰ φύσιν ὁ Χριστὸς, οὐ δεῖται φωτὸς, ἀλλ᾽ ἡμῖν αὐτοῖς τοῖς ἔξω θεότητος, καθὸ γενητοῖς, τὸ ἴδιον ἐνίησι φῶς. Ὡς ἐσωτέρω δὲ τοῦ καταπετάσματος ἡ κιβωτὸς ἦν, εἰς ὑποτύπωσιν καὶ εἰκόνα κειμένη Χριστοῦ. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Εἶτά φησι· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν· Καὶ σὺ λάβε ἡδύσματα, ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους, καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου, διακοσίους πεντήκοντα, καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα, καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου, καὶ ἔλαιον ἐξ ἐλαιῶν ἔσται, καὶ ποιήσεις αὐτὸ ἔλαιον χρίσμα ἅγιον μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ. Ἔλαιον χρίσμα ἅγιον ἔσται. Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος, καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ πάντα αὐτοῦ τὰ σκεύη, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἁγιάσεις αὐτά· καὶ ἔσται Ἅγια τῶν ἀγίων. Πᾶς ὁ ἁπτόμενος αὐτῶν, ἁγιασθήσεται. Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι.

Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, λέγων· Ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν· ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως. Ἅγιόν ἐστι, καὶ ἁγίασμα ἔσται ὑμῖν. Ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ᾽ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.» Ποιότητος μὲν οὖνπερ, καὶ μὴν καὶ συνθήκης, ἀνισότητός τε αὖ, τῆς εἰς ὁλκὴν δὴ, λέγω, τῶν ὠνομασμένων εἰδῶν, οὐδὲν ἂν ἔχοιμι φράσαι· φίλη γὰρ ἡ ἀλήθεια τοῖς εὖ φρονεῖν εἰωθόσιν.

Ἔλαιον δὲ μύροις ἀνακραθὲν, κατασημήνειεν ἂν, ὥσπερ οὖν ἐγᾦμαι, τὸν ἐν Χριστῷ διὰ Πνεύματος ἁγιασμὸν τοῖς ἠλεημένοις χορηγούμενον. Κατά γε τὸ, «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.» Καταχρίεται δὲ ἡ σκηνὴ, καὶ πάντα τὰ ἐν αὐτῇ, μετάσχοι γὰρ ἂν ἁγιασμοῦ καὶ τόπος διὰ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ. Ἁγιάζεται δὲ καὶ τὰ σκεύη, κατά γε τὸν αὐτοῖς πρέποντα τρόπον, ὅτι ταῖς Θεοῦ λειτουργίαις χρήσιμα, καὶ ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται.

Ἀνέπαφα δὴ οὖν τοῖς ἔτι βεβήλοις τὰ ἅγιά τε καὶ ἱερά· «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» κατὰ τὸ γεγραμμένον. Ἀποφάσκει δὲ παντελῶς τὸ δεῖν ἑαυτοῖς τὴν ὁμοίαν ἐλαίου ποιεῖσθαι κατασκευήν.

Ἴδιον γὰρ μόνου τὸ ἁγιάζειν ἐστὶ τοῦ Θεοῦ, καὶ ὡς ἐξαίρετον ἀληθῶς ἀνακείσεται τὸ χρῆμα αὐτῷ, γενητῇ δὲ καὶ πεποιημένῃ φύσει τὸ ἁγιάζειν ἑτέρους δύνασθαι, πῶς ἂν ἔχοι ποτέ; Πλουτεῖ γὰρ μόλις ἐκ μετοχῆς τῆς ἄνωθεν τὸν ἁγιασμόν. Πρέποι δ᾽ ἂν αὐτῇ διὰ τῆς τῶν ἁγίων ἐπιβοᾶσθαι φωνῆς. «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Καὶ γὰρ Ἰωάννης φησὶ περὶ τοῦ Μονογενοῦς, ὅτι «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Καὶ, «Οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα,» πηγὴ δὲ μᾶλλον ὑπάρχων αὐτὸς ἁγιασμοῦ, ἐπιμετρεῖ τοῖς ἀξίοις τὸ Πνεῦμα, καὶ τὴν λογικὴν ἁγιάζει κτίσιν· «Ἐπὶ σάρκα δὲ ἀνθρώπου, φησὶν, οὐ χρισθήσεται,» καίτοι προστεταχὼς καταχρίεσθαι δεῖν ἀπ᾽ αὐτοῦ, τόν τε Ἀαρὼν καὶ τοὺς συνιερατεύοντας. Οὐκοῦν ὑπὲρ ἀνθρώπινον τὸ γένος ἤδη τὸ ἱερὸν, ἅτε δὴ καὶ Χριστοῦ μέτοχον τοῦ ὑπὲρ τὴν κτίσιν. Τοιγάρτοι καὶ πρὸς τὸ ὑπὲρ φύσιν ἡμᾶς ἀνακομίζων ἀξίωμα, καὶ οἱονεὶ τῶν ἐπιγείων ἀποτεμὼν, τοῖς ἄνω προσνέμει· «Πατέρα» γὰρ, φησὶ, «μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.» Ὄλεθρος δὲ ἡ δίκη τοῖς ἀπ᾽ αὐτοῦ παρέχουσιν ἀλλογενεῖ· «Μὴ δῶτε γὰρ,» φησὶ, «τὰ ἅγια τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.»

Τὸ γάρ τοι προσάγειν ἀτημελῶς τοῖς ἀπίστοις ἔτι τὰ κεκρυμμένα, καὶ τὰ μόνοις ἁγίοις πρέποντα, κινδύνου μεστόν· ἁγιάζεται γὰρ οὐ τὸ βέβηλον ἔτι καὶ νοσοῦν ἐκτόπως τὴν ἀκαθαρσίαν, ἀλλὰ τὸ ἤδη κεκαθαρμένον διὰ τοῦ ἁγίου βαπτίσματος. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Κατὰ τὸν ἴσον τουτονὶ τρόπον καὶ λόγον, τὴν τοῦ θυμιάματος ποιεῖσθαι κατασκευὴν διετύπου, λέγων· «Καὶ σὺ λάβε σεαυτῷ ἡδύσματα, στακτὴν καὶ ὄνυχα, καὶ χαλβάνην ἡδυσμοῦ, καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ ἐστὶν, καὶ ποιήσουσιν αὐτῷ θυμίαμα μυρεψικόν· ἔργον μυρεψοῦ μεμιγμένον, καθαρὸν, ἔργον ἅγιον. Καὶ συγκόψεις ἐκ τούτων λεπτῶς, καὶ θήσεις ἀπέναντι τοῦ μαρτυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. Ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν θυμίαμα. Κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιηθήσεται ὑμῖν ἑαυτοῖς. Ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ. Ὃς ἂν ποιήσῃ ὡσαύτως, ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.» Ὑποφαίνει δὲ πάλιν ἡμῖν ὁ ἐπὶ τῷδε λόγος, ὅτι τὰ ἰδικῶς ἐξαίρετα τῆς ἁπασῶν ἐπέκεινα φύσεως. Μέτεστι μὲν τῶν πεποιημένων οὐδενὶ οὐσιωδῶς, κοινὸν δὲ τῇ κτίσει παντελῶς οὐδὲν, πρὸς τὸν ποιητὴν καὶ δεσπότην, τόγε ἧκον εἰς ἀξίας λόγον καὶ γερῶν ὑπεροχήν. Μεμνησόμεθα δὲ καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ αὐτὸ δὲ τὸ σύνθετον καὶ λεπτὸν θυμίαμα Χριστὸν εἰρηκότες, καὶ αὐτὸν ἡμῖν τὸν Ἐμμανουὴλ δι᾽ ἀμφοῖν σημαίνεσθαι.

Οὐκοῦν εἰς Χριστὸν ἀναφερομένου τοῦ θυμιάματος (εὐῶδες γὰρ ἀσυγκρίτως), οὐ ποιήσομεν ἑαυτοῖς κατ᾽ αὐτὸ δὴ τὸ θυμίαμα.

Ἕτερον γὰρ ἐπ᾽ αὐτῷ παντελῶς οὐδένα παραδεξόμεθα, καθάπερ ἀμέλει καὶ οἱ τάλανες Ἰουδαῖοι, τὸν τῆς ἀνομίας υἱόν. Ἑαυτοῖς γὰρ οἱ τοιοίδε συνθέντες ἁλώσονται, καὶ κατ᾽ ἐκεῖνο δὴ τὸ εὐῶδες καὶ ἐξαίρετον ἀληθῶς θυμίαμα, τοῦ Θεοῦ καὶ Πατρὸς, τοῦ τὴν μὲν ὀσμὴν τῆς γνώσεως αὐτοῦ πεφανερωκότος ἡμῖν ἐν τῷ Υἱῷ, δι᾽ οὗ καὶ ἡμεῖς εὐωδιάζομεν, οὐχ ἑαυτοῖς συνθέντες τὸ θυμίαμα τὸ λεπτὸν, ἀλλ᾽ ὡς μέτοχοι τοῦ θυμιάματος, καὶ τῇ τοῦ Πνεύματος χάριτι κατακεχρισμένοι, καὶ διὰ τῆς ἐν Χριστῷ πολιτείας εὐδοκιμεῖν σπουδάζοντες. ΠΑΛΛ. Διὰ παντὸς οὖν, ὡς ἔοικεν, τοῦ γεγονότος ἐν, τῇ ἁγίᾳ σκηνῇ, τὸ τοῦ Σωτῆρος ἡμῖν διαμορφοῦται μυστήριον. ΚΥΡ. Καὶ πρός γε δὴ τούτῳ καταθαυμάσειας ἂν, εἰ μάθοις ὅτι καὶ αὐτοὶ τῆς ἁγίας σκηνῆς οἱ τεχνουργοὶ Χριστὸν διαπλάττουσιν, ὡς ἔν γε σφίσιν αὐτοῖς. ΠΑΛΛ. Τίνα φὴς τρόπον; ἐννοεῖν γὰρ οὐκ ἔχω. ΚΥΡ. Γέγραπται γὰρ αὖ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου υἱὸν, υἱοῦ Ὢρ τῆς φυλῆς Ἰούδα, καὶ ἐνέπλησα αὐτὸν Πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης. Καὶ ἐν παντὶ ἔργῳ διανοεῖσθαι τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ τὸν χαλκὸν, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον τὸ νηστὸν, καὶ τὴν βύσσον τὴν κεκλωσμένην, καὶ τὰ λιθουργικὰ, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα.

Καὶ ἐγὼ δέδωκα αὐτὸν, καὶ τὸν Ἐλιὰβ τοῦ Ἀχισαμὰ, ἐκ φυλῆς Δὰν, καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσιν πάντα ὅσα συνέταξα.» Ἄθρει δὴ οὖν ὅπως καθηγεῖται μὲν τῶν τεχνουργημάτων ὁ Βεσελεὴλ, Ἐλιὰβ δὲ ἐργάζεται. ΠΑΛΛ. Τί οὖν τοῦτό γε; ΚΥΡ. Πεύσῃ δὴ οὖν· Ἰούδας τε καὶ Δὰν, ἄμφω μὲν ἐξ Ἰακὼβ, ἀλλ᾽ ὁ μὲν ἐξ ἐλευθέρας τῆς Λείας, ὁ δὲ ἐκ θεραπαίνης τῆς Βάλης. Τύπος οὖν ἄρα καὶ ἐναργὴς ὁ Βεσελεὴλ τοῦ πεφηνότος ἡμῖν ἐκ φυλῆς Ἰούδα τὸ κατὰ σάρκα Χριστοῦ, καὶ ἐκ φύσεως ἀληθῶς τῆς ἐλευθέρας, δῆλον δὲ ὅτι τῆς θείας καὶ ὑπερτάτης.

Ἐμφήνειε δ᾽ ἂν εὖ μάλα καὶ Ἐλιὰβ τοὺς, ὡς ἐκ δούλης τῆς Ἰερουσαλὴμ, Χριστῷ συνεργασαμένους ἀποστόλους καὶ εὐαγγελιστάς· Θεοῦ γὰρ γεγόνασι συνεργοὶ τὰ εἰς σύστασιν τῶν ἁγίων Ἐκκλησιῶν μονονουχὶ πονοῦντι καὶ τεχνωμένῳ Συνεκόμιζον δὲ τὰ ἐξ οἰκείας σπουδῆς καὶ ἐπιεικείας εἰς τὰ τῆς σκηνῆς ἔργα πάντες οἱ συνετοὶ τῇ καρδίᾳ, τῶν κατὰ καιροὺς διδασκάλων ἀποπληροῦντες εἰκόνας, οἷς ἐν σπουδῇ καὶ φροντίδι τὸ ἐργάζεσθαι τὰ τοῦ Θεοῦ, καὶ ὅσαπερ ἂν τελοίη πρὸς ὄνησιν τῆς Ἐκκλησίας Χριστοῦ.