Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Δέκατος: Η ανέγερση της Σκηνής και οι πνευματικές θυσίες

Ο καθαγιασμός της Σκηνής, η διάταξη των ιερών σκευών και η χριστολογική αναγωγή του καταπετάσματος. Η ιεραρχική τάξη των φυλών, οι προσφορές των αρχόντων και η τυπολογική ερμηνεία των θυσιών των ζώων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 11 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ Περὶ τῶν αὐτῶν ἔτι, καὶ περὶ τῶν ἐν ἁγίᾳ σκηνῇ Ἀρά σοι σαφὴς, ὦ Παλλάδιε, καὶ ἀποχρῶν ὁ λόγος, ὃν ἐπὶ τῇ ἁγίᾳ σκηνῇ καὶ τῶν ἐν αὐτῇ πεποιήμεθα; ΠΑΛΛ. Σαφὴς μὲν εὖ μάλα, πλὴν ἀποχρῶν ἥκιστά γε. ΚΥΡ. Βούλει δὴ οὖν ἐπ᾽ ἐκεῖνο πάλιν προθυμότατα διαστείχωμεν, ὃ τοῖς ἐπ᾽ αὐτῇ διηγήμασιν ἐλλελοιπέναι δοκεῖ; οἴει γάρ που, κατὰ τὸ εἰκὸς, προσεπάγεσθαι δεῖν τὸν σαφηνιοῦντα λόγον, τίνα μὲν ἡμῖν ἐγήγερται τρόπον, πηνίκα δὲ καὶ ὅπως τὰ ἐν αὐτῇ συντέθειται δικαιώματά τε καὶ νόμοι, καὶ ἐγκαινισμὸς καὶ ἁγιασμὸς καὶ κρίσις. ΠΑΛΛ. Φράζε δὴ οὖν τὰ ἐφ᾽ ἑκάστῳ πάλιν· διανοῇ γὰρ ὀρθῶς. ΚΥΡ. Οὐκοῦν ἐρῶ μὲν ἐγώ. Σὺ δὲ αὖ συγγνώμων ἔσο, τὴν εἰσάπαν δυσχέρειαν τῶν θεωρημάτων ἐννενοηκὼς, κἂν εἴπου τι λέγοιμι τυχὸν τῶν ἀκριβείας ἡμαρτηκότων, καὶ λόγου τοῦ δέοντος ἐκπεφοιτηκότων, μετάπλαττε καὶ μεθάρμοζε. Συλλήπτορα γάρ σε καὶ ἀρωγὸν τῶν ἐμαυτοῦ ποιήσομαι λόγων. ΠΑΛΛ. Ἴθι Θεῷ πίσυνος. ΚΥΡ. Συμπεπερασμένων δὴ οὖν εὖ μάλα τῶν ἔργων τῆς ἁγίας σκηνῆς, καὶ μὴν καὶ ἑκάστου τῶν ἐν αὐτῇ σοφῶς καὶ εὐτέχνως ἐκπεποιημένων πρός γε τὸ παραδειχθὲν ἐν τῷ ὄρει κάλλος, ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων, «Ἐν ἡμέρᾳ μιᾷ μηνὸς τοῦ πρώτου, νεομηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου.»

Καὶ μεθ᾽ ἕτερα πάλιν· «Καὶ ἐγένετο, φησὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου νεομηνίας, ἐστάθη ἡ σκηνὴ, καὶ ἔστησε Μωσῆς τὴν σκηνήν.» Ἐγήγερται μὲν οὖν, κατὰ τὸ Θεῷ δοκοῦν, ἡ ἀρχαία σκηνὴ τῆς ἐν Χριστῷ νοουμένης Ἐκκλησίας, ἐφ᾽ ἑαυτῇ τοὺς τύπους εὖ μάλα προσαναφαίνουσα. Πολυπραγμονῶμεν δὲ, εἰ δοκεῖ, τὰς αἰτίας τοῦ διὰ Μωσέως ἐγηγέρθαι μᾶλλον αὐτὴν, σεσιγημένου πρὸς τὸ παρὸν Ἰησοῦ τοῦ Ναυῆ, καίτοι παρεστηκότος ἀεὶ τῷ παναρίστῳ Μωσῇ, καὶ συναναθρώσκοντος μὲν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, πολεμοῦντος δὲ καὶ ἀντεξάγοντος τῷ Ἀμαλὴκ διὰ φωνῆς Μωσέως. Ἔφη γάρ που πρὸς αὐτὸν, «Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον.» Καὶ παρετάξατο, καὶ νενίκηκε. Τίς οὖν ἄρα ἐστὶν ὁ τοῦδε λόγος, οὐ δοκιμάζειν ἄξιον; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν ἐφ᾽ ἑκάστῳ τῶν δρωμένων τὸν τοῦ μυστηρίου λόγον εἴπερ ἕλοιτό τις ἐξακριβοῦν ὡς ἔνι, κατατεθηπὼς ἐρεῖ τὸ, «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!» Ἄθρει γὰρ ὅπως λεπτός τε καὶ ἀναγκαῖος ὁ ἐφ᾽ ἑκάστῳ νοῦς· ἀναθέοντι μὲν γὰρ εἰς τὸ ὄρος τῷ θεσπεσίῳ Μωσῇ, συνάνεισιν Ἰησοῦς· οὐ γὰρ προσιτὸς ἑτέρως ὁ Πατὴρ, εἰ μὴ δι᾽ Υἱοῦ.

Καὶ γάρ ἐστιν ἀληθὲς, εἰ λέγοιτο· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.» Ἐν Χριστῷ τοιγαροῦν καὶ αὐτοῖς τοῖς ἁγίοις ἡ πρόσοδος· καὶ οὐκ ἄν τις δύναιτο, καθάπερ εἰς ὄρος, ἀναπηδᾷν εἰς ὑψηλήν τινα καὶ ὑπερφερῆ θεωρίαν, ἀλλ᾽ οὐδ᾽ ἂν, οἶμαι, τὶς ἀγχοῦ γένοιτο Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι συναφείας, τῆς ἐν πνεύματι καὶ ἁγιασμῷ πολιτείας, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Ἐμμανουὴλ, καὶ τὰ ἀνθρώποις ἀνέφικτα βάσιμα τιθέντος καὶ ἱππήλατα.

Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς Ἡσαΐου εἰρημένον, «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ πάντα τὰ σκολιὰ ἔσται εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας.» Ἐν Χριστῷ γὰρ ἡμῖν καὶ τὰ ἀνάντη λεῖα, καὶ βάσιμον τὸ τραχύ· ψιλὰ δὲ καὶ ὕπτια, τὰ δυσπόρευτα.

Καὶ γὰρ, ὡς αὐτός που πάλιν φησὶν ὁ προφήτης, «Ὁδὸς εὐσεβῶν. εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Οὐκοῦν ἀναγκαίως συνάνεισιν Ἰησοῦς τῷ θεσπεσίῳ Μωσῇ. Προσιτὸς γὰρ, ὡς ἔφην, ὁ Πατὴρ δι᾽ Υἱοῦ, καὶ αὐτός ἐστιν ὁ μεσίτης, συνάπτων ἡμᾶς δι᾽ ἑαυτοῦ, καὶ ἐν τοῖς ὑπὲρ φύσιν ὑψώμασιν ἀνακομίζων. Παρετέτακτο δὲ σὺν ἀπολέκτοις ἀνδράσι, καὶ ἐνίκα τὸν Ἀμαλήκ. Ἐπιλεξάμενος γὰρ τοὺς ἁγίους ὁ Χριστὸς, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, νενίκηκε τὸν ἀρχηγὸν τοῦ αἰῶνος τούτου· Μωσῆς δὲ ὁ κελεύων ἦν· γέγονε γὰρ ὑπὸ νόμον ὁ Υἱὸς, καίτοι νομοθέτης ὑπάρχων ὡς Θεός. Καὶ τῆς παρατάξεως ὁ καιρὸς οὐ κατ᾽ αὐτὴν ἐκείνην ἐπράττετο τὴν ἡμέραν, καθ᾽ ἢν οἱ Μωσέως γεγόνασι λόγοι, ἀλλ᾽ εἰς τὴν αὔριον, τοῦτ᾽ ἔστιν, εἰς ὑπέρθεσιν ἑτέρου καιροῦ. Προηγόρευσε γὰρ ὁ νόμος τὰ ἐσόμενα, καὶ τῶν τοῦ Σωτῆρος κατορθωμάτων λαμπρὰν ἔχει τὴν ἀφήγησιν, εἰ νοοῖτο πνευματικῶς. Ταύτῃτοι, καθάπερ ἐγᾦμαι, καὶ τὴν ἁγίαν σκηνὴν ἀνέστησεν ὁ Μωσῆς. Ἔστι γὰρ οὐκ ἀσυντελὴς ἡ διὰ νόμου παίδευσις εἰς τὴν τῆς Ἐκκλησίας σύστασιν. Παιδαγωγεῖ γὰρ εἰς Χριστὸν, ὅς ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας, καὶ ἡ πᾶσα σύστασις, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας, κατὰ τὸ γεγραμμένον. Καὶ γοῦν Ἰουδαίοις προσπεφώνηκεν ὁ Χριστός· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν καὶ ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.»

Οἰκοδομεῖ τοιγαροῦν καὶ ὁ Μωσῆς, τοῦτ᾽ ἔστιν, ἡ διὰ νόμου παίδευσις, τὴν Ἐκκλησίαν Χριστοῦ, τὸ ἐπ᾽ αὐτῇ μυστήριον ὡς ἐν σκιαῖς ἔτι προαναφαίνουσα.

Πρόσωπον δὲ τὸ Μωσέως ἔσθ᾽ ὅτε τὸν δι᾽ αὐτοῦ παρίστησι νόμον, κατά γε τὸ ἐν εὐαγγελικαῖς παραβολαῖς ὀρθῶς εἰρημένον, «Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας.» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Τί δ᾽ ἂν βούλοιτο κατασημῆναι πάλιν τὸ, ἐν ἡμέρᾳ χρῆναι μιᾷ, καὶ μὴν καὶ τὸ, νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου, καὶ τὸ, ἐν δευτέρῳ ἔτει τὴν ἁγίαν διαπήγνυσθαι σκηνὴν, φέρε δὴ λέγωμεν ἰχνηλατοῦντες τὸ ἀληθὲς, καὶ τὸ ὡς ἄριστα ἔχειν τοῖς ἐντευξομένοις δοκοῦν. Ἡμέρα μὲν γὰρ ἡ μία τὸν πολύευκτον ἡμῖν καὶ σωτήριον ὑποφαίνει καιρὸν, καθ᾽ ὃν ἄνθρωπος γεγονὼς ὁ Μονογενὴς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς κατεκτήσατο τοὺς ἐπὶ τῆς γῆς τῷ Θεῷ καὶ Πατρί. Εἷς δὲ δὴ πάντων ὁ τοῦδε καιρός· ἅπαξ γὰρ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτῷ οὐκέτι κυριεύσει, κατὰ τὰς Γραφάς· οὐ γὰρ ἔτι προσδοκήσομεν ὑπέρ τε ἡμῶν αὐτῶν καὶ τῶν ἐν ᾅδου πνευμάτων τεθνήξεσθαι τὸν Υἱὸν, ἀλλ᾽ οὐδὲ ἀπαρχὴν ἔσεσθαι τῶν κεκοιμημένων δευτέραν. Οὐ γὰρ ἐσομένου θανάτου, πῶς ἂν γένοιτο καὶ ἀνάστασις;

Ἔστι τοίνυν οὐ ψευδοεπῆσαι λέγοντας, ὡς εἷς ὁ τοῦδε καιρὸς, καθάπερ ἔφην ἀρτίως, καὶ ἡμέρα μία, ἧς καὶ ὁ προφήτης ἐμνήσθη λέγων ὡς ἐκ προσώπου Θεοῦ, «Καιρῷ δεκτῷ ἐπηκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας,» καθ᾽ ἣν ἐκ νεκρῶν ἀνεβίω Χριστὸς, τὸ ἀμειδὲς τοῦ θανάτου καταλύσας κράτος, ὅτε καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας οἰκοδόμους ὥσπερ τινὰς καὶ τεχνίτας πνευματικοὺς τοὺς ἁγίους ἀποστόλους καθίστη, λέγων, «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἢ γὰρ οὐχὶ τοῦτο εἶναι φὴς τῆς Ἐκκλησίας τὴν σύστασιν; ΠΑΛΛ. Τὸ τί δὴ φής; ΚΥΡ. Τὴν διὰ τῶν ἁγίων μυσταγωγῶν παραδοθεῖσαν πίστιν, καὶ κεκηρυγμένην πολιτείαν, φημὶ δὴ τὴν ἐν Χριστῷ, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πρὸς Θεὸν ἕνωσιν, διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος.

Οὕτω γὰρ ἡμῖν προσεφώνει λέγων ὁ Παῦλος, «Καὶ ὑμεῖς ὡς λίθοι ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Πάλαι μὲν γὰρ ὡς ἐν διαφόροις σκεύεσιν ἐν τῇ ἁγίᾳ σκηνῇ προεμορφοῦτο Χριστὸς, ὡς χρυσοῦν θυμιατήριον, ὡς κιβωτὸς, ὡς λυχνία, καὶ μὴν καὶ ὡς τράπεζα, καὶ τὰ ἐν αὐτῇ· ἕκαστος δὲ, οἶμαι, τῶν πεπιστευκότων, κατά γε τὸν ἐνεστηκότα καιρὸν, οἶκος καὶ ναὸς χρηματίζει Θεοῦ, Χριστὸν ἔχων ἐνηυλισμένον.

Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καθὰ γέγραπται, εἷς μὲν καὶ ὁ αὐτὸς κατὰ φύσιν ὑπάρχων, εἰ καὶ νοοῖτο μετὰ σαρκός. «Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα,» τοῖς δὲ τῆς θεότητος διαφόροις ἰδιώμασιν τὸ οἱονεὶ πολυειδὲς ἔχων ἐφ᾽ ἑαυτῷ, καὶ διαφόρως νοούμενος. Ἔστι γὰρ ἐν ἡμῖν ὡς Λόγος Θεοῦ, καὶ σοφία, καὶ φῶς, καὶ ζωὴ, καὶ ἄρτος ὁ ζῶν καὶ ἐξ οὐρανοῦ. ΠΑΛΛ. Συνῆκα ὃ φής. ΚΥΡ. Οὐκοῦν ὁ τῆς ἐνανθρωπήσεως καιρὸς ἡμῖν, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἡ τριπόθητος ἡμέρα, προανετυποῦτο πάλαι διὰ τὸ φάναι Θεὸν, Ἐν ἡμέρᾳ μιᾷ στήσεις τὴν σκηνήν. Τὸ δὲ, Καὶ ἐν νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου, χρησίμως τε καὶ ἀναγκαίως προσενηνεγμένον κατίδοι τις ἂν, ὦ Παλλάδιε.

Ὥσπερ γὰρ ἀρχὴ μηνὸς, ἡμερῶν ἡ ἐν αὐτῷ πρώτη, τοῦτ᾽ ἔστιν, ἡ νουμηνία· οὕτως καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου, καὶ προεισβολὴ καινότητος χρόνων, ὁ τῆς ἐπιδημίας καιρός. «Καινὴ γὰρ κτίσις ἐν Χριστῷ· τὰ ἀρχαῖα παρῆλθεν.» Ἀναλάμπει δὲ ὥσπερ ἡμῖν ὁ μετὰ τοῦτον αἰὼν, νῦν μὲν ὡς ἐν ἐλπίσιν ἔτι βλεπόμενος, τότε δὲ καὶ παρεσόμενος ἀληθῶς, ὅταν ἡμῖν ὁ Χριστὸς ἐπιλάμψῃ πάλιν μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς, τοὺς ἐν καινότητι ζωῆς περιπατεῖν ἑλομένους, καὶ τὸ ἐκπρεπέστατον κάλλος τῆς εὐαγγελικῆς πολιτείας ἐν ὑπομονῇ πλουτήσαντας, παραληψόμενος μεθ᾽ ἑαυτοῦ, καὶ εἰς τὴν πάλαι προσδοκωμένην δόξαν καὶ βασιλείαν εἰσκομιῶν. Ὅτι δὲ καινὴ κτίσις καὶ οἱονεὶ καιρῶν καὶ πραγμάτων βλάστη νέα τῶν ἐν Χριστῷ, καταδείξειεν ἂν εὖ μάλα τὸ αἴνιγμα τοῦ πρώτου μηνὸς, καθ᾽ ὃν πόαι μὲν καὶ ἁπαλαὶ καὶ ἀρτιφανεῖς ἐν γῇ, φυτῶν δὲ ἀναθήλησις, καὶ τῶν ἐν λειμῶσιν ἀνθέων τὸ πολυειδὲς ἐμφαίνεται κάλλος, ἐαρινῆς γελώσης εὐωδίας· οἱονεὶ γάρ πως ἐν τοιῷδε καιρῷ κέκληκεν ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, οὕτω λέγων, «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν ἀπῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἐν αὐτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθασεν.»

Ἀνεθάλη γὰρ ἡ ἀνθρώπου φύσις αὖ, ὥσπερ τι φυτὸν, καταμαρανθεῖσα θανάτῳ, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν κατὰ πάντων ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἀκούω δὲ λέγοντος τοῦ Χριστοῦ καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν, «Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων.» Ὅπερ γὰρ ἐν ὄρεσι καὶ δρυμοῖς τὸ ἔαρ ἐργάζεται, βλάστῃ νέᾳ στεφανοῦν τὰ φυτὰ, τοῦτο καὶ ἐφ᾽ ἡμῶν ἡ τοῦ Σωτῆρος ἡμῶν ἀποπεπλήρωκε παρουσία, γενομένη κατὰ καιροὺς, ὡς ἐν ἔτει δευτέρῳ, καὶ οὐκ ἔν γε τῷ πρώτῳ καιρῷ, καθ᾽ ὃν ἦν ὁ νόμος, καὶ τῶν προφητῶν ὁ χορὸς, καὶ καθ᾽ ὃν ἐκράτει θάνατος. Βεβασίλευκε γὰρ ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως. Οὐκοῦν ὡς ἐν δευτέρῳ ἔτει, τοῦτ᾽ ἔστιν, ὡς ἐν χρόνῳ τῷ μετὰ τὸν πρῶτον, καθ᾽ ὃν ἦν ὁ νόμος, ἡ ἐξ ἐθνῶν ἀνέλαμψεν Ἐκκλησία, Χριστὸν ἔναυλον ἔχουσα, τὸ τῶν προφητῶν καὶ τοῦ νόμου τέλος. Ἆρά σοι δοκεῖ πρὸς τὸ εὐθύ τε καὶ ἀληθὲς διᾴττειν ἡμῶν ὁ λόγος; ΠΑΛΛ. Παντάπασι μὲν οὖν. ΚΥΡ. Οἶμαι δὲ ἔγωγε τὴν ἀληθεστέραν ἡμῖν προκατηγγέλθαι σκηνὴν διὰ φωνῆς Ἡσαΐου, λέγοντος ὡς πρὸς ἕκαστον τῶν ἐν πίστει κεκλημένων εἰς δικαιοσύνην, «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλεις πλουσίας, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς· οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν εἰς τὸν αἰῶνα χρόνον.»

Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, ἧς καὶ ὁ θεσπέσιος Δαβὶδ ἐπεμνήσθη λέγων, «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Πλουσία γὰρ αὕτη, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαϊσμένη, καὶ ἄῤῥηκτον ἔχουσα τὴν ἐν βεβαίῳ στάσιν, ἵδρυσίν τε καὶ διαμονήν. «Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,» κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ΠΑΛΛ. Ὀρθότατα καὶ εἰκότα διανοῇ. ΚΥΡ. Ἐγηγερμένης δὲ τῆς σκηνῆς, ὅτι προσῆκεν ἐν κόσμῳ κεῖσθαι τὰ ἐν αὐτῇ, καὶ μὴ χύδην καὶ ἀτημελῶς, διδάσκει λέγων ὁ πάντων δεσπότης Θεός· «Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι. Καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς.

Καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ. Καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

Καὶ περιθήσεις τὴν σκηνὴν, καὶ πάντα τὰ αὐτῆς περιθήσεις κύκλῳ.» Ἀλλ᾽ ἔνεστι μὲν ἐν τούτοις εἰσκεκομισμένα ἰδεῖν ἐν τῇ ἁγίᾳ σκηνῇ τὰ σκεύη τὰ ἱερά· οὐ μὴν ἔτι καὶ σαφῶς τὸν ἑκάστῳ πρέποντά τε καὶ ἐκνεμηθέντα τόπον. Βούλει δὴ οὖν τῶν ἐπὶ τῇ σκηνῇ προσταγμάτων λεπτήν τε καὶ ἀκριβῆ τῶν τοιῶνδε τὴν γνῶσιν ἐρανιζώμεθα; ΠΑΛΛ. Ὡς ἥδιστά γε. ΚΥΡ. Ἔφη τοίνυν πρὸς τὸν ἱερὸν Μωσέα Θεός· «Καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης· ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ Χερουβίμ. Καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ τεσσάρων στύλων ἀσήπτων κεχρυσωμένων χρυσίῳ. Καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. Καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων, καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου. Καὶ διοριεῖ τὸ καταπέτασμα ὑμῖν ἀναμέσον τοῦ Ἁγίου, καὶ ἀναμέσον τοῦ Ἁγίου τῶν ἁγίων. Κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν τοῦ μαρτυρίου ἐν τῷ Ἁγίῳ τῶν ἁγίων. Καὶ ἐπιθήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος, καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βοῤῥᾶν. Καὶ ποιήσεις ἐπίσπαστρον τῇ θύρᾳ τῆς σκηνῆς ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης, ἔργον ποικιλτοῦ.

Καὶ ποιήσεις τῷ καταπετάσματι πέντε στύλους, καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ χωνεύσεις αὐτοῖς πέντε βάσεις χαλκᾶς.» Καὶ ταυτὶ μὲν περὶ τούτων. Περὶ δέ γε τοῦ λουτῆρος ὧδέ πή φησι· «Ποίησον λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν ὥστε νίπτεσθαι, καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου.» Ἆρά σοι σαφὴς ὁ ἐφ᾽ ἑκάστῳ λόγος; ΠΑΛΛ. Οὐ μὲν οὖν· διηπόρηκα γὰρ, ἴσθι· καὶ τί τὸ χρῆμα, εἰπεῖν οὐκ ἔχω. ΚΥΡ. Οὐκοῦν ἐφ᾽ ἑκάστῳ τῶν προκειμένων ῥητῶν, εἰς θεωρίαν τὴν ἐπ᾽ αὐτοῖς τὸ τελοῦν ἁρπάσας, σαφῆ καὶ εὐκρινεστάτην, ὡς ἂν οἷός τε ὦ, ποιήσομαι τὴν ἀφήγησιν. Ἐγήγερται μὲν γὰρ, ὦ Παλλάδιε, κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, ὡς ἐν θέσει τε καὶ ἐν εἴδει διπλῷ. Καὶ μία μὲν ἦν ἡ ἐσωτάτη· ὄνομα δὲ αὐτῇ, τὰ Ἅγια τῶν ἁγίων. Προεισβολὴ δὲ ὥσπερ τις καὶ περὶ αὐτὴν ἡ πρώτη, τὰ ἐπίκλην Ἅγια. Καὶ εἰς μὲν τὴν ἐσωτάτω σκηνὴν, ἡ κιβωτὸς ἀπετέθειτο, ἐπὶ τεσσάρων στύλων χρυσῶν ἔχουσα περιπέτασμα πεποιημένον ἐντέχνως ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης.

Εἰρηκότες δὲ ἤδη, καὶ, καθάπερ ἐγᾦμαι, διαρκῶς τὰ ἐπί τε τῇ βύσσῳ καὶ τῇ πορφύρᾳ, καὶ τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ μέν τοι καὶ ὑακίνθῳ, παρωσόμεθα μὲν τὸ ταυτοεπές· ἐκεῖνό γε μὴν ἐροῦμεν εἰς τὸ παρόν· Τὸ καταπέτασμα τὸ ἐπὶ τεσσάρων στύλων χρυσῶν, ὧν αἱ βάσεις ἀργυραῖ, τὸ Χριστοῦ μυστήριον ὑπεδήλου τότε. Τί γάρ; οὐχὶ καταπέτασμα τὸ σῶμα Χριστοῦ καὶ σοφὸς ἡμῖν ὠνόμασε Παῦλος, οὕτω λέγων, «Ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ;» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἄθρει δὴ οὖν ὡς ἐν σκιαῖς καὶ αἰνίγμασιν, ὅτι Θεὸς ὢν καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν ὁ Λόγος, ὡς ἐν χρυσῇ καὶ ἀσήπτῳ γέγονε κιβωτῷ, τῷ ἐκ Παρθένου ναῷ· ἄσηπτον γὰρ καὶ τίμιον τὸ σῶμα Χριστοῦ· μονονουχὶ δὲ καὶ ἐκρύπτετο καθάπερ ἐν τάξει καταπετάσματος, τὴν σάρκα λαβών· κρύπτεσθαι δέ φαμεν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ ὡς ἐν βραχεῖ περιορισθέντα σώματι· πανταχῆ γὰρ καὶ ἐν πᾶσιν ὁ Υἱός· ἀλλὰ τῷ λανθάνειν οἰκονομικῶς, καὶ τὸν τῆς ἀναδείξεως ὑπομένειν καιρόν. Ἀναδείξεως δὲ τῆς εἰς ἅπαντας ὁ καιρὸς, ἡ ἐκ νεκρῶν ἀναβίωσις. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ, τοῖς ἁγίοις ἐπέταττε μαθηταῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιῶσι. Γέγραπται γὰρ ὡδί.

Μετὰ δέ γε τὸ ἀναβιῶναι παθόντα τὸν θάνατον, «Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐκοῦν ἐπεκρέματο μὲν τοῖς στύλοις τὸ καταπέτασμα, κατακαλύπτον ἔσω τὴν κιβωτὸν, τύπος δ᾽ ἂν εἴη Χριστοῦ, τοῖς τῶν ἁγίων εὐαγγελιστῶν κηρύγμασιν αἰρομένου τε ὑψοῦ, καὶ ἐν δόξῃ θεότητος ὁρωμένου τοῖς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστι, τῇ Ἐκκλησίᾳ. Τέσσαρες δὲ οἱ στύλοι, χρυσοῖ καὶ περιάργυροι· ἰσάριθμοι δὲ αὐτοῖς οἱ εὐαγγελισταὶ, λαμπροί τε καὶ τίμιοι. Οὐκοῦν ἔκειτο μὲν ἡ κιβωτὸς, ἄνωθεν δὲ κάτω διῆκον τὸ καταπέτασμα, τὸ ἐκ βύσσου καὶ πορφύρας καὶ τῶν ἄλλων, οὐχ ὁρατὴν ἐτίθει. Ἄνωθεν δὲ τοῦ καταπετάσματος καὶ τῶν εἰς δεξιά τε καὶ εὐώνυμα Χερουβὶμ, ἐχρημάτιζε Θεὸς, δεικνὺς ὅτι καὶ ὑπὲρ πᾶσαν κτίσιν ἐστί· καὶ αὐτὰ δὲ πάντα τὰ τῶν λογικῶν ἀνωτάτω, τουτέστι τὰ Σεραφὶμ, τὴν θείαν τε καὶ ἄῤῥητον ὑποκάθηται δόξαν, καὶ αὐτὸν δορυφοροῦντα τὸν Υἱὸν, εἰ καὶ γέγονε σὰρξ, καὶ ὡς ἐν ὑφέσει τυχὸν τῆς πρὸς τὸν Πατέρα ἰσότητος, καθὸ πέφυκεν ἄνθρωπος. Τοιγάρτοι καὶ ἔφασκεν αὐτός· «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἶσος δὲ ὢν κατὰ φύσιν τῷ γεγεννηκότι, τὸ ἐν μείοσι γενέσθαι φησὶ διὰ μόνον τὸ ἀνθρώπινον.

Διὰ τοῦτο καὶ ἐν τῇ ἁγίᾳ σκηνῇ, κύκλῳ μὲν τοῦ καταπετάσματος, τὰ Χερουβὶμ, καὶ αὐτὰ ὡς Θεὸν δορυφοροῦντα τὸν Υἱόν. Καὶ μὴν καὶ αὐτοῦ τοῦ καταπετάσματος ἄνωθεν, ὃ ἦν εἰς τύπον Χριστοῦ, νοεῖται Θεός. «Καὶ γνωσθήσομαι» γὰρ, φησὶν, «ἐκεῖθεν, καὶ λαλήσω σοι.» Ἐπέκεινα γὰρ πάσης κτίσεως ὁ Πατὴρ, καὶ αὐτοῦ τοῦ Ἐμμανουὴλ, οὐ καθ᾽ ὃ νοεῖται καὶ ἔστι Θεός· ἶσος γάρ ἐστι κατὰ πάντα Θεῷ· ἀλλ᾽ ὅσον ἧκεν εἰς δούλου μορφὴν, καὶ εἰς ἀνθρωπότητος μέτρον. ΠΑΛΛ. Ὡς λεπτὸς ὁ λόγος καὶ βαθύς. ΚΥΡ. Ἔρχεται δὲ ὅμως οὐκ ἀπὸ σκοποῦ. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Ἐχούσης δὲ ὧδε τῆς κιβωτοῦ, «Καὶ θήσεις, φησὶ, τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ.» Καὶ Χριστὸς μὲν ὅτι τὸ θυσιαστήριόν ἐστι τὸ χρυσοῦν, διαρκῶς ἡμῖν εἰρῆσθαι δοκῶ. Τέθειταί γε μὴν ἀπέναντι τῆς κιβωτοῦ, ἐφ᾽ ᾗ τὸ καταπέτασμα, καὶ κύκλῳ τὰ Σεραφὶμ, καὶ ἀνωτέρω Θεὸς, οἱονεὶ δεχόμενος τὴν ἀπαράβλητον εὐωδίαν τοῦ Ἐμμανουήλ. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καθὰ γέγραπται· τοιγάρτοι καὶ ἔφασκεν αὐτὸς, «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν.» Δεκτοὶ δὲ τῷ Θεῷ καὶ ἡμεῖς αὐτοὶ, τὸ Χριστοῦ μύρον εὐωδιάζοντες. Πιστώσεται δὲ καὶ ὁ Παῦλος γράφων· «Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμᾶς, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ.

Ἐννοῶμεν δὴ οὖν ἀκριβῶς, τοῖς γεγραμμένοις ἐνιέντες τὸν ὀφθαλμὸν, ἱδρύσθαι μὲν τὴν κιβωτὸν ἐν τῷ πρὸς λίβα καὶ δυσμὰς κλίτει τῆς ἁγίας σκηνῆς· ἀπέναντι δὲ αὐτῆς τὸ χρυσοῦν θυσιαστήριον, ἐν τῷ πρὸς ἀκτῖνα τόπῳ. Ἠὼς γὰρ καὶ δύσις μεμέστωται τοῦ Χριστοῦ, βοῤῥᾶς τε καὶ νότος. Καὶ γοῦν τόπος μὲν τῇ λυχνίᾳ, τὰ νότια τῆς σκηνῆς. τῇ δὲ τραπέζῃ, τὰ πρὸς βοῤῥᾶν. Καὶ ὅτι δι᾽ ἀμφοῖν ὁ Χριστὸς σημαίνεται, πολὺς ἡμῖν ἤδη προαπέδειξε λόγος· ὅτι μὲν γὰρ φῶς ὁ Χριστὸς, ἡ λυχνία δηλοῖ· ὅτι δὲ ζωὴ καὶ ἄρτος ὁ ζῶν, ἡ τράπεζα μὲν καὶ τὰ ἐν αὐτῇ. Πλὴν ἐκεῖνο διανοοῦ, καὶ ἄθρει τὸ μυστήριον· Νοτιωτάτη μὲν γὰρ τῶν Ἰουδαίων ἡ χώρα, βορειοτέρα δὲ πάλιν ἡ τῶν ἐθνῶν. Οὐκοῦν ἀπό γε τῆς θέσεως τῆς ἀμφοῖν, τῆς τε λυχνίας καὶ τῆς τραπέζης, φημὶ, περιέσται δήπου τοῖς ἐθέλουσιν εὖ μάλα νοεῖν, ὅτι τοῖς μὲν Ἰουδαίοις φῶς ἐπέλαμψεν ὁ Χριστὸς, καὶ παρ᾽ αὐτοῖς ἐκήρυττεν, «Ἐγώ εἰμι τὸ φῶς.» Ἀπέσταλται γὰρ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ, «Αὐτῶν εἰσιν αἱ ἐπαγγελίαι,» κατὰ τὰς Γραφάς. Ἐπεὶ δὲ οὐ προσήκαντο τῆς ἀληθείας τὸ φῶς, γέγονε τοῖς ἔθνεσιν ζωὴ καὶ ἄρτος ἐξ οὐρανοῦ· καὶ οὐ δίχα φωτὸς τὰ ἔθνη· καὶ τοῦτο δ᾽ ἂν μάθοις, διήκοντος τοῦ φωτὸς τῆς λυχνίας καὶ εἰς τὰ βόρεια τῆς σκηνῆς.

Στενοτάτης δὲ οὔσης τῆς σκηνῆς τῆς ἁγίας, τὸ ἀπεικὸς οὐδὲν, μονονουχὶ καὶ παρατεθεῖσθαι δοκεῖν τῇ τραπέζῃ τὴν λυχνίαν, κἂν εἰ τὸν νότιον ἔχῃ τόπον. Ἐμφανίζει δὲ ἡμῖν καὶ ἑτέρως ὁ τύπος, ὡς θείου φωτὸς ἐκλάμποντος γένοιτ᾽ ἂν τοῖς ἀξίοις τὸ μεταλαχεῖν δύνασθαι τοῦ Χριστοῦ, ὡς ἄρτου ζῶντος καὶ ἀληθινοῦ. Σύσσωμα δὲ καὶ συμμέτοχα γέγονε τὰ ἔθνη Χριστοῦ. Γράφει δὲ πάλιν ὁ θεσπέσιος Παῦλος· Σύσσωμα δὲ καὶ συμμέτοχα γέγονε τὰ ἔθνη φωτὸς, δηλονότι τοῦ νοητοῦ, προσαναπιμπλάμενα «διαυγαζούσης ἡμέρας, καὶ Φωσφόρου κατὰ νοῦν ἀνατέλλοντος,» ἔφη γάρ τις τῶν τοῦ Σωτῆρος μαθητῶν. Ἐχόντων δὲ ὧδε θέσεώς τε καὶ κατασκευῆς τῶν ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, ἐπίσπαστρον, ἤτοι καταπέτασμα, γενέσθαι προστέταχεν ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης· τοῦτο δὲ ταῖς σκηνῆς εἰσβολαῖς περιτείνεσθαι δεῖν ἔφασκεν ἀναγκαίως, πέντε χρυσοῖς ἐπαιωρούμενον στύλοις, ὧν αἱ βάσεις χαλκαῖ. Καὶ ἐπίσπαστρον μὲν ὀνομάζει, τῆς θύρας τὸ περιτάνυσμα, διὰ τὸ, οἶμαι, λεπτοῖς κρίκοις ἀνόπιν ἕλκεσθαι δικνουμένης τῆς εἰσβολῆς· ἀντεπισπᾶσθαι δὲ αὖ καὶ κατευρύνεσθαι τῶν θυρῶν, κρύπτειν τὰ Ἅγια.

Πέντε δὲ οἱ στύλοι, χρυσοῖ καὶ περίχαλκοι, τοὺς ὡς πέμπτῳ καιρῷ, καθ᾽ ὃν ἡ Χριστοῦ γέγονε παρουσία, προανατυποῦντες διδασκάλους καὶ τῶν Ἐκκλησιῶν ἡγουμένους· οἳ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, τίμιοι μὲν ὡς χρυσός εἰσιν, εὐηχεῖς δὲ οὕτως ὡς χαλκός. «Εἰς πᾶσαν γὰρ δὴ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·» οἳ καὶ διὰ τῆς ἐντέχνου καὶ θεοπνεύστου μυσταγωγίας τοῖς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχειν ἐθέλουσιν ἀνευρύνουσιν ὥσπερ τὰς εἰσβολάς.

Τὰ μὲν οὖν Ἅγια τῶν ἁγίων, τοῦτ᾽ ἔστιν, ἡ ἐσωτέρα σκηνὴ κατεκαλύπτετο τῷ καταπετάσματι.

Παρερήρειστο δὲ εὐθὺς καὶ συνήρμοστο τῇ δευτέρᾳ καὶ ἡ πρώτη σκηνὴ, τὸ θυσιαστήριον ἔχουσα τῶν καρπωμάτων, ἐν ᾧ πᾶσα ἡ δι᾽ αἱμάτων ἐτελεῖτο προσαγωγὴ, πόπανά τε καὶ οἱ λιβανωτοὶ, καὶ πᾶσα θυσία καὶ σπονδὴ, καὶ πρός γε τῷ θυσιαστηρίῳ καὶ τὸν λουτῆρα τὸν χαλκοῦν. Τόπος δὲ αὖ τῷ μὲν θυσιαστηρίῳ παρὰ τὰς θύρας τῆς σκηνῆς, δῆλον δὲ ὅτι τῆς ἐξωτέρας· τῷ δέ γε λουτῆρι, τὸ μεσαίτατον τῆς σκηνῆς. ΠΑΛΛ. Καὶ τίς ἂν νοοῖτο πάλιν ἡ ἐπιτήρησις; ΚΥΡ. Ἀκριβὲς, ὦ Παλλάδιε, τὸ Γράμμα τὸ ἱερὸν, καὶ εἰκαῖον ἐν αὐτῷ παντελῶς οὐδέν. Θέα γὰρ ὅπως ἡμῖν τὸ αἴνιγμα παιδαγωγοῦντα δέδειχεν ἐπὶ Χριστὸν τὸν νόμον. Τέθειται γὰρ παρ᾽ αὐταῖς ταῖς εἰσόδοις ταῖς εἰς τὰ Ἅγια τῶν ἁγίων τῆς κατὰ νόμον λατρείας τὸ θυσιαστήριον. Ἀποφέρει γὰρ ὁ νόμος μόλις ἡμᾶς εἰς ἀρχὰς τῶν τοῦ Χριστοῦ μυστηρίων, καὶ οἱονεί πως παρὰ τὰς πρώτας εἰσβολὰς τῆς ἐπ᾽ αὐτῷ γνώσεως ἀκριβοῦς· εἰσκομίζει δὲ οὐδαμῶς εἰς τὰ Ἅγια τῶν ἁγίων, τοῦτ᾽ ἔστιν, εἰς τὴν ἐσωτέραν σκηνὴν, ἐν ᾗ πολυειδὴς ὁ Χριστὸς, ὡς Θεοῦ Λόγος, ὡς φῶς, ὡς ἄρτος ζῶν, ὡς εὐωδίας ὀσμὴ τῷ Θεῷ καὶ Πατρί. Ἢ γὰρ οὐχὶ φαίης ἂν ὅτι στοιχεῖά τε καὶ ἀρχαὶ τῶν λογίων τοῦ Θεοῦ, τῆς κατὰ νόμον λατρείας ἡ προμελέτησις ἦν; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ.

Ὅτι δὲ τετελείωκεν ὁ νόμος οὐδὲν, «Ἀμήχανον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας,» ἀναμάθοις ἂν εὐθὺς, καὶ λίαν ἀμογητὶ, καὶ τὴν τοῦ λουτῆρος χρείαν ἐννενοηκώς. Ἔκειτο γὰρ ἐν μέσῃ τῇ πρώτῃ σκηνῇ λαμπρὸς καὶ περίοπτος, προαπονίζων ὕδατι τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχοντας.

Τέθειτο γὰρ τοῖς ἱερεῦσιν ὁ ἐπὶ τῷδε νόμος.

Οὐκοῦν καὶ ἡ ἐν νόμῳ δοκοῦσα πλήρωσις, ἀτελὴς, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν ὑποδηλοῦσα, ἣ τὸ ἱερὸν ἐκπλύνει γένος, φημὶ δὴ τὸ τῶν ἐν πίστει δεδικαιωμένων, οἷς καὶ ὁ θεσπέσιος μαθητὴς προσπεφώνηκε λέγων, «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ἡμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.» Ἰστέον δὲ ὅτι καὶ τῇ θύρᾳ τῆς ἔξω σκηνῆς περιτετάννυστο καταπέτασμα, ὡς ἂν μὴ γυμνά τε καὶ ἐμφανῆ τοῖς ἔξωθεν εἴη τὰ Ἅγια, τοῦτ᾽ ἔστιν, ἡ πρώτη σκηνὴ, ἐν ᾗ τὸ ἐν νόμῳ θυσιαστήριον· καταδηλοῦντος, οἶμαι, τοῦ τύπου πάλιν, ὅτι μηδὲ αὐτὸς τοῖς τυχοῦσιν ἐμφανὴς ὁ νόμος. Κατακάλυμμα γὰρ ἔχει τὸ γράμμα, καὶ κατακεκάλυπταί τε καὶ κατημφίασταί πως τὴν ὡς ἐν σκιαῖς ἀσάφειαν. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Οὐκοῦν ἐν μὲν τῇ πρώτῃ σκηνῇ λουτὴρ ἔκειτο καὶ θυσιαστήριον· ἐν δὲ τῇ δευτέρᾳ καὶ ἐσωτάτω, ἡ κιβωτὸς καὶ ἡ λυχνία· καὶ μέντοι καὶ τὸ χρυσοῦν θυμιατήριον, ἐφ᾽ ᾧ τὸ λεπτὸν θυμίαμα, τράπεζά τε καὶ ἄρτοι. Διαμέμνηται δὲ ὁ θεσπέσιος Παῦλος καὶ στάμνου χρυσῆς ἐχούσης τὸ μάννα. Καὶ μὴν καὶ ῥάβδον ἡμῖν ὀνομάζει τὴν Ἀαρὼν, ἣν καὶ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀποτεθεῖσθαί φησιν, ἅτε δὴ καὶ τῶν ἱερῶν Γραμμάτων ἐντριβὴς, καὶ ἐγνωκὼς ὅτι μάλιστά γε τὰ τεθεσπισμένα κατὰ καιροὺς, καὶ τῷ μακαρίῳ Μωσῇ προστεταγμένα θεόθεν.

Οἶδε δὲ οὖσαν καὶ τράπεζαν καὶ λυχνίαν ἐν τῇ πρώτῃ σκηνῇ. Γράφει δὲ οὕτω περὶ ταῖν δυοῖν διαθήκαιν, «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.

Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἁγία. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ, ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης.

Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον,» περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. ΠΑΛΛ. Ἄρ᾽ οὖν εἴ τις ἕλοιτο φιλοπευστεῖν, χρῆναί τε λέγοι τὰς αἰτίας εἰπεῖν τῆς ὅλης κατασκευῆς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ λόγος; ΚΥΡ. Ὅτι, ὦ Παλλάδιε, τὰ μὲν πρὸ τῆς κατασκευῆς τῆς ἁγίας σκηνῆς, τὰ δὲ μετὰ τοῦτο γενέσθαι προστέταχεν. Ἐν μὲν γὰρ τῇ Ἐξόδῳ καί τοι πρὶν ὅλως τοὺς περὶ τῆς ἁγίας σκηνῆς ὀφθῆναι τύπους, καὶ τὰ ἐπ᾽ αὐτῆς γενέσθαι προστάγματα, τὸν ἐπὶ τῇ χρυσῇ στάμνῳ κατεχρησμῴδησε λόγον, εἰδὼς τὸ ἐσόμενον. Μετὰ δέ γε τὴν πῆξιν τῆς ὅλης σκηνῆς ἐν τοῖς Ἀριθμοῖς εὑρήσομεν τὴν ῥάβδον τὴν Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσκεκομισμένην. Ἐν δὲ τῷ Λευϊτικῷ προσεπενομοθέτει Θεὸς περί τε λυχνίας, καὶ μὴν καὶ τραπέζης τῆς ἐν τῇ πρώτῃ σκηνῇ. Νομομαθὴς δὲ ὑπάρχων ὁ σοφώτατος Παῦλος, παρίησι μὲν ὅλως τῶν γεγονότων οὐδὲν, διαμέμνηται δὲ πρώτων τε καὶ μέσων καὶ τελευταίων. ΠΑΛΛ. Ἄριστα ἔφης. Φράζε δὴ οὖν ἕκαστα σαφῶς καὶ διεσταλμένως· βαθὺς γάρ που πάντως ὁ ἐπ᾽ αὐτοῖς ἐστι λόγος. ΚΥΡ. Ναὶ, λέγεις ὀρθῶς. Ἔχει γὰρ ὧδε τὸ χρῆμα κατὰ ἀλήθειαν. Ποιήσομαι δὲ τῶν διηγημάτων καὶ τὴν στάμνον ἀρχήν. Ὑετοῦ μὲν γοῦν δίκην καθίει Θεὸς τοῖς ἐξ Ἰσραὴλ τὸ μάννα κατὰ τὴν ἔρημον· τροφὴ γὰρ τοῦτο καὶ ἄρτος αὐτοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ.

Ἀλλ᾽ ὅτι μὴ μέχρι τῶν αἰσθητῶν τὸ δρώμενον ἦν· ἀναφέρει γάρ τε ὥσπερ διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ χρῆναι νοεῖν, ὅτι παρέσται κατὰ καιροὺς ὁ ἄνωθεν ἡμῖν καὶ ἐκ Πατρὸς Λόγος, ὡς ἄρτος ἐξ οὐρανοῦ, ὡς καὶ ὁ θεῖος ἡμῖν Δαβὶδ ὑποφαίνει λέγων· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.» Καὶ οὔτι πού φαμεν τὸ μάννα τὸ αἰσθητὸν ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ καὶ ἀγγέλων. Τρέφεται μὲν γὰρ τὸ πνεῦμα πνευματικῶς, σῶμα δὲ αὖ κατ᾽ ἰδίαν φύσιν, τοῦτ᾽ ἔστι, σωματικῶς. Τροφὴ δὲ ἀγγέλων καὶ ἄρτος ὁ πρέπων οὐρανοῖς καὶ τοῖς ἄνω πνεύμασιν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. Τὸ μάννα δὴ οὖν ἐδήλου Χριστόν. Οὐδὲν δὲ ὁ τύπος τὸ ὠφελοῦν ἔχει, μὴ τῆς ἀληθείας εἰσδεδεγμένης.

Σκιὰ γὰρ τοῦτο ἐκείνης, οὐ δι᾽ ἑαυτὸ κυρίως γεγονὸς, ἀλλ᾽ ἵνα τι τῶν ἀμεινόνων ἐφ᾽ ἑαυτῷ ζωγραφῇ. Διὰ τοῦτο Χριστὸς τοῖς Ἰουδαίων δήμοις σοφὴν ἐποιεῖτο τὴν ἐπίπληξιν, ὅτι μὴ μᾶλλον αὐτὸν ὡς ἀλήθειαν, ἀλλὰ Μωσέα θαυμάζουσι, τῶν τύπων τὸν ὑπουργόν. Ἔφη γὰρ οὕτως, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, Μωσῆς ὑμῖν δέδωκε τὸ μάννα· ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν.» Εἰκόνα δὴ οὖν τὸ μάννα τιθεὶς τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταφοιτήσαντος Λόγου, τὰ ἐπί γε τῇ στάμνῳ κεχρησμῴδηκε Θεός. Γέγραπται δὲ οὕτως· «Εἶπε δὲ Μωσῆς· Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε Κύριος, Πλήσατε τὸ γομὸρ τοῦ μάννα, εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσι τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου.

Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν ἕνα, καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μάννα, καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ, εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωσῇ. Καὶ ἀπέθετο Ἀαρὼν ἔναντι τοῦ μαρτυρίου, εἰς διατήρησιν.» Ὥσπερ γὰρ ἐλέγομεν ὅτι τὸν θεῖον ἔχουσα λόγον ἡ κιβωτὸς ὑπεδήλου τὸν Ἐμμανουήλ· Θεοῦ γὰρ ἦν Λόγος ὡς ἐν ἁγίῳ ναῷ, τῷ ἐκ Παρθένου φημί· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ στάμνος ἡμῖν ἡ χρυσῆ, τὸ μάννα τὸ αἰσθητὸν ὠδίνουσα, τὸν ἄνωθεν καὶ ζωοποιὸν ἐμφαίνει Λόγον, δῆλον δὲ ὅτι τὸν ἐκ Πατρὸς, ὡς ἐν ἱερῷ καὶ ἀχράντῳ σώματι. Ἐπίμεστος δὲ καὶ ἡ στάμνος τοῦ μάννα. «Ἐνῴκησε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,» κατά γε τὴν τοῦ μακαρίου Παύλου φωνήν. «Καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα.» Παντέλειος γὰρ ὁ Χριστός. Ἀπέκειτο δὲ ἡ στάμνος, εἰς διατήρησιν εἰς τὰς γενεὰς τῶν υἱῶν Ἰσραήλ.

Ἄφθαρτος γὰρ καὶ μένων ἀεὶ, καὶ ἐν παντὶ καιρῷ τε καὶ χρόνῳ γνωριμώτατος ὁ Χριστός. Καὶ ἔστιν ἔναντι Κυρίου, τοῦτ᾽ ἔστιν, ἐν ὀφθαλμοῖς τοῦ Πατρός. Ὅτε γὰρ γέγονε καθ᾽ ἡμᾶς ὁ Μονογενὴς, τότε καὶ εἰσῆλθεν εἰς τὰ Ἅγια τῶν ἁγίων, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, τοῦτ᾽ ἔστιν, εἰς τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, καθὰ γέγραπται. Οὐ γὰρ ἑαυτὸν ἐν ὄψει καθίστησι τοῦ Πατρὸς, ἀλλὰ ἡμᾶς ὡς ἐν ἑαυτῷ, καίτοι γεγονότας ἐκ προσώπου καὶ οἱονεί πως ἐξ ὀφθαλμῶν, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν κατὰ πάντων τυραννήσασαν ἁμαρτίαν. Ἐν Χριστῷ τοιγαροῦν ἐσχήκαμεν τὴν προσαγωγὴν, καὶ τὴν παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, καθάπερ ἡμῖν ὁ σοφὸς ἔφη Παῦλος. Ὥσπερ γὰρ καὶ συνεγηγέρμεθα καὶ συνεκαθίσαμεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, οὕτω πάλιν ἐν αὐτῷ καὶ ἐν προσώπῳ γεγόναμεν τοῦ Πατρός.

Καὶ στάμνου μὲν πέρι τῆς ἱερᾶς εἰρήσθω τάδε· σημαίνει δὲ ὅτι καὶ αὐτὴ τὸν Χριστὸν ἡ ῥάβδος Ἀαρὼν, φέρε δὴ λέγωμεν, εἰ δοκεῖ. ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Κορὲ τοίνυν καὶ μέντοι καὶ Ἀβειρὼν, καὶ πρός γε τούτῳ Δαθὰν, φυλῆς τε καὶ αἵματος ἐξέφυσαν τῆς Λευΐ· συντεταγμένην δὲ, φησὶ, ταῖς ἄνωθεν ψήφοις ἐν τῇ ἁγίᾳ σκηνῇ λειτουργίαν ἐγκεχειρισμένοι, τὴν Μωσέως τε καὶ Ἀαρὼν δεδιψήκασι δόξαν, ἑαυτοῖς ἁρπάζοντες τὴν τιμὴν, κεκλημένοι δὲ οὐχὶ πρὸς τοῦτο παρὰ Θεοῦ. Καὶ μὴν καὶ εἰς ἀπηνὲς ἀπογαυρούμενοι θράσος, ἐξοφρυώμενοί τε ἄγαν, φορητὴν μὲν οὐκέτι, δύσοιστον δὲ κομιδῇ κατ᾽ ἀμφοῖν ἐποιοῦντο τὴν κατάῤῥησιν· ἀτιμαγέλαι δὲ ὥσπερ ἀπενοσφίζοντο ταῦροι, καὶ τὴν ὑπὸ Θεῷ δουλείαν ἀποσειόμενοι, συναποθρώσκειν αὐτοῖς ἑτέρους δυσσεβοῦντας ἀνέπειθον. Ἀλλ᾽ οἱ μὲν τῶν σφίσι τετολμημένων εἰσεπράττοντο δίκας. Διοιγνῦσα γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς, αὐτοῖς ὁμογενέσι, σκηναῖς καὶ περιουσίαις, εἰς ᾅδου καθίει τὸν ἀλαζόνα λαόν· ὅτι δὲ ψήφῳ τῇ ἄνωθεν, καὶ οὐχὶ θελήμασι τοῖς Μωσέως, τὴν προὔχουσαν ἐν ἱερωσύνῃ τάξιν Ἀαρὼν διεκληρώσατο, διατρανοῦν ἐθέλων ὁ νομοθέτης, εἰς τὸν πανάριστον ἔφη Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβε παρ᾽ αὐτῶν ῥάβδον, κατ᾽ οἴκους πατριῶν, παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου.

Καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευΐ. Ἔστι γὰρ ῥάβδος μία. Κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι.

Καὶ θῄσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ. Καὶ ἔσται, ὁ ἄνθρωπος ὃν ἂν ἐκλέξωμαι αὐτὸν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει. Καὶ περιελῶ ἀπ᾽ ἐμοῦ τὸν γογγυσμὸν υἱῶν Ἰσραὴλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ᾽ ὑμῖν. Καὶ ἐλάλησε Μωσῆς τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατ᾽ ἄρχοντα, κατ᾽ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους. Καὶ ἡ ῥάβδος Ἀαρὼν ἀναμέσον τῶν ῥάβδων αὐτῶν, καὶ ἀπέθηκε Μωσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ εἰσῆλθε Μωσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευῒ, καὶ ἐξήνεγκε βλαστὸν, καὶ ἐξήνθησεν ἄνθη, καὶ ἐβλάστησε κάρυα. Καὶ ἐξήνεγκε Μωσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ. Καὶ εἶδον, καὶ ἔλαβον ἕκαστος τῆν ῥάβδον αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων. Καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ᾽ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσι.» Σημεῖον οὖν οὐκ ἀσυμφανὲς τοῦ ἐξῃρῆσθαι λαμπρῶς καὶ ἐκκεκριμένως εἰς ἱερουργίαν, ὡς ἐξ αἵματος Λευῒ, τὸν θεσπέσιον Ἀαρὼν, τὸ ἐξανθῆσαι τὴν ῥάβδον.

Περιτρεπομένης δὲ αὖθις εἰς θεωρίαν πνευματικὴν, ὡς ἐν τύποις ἔτι παχυτάτοις, τὸ Χριστοῦ μυστήριον ἀναλάμψει πάλιν. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Κεχειροτόνηται μὲν γὰρ νομοθέτης ἅμα καὶ ἀρχιερεὺς ἐφ᾽ ἡμᾶς παρὰ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ, ἑαυτὸν ὑπὲρ ἡμῶν προσκομιῶν τὸ θῦμα.

Ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος, «Ὁ μὲν νόμος διὰ Μωσέως, ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.» Οὐκοῦν καθίκετο μὲν ἐξ οὐρανοῦ ὁ Λόγος, καὶ γέγονε καθ᾽ ἡμᾶς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Ἀλλ᾽ οὐκ ἐδόκει φρονεῖν ὀρθὰ τοῖς ἐξ αἵματος Ἰσραήλ· ἀντεξάγοντες δὲ ὥσπερ αὐτῷ τὸ ἴδιον θέλημα τοῖς ἐκ φθόνου βέλεσι πολυτρόπως ἔβαλλον, οὐ γλώττης, οὐ θράσους, οὐκ ἐκτόπων ἐπιχειρημάτων ἔτι φειδόμενοι, διολλύντες δὲ σφᾶς αὐτοὺς οἱ δείλαιοι, καὶ τελευταῖον ἐσταύρωσαν. Πλὴν ἀνέθαλλεν ἡ ῥάβδος ἡ ἐκ ῥίζης Ἰεσσαί· ἀνέφυ γὰρ δὴ καὶ ἀνεβίω Χριστὸς, λύσας τὰς ὀδύνας τοῦ θανάτου, καθὰ γέγραπται· ζωὴν γὰρ ὄντα κατὰ φύσιν, ὡς Θεὸν, πῶς ἦν εἰκὸς κρατεῖσθαι θανάτῳ, καὶ οὐχὶ δὴ μᾶλλον καταθλῆσαι φθορᾶς; Ὥσπερ δὲ τὸ ἀναφῦναι τὴν ῥάβδον, καὶ ἀναβλαστεῖν ἀδοκήτως τὸ ἀνανθὲς ἤδη ξύλον, διαρκὲς τοῖς ἀρχαιοτέροις σημεῖον ἦν τοῦ διὰ ψήφου τῆς ἄνωθεν εἰς ἀρχιερέα κεχειροτονῆσθαι τὸν Ἀαρών· οὕτω φαμὲν, ὅτι λαμπρά τε καὶ ἐναργὴς καὶ ἀποχρῶσα λίαν ἀπόδειξις τοῦ καὶ Θεὸν εἶναι κατὰ φύσιν τὸν Ἐμμανουὴλ, τὸ πατῆσαι θάνατον, καὶ ἀναβιῶναι θεοπρεπῶς. Καὶ γοῦν αὐτὸς ὁ Χριστὸς, καίτοι πᾶν ὁτιοῦν τῶν ὑπέρ γε τὸ εἰκὸς καὶ λόγον ἀποπεραίνειν ἀμογητὶ καὶ εὐκόλως δυνάμενος, τοῖς τὸ σημεῖον αἰτοῦσιν ἔφασκεν· «Ἡ γενεὰ αὕτη πονηρά ἐστι· σημεῖον αἰτεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.»

Οὐκοῦν διαβόητον ἀληθῶς καὶ περιφανὲς σημεῖον, καὶ ἀρκοῦν εἰς πίστιν τοῖς γε ὡς ἀληθῶς εὐγνώμοσι, τοῦ κατὰ φύσιν εἶναι Θεὸν καὶ ἐκ Θεοῦ Πατρὸς πεφυκέναι τὸν Υἱὸν, τὸ καταργῆσαι τὸν θάνατον καὶ φθορὰν, καὶ ἀναθάλαι πρὸς ζωήν. «Γέγονε γὰρ αὐτὸς ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν.» Καὶ δέδοται τὸ σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, ὡς ἂν εἰδεῖεν ὅτι ψήφῳ τοῦ Θεοῦ καὶ Πατρὸς ἀρχιερεὺς γέγονεν ἐφ᾽ ἡμᾶς ὁ Χριστὸς, «ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος,» κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Ἀλλ᾽ ἐξήνθησε μὲν ἡμῖν ἡ ῥάβδος ἡ Ἀαρών· τουτὶ γὰρ ἡμῖν ἀρτίως ὁ ἱερὸς ὑπέδειξε λόγος· ἐξήνθησε δὲ κάρυα· καὶ τί δὴ τὸ αἴνιγμα, νοεῖν οὐκ ἔχω. ΚΥΡ. Μάλιστα μὲν, ὦ Παλλάδιε, τὸ ἀπεικὸς οὐδὲν, ἐκ καρύας εἰλῆφθαι τὴν ῥάβδον ὑπονοεῖν. Καὶ ἦν ἐν ἔθει τοῖς πάλαι τὸ καὶ τοιοῖσδέ τισιν ἀποκεχρῆσθαι σκήπτροις. Εἰ δὲ δὴ καὶ λόγον ἡμᾶς ἐφαρμόσαι δεῖ τὸν τοῖς θεωρήμασι πρέποντα, φράσαιμ᾽ ἂν ἐκεῖνο πάλιν, ὃ ἐκτεθρύλληταί πως, δοκεῖ δὲ εἶναί τισι καὶ ὡς ἐν πίστει δεκτὸν, τὸ μὴ ἀνικάνως ἔχειν τὴν ῥάβδον τὴν καρυΐνην ἀϋπνίαν ἐμποιεῖν, εἰ πρός γε τὸ κάρα κέοιτό τινων, τάχα που δυνάμεσι φυσικαῖς ἐνεργοῦσαν τὸ χρῆμα κατὰ θέλησιν Θεοῦ.

Πιστώσεται δέ πως εἰς τοῦτο ἡμᾶς καὶ αὐτὸς λέγων πρὸς Ἱερεμίαν ὁ πάντα εἰδὼς, καὶ τῶν ὅλων Δημιουργός· «Τί σὺ ὁρᾷς, Ἱερεμία; »Ὁ δὲ, Βακτηρίαν» λέγων «καρυΐνην· καὶ δὴ πρὸς τοῦτο Θεός; »Ὀρθῶς ἑώρακας,» φησὶν «ὅτι ἐγὼ ἐγρήγορα ἐπὶ τοὺς λόγους μου, τοῦ ποιῆσαι αὐτούς.» Ἀϋπνίας οὖν ἄρα σύμβολον νοοῖτ᾽ ἂν εἰκότως ἡ ῥάβδος ἡ καρυΐνη. Γρηγόρησις δὲ ὥσπερ ἐξ ὕπνου γέγονεν ἡ ἐκ νεκρῶν ἀναβίωσις τοῦ Χριστοῦ. Τοιγάρτοι καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας φησίν· «Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντελάβετό μου.» ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος. ΚΥΡ. Λύχνου δὲ καὶ τραπέζης πέρι, τῆς ἔν γε τῇ πρώτῃ σκηνῇ, γέγραπται πάλιν ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν ἔλαιον καθαρὸν, κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διαπαντὸς, ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ καύσουσιν αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον Κυρίου ἐνδελεχῶς, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἐναντίον Κυρίου ἕως εἰς τὸ πρωΐ.

Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους. Δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἶς, καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου, καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ. Τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσετε ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον· καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ Ἅγια τῶν ἁγίων. Τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον.» Καθαρὸν οὖν τὸ ἔλαιον, καὶ μὴν καὶ ἐλάϊνον, τοῦτ᾽ ἔστιν, ἐξ ἐλαιῶν, οὐκ ἐξ ἑτεροειδῶν σπερμάτων καὶ γεωδεστέρων, ἐξ ὧν ἔλαιον μὲν ἐθλίβετο, νόθον δὲ ὥσπερ καὶ οἱονεὶ κεκαπηλευμένον· ἀεὶ γάρ ἐστι καθαρὸν καὶ γνήσιον ἀληθῶς ἐν Ἐκκλησίαις τὸ φῶς, δῆλον δὲ ὅτι τὸ διὰ Χριστοῦ, Πνεύματι, κἂν εἰ διὰ τῆς τῶν ἁγίων διακονοῖτο φωνῆς, πρὸς οὓς ἔφη Χριστός· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Καὶ θαυμαστὸν οὐδέν· οὓς γὰρ ἀδελφοὺς ὠνόμασε, καὶ μετόχους ἑαυτοῦ κατεστήσατο, τούτοις ἂν εἰκότως καὶ τῶν ἰδίων ἀξιωμάτων ἐπιμερίζοι τὴν δόξαν. Καίεται δὴ οὖν ὁ λύχνος καὶ ἐν τῇ πρώτῃ σκηνῇ, καὶ διττὸν ἂν ἔχοι τὸ χρῆμα τὸν νοῦν· ἐν μὲν γὰρ τῇ ἐσωτέρᾳ σκηνῇ λύχνοι φαίνουσιν ἑπτὰ, ἐξαπτόμενοι τὸ πρωΐ, καὶ πλούσιον τοῖς εἰστρέχουσιν ἐνιέντες τὸ φῶς.

Καὶ ἦν ἡ λυχνία Χριστὸς, ὡς ἐν τύπῳ πάλιν τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχειν ἐθέλοντας πολλῷ καὶ ἀμφιλαφεῖ καταυγάζων φωτί· «Προσέλθετε γὰρ, φησὶ, πρὸς αὐτὸν καὶ φωτίσθητε.» Καὶ μὴν καὶ τὸ ἀνακαίεσθαι τὸ πρωῒ τοὺς λύχνους κατασημήνειεν ἂν τῆς ἐνανθρωπήσεως τὸν καιρόν.

Διηύγασε γὰρ, οἷά τις ἡμέρα, καὶ φῶς ἀνέλαμψε νοητὸν, τῆς ἀρχαίας ἡμῶν ἀμαθίας ἐλαύνων τὸν σκότον, καὶ ὡς ἐν τάξει νυκτὸς, τὴν ἐπισκήψασαν ταῖς ἁπάντων καρδίαις κατασκεδαννύων ἀχλύν. Οὕτω γὰρ ἡμῖν τῆς τοῦ Σωτῆρος ἐπιδημίας τὸν καιρὸν καὶ ὁ προφήτης παρεκάλει λέγων· «Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι.» Πότε γὰρ ἂν δεκταὶ γεγόνασιν αἱ ἁπάντων εὐχαὶ, καὶ οἱ πάλαι πλανώμενοι παρέστημεν οἱονεὶ τῷ Θεῷ, δι᾽ οἰκειότητος, δηλονότι τῆς πνευματικῆς, καὶ ὑπακοῆς καὶ πίστεως, εἰ μὴ τὸ φῶς ἡμῖν ἐπέλαμψε τὸ ἐξ οὐρανοῦ, τοῦτ᾽ ἔστι, Χριστός; Οὐκοῦν ἐν μὲν τῇ ἐσωτέρᾳ σκηνῇ πλούσιόν τε καὶ λεπτὸν τῶν ἑπτὰ λύχνων τὸ φῶς, ἐν δὲ τῇ πρώτῃ σκηνῇ λύχνος ἦν ὁ φαίνων, ἐμφαίνων τε, οἶμαι, μὴ δίχα τοῦ θείου φωτὸς, μηδὲ αὐτοὺς εἶναι τοὺς ἐν νόμῳ παιδαγωγουμένους καταδηλοῦντος τοῦ πράγματος. Ἐκάλει γὰρ ἐκ πολυθεΐας εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ καὶ ὁ διὰ Μωσέως νόμος, καὶ ἀφίστα μὲν τοὺς ἀρχαιοτέρους τοῦ λατρεύειν ἔτι τῇ κτίσει παρὰ τὸν Κτίσαντα, προσκεῖσθαι δὲ δεῖν ἀνέπειθε τῷ πάντων Δημιουργῷ· φωτὸς δὲ οὐ δίχα τοῦ νοητοῦ ταυτὶ ταῖς τῶν παιδαγωγουμένων κατωρθοῦτο ψυχαῖς.

Οὐκοῦν, ἐρῶ γὰρ εἰσαῦθις, πλούσιος μὲν καὶ πολὺς τοῖς εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ παρὰ Χριστοῦ φωτισμὸς, μείων δὲ τοῖς ἐν νόμῳ· καὶ ἀληθὴς ὁ λόγος Ἰσοστατεῖ γὰρ οὐδαμῶς, εἰς λαμπρότητα τὴν πνευματικὴν, τοῖς εὐαγγελικοῖς θεσπίσμασιν, ἡ ἐν νόμῳ σκιά· τὰ μὲν γὰρ ὅλην περιαστράπτει τὴν οἰκουμένην, ἡ δὲ ἦν μόνοις γνώρισμα τοῖς ἐξ Ἰσραήλ. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἔοικε δὲ, ὦ Παλλάδιε, καὶ ἕτερόν τι παραδηλοῦν ἡ τράπεζα καὶ ὁ λύχνος, ὁ ἔν γε τῇ πρώτῃ σκηνῇ. ΠΑΛΛ. Τὸ τί δὴ φής; ΚΥΡ. Ἰωάννην τάχα που τὸν θεσπέσιον Βαπτιστὴν ὁ λύχνος, ἄρτοι δὲ οἱ δύο καὶ δέκα, τὸν τῶν ἁγίων ἡμῖν ἀποστόλων προανατυποῦσι χορόν. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Ἢ οὐκ οἶσθα ὅτι τοῖς ἐν νόμῳ καὶ κατὰ τὴν Ἰουδαίαν λύχνος ἦν οἷά τις, Χριστοῦ προβαδίζων ὁ θεσπέσιος Βαπτιστὴς, καὶ περὶ αὐτοῦ προαναπεφώνηκεν ὁ Θεὸς καὶ Πατήρ· «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Μεμαρτύρηκε δὲ τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ, τοῖς τῶν Ἰουδαίων καθηγηταῖς περὶ αὐτοῦ λέγων. «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Θέα γὰρ ὅπως ὡς νομομαθὴς ὢν ὁ μακάριος Παῦλος, μονονουχὶ πρὸς ἀνάμνησιν ἀναφέρει λύχνου, τοῦ κατὰ τὴν πρώτην σκηνήν. Ἄσβεστον μὲν γὰρ ὁ νομοθέτης διατηρεῖσθαι δεῖν κεκέλευκεν οὕτω λέγων· «Καὶ καύσουσιν αὐτὸν Ἀαρὼν, καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον Κυρίου ἐνδελεχῶς.»

Χρόνον γε μὴν ἐπ᾽ αὐτῷ κομιδῇ βραχὺν ἡσθέντες Ἰουδαῖοι, διά γε τὸ προσδραμεῖν τῷ δι᾽ αὐτοῦ βαπτίσματι, καὶ θαῦμα ἑλεῖν ἐπ᾽ αὐτῷ πολὺ, κατεκοίμισαν τῷ θανάτῳ μονονουχὶ τὸν ἀειφανῆ λύχνον κατασβεννύοντες. Εἰ γὰρ καὶ Ἡρώδου τὸ τόλμημα λέγοιτο τυχὸν, ἀλλ᾽ οὖν ὄντος ἐξ αἵματος Ἰσραήλ· διὰ τοῦτο Χριστὸς τοῖς Ἰουδαίων λαοῖς τὸ κατὰ παντὸς ἁγίου θράσος ἐγκαλῶν, «Οὐκ ἐνδέχεται,» φησὶ, «προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» ΠΑΛΛ. Φῶς οὖν ἄρα καὶ λύχνος, καθ᾽ ὁμοιότητα καὶ κατὰ μέθεξιν τοῦ Χριστοῦ, καὶ ὁ θεσπέσιος Βαπτιστὴς τοῖς ἐν νόμῳ κατὰ τὴν Ἰουδαίαν. ΚΥΡ. Οὕτω φημί. Κατὰ τὸν ἴσον δὲ τρόπον ἄρτους νοεῖσθαί φαμεν τοὺς ἁγίους ἀποστόλους. Εἷς μὲν γὰρ ὁ φύσει τε καὶ ἀληθῶς ἄρτος ὁ ἐξ οὐρανοῦ καὶ ζωοποιός· κατὰ μίμησιν δὲ τοῦ φύσει καὶ κατὰ μέθεξιν ἄρτοι τρέφοντες εἰς εὐσέβειαν οἱ θεῖοι μυσταγωγοὶ, λόγους ἡμῖν ἐνιέντες ζωῆς, καὶ τὸν ἐκ τῆς ἀμαθίας λιμὸν, τῆς τῶν πιστευόντων ἐξιστάντες ψυχῆς. Ἰσάριθμοι δὲ τοῖς μαθηταῖς, οἱ ἄρτοι· δυοκαίδεκα γὰρ, καὶ εἰς δύο κείμενοι θέματα, ἒξ ἔνθεν, φησὶ, καὶ ἓξ ἔνθεν, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτες, καὶ ἐν μέσῳ τόπῳ κείμενον ἔχοντες ἕνα τε καὶ ἐξ οὐρανοῦ, τοῦτ᾽ ἔστι, Χριστόν· καὶ δύο δεκάτων ἕκαστος, τοῦτ᾽ ἔστιν, ἐκ δύο μέτρων τελείων. Τέλειοι γὰρ κατ᾽ ἄμφω γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, πρὸς πᾶν ὁτιοῦν ἀρτίως ἔχοντες ἀγαθὸν, ἔργῳ τε διαπρεπεῖς καὶ λόγῳ.

Λίβανος δὲ καὶ ἅλας αὐτοῖς τὰ ἐπιπαττόμενα, τοῦ μὲν λιβάνου τὸ εὐῶδες ἐν ἁγιασμῷ, καὶ εὐωδίᾳ Χριστοῦ, τοῦ γε μὴν ἁλὸς, τὴν φρόνησιν ὑπεμφαίνοντος. Οὐ γὰρ ἀσύνετος ἢ μωρὸς τῶν ἁγίων ὁ λόγος, ἀλλ᾽ ἐν χάριτί τε καὶ ἅλατι ἠρτυμένος, κατὰ τὸ γεγραμμένον, καὶ χάριν διδοὺς τοῖς ἀκούουσιν. Εἴρηται δὲ πρὸς αὐτοὺς καὶ παρὰ Χριστοῦ· «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Προτίθενται δὲ καὶ ἐν ἡμέρᾳ Σαββάτων.

Ἡμέρα γὰρ ἀναδείξεως τῶν ἁγίων ἀποστόλων, ὁ τοῦ νοητοῦ Σαββάτου καιρὸς, τοῦτ᾽ ἔστιν, ἡ Χριστοῦ παρουσία, ἣν ἐπείπερ οὐκ ἔγνωσαν οἱ ἐξ Ἰσραὴλ, ὁ Παῦλός φησι περὶ αὐτῶν, «Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Οὐ γὰρ εἰσῆλθον εἰς τὴν κατάπαυσιν αὐτοῦ, τὴν πίστιν οὐ προσηκάμενοι. Σαββατισμὸς οὖν νοητὸς καὶ ἀληθὴς, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρός. Ἐν ὀφθαλμοῖς δὲ Θεοῦ τῶν ἄρτων ἡ πρόθεσις, καὶ μὴν καὶ ἐν ὀφθαλμοῖς Ἰσραήλ. «Προθήσετε γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῶν Σαββάτων ἔναντι Κυρίου διὰ παντὸς, παρὰ τῶν υἱῶν Ἰσραήλ·» θεωμένου καὶ διηνεκῶς ἀξιοῦντος τοὺς ἁγίους ἐπισκοπῆς. «Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους,» φησί. Τοῦ δὲ Ἰσραὴλ, ὡς προσέχειν αὐτοῖς ὀφείλοντος, καὶ οἱονεί πως ἐφιστῶντος τῆς διανοίας τὸν ὀφθαλμὸν, οὗ καὶ εἰς τύπον ἂν εἴη ὁ σωματικός. «Ἀλλ᾽ ἔσται, φησὶν, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτά.» Πρόκειται γὰρ ἡμῖν εἰς τροφὴν τὰ τῶν ἁγίων ἀποστόλων συγγράμματα, τοῖς ἐν πίστει δεδικαιωμένοις, ἁγίῳ τε καὶ ἱερῷ γένει, λαοῖς τοῖς εἰς περιποίησιν, καὶ ἐξειλεγμένοις, καὶ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι κατακεχρισμένοις. ΠΑΛΛ. Εὖ ἔφης· συναινέσαιμι γὰρ ἄν. Ἀλλὰ τοῦ δὴ χάριν, οὐκ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, ἀλλ᾽ ἐν τῇ πρώτῃ σκηνῇ τοῦ ἁγίου Βαπτιστοῦ, καὶ τῶν ἁγίων ἀποστόλων οἱ τύποι; ΚΥΡ.

Πρῶτον μὲν ὅτι πολὺ τὸ μεσολαβοῦν, καὶ οὐκ ἐν οἷς ὁ Χριστὸς, καὶ τὰ τῶν ἁγίων κείσεται, ἀλλ᾽ οἱονεί πως ἔξω καὶ ἐν μείοσιν. Ἐξῄρηται γὰρ καὶ ἀνὰ μέρος ἐστὶ τὰ τοῦ Θεοῦ, καὶ πολὺς τὰ ἀνθρώπινα διατειχίζει λόγος, ἀσύγκριτον ἐπιδεικνὺς τὴν τῶν φύσεων ἰδιότητα, καὶ τὴν τῆς εὐκλείας διαφοράν.

Εἶτα ὅτι γεγόνασιν ἐξ Ἰουδαίων καὶ τῆς κατὰ νόμον λατρείας. Ταύτῃ τοι τόπος ὥσπερ αὐτοῖς ὁ πρέπων ἡ πρώτη σκηνὴ, ἐν ᾗ τὸ ἐν τύποις ἔκειτο τῶν καρπωμάτων θυσιαστήριον· ἢ οὐκ ἐξ αἵματος Ἰσραὴλ καὶ ἀπὸ σκηνῆς ὥσπερ τῆς πρώτης, ἡ τῶν ἁγίων μαθητῶν γέγονε κλῆσις; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἔχοντος δὴ οὖν ἀποχρώντως ἡμῖν εὖ μάλα τοῦ περὶ τούτων λόγου, παροιστέον, εἰ δοκεῖ, τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, διατρανοῦσαν ἀστείως, τὸ ἐπί γε τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ σκηνῇ μαρτύριον.

Γράφει δὲ ὧδε· «Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν, διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Εἰς δὲ τὴν δευτέραν, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ᾽ ἔστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς Ἅγια τῶν ἁγίων αἰωνίαν λύτρωσιν εὑράμενος.» Συνίης οὖν ὅτι τὰς μὲν ἐν τῇ πρώτῃ σκηνῇ λατρείας ἐπετέλουν οἱ ἱερεῖς, τὴν εἰς Ἅγια τῶν ἁγίων εἰσδρομὴν οὐκ ἔχοντες. Τοιάδε γάρ πώς ἐστιν ἡ κατὰ νόμον λατρεία, στάσιν ἔχουσα τὴν ἐν σκιαῖς.

Εἰκαῖα δὲ ταῦτα πρὸς κάθαρσιν καὶ ἀπόπλυσιν ἁμαρτίας. Διεπύθου γὰρ ἀρτίως βοῶντος τοῦ Παύλου, ὡς ἀνικάνως ἔχουσι κατὰ συνείδησιν, τελειῶσαι τὸν λατρεύοντα.

Διετηρεῖτο δὲ μᾶλλον μέχρι καιροῦ διορθώσεως, δῆλον δὲ ὅτι τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς, ὅτε τῶν τύπων τὸ ἀκαλλὲς μετακεχώρηκεν εἰς ἀλήθειαν. «Ἅπαξ δὲ τοῦ ἐνιαυτοῦ καὶ μόνος ὁ ἀρχιερεὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσέθει. Καὶ οὐ χωρὶς αἵματος, ὃ προσῆγεν ὑπέρ τε ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.» Σαφηνιεῖ δὲ ἡμῖν καὶ τοῦτο πάλιν ὁ σοφώτατος Παῦλος ὡδὶ λέγων περὶ Χριστοῦ, «Ἀνώτερον λέγων, ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὔτε ηὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται. Τότε εἶπον, Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου·» ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ· «Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ· καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε καθ᾽ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας, οὐδεμίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ· τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.» Ἅπαξ γὰρ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, κατὰ τὸ γεγραμμένον· πολλῶν δὲ ἀνενεγκὼν ἁμαρτίας, εἰσῆλθεν εἰς τὰ Ἅγια τῶν ἁγίων, τοῦτ᾽ ἔστιν, εἰς τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. ΠΑΛΛ.

Σαφὴς ὁ λόγος· ἱδρῶτα δὴ οὖν τὸν ἐπὶ τῷδε μέθες, αἷμα δὲ ποῖον ἂν εἴη πάλιν ὃ καὶ προσκομίζειν ἔθος, τὸν τῶν ἱερῶν ἡγούμενον ὑπέρ τε ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἐρομένῳ φράσον. ΚΥΡ. Νομομαθὴς ὢν ὁ Παῦλος καὶ ἠκριβωκὼς ὅτι μάλιστά γε τὴν διὰ Μωσέως ἐντολήν, ὡς σοφοῖς τὰ τοιαῦτα τοῖς Ἑβραίων λαοῖς, καὶ ἀνεγνωκόσι τὸν νόμον, περὶ τῶν οὕτω σεπτῶν τε καὶ ἀποῤῥήτων ἄγαν, οὐκ ἐν πλάτει διηγημάτων, ἐν παραδρομῇ δὲ μᾶλλον καὶ ἀναμνήσει τῶν ἤδη προεγνωσμένων, τὰ τοιάδε προσλαλεῖ. Παροίσω δὲ, εἰ δοκεῖ, καὶ τὸν ἐπὶ τῷδε νόμον χρηστομαθεῖν ᾑρημένῳ, καὶ τὸ ἀκριβὲς δὴ λίαν καὶ ἀπεξεσμένον εἰς διασάφησιν τῶν θεωρημάτων εὖ μάλα δεδιψηκότι. Γέγραπται τοίνυν ἐν τῷ Λευιτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ψυχὴ, ἐὰν ἁμάρτῃ ἐναντίον Κυρίου ἀκουσίως ἀπὸ πάντων τῶν προσταγμάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσῃ ἕν τι ἀπ᾽ αὐτῶν, ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ, τοῦ τὸν λαὸν ἁμαρτεῖν, προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας, καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ σφάξει τὸν μόσχον ἐνώπιον Κυρίου.

Καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, εἰσοίσει αὐτὸ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι Κυρίου, κατὰ τὸ καταπέτασμα τὸ ἅγιον. Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον Κυρίου, ὃ ἐστὶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὃς ἐστὶ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ᾽ αὐτοῦ, τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτὸ, ὃν τρόπον ἀφαιρεῖται αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως καὶ τὸ δέρμα τοῦ μόσχου, καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις, καὶ τῇ κοιλίᾳ, καὶ τῇ κόπρῳ· καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, οὗ ἐκχεοῦσι τὴν σποδιάν. Καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί· ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται.»

Ταυτὶ μὲν ὁ νόμος γενέσθαι προστέταχεν, εἰ τῶν ἐξ ἀγνοίας πταισμάτων καταγράφοιτό τι τοῦ προὔχοντος ἐν ἱερωσύνῃ.

Χρῆναι δέ φησι καὶ ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων ἐπιτελεῖσθαι θυσίαν μόσχου προσκομιζομένου σφαζομένου τε οὕτως παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ τῶν πρεσβυτέρων τῆς Συναγωγῆς ἐπιθέντων αὐτῷ τὰς χεῖρας, εἰσφερομένου τε τοῦ αἵματος εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ἁπαξαπλῶς εἰπεῖν πάντων ἐπιτελουμένων ἐπ᾽ αὐτῷ καθ᾽ ὁμοιότητα τῆς θυσίας ὑπὲρ Ἀαρών. Ἀλλ᾽ ὅτι μὲν δὴ καὶ ἱερέων καὶ λαοῦ κάθαρσις ὁ Χριστὸς, δεδικαιώμεθα γὰρ ἐν αὐτῷ τὸν ἐκ τῆς ἁμαρτίας ἀποτριβόμενοι μολυσμὸν, καὶ διὰ τούτων ἂν γένοιτο παντί τῳ σαφές. Λέγωμεν δὲ ἀνὰ μέρος τὰ ἐφ᾽ ἑκάστῳ τῶν γεγραμμένων· προήκοι γὰρ ἂν εὐκρινῶς ὁ λόγος καὶ διαπτύσσων, ὡς ἔνι, τὰ κεκρυμμένα. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Λαμβάνεται τοίνυν ὁ μόσχος ἀμώμητός τε καὶ ἀπλὴξ εἰς τύπον Χριστοῦ τοῦ ἀληθῶς ἀμώμου, καὶ τὸν ἐκ τῆς ἁμαρτίας τραυματισμὸν οὐκ ἀνασχομένου παθεῖν. «Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν·» οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, κατὰ τὰς Γραφάς. Προσάγεται δὲ πρὸς αὐταῖς τῆς ἁγίας σκηνῆς ταῖς θύραις ἔναντι Κυρίου, τὸ παθεῖν ὥσπερ οὐ παραιτούμενος, ὑπέρ γε τῆς ἁγίας σκηνῆς, τοῦτ᾽ ἔστι, τῆς Ἐκκλησίας, ἀνατεθειμένος τε ὑπὲρ αὐτῆς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Τοιγάρτοι καὶ ἔφασκεν, «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν.»

Τὸ, ἁγιάζω, λέγων, ἀντὶ τοῦ, προσάγω, καὶ ἀνατίθημι προσφορὰν ἀμώμητον τῷ Θεῷ καὶ Πατρί. Ἁγιάζεσθαι γὰρ λέγεται τὸ ἀνατιθέμενον τῷ Θεῷ, κατ᾽ ἐκεῖνό που τὸ γεγραμμένον· «Παγὶς ἀνδρὶ, ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι, μετανοεῖν γίνεται.» Ὅτι δὲ ἡ προσφορὰ δεκτὴ καὶ εὐάρεστος, δηλοῖ τὸ, «Ἔναντι Κυρίου.» Νοοῦμεν γὰρ ἤδη τὸ γεγραμμένον ἐπὶ τῆς τῶν ἀδελφῶν ξυνωρίδος, Καΐν τέ φημι καὶ Ἀβέλ. «Ἐπεῖδε μὲν γὰρ, φησὶν, ὁ Θεὸς ἐπὶ Ἀβέλ τε καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Καῒν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν·» ἐφορᾷ γὰρ ὅτι τὸ ἁνδάνον αὐτῷ, καὶ ἀποστρέφεται μισῶν τὸ μὴ οὕτως ἔχον, οὐκ ἀσυμφανές.

Ἐπιτιθεμένων δὲ τῷ μόσχῳ τῶν χειρῶν τοῦ διημαρτηκότος, ἡ σφαγὴ πράττεται· καὶ ἐνώπιον Κυρίου. «Αὐτὸς γὰρ ἡμῶν αἴρει τὰς ἁμαρτίας, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται» σφαζόμενος. Ἔργου γὰρ δὴ καὶ πράξεων, ἡ χεὶρ, εἰς τύπον. Πλὴν, ἐνώπιον Κυρίου σφάζεται, μονονουχὶ καὶ συγκαταβαίνοντος τοῦ Πατρὸς εἰς τὸ δεῖν ὑπὲρ ἡμῶν ἐκτεθνάναι τὸν Υἱόν· οὐ γὰρ ἀποστρέφεται σφαζόμενον βλέπων, καὶ οὐ δή που πάντως τὸ παθεῖν ἐπαινῶν, οὐκ ἠγνοηκὼς δὲ ὅτι σωτήριόν ἐστι τῷ κόσμῳ τὸ παθεῖν ὑπὲρ ἡμῶν τὸν Ἐμμανουήλ. Οὐκοῦν αὐτὸς ἡμῶν αἴρει τὰς ἁμαρτίας, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, τὴν ἐπὶ τῷ τιμίῳ σταυρῷ δι᾽ ἡμᾶς ὑπομένων σφαγήν. Εἶτα λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ, ῥανεῖ μὲν ἑπτάκις ἐπὶ τὸ καταπέτασμα τὸ ἅγιον, ὃ ἦν ἐπὶ τῆς κιβωτοῦ.

Ὄνομα δὲ αὐτῷ, τὸ ἱλαστήριον. Καταχρίει δὲ καὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Γέγονε γὰρ ἡμῖν ἱλασμός τε καὶ ἱλαστήριον, ὁ Χριστός. Πλὴν, ἐν αἵματι διαθήκης αἰωνίου, τελεωτάτην ἡμῖν δωρεῖται τὴν ἀποκάθαρσιν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ, τὸ ἑπτάκις ῥαίνεσθαι τῷ αἵματι τὸ ἱλαστήριον· σύμβολον δὲ τελειότητος, ὁ ἑπτὰ ἀριθμός. Εὐωδιάζει γὰρ αὐτοῦ καὶ ὁ θάνατος τὴν τοῦ κόσμου σωτηρίαν καὶ ζωὴν καὶ τὴν ἐν πίστει προσαγωγήν· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι,» κατὰ τὰς Γραφάς. Οὐκοῦν τοῦ θανάτου τὴν εὐωδίαν δηλοῖ τὸ καταχρίεσθαι τῷ αἵματι τὸ χρυσοῦν θυμιατήριον. Ἐκχεῖται δὲ καὶ τὸ αἷμα τὸ λοιπὸν παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπωμάτων ἐν τῇ πρώτῃ σκηνῇ· καὶ ψυχῆς μὲν εἰς τύπον τὸ αἷμα. Τέθεικε δὲ τὴν ψυχὴν ὁ Ἐμμανουὴλ, οὐχ ὑπέρ γε μόνης τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν νόμῳ, τουτέστι, τοῦ Ἰσραήλ, ἐκλελυτρώμεθα γὰρ τῷ αἵματι τοῦ Χριστοῦ συλλήβδην ἅπαντες, Ἕλληνές τε καὶ Ἰουδαῖοι, καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.»

Ὑφαιρομένων δὲ ἀπ᾽ αὐτῶν τῶν ἐντοσθίων τοῦ μόσχου καὶ ἀναφερομένων εἰς τὸ θυσιαστήριον, ἔξω τῆς παρεμβολῆς τὸ ἐπίλοιπον καταπίμπραται σῶμα. Ἔστι γὰρ αὐτὸς τὸ θῦμα τὸ ἱερὸν, εὐωδιάζων ἐν ἀρεταῖς, ὧν εἶεν ἂν τύποι τὰ ἐντόσθια, καὶ κεκρυμμέναι οἱονεί πως ἐν ἡμῖν αἱ ἀρεταὶ, καὶ εἰς νοῦν ἔσω κείμεναι· αὐτὸς καὶ ὁ πάσχων ἔξω τῆς πύλης, καὶ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς ἐκκαθαίρων τοὺς μεμολυσμένους· «Δαμάλεως γὰρ σποδὸς ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει, φησὶ, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα.» Οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ὑπάρχων ὁ Ἐμμανουὴλ, καὶ ἐν ταῖς ἁγίαις εὐωδιάζει σκηναῖς, φημὶ δὴ ταῖς Ἐκκλησίαις· πέπονθε δὲ καὶ ἔξω τῆς πύλης· ἔνθα καὶ ἡμᾶς ἐξιέναι δεῖν τὸν ὀνειδισμὸν αὐτοῦ φέροντας, ὁ θεσπέσιος ἔφη Παῦλος.

Προσάγεται δὲ ὁ μόσχος καὶ ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἐν ἴσῳ τε καὶ ἀπαραλλάκτως· καὶ λόγος ἦν τῆς θυσίας ἐν ἅπασιν ὁ αὐτός. Ἐν ἴσῳ γὰρ τρόπῳ προσκεκόμικεν ἑαυτὸν ὑπέρ τε μικρῶν καὶ μεγάλων, λαοῦ τε καὶ ἱερέων ὁ Ἐμμανουήλ. Ἢ οὐκ ἀληθὲς ὅ φημι; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Βούλει δὴ οὖν ὥσπερ ἀνόπιν τὸν λόγον ἀνασειράζοντες, πρὸς τὰ ἐπὶ τῇ σκηνῇ διηγήματα μετατρεπώμεθα. ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Συμπεπερασμένων τοιγαροῦν τῶν ἔργων ἁπάντων, καὶ ἐν τόπῳ τῷ ἑκάστῳ πρεπωδεστάτῳ τῶν ἱερῶν σκευῶν εὖ μάλα συντεθειμένων, ἁγιάζεσθαι δεῖν αὐτά τε καὶ τὴν σκηνὴν διετύπου Θεὸς, οὕτω λέγων τῷ θεσπεσίῳ Μωσῇ· «Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν, καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἅγια. Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων, καὶ πάντα τὰ ἐν αὐτῷ σκεύη, καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον Ἅγιον ἁγίων.» Ἐλαίῳ δὴ οὖν τῷ ἁγίῳ καταχριουμένην ὁρᾷς τήν τε κιβωτὸν, καὶ μέντοι τὴν τράπεζαν, καὶ τὴν λυχνίαν ἐπ᾽ αὐτῇ, καὶ τὸ χρυσοῦν ἔτι θυμιατήριον· καί τοι γὰρ πάντων μακρὸς ἡμῖν διεσάφησεν ἤδη λόγος ἀνατυπούμενον τὸν Ἐμμανουήλ. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Σύνες δὴ οὖν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ, ὡς πρὸς αὐτὸν ὑμνούμενον· «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν.

Διὰ τοῦτο ἔχρισέ σε Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Γράφει δὲ καὶ ὁ Παῦλος, «ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες.» Ἰστέον δὲ, ὅτι κατὰ τὸν ἀμωμήτως ἔχοντα λόγον, αὐτὸς ὑπάρχων ὁ τοῖς ἄλλοις ἅπασιν ἁγιασμοῦ χορηγὸς καὶ συνδοτὴρ, ὡς Θεὸς, τῷ Θεῷ καὶ Πατρὶ, μεθ᾽ ἡμῶν ἁγιάζεται κατὰ τὸ ἀνθρώπινον· καὶ τοῦτό ἐστιν ἡ λεγομένη κένωσις. Ὁ γὰρ ἅγιος κατὰ φύσιν ὡς Θεὸς, δεδεῆσθαι λέγεται τοῦ ἁγιάζοντος Θεοῦ· καὶ τοῦτό φησιν ὁ μακάριος Πέτρος· «Ἵνα τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ.» Οὐκοῦν περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, καὶ τῆς σαρκὸς ὁ ἁγιασμὸς, τῆς οὐ κατὰ φύσιν ἁγίας, ἀλλ᾽ ὡς ἐν μεθέξει τῇ παρὰ Θεοῦ· θύραθεν γὰρ τοῖς κτίσμασιν ὁ ἁγιασμὸς, καὶ εἰσποιητῶς παρὰ Θεοῦ καταπλουτοῦσι τὴν χάριν.

Χρίεται δὲ τοῖς ἄλλοις ὁμοῦ, καὶ τῆς κατὰ νόμον λατρείας τὸ θυσιαστήριον. Ἅγιος γὰρ καὶ ὁ νόμος, καλῶν εἰς ἐπίγνωσιν τοῦ κατὰ φύσιν Θεοῦ, καὶ δικαιοσύνης εἴδησιν τοῖς ἀκροωμένοις ἐντιθεὶς, καὶ εἰς ἀρχὰς ἀγαθότητος ἀποφέρων τοὺς παιδευομένους· «Ἀρχὴ γὰρ, φησὶν, ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια.» Γράφει δέ που καὶ ὁ θεσπέσιος Παῦλος, «Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθή.» Ἅγιος δὲ ἁγίων ὁ νόμος, οὐ κατά γε τὴν σκιὰν, ἀλλ᾽ ὅτι πρὸς θεωρίαν εἰ μετατρέποιτο τὴν πνευματικὴν, αὐτὸν ἡμῖν οἱ τύποι διακεκράγασι τὸν Χριστὸν, τὸν Ἅγιον ἁγίων ἀληθῶς· ἁγιάζει γὰρ ὡς Θεὸς τῷ ἰδίῳ καταχρίων πνεύματι τοὺς ἐν μεθέξει γεγονότας αὐτοῦ διὰ τῆς πίστεως. Ἐγηγερμένης δὲ δὴ, καὶ μὴν καὶ ἐλαίῳ τῷ ἁγίῳ κατακεχρισμένης τῆς ἁγίας σκηνῆς, τὸ μετὰ τοῦτο λέγωμεν, εἰ δοκεῖ. ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Γέγραπται τοίνυν ὡδί· «Καὶ συνετέλεσε Μωσῆς πάντα τὰ ἔργα, καὶ συνεκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπληρώθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνήθη Μωσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ᾽ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή.

Ἡνίκα δὲ ἀνέβη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν· εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως τῆς ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη· νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπ᾽ αὐτῆς νυκτὸς, ἐναντίον παντὸς Ἰσραὴλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.» Ἀναδεδειγμένης γὰρ ἐν κόσμῳ τῆς ἁγίας καὶ ἀληθεστέρας σκηνῆς, τοῦτ᾽ ἔστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, φῶς περιελάμπετο Χριστοῦ, καὶ ἡ νεφέλη ὥσπερ τις πνευματικὴ δρόσος ἡμᾶς τοῖς ἄνωθεν πλουσίως καταπιαίνουσα, τὸν θεῖον ναὸν ἀναπίμπλησι. Πλὴν, οὐκ ἠδυνήθη, φησὶν, εἰσελθεῖν ὁ Μωσῆς, οὐ γὰρ εἰσβέβηκεν ὁ Ἰσραὴλ, τὴν τοῦ θείου φωτὸς προσβολὴν ἐνεγκεῖν οὐ δυνάμενος, ἐπείτοι οὐδὲ συνῆκε τὸ Χριστοῦ μυστήριον, ἀλλ᾽ οὐδὲ προσήκατο τὸν ἐν πνεύματι φωτισμὸν, οὐδὲ τεθέαται τοῖς τῆς διανοίας ὄμμασι τὴν δόξαν Κυρίου, ᾧ καὶ ὡς ἐν τύπῳ νεφέλης, ἀπαίροντι μὲν τοῦ κόσμου καὶ πρὸς τὰ ἄνω βαδίζοντι, συναπαίρομεν κατ᾽ ἴχνος ἰόντες τὸ δεσποτικὸν ἐνεκαίνισε γὰρ ἡμῖν τὴν πρόσφατόν τε καὶ ζῶσαν ὁδὸν, τὴν εἰς τὰ ἄνω φημὶ καὶ ἐν οὐρανῷ, ἀναπαυομένῳ δὲ ὥσπερ καὶ καταλύοντι, συναναπαυόμεθα καὶ συγκαταλύσομεν.

Ἀπαιρούσῃ δὲ τῇ νεφέλῃ, συναπῆρεν ὁ λαός· καὶ καταλυούσης, συγκατηυλίζετο· «Νεφέλη γὰρ ἦν, φησὶν, ἐπὶ τῆς σκηνῆς τὴν ἡμέραν, καὶ πῦρ τὴν νύκτα.» Καταπιαίνει μὲν γὰρ ὁ Χριστὸς χαρίσμασι τοῖς πνευματικοῖς, τοὺς ὥσπερ ἐν ἡμέρᾳ καὶ φωτὶ γεγονότας, διά γε τοῦ τὴν ἐπ᾽ αὐτῷ γνῶσιν λεπτῶς τε καὶ ἐξητασμένως ἑλεῖν, καὶ ἐκλελαμπρύνθαι τὸν νοῦν· καταφωτίζει δὲ τοὺς ἀμαθεστέρους ἔτι.

Σκότος δὲ ὅλως κοσμικῆς ἀπάτης οὐκ ἔστιν ἐν Ἐκκλησίαις, περιαστράπτοντος αὐτὰς τοῦ Χριστοῦ, καὶ νοητῷ φωτὶ τὰ σύμπαντα καταυγάζοντος· οὐ γάρ ἐσμεν νυκτὸς, οὐδὲ σκότους, ἀλλ᾽ υἱοὶ φωτὸς καὶ ἡμέρας, κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Προσθέντες δὲ τούτοις, καὶ οὐκ ἐν μήκει λόγων, τοὺς ἐπί γε τῇ σκηνῇ νόμους, τάς τε τῶν λαῶν δωροφορίας, καὶ μὴν καὶ ἀπάρσεις καὶ συναυλισμοὺς, ἀφηγησόμεθα· ἴοι γὰρ ἂν οὕτω πρὸς οἶμον ὀρθὴν ὁ λόγος. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Δεδικαίωκε τοίνυν ὁ νομοθέτης καὶ κριτὴς ἐν μόνῃ δὴ χρῆναι τῇ ἁγίᾳ σκηνῇ τὰς θυσίας ἐπιτελεῖν, τοὺς εἴπερ ἂν ἕλοιντο τοῦτο δρᾷν, ἀφιστὰς, οἶμαί που, τῆς ἑώλου ψευδολατρείας, τῆς ἐν Αἰγύπτῳ φημὶ, ἔνθα πολὺς μὲν ὁ τῶν εἰδώλων ἐμπαιγμὸς, θεῶν τε τῶν ψευδωνύμων ἡ ἀκαλλεστάτη πληθὺς, οὐδὲ αὐτοῖς τάχα που τοῖς προσκυνεῖν ᾑρημένοις γνωρίζεσθαι δυναμένη· ἀνεῖται δὲ καὶ τὸ θύειν, ὥσπερ ἂν ἕλοιτό τις, κατά γε τὸ ὑπό του τῶν παρ᾽ Ἕλλησι σοφῶν ἀτημελῶς εἰρημένον, ἄλλος δ᾽ ἄλλῳ ἔρεζε θεῶν.

Ἀφιστὰς οὖν τῆς οὕτω ψυχρᾶς τε καὶ βεβήλου τριβῆς καὶ συνηθείας ἀλογωτάτης, ἔφη πάλιν ἐν τῷ Λευιτικῷ· «Λάλησον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ, καὶ πρὸς πάντας τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος λέγων· Ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν, σφάξῃ μόσχον ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἐὰν σφάξῃ ἔξω τῆς παρεμβολῆς, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα, ἢ σωτήριον τῷ Κυρίῳ, δεκτὸν εἰς ὀσμὴν εὐωδίας· καὶ ὃς ἂν σφάξῃ ἔξω ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ μὴ ἐνέγκῃ αὐτὸ, ὥστε μὴ προσενέγκῃ δῶρον Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ, αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.» Αἷμα μὲν οὖν ἐκχεῖν, καὶ τοῖς εἰς μιαιφωνίαν ἐγκλήμασιν ἔνοχον ἔσεσθαι τὸν ἔξω θύοντα τῆς σκηνῆς.

Ἑαυτὸν γὰρ ὥσπερ διεχρήσατό τις, καὶ τὴν οἰκείαν ὠλόθρευσε ψυχὴν, ὁ Θεοῦ μὲν τοῦ κατὰ φύσιν ἀφιστὰς αὐτὴν, προσνέμων δὲ λίθοις καὶ ξύλοις καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἀνατιθείς. Ὅτι δὲ οὐ πᾶν ἁπλῶς θῦμα παρὰ τὰς θύρας ἄγεσθαι προστέταχε τῆς σκηνῆς, ἀλλ᾽ ὅπερ ἕλοιτό τις εἰς θυσίαν ἀναθεῖναι Θεῷ, δέδειχεν ἐναργῶς προσεπάγων εὐθύς· «Καὶ οὐ θύσουσιν ἐπὶ τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύσωσιν ὀπίσω αὐτῶν.» Οὐκοῦν ἀποφάσκει παντελῶς τὸ θύειν ἀδιακρίτως, ᾧπερ ἂν βούλοιτό τις, δεῖν δὲ δὴ μόνῳ τῷ κατὰ φύσιν Θεῷ τὰς λατρείας ἐπιτελεῖν, εὖ μάλα φησί. ΠΑΛΛ. Ὡς ἄριστά γε ἡμῖν ὁ λόγος ἔχει. ΚΥΡ. Ὀνήσειε δ᾽ ἂν καὶ οὐ μετρίως ἡμᾶς καθ᾽ ἕτερον οἶμαι τρόπον τὸ χρῆναι νοεῖν ὡς ἔστι λυσιτελὲς καὶ ἀναγκαῖον ἤδη πως τὸ, ἐν μόνῃ δεῖν τῇ ἁγίᾳ σκηνῇ πράττεσθαι τὰς θυσίας, καὶ τὰ ἱερὰ προσφέρεσθαι θύματα. ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Ἦ οὐκ εἰκόνα καὶ τύπον ἐλέγομεν εἶναι τοῦ Ἐμμανουὴλ, τὸν ἱερέως τε πέρι καὶ ἀγνοημάτων λαοῦ πρὸς τῇ ἁγίᾳ σκηνῇ σφαζόμενον μόσχον; ΠΑΛΛ. Ἐλέγομεν. ΚΥΡ. Χρῆναι δὴ οὖν ταύτῃ τοι φαμὲν, ὡς ἐν σκηναῖς ἁγίαις ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, τοῦ Χριστοῦ τελεῖσθαι μυστήριον. Τουτὶ γὰρ ἡμῖν καὶ ἑτέρωθί που διετύπου πάλιν.

Θεσμοθετήσας γὰρ ἐν ἀρχαῖς τίνα δὴ τρόπον προσήκει σφάζεσθαι τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ τῆς Αἰγυπτίων ἀπαίρουσι γῆς τοῖς ἐξ Ἰσραήλ· «Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, φησὶ, καὶ οὐκ ἐξοίσετε ἀπὸ τῶν κρεῶν αὐτοῦ ἔξω.» Οὐκοῦν παραλύουσι τὸ Θεῷ δοκοῦν, οἱ ἑτερόφρονες αἱρετικοὶ παρὰ τὴν οὖσαν ἀληθῶς ἁγίαν σκηνὴν, ἑαυτοῖς ἑτέραν διαπηγνύντες, καὶ ἔξω θύοντες τὸν ἀμνὸν, καὶ ἀπωτάτω που τῆς μιᾶς ἀποφέροντες οἰκίας, καὶ μερίζοντες τὸν ἀμέριστον· εἷς γὰρ καὶ τέλειος ἐν πᾶσι Χριστός. Ἀλλ᾽ ὅγε σοφός τε ἡμῖν καὶ ἱεροφάντης Μωσῆς παρεγγυᾷ λέγων ἐν τῷ Δευτερονομίῳ, «Πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὸ ὁλοκαύτωμά σου ἐν παντὶ τόπῳ ᾧ ἐὰν ἴδῃς, ἀλλ᾽ ἢ εἰς τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐν μιᾷ τῶν πόλεών σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον· ἀλλ᾽ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις, καὶ φάγῃ κρέα κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι ἐν πάσῃ πόλει. Ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ, ὡς δορκάδα ἢ ἔλαφον, πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ, ὡς ὕδωρ.» Διανοίας οὖν ἄρα τῆς βδελυρωτάτης ἀμπλάκημα καὶ γραφὴ, τὸ ἐν παντὶ τόπῳ θύειν ἀποτολμᾷν, καὶ μὴ ἐν οἴκῳ Θεοῦ πληροῦν τὸ Χριστοῦ μυστήριον. ΠΑΛΛ. Εὖ λέγεις· πλὴν ἐκεῖνο φράσον.

Τὴν αἵματος βρῶσιν κεκιβδήλευκεν ὁ νόμος, καὶ μάλα εἰκότως.

Τί δ᾽ ἂν εἴη πάλιν ὁ ἔν γε τῷ γράμματι νοῦς; ΚΥΡ. Οὐκοῦν, εἰ δοκεῖ, τὰ ἐπὶ τῷδε τεθεσπισμένα, καὶ ἐν τῷ Λευιτικῷ φέρε δὴ λέγωμεν. Ἔχει γὰρ ὧδε· «Καὶ ὁ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα, καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς. Ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι. Καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται. Διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ· Πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα. Καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα· καὶ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινὸν, ὃ ἐσθίεται, καὶ ἐκχεεῖ τὸ αἷμα, καὶ καλύψει αὐτὸ τῇ γῇ· ἡ γὰρ ψυχὴ πάσης σαρκὸς, αἷμα αὐτοῦ ἐστι. Καὶ εἶπα τοῖς υἱοῖς Ἰσραήλ· Αἷμα πάσης σαρκὸς οὐ φάγεσθε, ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· πᾶς ὁ ἐσθίων αὐτὸ, ἐξολοθρευθήσεται.» Ἄθρει δὴ οὖν σαφῶς καὶ ἀναφανδὸν ὡς εἰς ψυχῆς τύπον τὸ αἷμα λαμβάνεται. ΠΑΛΛ. Συνίημι, ΚΥΡ.

Ἀλλοτριοῖ τοιγαροῦν ὁ νόμος, καὶ ὑπεξάγει σωμάτων τῶν σφαζομένων τὸ αἷμα, δόγμα διδάσκων ἀληθὲς, καὶ πρός γε ἡμῶν αὐτῶν ἐν πίστει δεκτὸν, καὶ ἐν Ἐκκλησίαις τίμιον, τὸ, ἀθάνατον εἶναί φημι, διακεῖσθαι καὶ φρονεῖν τὴν λογικὴν τοῦ ἀνθρώπου ψυχὴν, ἣν τοῖς γηΐνοις σώμασιν, οὐ συγκαταφθείρει θάνατος, ἀπολύει δὲ μᾶλλον καὶ ἀνίησιν ὁ Δημιουργὸς, καὶ ὑπεξάγει τοῦ παθεῖν, ζωῆς ἀποφήνας μέτοχον.

Πεποίηται γὰρ ὁ ἄνθρωπος ἐν ἀρχαῖς εἰς ψυχὴν ζῶσαν, ἐνιέντος αὐτῷ τοῦ Θεοῦ πνοὴν ζωῆς· γέγραπται γὰρ ὡδί. Καταγράψομεν γὰρ, καθάπερ ἐγᾦμαι, τὸ ἄναλκι τῆς τὰ πάντα ζωογονούσης ζωῆς, εἰ τὸ πρὸς αὐτῆς γεγονὸς εἰς ζωὴν, συνδιόλλυσθαί φαμεν τοῖς προσκαίροις σώμασι. Συνέσει δὲ τῇ παγκάλῳ στέψομεν, ἀθάνατον εἶναι πιστεύοντες, δοκοῦν ὧδε ἔχειν αὐτὴν τῷ πάντων Δημιουργῷ, ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Καὶ οὗτος, οἶμαί που, τῆς νομοθεσίας τῆς ἐπὶ τῷδε λόγος. Ἴωμεν δὲ καὶ ἐφ᾽ ἕτερα δικαιώματα τῆς σκηνῆς. Ἔφη τοίνυν ὁ Θεὸς ἐν τῇ Ἐξόδῳ, «Οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου.» Ἄζυμον ἔστω, φησὶ, τὸ προχεόμενον αἷμα, καὶ ὑπὲρ τοῦ προσκεκομισμένου εἰς θυσίαν τῷ Θεῷ, ζύμης αὐτῷ δηλονότι ἤτοι σεμιδάλεως ἐζυμωμένης, οὐκ ἐπενηνεγμένης· χρὴ γὰρ ἡμᾶς ἐκκεκαθαρμένους καὶ ἀζύμους ὥσπερ ὑπάρχοντας, τοῦτ᾽ ἔστι, τὴν ἐκ φαυλότητος καὶ πονηρίας οἱονεί πως ἐπιπλοκὴν, εἰς νοῦν οὐκ ἔχοντας, καθιεροῦν τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς, ὧν εἰς τύπον τὸ αἷμα· νέον δὲ φύραμα καὶ ἀζύμους ἐκάλει καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς εἰλικρινῆ καὶ ἀθόλωτον, καὶ ἀσυμμιγῆ φαυλότητος τὴν οἰκείαν τηροῦντας ψυχὴν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς Χριστὸν, καὶ ἀγάπης ὁλοτελοῦς. Ἀλλ᾽ «Οὐδὲ μὴ κοιμηθῇ, φησὶ, στέαρ τῆς ἑορτῆς μου, ἕως πρωΐ,» τοῦτ᾽ ἔστι, χθιζὸν οὐκ ἀνοίσεις στέαρ εἰς ὀσμὴν εὐωδίας.

Ἐν δὲ τῷ Λευιτικῷ σαφεστέραν ποιεῖται τοῦ νόμου τὴν δήλωσιν, καὶ τὸ χρῆμα ἐναργὲς καθίστησι λέγων περὶ τοῦ προσάγοντος θῦμα· «Κἂν εὐχὴν, ἢ ἑκούσιον θυσιάσῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσενέγκῃ τὴν θυσίαν, βρωθήσεται, καὶ τῇ αὔριον· τὸ δὲ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας, ἕως ἡμέρας τρίτης, ἐν πυρὶ καυθήσεται.

Ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτὸ, οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχὴ ἤτις ἂν φάγῃ ἀπ᾽ αὐτοῦ, μιανθήσεται, καὶ τὴν ἁμαρτίαν λήψεται.» Τριταῖον μὲν οὖν ἀποπέμπεται θῦμα, παραιτεῖται δὲ ὅτι καὶ τὸ χθιζὸν, διεσάφει λέγων. «Ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης τῷ Κυρίῳ, εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό. Αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται, οὐ καταλείψεται ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωΐ· ἐγώ εἰμι Κύριος· τὴν ἁμαρτίαν λήψεται.» ΠΑΛΛ. Εἶτα τίς ἂν γένοιτο καὶ τῶνδε ὁ νοῦς; ΚΥΡ. Προαποδέδειχεν ἡμῖν ὁ νόμος ἐν τοῖς ἀνωτέρω πλειστάκις, ὅτι τὸν ἅπαντα χρόνον κατατέμνειν ἔθος τῇ θείᾳ Γραφῇ, ποτὲ μὲν εἰς δύο, καθ᾽ ὃν ἦν ὁ νόμος, καὶ καθ᾽ ὃν ἐπέλαμψεν ὁ Χριστός· ποτὲ δὲ αὖ, εἰς τρεῖς παρεισκρινομένου τε καὶ τὰ τάττοντος μεταξὺ, καὶ καθ᾽ ὃν ὁ τῶν ἁγίων προφητῶν ἀνέλαμψε χορὸς, πλὴν ὅτι καὶ ἐν χρόνῳ τῷ κατὰ Μωσέα, καὶ ἐν τῷ τῶν ἁγίων προφητῶν λατρείας ἦν τρόπος ὁ αὐτὸς, ὡς ἐν σκιαῖς ἔτι ταῖς κατὰ νόμον.

Πρωΐας δὲ γενομένης, ἤτοι τοῦ τρίτου λοιπὸν πάλιν ἀναδειχθέντος καιροῦ, καὶ τοῦ νοητοῦ φωτὸς, τοῦτ᾽ ἔστι, Χριστοῦ, τὴν ὑφ᾽ ἥλιον περιαστράπτοντος, λελυμένης δὲ λοιπὸν τῆς παλαιᾶς ἀχλύος, οὐκέτι δεκτὸς τῆς τὸ τηνικάδε λατρείας ὁ τρόπος, ἀλλ᾽ εἴτε χθιζὸν, εἴτ᾽ οὖν εἴη τὸ τριταῖον στέαρ, ἢ θύμα, δεκτὸν μὲν οὐκέτι, βδελυρὸν δὲ καὶ ἀπόβλητον παρὰ Θεῷ, καὶ ἐν μιάσματος τάξει λελογισμένον τοῖς οὐκ ἐν καιρῷ προσκομίζειν ᾑρημένοις. Ἢ οὐκ εἶναι φὴς ἀληθὲς, ὅτι Χριστοῦ καταλάμποντος τοῖς εὐαγγελικοῖς παιδεύμασι τὰς τῶν ἁγίων ψυχὰς καὶ εἰς λατρείαν τὴν πνευματικὴν μυσταγωγοῦντος εὖ μάλα, περιττά πως ἤδη καὶ ἀνωφελῆ τὰ ἐν νόμῳ; ΠΑΛΛ. Φημί. Μεμνήσομαι γὰρ τοῦ θεσπεσίου Παύλου, σκύβαλα καὶ ζημίαν ἀποκεκληκότος τὰ κατὰ νόμον αὐχήματα, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Ἀκούω δὲ γεγραφότος τισί· «Λέγω δὲ ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ἡμᾶς ὠφελήσει.» ΚΥΡ. Ὀρθῶς ἔφης. Οὐκοῦν ἁμαρτία καὶ μολυσμὸς, ἀναδειχθέντος Χριστοῦ, καὶ παρελάσαντος τοῦ καιροῦ, καθ᾽ ὃν ἦν ὁ νόμος καὶ οἱ προφῆται, τῆς ὡς ἐν σκιαῖς λατρείας ἀντέχεσθαι· καὶ Θεῷ προσάγειν ἐπιχειρεῖν ὄϊν, ἢ στέαρ, ἢ λιβανωτόν· καίτοι λέγοντος ἐναργῶς τοῦ Υἱοῦ τῷ Θεῷ καὶ Πατρί· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.

Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, τότε εἶπον, Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Ἄμωμον γὰρ ὥσπερ ἱερεῖον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀναθεὶς ὁ Υἱὸς, ἔστησε τὰ ἐν νόμῳ, περιελεῖν ἁμαρτίας οὐ δυνάμενα· τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Διὰ νομικῆς οὖν ἄρα λατρείας ἀπρόσιτος ὁ Πατὴρ, μετὰ τὴν ἐν Χριστῷ τελείωσιν, προσιτὸς δέ ἐστι διὰ μόνου τοῦ Υἱοῦ. Τοιγάρτοι καὶ ἔφασκεν, «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.» Ὅτι δὲ ἄθυτόν τε καὶ ἀτελὲς πᾶν εἴτι μὴ ἐν Χριστῷ, δεκτὸν δὲ καὶ ἱερώτατον τὸ δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ, σαφὲς ἂν γένοιτο καὶ δι᾽ ὧν ὁ νόμος ἐν μὲν τῇ Ἐξόδῳ φησίν· «Οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ·» ἐν δὲ τῷ Λευιτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Μόσχον ἢ πρόβατον ἢ αἶγα ᾧ ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα αὐτοῦ. Τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα, δεχθήσεται εἰς δῶρα κάρπωμα τῷ Κυρίῳ, καὶ μόσχον καὶ πρόβατον, αὐτὴν καὶ τὸ παιδίον αὐτῆς οὐ σφάξετε ἐν ἡμέρᾳ μιᾷ.» Ἄρνα μὲν οὖν τὸ ἀρτιγενὲς καὶ ὑπότιτθον ἔτι σφράττειν οὐκ ἐᾷ, δεικνὺς ὅτι, τὸ ἀτελὲς ἔτι καὶ ὡς ἐν συνέσει βραχύ τε καὶ ἀσθενὲς, οὔπω μὲν ἱερόν· ἔτι δὲ ἀπαράδεκτον διὰ τοῦτο Θεῷ.

Τοιοῦτοί τινες ἦσαν ἄσοφοί τε καὶ ὀλιγογνώμονες, πρὸς οὓς ὁ θεσπέσιος γράφει Παῦλος· «Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκοντος ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς· τελείων δέ ἐστιν ἡ στερεὰ τροφή.» Οὐκοῦν ἀτελὲς ἔτι, τὸ ἐν γάλακτί τε καὶ ὑπὸ μαστὸν, κατά γε τὸ ἐν συνέσει φημὶ καὶ εὐρωστίᾳ πνευματικῇ· ἴτω δὲ αὖ ἡμῖν ὁ περὶ τῶνδε λόγος, ὡς ἐκ τύπου τῶν ἐν αἰσθήσει καὶ ἐναργῶν πραγμάτων, ἐπὶ τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητὰ, πλὴν ὅτι τὰ πάντα γέγονεν ἐν Χριστῷ καὶ ἐν τελειότητι καὶ παραδοχῇ, συνήσεις εὖ μάλα. Τὰ γάρ τοι προσκομιζόμενα ζῶα καὶ ἀνατιθέμενα τῷ Θεῷ, δεῖν μὲν εἶναί φησιν ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα, δῶρον ἔσεσθαι, καὶ εἰς κάρπωμα τῷ Θεῷ. ΠΑΛΛ. Οὐ σφόδρα σαφὴς ὁ λόγος. ΚΥΡ. Ἦ γὰρ οὐχὶ τὴν ὀγδόην τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν εἶναι φὴς, καὶ ἀρχὴν ὥσπερ αἰῶνος νέου, παριππεύσαντος τοῦ κατὰ νόμον ὡς ἐν ἡμέραις ἑπτὰ ταῖς πρώταις; ΠΑΛΛ. Φημί. ΚΥΡ. Οὐκοῦν ἀνίερόν τε καὶ ἀπροσκόμιστον ἔτι τὸ ὡς ἐν χρόνῳ τῷ κατὰ τὸν νόμον δηλονότι τὸ ἐν λατρείᾳ σαρκικῇ· δῶρον δὲ ἤδη καὶ εὐπρόσδεκτον τῷ Θεῷ πᾶν εἴτι λοιπὸν ἐν Χριστῷ κατὰ τὴν ὀγδόην καὶ ἐπέκεινα. Ἀκατάληκτος γὰρ ἡ ἐν Χριστῷ κλῆσις, ἀρχὴν ἔχουσα τὴν ἀνάστασιν.

Καὶ τοῦτο εἰδὼς αὐτὸς ἔφασκεν ὁ Υἱὸς, ὁτὲ μὲν, «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτὸν,» ὁτὲ δὲ, «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.» ΠΑΛΛ. Ὀρθῶς ἔφης. Τὸ δέ γε μὴ συνδιόλλυσθαι δεῖν μητέρα τοῖς τέκνοις ἐν ἡμέρᾳ μιᾷ, τί ἂν εἴη πάλιν; ΚΥΡ. Νομοθετήσας εὖ μάλα τὰ ἐπὶ Χριστῷ, καὶ τὴν δι᾽ αὐτοῦ τελείωσιν προαναφωνήσας ἀστείως, οὐκ ἠγνόησεν, ὡς Θεὸς, τῶν Ἰουδαίων τὸ ἀπειθὲς, καὶ τῆς Ἱερουσαλὴμ τὸ δυσήνιον, καὶ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας, ὀλοθρευθήσονται μὲν ὡς κυριοκτόνοι, καὶ ἀγρίως πεπαρῳνηκότες εἰς τὸν Υἱὸν οἱ ἐξ Ἰσραὴλ, πλὴν οὐκ εἰσάπαν ὁλόριζος Ἱερουσαλὴμ οἰχήσεται, μενεῖ δὲ ὥσπερ ἔρημος τέκνων, τὸν τελευταῖον καὶ ἐν ἐσχάτοις περιμένουσα καιρὸν, καθ᾽ ὃν καὶ αὐτὴ σωθήσεται κατόπιν τρέχουσα τῶν ἐθνῶν· τέθειται γὰρ εἰς νῶτον, τοῦτ᾽ ἔστιν, ὀπίσω, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, «Ὅτι θήσει αὐτοὺς νῶτον·» πᾶς γὰρ Ἰσραὴλ σωθήσεται, τῆς ἐξ ἐθνῶν ἀγέλης τοῖς θείοις σηκοῖς προενηυλισμένης. Οὐκ ἐᾷ τοιγαροῦν ὁ νόμος τὴν ὡς ἐν ἐσχάτῃ πανωλεθρίᾳ γενέσθαι φθορὰν, ἡμερότητι συγκεκραμένην τὴν ἐπὶ τοῖς ἀπειθήσασι προαναφαίνων ὀργὴν, ἐν ταὐτῷ δὲ, οἶμαι τύπων ὥσπερ τινὰ τὸ χρῆμα τιθεὶς εἰδήσεως ἀναγκαίας.

Ἥκιστα μὲν γὰρ οἰχήσεται τὰ ὄντα πρὸς τὸ μηδὲν ἀκράτῳ φθορᾷ τυραννούμενα, διαμενεῖ δὲ ὥσπερ ταῖς διαδοχαῖς τοῦτο ἐν ἐκείνῳ, κἀκεῖνο τυχὸν ἐν τούτῳ σωζόμενα, κατά γε τὸ συγγενὲς ἢ ὁμοειδὲς, τὸν εἰσάπαν ὄλεθρον τῶν ἰδίων κτισμάτων ἀποσοβοῦντος τοῦ Θεοῦ. «Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου,» κατὰ τὸ γεγραμμένον. Ἔπρεπε δὲ καὶ τῶν τοιούτων ἡ προαγόρευσις, καὶ μὴν καὶ ἡ δήλωσις, τῶν περὶ Χριστοῦ λόγων, δι᾽ ὃν καὶ ἐν ᾧ τὰ ἐφθαρμένα σώζεται, καὶ τὸ θανάτῳ τυραννούμενον ἀνατέθηλεν εἰς ζωὴν, τετελεύτηκε μὲν γὰρ ἡ ῥίζα τοῦ ἀνθρωπείου γένους οἷά τις μήτηρ, ὡς ἐν Ἀδὰμ, πλὴν οἱ ἐξ αὐτῆς, τοῦτ᾽ ἔστιν, ἡμεῖς, ἀνεθάλλομεν ἐν Χριστῷ καὶ ἐσμὲν καὶ σωζόμεθα, ζωὴν ἔχοντες αὐτὸν καὶ ῥίζαν ὥσπερ τοῦ γένους δευτέραν. ΠΑΛΛ. Ὡς εὖ γε δὴ καὶ μάλα ἀπεζεσμένως ὁ λόγος ἔχει. ΚΥΡ. Ἄξιον δὲ, ὦ Παλλάδιε, τοῖς εἰρημένοις ἐπενεγκεῖν, τό· «Οὐ φυτεύσεις σεαυτῷ ἄλσος· πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου, οὐ ποιήσεις σεαυτῷ, οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησε Κύριος ὁ Θεός σου.» Θέα γὰρ ὅπως εἰδωλοπρεποῦς ἀπάτης ἐξοικίζει παντελῶς τὸν τῆς ἀληθείας προσκυνητὴν, ἥκιστα μὲν ἐφιεὶς, τοῖς Ἑλλήνων ἀποκεχρῆσθαι νόμοις, ἀποσείεσθαι δὲ δεῖν τὰ παρ᾽ ἐκείνοις ἔθη παρεγγυῶν, κἂν εἰ μηδὲν ἔχοιεν τὸ λυποῦν, καὶ εἰ γένοιντο τυχόν. ΠΑΛΛ. Οἷόν τι φής; ΚΥΡ.

Τὰ εὐερνέστατα τῶν φυτῶν πάντα τε ἀμφιλαφῶς κομῶντα δρυμὸν καταλαμβάνοντες Ἕλληνες. βωμοὺς καὶ θυσίας τοῖς δαιμονίοις ἵστασαν. Ἔδει γὰρ, ἔδει τοῖς τῶν δαιμονίων βωμοῖς ἀποφορὰν ὥσπερ νοῦ, καὶ μὴν καὶ τέρψεις παραπεπῆχθαι κοσμικάς.

Νοσεῖ γὰρ τὸ ψεῦδος οἴκοθεν μὲν τὸ ἄναλκι, κατακαλλύνεται δὲ πολλάκις τοῖς εἰσποιητοῖς ὡραϊσμοῖς, καθάπερ ἀμέλει καὶ τῶν γυναίων τὰ ἄσεμνα. Τῷ δὲ θείῳ θυσιαστηρίῳ τῷ τῆς ἀληθείας ἀπαστράπτοντι κάλλει, ποίων ἔδει τῶν ἔξωθεν ἐπικουρημάτων, ἤγουν εἰκαίων ὡραϊσμῶν; οὐ γὰρ διὰ τέρψεως κοσμικῆς προσιτὸν τὸ θεῖον, οὐδὲ ἀνειμένῳ τρόπον τινὰ νῷ καὶ ἀνάπτοντι πρὸς τὰ σαρκικὰ, ἀλλ᾽ ὡς ἐν νηφούσῃ διανοίᾳ καὶ πολὺ πρὸς τὸ ἄνω βλεπούσῃ καὶ ἐν οὐρανοῖς. Εἴπερ ἦν ὅλως καὶ ὑπὸ πρέμνα τυχὸν, ὡς ἐκ ταυτομάτου γεγονὸς θεῖόν που θυσιαστήριον, ἠδίκησεν ἂν τὸ χρῆμα οὐδὲν τὸν ἀσφαλῆ καὶ γνήσιον τοῦ Σωτῆρος προσκυνητήν· ἐπειδὴ δέ ἐστιν ὅλως Ἑλληνικὸν τὸ ἐπιτήδευμα, παραιτητέον τὴν μίμησιν, καὶ τῆς συνηθείας τὸ ἐμφερὲς, καθάπερ ἀμέλει, τῷ μὲν πιστῷ καὶ βεβηκότι νῷ πρὸς ἀληθῆ εἴδησιν, εἴδωλον μὲν οὐδὲν ἐν κόσμῳ, ἀλλ᾽ οὐδὲ εἰδωλόθυτόν ἐστιν, ἐσθίειν γε μὴν οὐκ ἐφίεται παρεγγυῶντος ἑτέρου διὰ τὴν τῶν ἀσθενεστέρων συνείδησιν· «Ἵνα τί γὰρ ἐγὼ κρίνομαι ὑπὸ ἄλλης συνειδήσεως; Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι, ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;» εὐδοκιμεῖ τοιγαροῦν τὸ χρῆμα παρὰ Θεῷ τὸ παραιτεῖσθαί φημι τὴν πρὸς Ἕλληνας ἰσουργίαν, ὡς ἔν τε τῇ τῶν θυσιαστηρίων θέσει, καὶ ἐν τοῖς περὶ θρησκείας ἔθεσί τε καὶ τρόποις. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ.

Τὸ δὲ δὴ χρῆναι καρποφορεῖν εἰς δόξαν Θεοῦ, καὶ μὴ κενὰς χεῖρας ἔχοντας εἰς τὴν ἁγίαν ἰέναι σκηνὴν, διεσάφει πάλιν ἡμῖν τὸ Γράμμα τὸ ἱερὸν, ἐν τοῖς Ἀριθμοῖς οὕτως ἔχον· «Καὶ ἐγένετο, ᾗ ἡμέρᾳ συνετέλεσε Μωσῆς, ὥστε ἀναστῆσαι τὴν σκηνὴν, καὶ ἔχρισεν αὐτὴν, καὶ ἡγίασεν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον, καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν αὐτὰ, καὶ ἡγίασεν αὐτά. Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν. Οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς.

Καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας, καὶ δώδεκα βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρὰ ἑκάστου. Καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάβε παρ᾽ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευίταις ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. Καὶ λαβὼν Μωσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευίταις.» Καὶ οὐ μέχρι τούτων τὰ ἐκ τῶν φυλάρχων ἦν· προσεπενήνεκται δὲ καὶ ἕτερα. Γέγραπται γὰρ, «Καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου, ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτὸ, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου.

Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἄρχων εἷς καθ᾽ ἡμέραν, ἄρχων καθ᾽ ἡμέραν προσοίσουσι τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου. Καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ, Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα.

Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον. ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν, θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος, μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα. Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. Τοῦτο δῶρον Ναασσὼν υἱοῦ Ἀμιναδάβ.» Προσεκόμιζον δὲ καὶ καθεξῆς ἄχρι τοῦ δυοκαιδεκάτου, κατά γε τὸν ἴσον τρόπον καὶ ἐν ἀπαραλλάκτοις φιλοτιμίαις, ἐκνεμηθείσης ἑκάστῳ τῆς αὐτῷ συντεταγμένης ἡμέρας ἰδικῶς· διετύπου γὰρ ὧδε Θεός. ΠΑΛΛ. Καὶ τίς δὴ ἄρα ἐστὶ τῆς οὕτω πολυειδοῦς προσαγωγῆς ὁ λόγος; ΚΥΡ. Καρποφορία μὲν οὖν τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, πέπλεκται δὲ, οἶμαι, καὶ λόγος αὐτῇ μυστικὸς εἰς τὸν Ἐμμανουὴλ, καὶ εἰς ἡμᾶς αὐτοὺς ἀνακομίζων τὸ αἴνιγμα· φράσω δὲ ὡς ἂν οἷός τε ὦ πάλιν.

Ἀναδεδειγμένης γὰρ ἐν τῷδε τῷ κόσμῳ τῆς ἁγίας, καὶ ἀληθοῦς σκηνῆς, τοῦτ᾽ ἔστι, τῆς Ἐκκλησίας, πολυειδῶς ἐν αὐτῇ διαπρέπων Χριστὸς καὶ μονονουχὶ παρ᾽ ἡμῶν καὶ ὑπὲρ ἡμῶν ὡς ἱερὸν προσάγεται θύμα τῷ Θεῷ καὶ Πατρὶ, λύτρον καὶ ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς, εἷς ὁ πάντων ἀντάξιος. Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς ὡς εἷς ἐξ ἡμῶν, ἑαυτὸν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῆς ἀνθρώπου φύσεως εὐωδιαζούσης ἐν ἁγιασμῷ, φυσικῶς μὲν καὶ οὐσιωδῶς ἐνυπάρχοντι, καθ᾽ ὃ νοεῖται καὶ ἔστι Θεὸς, εἰσκεκριμένως δὲ αὖ διὰ τὸ ἀνθρώπινον. Εἷς δὲ ὑπάρχων καὶ αὐτὸς, κατὰ πολλοὺς ἐγράφετο τρόπους, ὡς ἔν γε τῇ τῶν ἀρχόντων προσκομιδῇ, ἱερουργεῖται δὲ ὥσπερ καὶ νῦν ὁ Χριστὸς, διὰ τῶν κατὰ καιροὺς ἡγουμένων πολυτρόπως νοούμενος, καὶ διαφόροις ὀνόμασιν ἐκτετιμημένος· καὶ καθ᾽ ἡμέραν προσφορὰ, τὸ ἀνεκλειπὲς οἱονεί πως καὶ ἀκατάληκτον τῆς Χριστοῦ θυσίας ἐν ἡμέρᾳ πάσῃ καὶ τὸ ἐν αὐτῇ καρποφόρον τῶν ἐν πίστει δεδικαιωμένων ὑποδηλοῦντος τοῦ πράγματος.

Οὐ γὰρ ἐπιλείψουσιν οἱ προσκυνηταὶ, ἀλλ᾽ οὐδὲ σπάνις ἔσται δωροφορίας· προσκομισθήσεται δὲ πρὸς ἡμῶν καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, μυστικῶς ἱερουργούμενος ἐν ταῖς ἁγίαις σκηναῖς. Αὐτὸς δὲ ἡμῶν καρποφορία πρώτη καὶ ἐξαίρετος· προσκεκόμικε γὰρ ἑαυτὸν εἰς θυσίαν τῷ Πατρὶ, καὶ οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, κατὰ τὸν ἀμωμήτως ἔχοντα λόγον, ἀλλ᾽ ὑπὲρ ἡμῶν τῶν ὑπὸ ζυγὸν καὶ γραφὴν ἁμαρτίας. Καθ᾽ ὁμοιότητα δὲ τὴν πρὸς αὐτὸν, ἱερὰ θύματα καὶ ἡμεῖς, κόσμῳ μὲν ἀποθνήσκοντες, ὡς νενεκρωμένης τῆς ἁμαρτίας ἐν ἡμῖν, ζῶντες δὲ τῷ Θεῷ, τὴν ἐν ἁγιασμῷ καὶ ὁσιότητι ζωήν. Ταυτὶ γὰρ ἡμῖν ὑπεμφαίνειν ἔοικεν ἡ τῶν ἀρχόντων προσαγωγὴ, ἣν καὶ ἀνὰ μέρος ἐκβασανίζοντες τοῖς καθήκουσι λογισμοῖς, ὅπως ἂν ἡμῖν εὖ ἔχοι, βούλει λέγωμεν κατὰ τὸ ἐγχωροῦν; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Προσκεκόμισται μὲν οὖν παρὰ ἑκάστου μόσχος· ἐκνενέμηνται δὲ τοῖς ἱεροῖς ἔργοις τῆς ἁγίας σκηνῆς, ἓξ οὖσαι τὸν ἀριθμὸν αἱ ἅμαξαι. Εἶτα παρ᾽ ἑκάστου τρυβλίον ἓν ἀργυροῦν, καὶ φιάλη μία, καὶ ἀμφότερα, φησὶ, πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, θυΐσκη μία θυμιάματος ἔμπλεως, κριὸς εἷς, ἀμνὸς εἷς ἐνιαύσιος εἰς ὁλοκαύτωμα, χίμαρος ἐξ αἰγῶν περὶ ἁμαρτίας· καὶ ταυτὶ μὲν τὰ ὁλοκαυτώματα.

Προσεκόμιζον δὲ καὶ εἰς θυσίαν σωτηρίου, φησὶ, δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίους πέντε. ΠΑΛΛ. Φράζε δὴ οὖν καὶ πρό γε τῶν ἄλλων, τί τὸ μεταξὺ, καὶ ποίαν ἄν τις εἴποι τὴν διαφορὰν τῆς τοῦ σωτηρίου θυσίας, καὶ ὁλοκαυτώματος. ΚΥΡ. Ἄκουε δή. Τὰ μὲν γὰρ ὁλοκαυτώματα τῶν ζώων ὅλα δι᾽ ὅλων, ἱερῷ καὶ ἀσβέστῳ κατεφλέγετο πυρὶ, οὐδενὸς τὸ σύμπαν ἐξῃρημένου, ἀλλ᾽ οἱονεί πως παντὸς μορίου καὶ μέλους εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντος τῷ. θεῷ, τὰ δέ γε ὑπὲρ τῆς τοῦ σωτηρίου θυσίας σφαζόμενα, μερικὴν ἐδέχετο τὴν καθιέρωσιν, ὡς ἐν ὤμῳ δεξιῷ, κεφαλῇ τε καὶ ποσὶ, νεφροῖς καὶ ἥπατι, καὶ ἑτέροις τισὶ τοῖς εἰς τὸ εἴσω καὶ ἐνδοσθίοις. Πρέπει δὴ οὖν τὸ ὁλοκαυτοῦσθαι Χριστῷ· καὶ γάρ ἐστιν ἀληθῶς ὅλος ἅγιος, εὐώδης ἅπας καὶ ἱερός. Ἡμῖν δὲ οἰκεῖον, τὸ οὐκ εἰσάπαν ἅγιον, καὶ οὐχ ὁλοκλήρως ἱερὸν, οἷς ἔνεστί τι καὶ μολυσμοῦ διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν. «Καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,» καὶ «Παραπτώματα τίς συνήσει;» κατὰ τὸ γεγραμμένον. Διὰ τοῦτο τὴν ὑπὲρ τοῦ σωτηρίου θυσίαν, οὐχ ὁλόκαυτον ὁ νόμος, μερικῶς δὲ μᾶλλον καθιεροῦσθαι δεῖν εὖ μάλα προστέταχεν. Ἆρ᾽ οὖν, ὦ Παλλάδιε, σαφής σοι καὶ ἀποχρῶν εἰς εὐμαθίαν ὁ λόγος; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Φέρε δὴ οὖν, ἐπ᾽ ἐκεῖνο ἴωμεν εἴς γε τὸ, ἑκάστῳ φημὶ τῶν προσενηνεγμένων, φάναι τι, καὶ μὴν καὶ συνιέναι τῶν ἀναγκαίων εἰς ὄνησιν. ΠΑΛΛ. Ἴθι δὴ οὖν.

ΚΥΡ. Ἔστι τοίνυν τὰ παρ᾽ ἑκάστου τῶν φυλάρχων, τρυβλίον ἀργυροῦν ἓν καὶ φιάλη μία, καὶ ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐλαίῳ.

Τὸ μὲν οὖν τρυβλίον ἐστὶ τοῖς ἐδωδίμοις ὑπηρετοῦν, καὶ εἰς ὀψοφαγίαν χρήσιμον, καθὸ καὶ αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ φιλοπνευστοῦντι Ἰωάννῃ τῷ γνησίῳ μαθητῇ τίς ὁ παραδώσων αὐτὸν, «Ὁ ἐμβάψας, φησὶ, μετ᾽ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ.» Φιάλης δὲ τί ἂν λέγοιμι τὴν χρείαν, διακεκραγότος ὡδὶ τοῦ πράγματος; Καὶ σημεῖον ἄρτου σεμίδαλις, ὅτι καὶ ἐξ αὐτῆς ἄρτος, ἄρτος δὲ ζωῆς, ὁ Χριστός. Οὐκοῦν ὡς ἐν τῷ τρυβλίῳ καὶ ἐν τῇ φιάλῃ, καὶ ὡς ἐν ἄρτῳ τῷ ἐν ἀμφοῖν, πλήρη γὰρ ἦν σεμιδάλεως, ὡς ἐν βρώσει τε καὶ πόσει, ζωὴ καὶ ζωοποιὸς ὁ Χριστὸς σημαίνεται. «Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Ἐλαίῳ δὲ τὴν σεμίδαλιν καταδεδεῦσθαί φησιν, αὐτό που τὸ ἐν Ψαλμοῖς ἀναμελῳδοῦντος οἱονεί που τοῦ τύπου· «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»

Θυΐσκη δὲ αὖ, σχῆμά τε καὶ εἶδος θυμιατηρίου, θυΐας ἐν ἴσῳ πεποιημένου, ἐπίμεστον δὲ καὶ αὐτὸ θυμιάματος· εὐωδία γὰρ καὶ θυμιατήριον ὁ Χριστὸς, οὐκ ἔξωθεν δὲ τὸ εὐῶδες ἔχων, καθάπερ ἀμέλει καὶ ἡμεῖς αὐτοὶ κατὰ μέθεξιν ἀρετῆς, καὶ τοῦ κατ᾽ εὐσέβειαν ἁγιασμοῦ τὸ ἐν τούτοις εἶναι κερδαίνοντες, ἀλλ᾽ οἴκοθεν ὡς Θεὸς καὶ ἐν ἰδίᾳ φύσει πλουτῶν τὰ δι᾽ ὧν θαυμάζεται, καὶ ὅλην ἐμπίπλησι τὴν οἰκουμένην τῆς ὑπερκοσμίου καὶ ὑπὲρ κτίσιν ὀσμῆς. Θεὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Πατρὸς ἐν ἰδίᾳ φύσει λαχὼν, εὖ μάλα διαγινώσκεται, ἔμπλεως οὖν ἡ θυΐσκη θυμιάματος. Ταύτῃ τοι προσάγεται μόσχος τε καὶ κριὸς, καὶ μὴν καὶ ἀμνὸς, καὶ χίμαρος ἐξ αἰγῶν, τὰ πρὸς τούτοις ἔτι προσκεκομισμένα, καὶ διὰ πάντων αὐτὸς ὁ γραφόμενος· ἐν μὲν τῷ μόσχῳ, διὰ τὸ ἄγαν εὐσθενὲς, καὶ ὅτι τῶν ἐν ἡμερότητι καὶ καθαρότητι ζώων, τὸ προὔχον, ὁ μόσχος, καὶ ὡς ἐν μεγέθει σώματος, τὸ ὑπερτεροῦν· ἐν ὑπεροχῇ δὲ τῇ νοητῇ, πάντα ἐστὶ τὰ Χριστοῦ, καὶ αὐτὸς ὁ προὔχων καὶ ὑπερκείμενος τῇ κατὰ πᾶν ὁτιοῦν ἀσυγκρίτῳ διαφορᾷ· ἐν δὲ τῷ κριῷ, διὰ τὸ τέλειον, καὶ μέντοι διὰ τὸ ἄκακον, ἐν τῷ ἀμνῷ· «Ἐγὼ γὰρ, φησὶν, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων·» ἐν δὲ τῷ χιμάρῳ, διὰ τὴν ὑπέρ γε τῶν ἡμαρτηκότων σφαγήν.

Χίμαρος γὰρ ὑπὲρ ἁμαρτίας τὸ θῦμα, κατὰ τὸν νόμον· εἰσέδυ δὲ δι᾽ ἡμᾶς τὸν θάνατον ὁ Ἐμμανουὴλ, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἐκλελυτρώμεθα, δι᾽ ἣν ὑπέμεινεν ὑπὲρ ἡμῶν σφαγήν. Ἢ οὐκ εἶναι φὴς καὶ τοῦτο ἀληθές; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Ἐπιτήρει δὲ ὅτι προσεκομίσθησαν μὲν οἱ μόσχοι, δέδονταί γε μὴν εἰς τὰ ἔργα τῆς σκηνῆς, ἵν᾽ ἐν ταῖς ἀναζεύξεσιν αὐτοὶ φέροντες ἐφ᾽ ἁμαξῶν, πόνου καὶ ἀνίας ἀπαλλάτοιεν τοὺς ἱερουργούς. Ἐπαναπαύεται γὰρ ἡ Ἐκκλησία Χριστῷ, καὶ αὐτὸς ἡμᾶς φέρει, τοῖς ὑπὲρ δύναμιν πόνοις περιπίπτειν οὐκ ἐφιεὶς τὸ ἱερὸν καὶ τίμιον γένος, καὶ τὸν τῶν ἁγίων ἔργων ἐπιστήμονα λαόν. Οὕτω μὲν οὖν ἀνοιστέον ἐπὶ Χριστὸν τὰ ὠνομασμένα. Τὰ δέ γε εἰς θυσίαν σωτηρίου προσεκόμιζον οἱονεί πως αὖ ἀνθ᾽ ἑαυτῶν οἱ ἡγούμενοι, καθιεροῦντες τρόπον τινὰ τῇ ἁγίᾳ σκηνῇ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀναφέροντες τῷ Θεῷ. Δαμάλεις δὲ ἦσαν δύο, κριοὶ πέντε, τράγοι πέντε, ἀμνάδες πέντε. Καὶ μόσχος μὲν, ὁ Χριστὸς, δαμάλεις δὲ αὖ ἡμεῖς, καὶ λόγος ὁ ἐπ᾽ ἀμφοῖν, οὐκ ἀσύμφυλος, ἀληθὴς δὲ μᾶλλον καὶ ἐναργής· ἡγεμονικώτατον γὰρ ἀεί πως τὸ ἄρσεν ἐστὶ, καὶ ἐν τιμῇ καὶ δόξῃ τῇ παναρίστῳ παρὰ Θεῷ, καὶ μάρτυς ἡ φύσις, ὁμολογοῦσα τὸ χρῆμα. Μεῖον δὲ καὶ ὑπεστρωμένον τὸ θῆλυ, καὶ οἱονεὶ κατόπιν ἰὸν τῆς ἀρσένων ἀλκῆς τε καὶ δόξης.

Ἔστι δὴ οὖν ἐν ἄρσενι μόσχῳ, καθηγητὴς μὲν ἡμῶν ὁ Χριστὸς, ὑπεζεύγμεθα δὲ ὥσπερ ἡμεῖς καὶ ἐν πολλῷ μείονι παρ᾽ αὐτὸν ἀλκῇ τε καὶ δόξῃ, καὶ, ἀσύγκριτον τὸ μεσολαβοῦν. Εἰ γὰρ καὶ γέγονε καθ᾽ ἡμᾶς, ὁμοειδὴς γὰρ τῷ μόσχῳ δάμαλις, ἀλλ᾽ ἐν πολλῇ λίαν ὑπεροχῇ τὰ αὐτοῦ. «Τίς γὰρ ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ;» καθ᾽ ἡμᾶς γὰρ ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς ὁ Χριστὸς ἐν ὑπεροχῇ θεότητος, εἰ καὶ γέγονε σάρξ.

Δύο γε μὴν αἱ δαμάλεις, εἰς τύπον, οἶμαί που, τῶν δύο λαῶν, συνδεδραμηκότων εἰς ἕνα τὸν ἀπ᾽ ἀμφοῖν, συνείροντος εἰς ἑνότητα τὴν πνευματικὴν διὰ πίστεως τοῦ δι᾽ ἡμᾶς τε καὶ μεθ᾽ ἡμῶν. Κριοὶ δὲ πάλιν καὶ ἀμνοὶ ἰσάριθμοι, χίμαροί τε οὐχ ἥττους, τῶν πιστευόντων πληθὺν ὑπεμφαίνοντες, τὴν ὡς ἐν πέμπτῳ, φημὶ, συνενηνεγμένην καιρῷ, καθ᾽ ὃν ἡ ἐπιδημία τοῦ λέγοντος, «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Σημαίνεται δὲ τῶν πεπιστευκότων διὰ μὲν τῶν κριῶν τὸ ὡς ἐν φρονήσει τέλειον, καὶ τῆς νοητῆς ἡλικίας, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ, τὸ ἀρτίως ἔχον, διὰ δὲ τῶν ἀμνῶν τὸ ὡς ἐν ἁπλότητί τε καὶ ἀκακίᾳ· «Μὴ» γὰρ δὴ, φησὶν, «ἀδελφοὶ, παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε·» διὰ δὲ τῶν ὑπὲρ ἁμαρτίας χιμάρων, τὸ ἀεὶ δεῖσθαι καθαρισμοῦ καὶ πλημμελημάτων ἀφέσεως. Τοιγάρτοι καὶ δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς· «Ἄφες ἡμῖν τὰ παραπτώματα.» Οὐ γάρ ἐστι καιρὸς, ὅτε μὴ βοᾷν ἀναγκαῖον τοῖς ὡς ἀληθῶς ἀρτίφροσι, καὶ τῆς ἀνθρωπείας φύσεως εἰδόσι τὸ ἄναλκι, καὶ, «Παραπτώματα τίς συνήσει;» καὶ, «Ἐκ τῶν κρυφίων μου καθάρισον με.» Τοῦτο θυσία πνευματικὴ, σωτηρίας τε πέρι τῶν ἡμετέρων ψυχῶν εὐωδιάζουσα τῷ Θεῷ. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ.

Χριστὸν οὖν ἔφην, ὡς ἔν γε τῷ μόσχῳ καὶ τοῖς κριοῖς, ἀμνοῖς τε καὶ τράγοις, καὶ τοῖς ἑτέροις κατασημαίνεσθαι, καὶ ἀφαμαρτεῖν τοῦ πρέποντος οἰηθείην ἂν οὔτι που τὸν ἐπὶ τῷδε λόγον. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐφ᾽ ἡμᾶς αὐτοὺς τὴν τῶν ἐννοιῶν μετακομίσαι δύναμιν, τὸ λυποῦν οὐδὲν, τοιαύτην τινὰ θεωρίαν τοῖς προκειμένοις ἐπενεγκεῖν. ΠΑΛΛ. Ὁποίαν δὴ φῄς; ΚΥΡ. Προσεκομίζοντο κατὰ τὸν νόμον παρὰ παντὸς Ἰσραὴλ τὰ ἱερὰ θύματα. Προσεχεῖτο δὲ τῷ θείῳ θυσιαστηρίῳ τῶν σφαζομένων τὸ αἷμα, μονονουχὶ καταγράφοντος ὡς ἐν σκιᾷ τοῦ δρωμένου, καὶ πλαγίως ἡμῖν ὑπεμφαίνοντος, ὅτι Θεῷ τῷ ἁγίῳ τὰς ἑαυτῶν ἡμῶν καθιεροῦν προσήκει ψυχάς. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Οὐκοῦν ἀνθ᾽ ἠμῶν καὶ ὑπὲρ ἡμῶν τὰ θύματα, καὶ ἡμεῖς ἐσμεν ἐν αὐτοῖς οἱ κατὰ τύπον ἱερουργούμενοι. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Φέρε δὴ οὖν πολυπραγμονοῦντες ὀρθῶς τὰ ὡς παρὰ πάντων προσκεκομισμένα διὰ τῆς τῶν ἡγουμένων χειρὸς, τῆς ἐν πνεύματι θεωρίας τὸ κάλλος περιαθρήσωμεν. Ἦν οὖν ἄρα τὰ προσενηνεγμένα ἐν ἀργυροῖς σκεύεσι, τρυβλίῳ, φημὶ, καὶ φιάλῃ, σεμίδαλις ἐλαιοβρεχής. Σύμβολον δὲ λαμπρότητος μὲν ὁ ἄργυρος, ζωῆς δὲ ἡ σεμίδαλις, ὡς ἄρτου γένεσις τοῦ συνέχοντος εἰς ζωὴν, ἱλαρότητος δὲ τὸ ἔλαιον.

Προσαγέσθω δὴ οὖν καὶ πρός γε ἡμῶν αὐτῶν τῷ ἐπὶ πάντων Θεῷ τὸ ὡς ἐν λαμπρότητι ζωῆς ἱλαρὸν, ἐλπίδι τῇ ἐν Χριστῷ. «Τῇ γὰρ ἐλπίδι χαίροντες,» φησί. Πῶς δ᾽ ἂν εἶεν οὐχὶ τῆς ἀνωτάτω θυμηδίας ἔμπλεῳ, τὸ ἐν ζωῇ τε καὶ πολιτείᾳ περιφανὲς ἐξησκηκότες εὖ μάλα τῶν τοῦ Σωτῆρος ἡμῶν ἐνταλμάτων οἱ φύλακες; οἷς πάντη τε καὶ πάντως τὸ ἐν μεθέξει γενέσθαι τῆς δόξης αὐτοῦ τεθησαύρισται παρὰ Θεῷ. «Ἀπεθάνετε γὰρ, φησὶ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Οὐκοῦν ἡ σεμίδαλις ἐλαιόδευτος.

Ἔνεστι γὰρ τῇ τῶν ἁγίων ζωῇ καὶ τὸ ὡς ἐν ἐλπίδι δόξης ἱλαρὸν, μετὰ λαμπρότητος δηλονότι τῆς ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Χρυσῆ δὲ θυΐσκη θυμιάματος πλήρης, τὸ τῶν ἁγίων γράφουσα κάλλος, καὶ ὡς ἐν σκεύεσιν ἐκλεκτοῖς τὸ εὐῶδες ἐν ἁγιασμῷ, εἶτα δῶρον ὥσπερ τι Θεῷ τὸ εὐοσμότατον ἀληθῶς. Ἢ οὐχὶ σκεύη λαμπρὰ καὶ ἀπόλεκτα τοὺς ἁγίους ὑπάρχειν οἰησαίμεθα ἂν, ὦ Παλλάδιε; ΠΑΛΛ. Μάλιστά γε. ΚΥΡ. Μόσχος δὲ ἦν παρ᾽ ἑκάστου, καὶ δυοκαίδεκα μὲν οἱ πάντες. Ἀχθοφοροῦσί γε μὴν τὴν ἁγίαν σκηνὴν, κατὰ δύο προσενηνεγμένοι πρὸς ἅμαξαν μίαν, καὶ ὑπὸ ζυγὸν ἕνα, ἐκνενέμηνται δὲ ταῖς τῶν Λευιτῶν ὑπουργίαις· καὶ τύπος ἂν εἴη τὸ χρῆμα τῶν δύο λαῶν, οὐκέτι μεμερισμένων εἰς ἀνομοιότητα δογμάτων καὶ ζωῆς, συνενηνεγμένοιν δὲ ὥσπερ καὶ συνδεδραμηκότοιν ὑπό γε τὸν ἕνα τοῦ Σωτῆρος ζυγὸν τληπαθῶς καὶ ἀνδρείως. «Ἀνδρίζου γὰρ, φησὶ, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» Τληπαθὲς δὲ ζῶον ὁ μόσχος καὶ κραταιότατον.

Τοιοίδε πάντως οἱ θεοσεβείας ᾑρημένοι, ζυγὸν ὥσπερ ἐφ᾽ ἑαυτοῖς ἐπέχοντες τὸν Χριστὸν, ὡς ἐν τῇ ἁγίᾳ σκηνῇ προανατυπούμενον. Σῶμα δὲ αὐτοῦ τὴν Ἐκκλησίαν καὶ ὁ θεῖος ἡμῖν ὠνόμαζε Παῦλος. Ἐλέγετο δὲ καὶ πρὸς Ἀνανίαν περὶ αὐτοῦ, φημὶ δὴ τοῦ Παύλου· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐναντίον τῶν ἐθνῶν.» Κριὸς δὲ πρὸς τούτοις, καὶ μὴν καὶ ἀμνὸς τὰ προσενηνεγμένα, τοῦ τε πρεσβυτέρου προσενηνεγμένου καὶ τοῦ νέου λαοῦ τὴν πρὸς Θεὸν ἄφιξιν καὶ τὴν οἱονείπως ἀνάθεσιν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, ὑπεμφαίνοντες. Ὥσπερ γὰρ τὸ τληπαθὲς καὶ ἀνδρεῖον ὡς ἔν γε τοῖς μόσχοις κατεσημαίνετο, κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον καὶ ἐν τοῖς προβάτοις ἡ ὡς ἐν πραότητι καρποφορία τῶν διὰ πίστεως τῆς ἐν Χριστῷ δεδικαιωμένων διαδείκνυται σαφῶς.

Πρᾶον γὰρ δὴ τὸ ζῶον, καὶ μὴν ἔγκαρπον. Τοιοῦτοι δὲ πάντες οἱ τῆς εὐαγγελικῆς πολιτείας ἀκριβεῖς ἐργάται, οἷς καὶ αὐτὸς ἐπεφώνησεν ὁ Χριστός· «Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει, καὶ τῷ παίοντί σε εἰς τὴν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Γράφει δὲ καὶ ὁ Παῦλος· «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι διδάσκοντα τοὺς ἀντιδιατιθεμένους.» Τὸ δὲ δεῖν ἕπεσθαι τοῖς ἤδη προειρημένοις καὶ τὴν αἰγὸς προσφορὰν, ἐκδείξειεν ἂν οὐχὶ ἕτερον, οἶμαι, τὶ, πλὴν ὅπερ ἔναγχος ἔφην, τὸ δεῖσθαι δὴ πάντας, κἂν εἴ τινες εἶεν ἀγαθοὶ τὴν ἕξιν, τοῦ διὰ μεταγνώσεως καθαρισμοῦ καὶ ἀμνηστίας παραπτωμάτων.

Καὶ τοῦτο εἰδὼς ὁ θεῖος ἔφη Δαβίδ «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Χίμαρος δὴ οὖν τὸ ὑπὲρ ἀφέσεως θῦμα, κατὰ τὸν πάλαι νόμον. Μετάγνωσις δὲ νυνὶ καὶ ἀμνηστίας αἴτησις τὸ καθ᾽ ἡμᾶς ἱερεῖον, τοὺς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσιόντας Θεῷ. «Λέγε γὰρ, φησὶ, σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ψάλλει δέ που καὶ ὁ Δαβίδ· «Εἶπα, Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Ἆρά σοι λοιπὸν σαφὴς ὁ λόγος περὶ τῆς τῶν ἀρχόντων δωροφορίας; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Χρῆναι δὲ οἶμαι κἀκεῖνο εἰπεῖν, προσκεκομισμένης γὰρ ἤδη τῆς παρ᾽ ἑκάστου καὶ ὡς ὑπὲρ πάντων θυσίας, ἀρχὴ τῶν θείων ἐγένετο λόγων ἐν τῇ ἁγίᾳ σκηνῇ πρὸς τὸν ἱεροφάντην Μωσέα. Γέγραπται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Αὕτη ἡ ἐγκαίνισις τοῦ θυσιαστηρίου, μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ, καὶ μετὰ τὸ χρίσαι αὐτόν. Ἐν τῷ εἰσπορεύεσθαι Μωσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τοῦ λαλῆσαι αὐτῷ, καὶ ἤκουσε τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀνὰ μέσον τῶν δύο Χερουβὶμ, καὶ ἐλάλει πρὸς αὐτόν.» Τετελειωμένης γὰρ ὥσπερ τῆς ἁγίας σκηνῆς, καὶ ἀναδειχθέντος κόσμῳ τοῦ ἀληθοῦς ἁγιάσματος, ὅ ἐστιν ἡ Ἐκκλησία, τότε δὴ τότε φωνὴ γέγονε πρὸς ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρός. «

Λελάληκε γὰρ ἡμῖν ἐν Υἱῷ,» ὃν καὶ ἱλαστήριον εἶναί φαμεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς. Ἄνωθεν δὲ τῶν Χερουβὶμ ἡ φωνή· κτίσεως γὰρ ἀνωτάτω καὶ ἐπέκεινα Θεὸς, οὐσιώδη τε καὶ ἐνυπάρχουσαν τὴν κατὰ παντὸς τοῦ γεγονότος ἔχων ὑπεροχήν· διαπορθμεύων δὲ εἰς ἡμᾶς τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς φωνὰς, ἔφασκεν ὁ Υἱὸς, τὸ ἀληθὲς ἱλαστήριον, «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Οὐκοῦν ἄνωθεν τοῦ ἱλαστηρίου γέγονεν ἡ φωνή. Θαυμάσαις δ᾽ ἂν οὐ μετρίως τὴν τῶν φυλάρχων ἀνασκοπούμενος πρόσοδον. Ἀπονεμηθείσης γὰρ ἡμέρας ἑκάστῳ καὶ ἰδικῶς, καθ᾽ ἣν ἔδει πληροῦν τὰ συντεταγμένα καὶ προσκομίσαι τὸ δῶρον, προσίεσαν μὲν ἐν κόσμῳ κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν· πλὴν οὐ κατὰ τὴν τῆς γενέσεως τάξιν, ἤτοι καθ᾽ ἡλικίαν, ἀλλ᾽ οὐδὲ ἀναμὶξ καὶ χύδην ἁπλῶς, συντεθειμένοι δὲ μᾶλλον ὥσπερ εἰς οἰκονομίαν μυστικήν. ΠΑΛΛ. Καὶ μὴν ὅ τι ποτέ ἐστιν ὃ φὴς, ἐννοεῖν οὐκ ἔχω. Φράζε δὴ οὖν μοι σαφῶς. ΚΥΡ. Βούλει λέγωμεν ἐν τάξει καὶ καθεξῆς τοὺς ἐξ Ἰακὼβ γεγονότας; Σαφὲς γὰρ ἂν γένοιτο καὶ λίαν ὡδὶ τὸ ἐν τῇ προσόδῳ παρηλλαγμένον. ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἔστι τοίνυν πρωτότοκος μὲν ὁ Ῥουβὴμ, ἐπ᾽ αὐτῷ δὲ Συμεὼν, Λευὶ, καὶ Ἰούδας ἀπό γε μητρὸς τῆς Λείας.

Βάλα δὲ αὖ τὸ θεραπαινίδιον τὸν Δάν τε καὶ Νεφθαλεὶμ, καὶ μὴν καὶ ἡ Ζελφὰ παιδίσκη Λείας, τὸν Γὰδ καὶ Ἀσὴρ, Λεία γε μὴν πρὸς τοῖς ἄλλοις τέσσαρσι, τὸν Ἰσάχαρ καὶ Ζαβουλὼν τίκτει· γενέσθην δὲ καὶ ἀπὸ Ῥαχὴλ Ἰωσὴφ καὶ Βενιαμίν. Οὐκοῦν πρῶτοι μὲν ἐκ Λείας, οἱ ἐξ ἐλευθέρας τέσσαρες, Ῥουβὴμ, καὶ Συμεὼν, Λευὶ καὶ Ἰούδας. Ἐκ δυοῖν δὲ θεραπαίναιν, Βάλας τε καὶ Ζελφᾶς, τέσσαρες, Δὰν καὶ Νεφθαλεὶμ, Γὰδ καὶ Ἀσήρ. Ἕτεροι δὲ αὖ ἐπὶ τούτοις τέσσαρες· δύο μὲν ἐκ Λείας, Ἰσάχαρ τε καὶ Ζαβουλὼν, ἀπὸ δέ γε τῆς Ῥαχὴλ, Ἰωσὴφ καὶ Βενιαμίν. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς εἰς δύο μεμέρισται φυλὰς ὁ Ἰωσὴφ κλῆρος, εἴς τε τὸν Ἐφραῒμ καὶ μέντοι τὸν Μανασσῆν, τοὺς ἐξ αὐτοῦ γεγονότας. ΠΑΛΛ. Συνίημι μὲν εὖ μάλα τῶν ὀνομάτων τὴν τάξιν· τί δ᾽ ἂν εἴη λοιπὸν τὸ ζητούμενον ὡς ἔν γε δὴ τούτοις, σὸν ἤδη διατρανοῦν. ΚΥΡ. Προσιόντες, ὦ Παλλάδιε, τοῖς δώροις ἅμα, τοῦτο ἔδρων, οὐ καθ᾽ ἡλικίαν, ἀλλὰ πρῶτος μὲν Ἰούδας, καίτοι τέταρτος ὢν κατὰ χρόνον, ἔννατος δὲ μετ᾽ αὐτὸν Ἰσάχαρ, καὶ σὺν αὐτοῖς δέκατος Ζαβουλών.

Συμμορία δὲ ὥσπερ μετὰ τούτους δευτέρα, Ῥουβὴμ ὁ πρωτότοκος, καὶ ὁ καθεξῆς καὶ δεύτερος, Συμεών. Συνῆπται δὲ καὶ ὁ Δὰν ἐκ δούλης. Καὶ πρός γε δὴ τούτοις, τάγμα τὸ τρίτον διὰ τριῶν ἐλευθέρων, Ἐφραΐμ τε καὶ Μανασσῆ καὶ Βενιαμίν.

Συμμορία δὲ τετάρτη ἐν ἐσχάτοις, τῶν ἐκ θεραπαινῶν γεγονότων. Τρεῖς δὲ δὴ οὗτοι πάλιν, Δὰν καὶ Ἀσὴρ, καὶ Νεφθαλεὶμ, καίτοι προὔχοντες τῷ τῆς γενέσεως χρόνῳ, τῶν ὡς τάξει προτεταγμένων, Ἐφραΐμ τε, φημὶ, καὶ Μανασσῆ, καὶ Βενιαμίν.

Ἆρ᾽ οὐκ ἀναγκαίαν φῂς τὴν ἐπὶ τούτοις βάσανον; ΠΑΛΛ. Μάλιστά γε· τίς οὖν ὁ λόγος, πειρῶ μοι λέγειν. ΚΥΡ. Αἴνιγμά που τὸ χρῆμά ἐστι, καθάπερ ἐγᾦμαι πάλιν. Ὅτι τάξιν ἔχει τὴν πρώτην παρὰ Θεῷ τὰ διὰ Χριστοῦ τῶν ἐν νόμῳ· καὶ ὅτι τέθεινται μὲν οἱ πρῶτοι ἔσχατοι, οἱ δὲ ἔσχατοι πρῶτοι. Οἱ γὰρ ὡς ἐν χρόνῳ πρεσβύτεροι διά τε τοῦτο πρωτότοκοι, τοῦτ᾽ ἔστιν ὁ Ἰσραὴλ, κατόπιν ἔρχεται τῶν ἐθνῶν.

Καὶ οἱ τὸ δοῦλον ἔχοντες πνεῦμα, καὶ τῆς δουλευούσης Ἱερουσαλὴμ υἱοὶ, τὸ προὔχειν ἐν δόξῃ παραχωρήσουσι τοῖς τῆς ἐλευθέρας, ἥτις ἐστὶ μήτηρ ἡμῶν τῶν ἐν Χριστῷ δεδικαιωμένων, καὶ εἰς ἐλεύθερον ἀξίωμα κεκλημένων δι᾽ ἐλευθέρου πνεύματος.

Ὅρα γὰρ, εἰ δοκεῖ, τῶν θεωρημάτων τὸ ἀκριβές. Πρώτη μὲν γὰρ προσάγει τὸ δῶρον ἡ Ἰούδα φυλή· ἐξ ἧς ἀνέφυ κατὰ σάρκα Χριστός. Καὶ μετὰ ταύτην εὐθὺς ἡ Ἰσάχαρ τε καὶ Ζαβουλών· ἄμφω δὲ ἤσθην ἐλεύθεροι καὶ ἐξ ἐλευθέρων. Εἶτα Ῥουβὴμ ὁ πρωτότοκος, Συμεών τε καὶ Γὰδ, ὅς ἐστιν ἐκ δούλης.

Σημαίνεται δὲ διὰ τούτων ὁ Ἰσραήλ. Καὶ φέρε τὰς ἐφ᾽ ἑκάστῳ λέγωμεν, ἐκ τῆς ἐπ᾽ αὐτοῖς γενομένης προφητείας ἐξ Ἰακὼβ συλλέγοντες. Ἔφη τοίνυν ὁ θεσπέσιος Ἰακώβ· «Ῥουβὴμ πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης·» καὶ πάλιν· «Συμεὼν καὶ Λευὶ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν.

Εἰς βουλὴν αὐτῶν μὴ εἰσέλθῃ ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρεῖσαι τὰ ἥπατά μου· ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη.» Περὶ δὲ τοῦ Γὰδ ἔφη πάλιν τάδε· «Πειρατήριον πειρατεύσει, καὶ αὐτὸς πειρατεύσει αὐτὸν κατὰ πόδας.» Οὐκοῦν ἐν μὲν τῷ Ῥουβὴμ σημαίνοιτο ἂν εἰκότως ὁ Ἰσραὴλ, ὁ πρωτότοκος μὲν κατὰ χρόνον, σκληρὸς δὲ δὴ καὶ αὐθάδης καὶ ὑβριστής· ἐν δέ γε τῷ Συμεὼν, ᾧ καὶ συνῆπται Λευῒ, ὡς ἕτοιμος εἰς μιαιφονίαν, καὶ ἀπεκτονὼς μὲν ἁγίους· «Τίνα» γὰρ, φησὶ, «τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;» νευροκοπήσας δὲ ὥσπερ καὶ ταῦρον, ὅς ἐστι Χριστός.

Οὐ γάρτοι μόνος ὁ τῶν Ἰουδαίων καταφωρᾶται τετολμηκὼς τὰ κατὰ τῶν ἁγίων καὶ κατὰ Χριστοῦ τολμήματα, συνέδραμε δὲ τούτοις καὶ ὁ Λευῒ, τοῦτ᾽ ἔστι τὸ ἱερὸν γένος, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Διὰ τοῦτο, ἐν ταῖς τοῦ προπάτορος Ἰακὼβ προφητείαις, συνέζευκται τῷ Συμεὼν καὶ ὁ Λευΐ. Ἐν δέ γε τῷ Γὰδ, ὅς ἐστιν ἐκ δούλης καὶ πειρατήριον, ὡς δυσγενὴς κατὰ γνώμην, καὶ πειράζων τὸν Ἰησοῦν, καὶ παγίδας ἱστὰς, εἰς κακουργίας αὐτῷ· προσῄεσαν γὰρ λέγοντες, «Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;» Οὐκοῦν, ἀνοίσω γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον, ὁ ἐν χρόνῳ πρωτότοκος Ἰσραὴλ, ὁ σκληρὸς καὶ αὐθάδης καὶ ὑβριστὴς, ὁ πρόχειρος εἰς μιαιφονίαν, καὶ ἐπάρατον μὲν τὴν μῆνιν ἔχων, ἀπεκτονὼς δὲ ἀνθρώπους, καὶ νευροκοπήσας ταῦρον, ὁ δυσγενὴς καὶ πικρὸς εἰς δόλους, καὶ παγίδας ἱστὰς καὶ πειρατήριον, κατόπιν τέτακται τῶν ἐν Χριστῷ τε καὶ ἐλευθέρων, καὶ εἰ ἐλεύθερος μεθ᾽ ἡμᾶς, ὡς ἐν ὄψει μόλις ἔρχεσθαι Θεοῦ. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἀναμάθοις δ᾽ ἂν ὅ φημι, καὶ τοῖς ἐφεξῆς τὸν νοῦν ἐφιστάς. Τρεῖς γὰρ ἀλλήλων ἐχόμενοι προσεκόμιζον ἐφεξῆς, ἐξ ἐλευθέρας τῆς Ῥαχὴλ, Ἐφραΐμ τε καὶ Μανασσῆς*. Εἶτα τρεῖς ἀλλήλων ἐχόμενοί τε καὶ μετ᾽ ἐκείνους οἱ ἐκ θεραπαινῶν, φημὶ δὲ δὴ πάλιν, Δὰν, Ἀσήρ τε καὶ Νεφθαλείμ.

Συνίης οὖν ὅτι προεισβάλλουσι μὲν καὶ ἐκτετίμηνται λίαν οἱ ἐξ ἐλευθέρας, ἕπονταί γε μὴν οἱ ἐκ θεραπαινῶν· ἢ οὐχὶ τοῦτό ἐστιν ἐναργὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος γράφει Παῦλος; «Ὅταν» γὰρ, φησὶ, «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» ΠΑΛΛ. Ὀρθῶς ἔφης· ἰσχνὴ γὰρ ἄγαν ἡ ἐπιτήρησις. ΚΥΡ. Καὶ μὴν ὅτι τὸ χρῆμα οὐκ ἐψευσμένον, εἴσῃ τοι καὶ λίαν εὐπετῶς. Ἐμπεδοῖ γὰρ ἡμᾶς καὶ ἐξ ἑτέρων εὐθὺς ἐννοιῶν ὁ λόγος· ἐν κόσμῳ γὰρ τῷ καθήκοντι πράττεσθαι δεῖν ἐτύπου Θεὸς τάς τε ἀναζεύξεις, καὶ μὴν καὶ ἱδρύσεις, ἤτοι συγκαταυλισμοὺς τῶν υἱῶν Ἰσραὴλ, κύκλῳ τε ἰέναι τῆς σκηνῆς εὖ μάλα προστέταχε, κατά γε τὸ, οἶμαι, πρὸς τοῦ μάκαρος Δαβὶδ ἀστείως ὑμνούμενον· «Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου,» ἤγουν τὸ, «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.» Ὑποσημαίνεται δέ τι καὶ ἕτερον, τὸ ὡς ἐν τύπῳ δράσαι κεκελευσμένον. Χρὴ γὰρ ἡμᾶς οὐκ ἀπονοσφίζεσθαι Θεοῦ, ἀλλ᾽ οἱονείπως ἀγχοῦ καὶ ἐν κύκλῳ φαίνεσθαι περιεστηκότας, οὐ μεσολαβούσης ἁμαρτίας, οὐ διαστάσης ἡμᾶς κοσμικῆς ἡδονῆς, ἀλλ᾽ εἰς ἑνότητα τὴν πνευματικὴν συλλέγοντος ὀρθοῦ διανοίας παραστήματος ἑτοιμότητός τε τῆς πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων. Πρέπει γὰρ ἂν ὅτι μάλιστά γε τοῖς οὕτως εὐδοκιμεῖν ᾑρημένοις τὸ χρῆναι καρποφορεῖν.

Γέγραπται γὰρ ὅτι «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα.» Οὐκοῦν συναπαίρειν αὐτοὺς ἐκέλευε τῇ σκηνῇ, καὶ κύκλῳ βαδίζειν, καὶ ὡς ἐν τάξει πάλιν, οὐ ταῖς ἡλικίαις πρεπούσῃ καὶ ἀσυγχύτως ἰούσῃ πρὸς τοὺς ἐσχάτους ἀπὸ τῶν πρώτων, συνημμένους δὲ οὕτω, καὶ ἀνὰ μέρος, καθάπερ ἐν τῇ τῶν δώρων προσαγωγῇ. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς, «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων· Ἄνθρωπος ἐχόμενος κατὰ τάγμα αὐτοῦ καὶ κατὰ σημασίας κατ᾽ οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.» Εἶτα τὸν ἑκάστῳ τόπον ἐκνεμηθέντα δεικνύει· ὅποι τε καὶ ὅπως καὶ τίνες οἱ παρεμβάλλοντες.

Ἐπιφέρει γὰρ ὡδί· «Καὶ οἱ παρεμβάλλοντες πρῶτοι, κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσάχαρ, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών.» Εἶτα διαμέμνηται συμμορίας δευτέρας καί φησι· «Τάγμα παρεμβολῆς Ῥουβὴμ πρὸς νότον σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβὴμ, Ἐλισοὺρ, υἱὸς Σεδιοὺρ, δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.

Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ, φυλῆς Συμεὼν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ, φυλῆς Γάδ.» Καὶ τρίτην εὐθὺς ἐπισυνάπτει λέγων· «Τάγμα παρεμβολῆς Ἐφραῒμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμίν.» Καὶ μὴν καὶ τετάρτης συμμορίας εὐθὺς διαμέμνηται λέγων, «Τάγμα παρεμβολῆς Δὰν πρὸς βοῤῥᾶν σὺν δυνάμει αὐτῶν· καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ἀσὴρ, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Νεφθαλεὶμ, πάντες οἱ ἐπεσκεμμένοι, φησὶ, τῆς παρεμβολῆς Δὰν, ἑκατὸν πεντήκοντα καὶ ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι, ἔσχατοι ἐξαροῦσι κατὰ τάγματα αὐτῶν.» Ὁρᾷς ὅτι προτέτακται μὲν Ἰούδας καὶ οἱ σὺν αὐτῷ, καὶ τὸν ἀπόλεκτον ἔχει τόπον τὸν πρὸς ἠὼ καὶ νότον; ἐν φωτὶ γὰρ οἱ ἐν Χριστῷ, καὶ τῷ πνεύματι ζέοντες. Δεύτερος ὁ Ῥουβὴμ, καὶ οἱ σὺν αὐτῷ. Καὶ τρίτοι μὲν πάλιν οἱ ἐξ ἐλευθέρας.

Εἶτα μετὰ τούτους ἕτεροι τρεῖς, οἱ ἐκ θεραπαινῶν, περὶ ὧν εἴρηται τὸ, «Ἔσχατοι ἐξαροῦσιν.» Ἆρ᾽ οὐκ ἐναργὲς καὶ οὐδαμόθεν ἐνδοιαστὸν, ὅτι προτετίμηται καὶ προεισκέκληται τοῦ πρωτοτόκου τὸ δεύτερον, τοῦτ᾽ ἔστι, τὸ ἐν Χριστῷ, καὶ τῶν ἐκ δουλείας τὸ ἐλεύθερον ἐν πίστει; Οἱ μὲν γὰρ ἡγοῦνται διὰ τὸν ἐξ Ἰούδα Χριστόν· οἱ δὲ κατόπιν ἔρχονται μόλις, καὶ ὡς ἐν δευτέρᾳ τέθεινται τάξει. ΠΑΛΛ. Ὀρθότατα ἔφης· καί σε τῆς οὕτω λεπτῆς ἀγχινοίας ἐπαινέσαιμι.