Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως

Κύριλλος Ἀλεξανδρείας

Η συναιδιότητα και η πραγματική υπόσταση του Θεού Λόγου

Αντίκρουση της πλάνης περί χρονικής αρχής και ανυπόστατου Λόγου. Ανάδειξη της προαιώνιας σχέσης Πατρός και Υιού και των σωτηριολογικών συνεπειών της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 10

Α— Μόνον γὰρ οὐχὶ καὶ τὸ ἐρρῶσθαι φράσαντες τῇ θεοπνεύστῳ Γραφῇ, καὶ πνεύμασι πλάνοις τὸν οἰκεῖόν τινες ἀπονέμοντες νοῦν, εἰς τοῦτο καθίκοντο δυσβουλίας καὶ μειρακιώδους ἀβελτηρίας, ὡς οἴεσθαι δεῖν τὸν τῶν αἰώνων δημιουργόν, τὸν συναίδιον τῷ Θεῷ καὶ Πατρὶ Θεὸν Λόγον, τῇ τῆς σαρκὸς γενέσει συμπαρομαρτοῦσαν ἔχειν τῆς ὑπάρξεως τὴν ἀρχήν, καὶ ὀψιγενῆ φαντάζεσθαι τὸν ἐπέκεινα παντὸς αἰῶνος καὶ χρόνου, ὡς ἐν ἐσχάτοις καὶ μόλις τοῖς τῆς ἐνανθρωπήσεως καιροῖς, Πατέρα μὲν γενέσθαι τὸν Θεόν, συνεισβαλεῖν δὲ ὥσπερ εἰς τὸ εἶναί τε καὶ ὑφεστάναι τῷ ἐκ τῆς Παρθένου ναῷ τὸν δι᾽ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα.

Ἆρ᾽ οὖν οὐχὶ πρὸς λῆξιν ἤδη τὴν ἀνωτάτω διεληλάκασι τῶν κακῶν, οἱ μῦθον οὕτω τὸν γραώδη καὶ βδελυρὸν προχειρότατα προσηκάμενοι, καὶ τῆς ἀκράτου νωθείας τὸν οἰκεῖον ἀναπλήσαντες νοῦν; «Τάφος, ἀληθῶς, ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» Β— Σύμφημι· καὶ γάρ ἐστιν ἀτρεκὴς ὁ τοῦ Ψάλλοντος λόγος. Α— Ἦ γὰρ οὐχὶ τὸν δι᾽ οὗ τὰ πάντα καὶ προϋφεστάναι τῶν πάντων ἀνάγκη; Β— Εὖ λέγεις. Α— Τί δὲ δὴ καὶ δρῷεν ἄν, Ἰωάννου μὲν γράφοντος· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, 〈καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν〉.

Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Καὶ πάλιν· «Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν,» αὐτοῦ δὲ Χριστοῦ τῆς ἰδίας ὑπάρξεως τὴν ἄποπτον ἀρχαιότητα τοῖς Ἰουδαίοις κατασημαίνοντος.

Ἐπειδὴ γὰρ ἔφασκον· «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» ἀντήκουον ἐναργῶς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.» Οὗ δὲ τὸ «ἦν» ἐστιν, ἐπενηνεγμένου μηδενός, καὶ μὴν καὶ τὸ «εἰμί» τέτακται σαφῶς, τίνα τῆς γενέσεως κατίδοι τις ἂν τὴν ἀρχήν; Ἢ τίνα δὴ τρόπον ὁ ὢν ἐν ἀρχῇ τῇ παντὸς ἐπέκεινα νοῦ παραδέξαιτο ἂν τὸ ἐν καιρῷ κεκλῆσθαι πρὸς ὕπαρξιν;

Εἰ μὲν οὖν τις ἕλοιτο τουτοισὶ σχολαιότερον ἀντιφέρεσθαι, χαλεπὸν οὐδὲν τοὺς τῆς θεοπνεύστου Γραφῆς παρακομίζοντας λόγους τὰ ἐκ τῆς ἐκείνων ἐμβροντησίας ἀποκρούεσθαι βλάβη. Τά γε μὴν οὕτως ἐναργῆ νοσοῦντα τὸν ἔλεγχον καὶ πολὺ λίαν ἔχοντα τὸ ἀκαλλές, περιττὸν οἶμαί που καὶ φροντίδος ἀξιοῦν. Β— Εὖ λέγεις. Α— Οὐκοῦν ἐπ᾽ ἐκεῖνο ἴωμεν ὅπερ ἐστὶ τῷ κατεγνωσμένῳ συγγενές. Παρασημαίνουσι γάρ τινες τῆς ἀληθείας τὸ κάλλος, καθάπερ τι νόμισμα κιβδηλεύοντες, «ἐπαίροντές τε εἰς ὕψος τὸ κέρας, καὶ ἀδικίαν λαλοῦντες κατὰ τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Ἀνύπαρκτόν τε καὶ ἰδικῶς οὐχ ὑφεστηκότα φαντάζονται τὸν Μονογενῆ, καὶ οὐκ εἶναι μὲν ἐν ὑποστάσει τῇ καθ᾽ ἑαυτόν, ῥῆμα δὲ ἁπλῶς καὶ λόγον τὸν κατὰ μόνην τὴν προφορὰν γενέσθαι παρὰ Θεοῦ, καὶ ἐν ἀνθρώπῳ κατοικῆσαί φασιν οἱ τάλανες, συνθέντες δὲ οὕτω τὸν Ἰησοῦν, ἁγίων μὲν εἶναί φασιν ἁγιώτερον, οὐ μὴν ἔτι καὶ Θεόν. Οὐκοῦν, καθὰ καὶ ὁ τοῦ Σωτῆρος ἐπέστειλε μαθητής· «Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν. Πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει, ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει.» Ἄμφω γὰρ δι᾽ ἀμφοῖν καὶ ἑκάτερος ἐν ἑκατέρῳ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ἐπιγινώσκονται.

Οὐ γὰρ ἄν τις ἀναμάθοι τί ἐστι Πατὴρ εἰ μὴ Υἱὸν ὑφεστῶτά τε καὶ γεγεννημένον εἰσδέξαιτο κατὰ νοῦν.

Ἀλλ᾽ οὐδ᾽ ἂν ὅ τί ποτέ ἐστιν ὁ Υἱὸς ἀναμάθοι πάλιν, εἰ μὴ ὅτι τέτοκεν ὁ Πατὴρ διενθυμοῖτο σαφῶς. Οὐκοῦν, ἀναγκαῖον οἶμαί που καὶ ἀτρεκὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἀνύπαρκτος ὁ Υἱός, οὐδ᾽ ἂν τὸν Πατέρα κατὰ τὸ ἀληθὲς νοήσαιμεν ἄν.

Ποῦ γὰρ ἔτι Πατήρ, εἰ μὴ τέτοκεν ἀληθῶς; Ἢ εἴπερ γεγέννηκε τὸ μὴ ὑφεστὼς μήτε ὑπάρχον ὅλως, τὸ γεννηθὲν ἔσται τὸ μηδέν. Τὸ γάρ τοι μὴ ὑφεστὼς ἐν ἴσῳ τῷ μηδενί, μᾶλλον δὲ παντελῶς οὐδέν. Εἶτα τοῦ μηδενὸς ἔσται Πατὴρ ὁ Θεός.

Ἀλλ᾽ ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε πρός γε τοὺς τῶν τοιούτων ἐξηγητάς, ὕθλος εἰκαῖος τὰ παρ᾽ ὑμῶν, ἢ γοῦν ἐρομένῳ φράζετε· πῶς ἐξαίρετος ἡ εἰς ἡμᾶς ἀγάπησις τοῦ Θεοῦ καὶ Πατρός; Καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν Υἱόν, τὸν καθ᾽ ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν, καὶ οὔτε γέγονε σὰρξ ὁ Λόγος, οὔτε τὸν τίμιον ὑπέστη σταυρόν, οὔτε κατήργηκε τοῦ θανάτου τὸ κράτος, οὔτε μὴν ἀνεβίω πάλιν. Εἰ γάρ ἐστι τὸ μηδέν, καὶ ἀνύπαρκτος καθ᾽ ὑμᾶς, πῶς ἔν γε τουτοισὶ γένοιτ᾽ ἄν; Πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας Γραφῆς ὁ λόγος τοὺς πεπιστευκότας, καὶ ἡ τῆς πίστεως ἑδραιότης οἴχεται πρὸς τὸ μηδέν. Β— Μὴ γένοιτο. Α— Τί δέ; Οὐκ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν ὁ θεῖος ἡμῖν κατεσήμηνε λόγος, εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρά φησι τοῦ Γεγεννηκότος; Β— Καὶ μάλα. Α— Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα; Β— Πῶς γὰρ οὔ; Α— Οὐκοῦν, εἰ μὴ ἐνυπόστατος ἡ εἰκών, μήτε μὴν ἐν ὑπάρξει νοοῖτο τῇ καθ᾽ ἑαυτὸν ὁ χαρακτήρ, ἀνυπόστατον εἶναι δώσουσιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπέρ ἐστι χαρακτήρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀναδραμεῖταί που πάντως ἐπὶ τὸ ἀρχέτυπον. Ἦ γάρ; Β— Καὶ μάλα. Α— Εἶτα, εἰπέ μοι, Φίλιππος χριστομαθὴς ὢν ἄγαν, τὸν ὄντα τε καὶ ὑφεστηκότα Πατέρα κατιδεῖν ἠξίου, λέγων· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν,» ἢ γοῦν τὸν οὐκ ὄντα καὶ ἀνυπόστατον; Β— Τὸν ὄντα δηλονότι.

Α— Εἴπερ οὖν ἐστι τὸ μηδὲν ὁ Υἱός, ἅτε δὴ μὴ ὑφεστηκώς, κατά γε τὸ ἐκείνων ἀχάλινον θράσος, εἰς εἰκόνα καὶ γνῶσιν ἀκριβῆ τοῦ Πατρὸς ἑαυτὸν ἡμῖν ἀνθότου παρεκόμιζε, λέγων· «Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι;

Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἀλλ᾽ οὐκ ἂν οἶμαί που τὸν ὑφεστηκότα καταθρήσειέ τις ἔν γε τῷ μὴ ὑφεστηκότι, οὐδ᾽ ἂν ἐννοοῖτό ποτε καὶ ταὐτὸν εἰσάπαν τῷ μὴ ὑπάρχοντι τὸ ὑπάρχον. Ἔσται δὲ ὅπως ἐν Υἱῷ μὲν ὁ Πατήρ, ὁ δὲ Υἱὸς αὖ ἐν τῷ Πατρί; Ἢ οὐκ ἔτυμον εἰπεῖν ὡς εἰ μὴ ἔστιν ὁ Λόγος ἐν ὑπάρξει τῇ καθ᾽ ἑαυτόν, κινδυνεύσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ἔχων μὲν ἐν ἑαυτῷ τὸ μηδέν, νοούμενος δὲ ὑπάρχειν ἐν τῷ μηδενί; Τὸ γὰρ οὐκ ὂν ὅλως οὐδὲν ἂν νοοῖτο λοιπόν. Β— Οὐκ ἄτραχυς μὲν ὁ λόγος. Πλείστην γὰρ ὅσην ἐν ἑαυτῷ τὴν ἀτοπίαν νοσεῖ, περιίστησι δ᾽ οὖν ὅμως εἰς τὸ ἀπηχὲς τῶν δι᾽ ἐναντίας τὸ δόγμα. Α— Κατατεθήποι δ᾽ ἄν τις εἰκότως τίνα δὴ τρόπον ἐν τῷ Υἱῷ τῷ μὴ λαχόντι τὸ εἶναι τὰ ὄντα πεποίηκεν ὁ Πατήρ.

Εἰ δὲ δή τις ἔροιτο πότερα τοῖς οὖσι τὸ εἶναι καλόν, ἢ γοῦν τὸ μὴ εἶναι τυχόν, ἀποκρίνῃ τίνα τρόπον; Β— Φαίην ἂν ὅτι τὸ εἶναι. Τοῖς γὰρ οὐκ οὖσί ποτε τὸ εἶναι διδούς, ἀγαθὸς ὅτι μάλιστα κεχρημάτικέ τε καὶ ἔστιν ὁ Δημιουργός. Α— Ἄριστα ἔφης. Ἔχοι γὰρ ἂν ὧδε τὸ χρῆμα τῇ φύσει.