Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως

Κύριλλος Ἀλεξανδρείας

Η ασύγχυτη ενότητα του προσώπου του Εμμανουήλ

Παρότρυνση σε προσέγγιση του μυστηρίου μέσω της πίστεως, απόρριψη της διαίρεσης των φύσεων, και θεολογική σύνθεση της ανθρώπινης ασθένειας με τη θεία δόξα του εσταυρωμένου Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 10

Καὶ βαθὺς μὲν ἴσως καὶ ἀπόρρητος ἀληθῶς, καὶ ταῖς ἡμετέραις διανοίαις οὐχ ἁλώσιμος ὁ τῆς ἑνώσεως τρόπος.

Ἐκεῖνο δ᾽ οὖν ὅμως ἀναλογίζεσθαι πρέπει. Τὰ γάρ τοι μὴ καθ᾽ ἡμᾶς πολυπραγμονεῖν οὐκ ἀζήμιον, ἀνούστατον δὲ παντελῶς τὸ βασάνοις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, καὶ πειρᾶσθαι νοεῖν ἃ νοεῖν οὐχ οἷόν τε. Ἢ οὐκ οἶσθα ὅτι τὸ βαθὺ δὴ τουτὶ μυστήριον, καὶ νοῦν ὑπερθρῶσκον τὸν ἐν ἡμῖν, ἀπεριεργάστῳ πίστει τετίμηται; Τὸ δὲ ἀσυνέτως λέγειν, «πῶς δύναται ταῦτα γενέσθαι,» Νικοδήμῳ τε ἐκείνῳ καὶ τοῖς κατ᾽ αὐτὸν ἀπονέμοντες, ἀνενδοιάστως παραδεξόμεθα τὰ διὰ θείου Πνεύματος χρησμῳδούμενα, καὶ αὐτῷ δὲ πιστεύσομεν λέγοντι τῷ Χριστῷ· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἃ οἴδαμεν λαλοῦμεν, καὶ ἃ ἑωράκαμεν μαρτυροῦμεν.» Β— Εὖ λέγεις. Α— Οἰχέσθω δὴ οὖν λῆρος μὲν ἅπας, μῦθός τε ἀδρανὴς καὶ ψευδοδοξία καὶ κεκομψευμένων ῥηματίων φενακισμός.

Προσιέμεθα γὰρ οὔτι που τὸ κατασίνεσθαι πεφυκός, κἂν εἰ τοῖς ἄγαν ἐξησκημένοις, καὶ μὴν καὶ πικροῖς ἡμᾶς κατακροτοῖεν λόγοις οἱ δι᾽ ἐναντίας. Ἔστι γὰρ τὸ θεῖον ἡμῶν μυστήριον «οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος.» Θεὸς οὖν ὑπάρχων καὶ τῶν ὅλων Κύριος, κατὰ τὰς Γραφάς, ὁ Μονογενὴς ἐπέφανεν ἡμῖν. Ὤφθη γὰρ ἐπὶ γῆς, καὶ ἐπέλαμψε τοῖς ἐν σκότει, γενόμενος ἄνθρωπος, οὐ δοκήσει, μὴ γένοιτο—μανία γὰρ τοῦτό γε φρονεῖν ἢ λέγειν—οὔτε μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν καὶ τροπήν —ἀναλλοίωτος γὰρ καὶ ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων ὁ ἐκ Θεοῦ Λόγος—ἀλλ᾽ οὐδὲ ὁμόχρονον τῇ σαρκὶ τὴν ὕπαρξιν ἔχων—αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής— οὔτε μὴν ὡς λόγος ἀνυπόστατος, οὐδὲ ὡς ῥῆμα ψιλὸν ἐν ἀνθρώπῳ γεγονώς· ὁ γάρ τοι καλῶν τὰ οὐκ ὄντα ποτὲ πρὸς ὕπαρξίν τε καὶ γένεσιν προϋφέστηκεν ἀναγκαίως· αὐτὸς γάρ ἐστι ἡ ζωὴ πεφηνὼς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὄντος τε καὶ νοουμένου κατ᾽ ἰδίαν ὑπόστασιν.

Ἀλλ᾽ οὐδὲ μόνην ἠμπέσχετο σάρκα ψυχῆς ἐρήμην τῆς λογικῆς, γεγέννηται δὲ κατὰ ἀλήθειαν ἐκ γυναικός, καὶ πέφηνεν ἄνθρωπος ὁ ζῶν καὶ ὑπάρχων καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, μορφὴν δούλου λαβών, καί ἐστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος, οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ᾽ ἐκ δυοῖν τελείοιν, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδούμενος. Β— Τίνα δὴ οὖν τέτοκεν ἡ ἁγία Παρθένος; Τὸν ἄνθρωπον ἢ τὸν ἐκ Θεοῦ Λόγον; Α— Καὶ μὴν τοῦτό γέ ἐστιν ἡ πλάνησις, καὶ τὸ ἁμαρτεῖν τοῦ πρέποντός τε καὶ ἀληθοῦς. Μὴ γάρ μοι διέλῃς, μηδὲ διϊστὰς εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν Λόγον, διπρόσωπον ἡμῖν ἀνατύπου τὸν Ἐμμανουήλ. Μὴ ἄρα τις ἡμῖν εἰκότως διαμωμήσαιτο φρονεῖν ἑλομένοις ὀρθὸν μὲν οὐδέν, ἐκεῖνα δὲ μᾶλλον ἃ καὶ διὰ τῆς ἁγίας κατεδικάσθη Γραφῆς;

Ὧδε γάρ τις ἔφη τῶν Χριστοῦ μαθητῶν· «Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐπ᾽ ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί, Πνεῦμα μὴ ἔχοντες.» Β— Οὐ διοριστέον οὖν ἄρα κατ᾽ οὐδένα τρόπον; Α— Οὐμενοῦν. Εἴς γε δὴ μάλιστα τὸ δύο φάναι μετὰ τὴν ἕνωσιν καὶ ἀναμέρος ἑκάτερον ἐννοεῖν. Ἰστέον δ᾽ οὖν ὅτι θεωρεῖ μέν τινα φύσεων διαφορὰν ὁ νοῦς—ταὐτὸν γὰρ οὔ τί που θεότης τε καὶ ἀνθρωπότης—εἰσδέξεται δὲ ὁμοῦ ταῖς περὶ τούτων ἐννοίαις καὶ τὴν ἀμφοῖν εἰς ἑνότητα συνδρομήν. Οὐκοῦν Θεοῦ μὲν ἐξέφυ τοῦ Πατρὸς ὡς Θεός, ἐκ Παρθένου δὲ ὡς ἄνθρωπος. Ὁ γὰρ 〈ἐκ〉 Θεοῦ Πατρὸς ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας Λόγος γεγεννῆσθαι λέγεται καὶ διὰ γυναικός, καταφοιτήσας εἰς ἀνθρωπότητα καὶ καθεὶς ἑαυτὸν εἰς ὅπερ οὐκ ἦν, οὐχ ἵνα μείνῃ κεκενωμένος, ἀλλ᾽ ἵνα Θεὸς εἶναι πιστεύηται καὶ ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς πεφηνὼς ἐπὶ γῆς, οὐχ ὡς ἐν ἀνθρώπῳ κατοικήσας, ἀλλ᾽ ὡς αὐτὸς κατὰ φύσιν ἄνθρωπος γεγονώς, μετὰ τοῦ τὴν ἰδίαν ἀνασώσασθαι δόξαν.

Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, τὰ πολὺ τῆς ἀλλήλων ὁμοουσιότητος διεστηκότα τε καὶ ἀμετρήτῳ διαφορᾷ διεσχοινισμένα, θεότητά τε καὶ ἀνθρωπότητα, συλλέγων εἰς ἓν οἰκονομικῶς, καὶ ἐξ ἀμφοῖν τὸν ἕνα κατασημαίνων Χριστὸν καὶ Υἱὸν καὶ Θεόν, «Παῦλος δοῦλος, φησίν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις, περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης.» Ἰδοὺ δὴ σαφῶς ἀφωρίσθαι φησὶν ἑαυτὸν εἰς Εὐαγγέλιον Θεοῦ, καίτοι γράφων ἀναφανδόν· «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον.» Καὶ πάλιν· «Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον.» Υἱὸν δὲ αὐτὸν ὀνομάσας Θεοῦ, καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ γεγεννῆσθαί φησιν, ὡρίσθαι τε διϊσχυρίζεται καὶ εἰς Υἱὸν Θεοῦ. Πῶς οὖν, εἰπέ μοι, Θεὸς ὁ ἐκ σπέρματος ἀναφὺς τοῦ Δαυείδ; Ὁ δὲ δὴ καὶ πρὸ αἰώνων καὶ ἀϊδίως Υἱός, καθὸ πέφηνεν ἐκ Θεοῦ, τίνα δὴ τρόπον εἰς Υἱὸν ὡρίσθη Θεοῦ, καθάπερ εἰς ἀρχὰς τοῦ ὑφεστάναι παρενεχθείς; Ἔφη γὰρ αὐτὸς περὶ ἑαυτοῦ· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε,» καίτοι τοῦ «σήμερον» ἀεί πως ἡμῖν οὐχὶ τὸν παρῳχηκότα, τὸν ἐνεστῶτα δὲ μᾶλλον καταδηλοῦντος καιρόν.

Β— Διηπόρηκα μὲν οὐ μετρίως ἐγώ, φαίην δ᾽ ἂν ὅτι δυσέφικτον κομιδῇ καὶ πολλοῖς ἑτέροις τὸ συνιέναι δύνασθαι τουτί. Α— Τοῖς ἀναμέρος τιθεῖσι καὶ διορίζουσι δυσέφικτόν τε καὶ ἄπορον ἀληθῶς, τοῖς γε μὴν εἰς ἑνότητα κατασφίγγουσι τὸν Ἐμμανουὴλ ἐγγύς τε ἑλεῖν καὶ ἑτοιμοτάτη λίαν ἡ τῶν ἱερῶν δογμάτων ἀκιβδήλευτος γνῶσις. Ὁ γὰρ τῷ φύσαντι συναΐδιος καὶ πρὸ παντὸς αἰῶνος Υἱός, ἐπειδὴ καταβέβηκεν εἰς τὴν ἀνθρώπου φύσιν, οὐκ ἀπολισθήσας τοῦ εἶναι Θεός, προσλαβὼν δὲ τὸ ἀνθρώπινον, νοοῖτ᾽ ἂν εἰκότως καὶ ἐκ σπέρματος γεγεννῆσθαι Δαυείδ, καὶ νεωτάτην ἔχειν τὴν ἐν ἀνθρωπότητι γέννησιν. Ἔστι δὲ οὐκ ἀλλότριον αὐτοῦ τὸ προσληφθέν, ἀλλ᾽ ἴδιον ἀληθῶς. Λελόγισται τοιγαροῦν ὡς ἓν πρὸς αὐτόν, καθάπερ ἀμέλει καὶ τὴν ἀνθρώπου σύνθεσιν καταθρήσαι τις ἄν. Πέπλεκται μὲν γὰρ ἐξ ἀνομοίων τὴν φύσιν, ψυχῆς δὴ λέγω καὶ σώματος, ἀλλ᾽ οὖν εἷς νοεῖται τὸ συναμφότερον ἄνθρωπος. Ὡς ἀπὸ μόνης μὲν τῆς σαρκὸς ὅλον ἔσθ᾽ ὅτε κατωνομάσθαι τὸ ζῶον, ψυχῆς δὲ ὠνομασμένης, νοεῖσθαι τὸ συναμφότερον, κατὰ τὸν ἶσον οὖν ἄρα τρόπον, καὶ ἐπ᾽ αὐτοῦ παραδέξῃ Χριστοῦ. Εἷς γὰρ Υἱὸς καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς καὶ πρὸ σαρκὸς καὶ ὅτε πέφηνεν ἄνθρωπος, καὶ τὸν ἀγοράσαντα ἡμᾶς Δεσπότην οὐκ ἀρνησόμεθα, κἂν εἰ διὰ τῶν ἀνθρωπίνων ἡμῖν καὶ ἐκ τῶν τῆς κενώσεως μέτρων κατασημαίνοιτο. Β— Οὐχ ἕπομαι λίαν, ἀναμαθεῖν δ᾽ ἂν ἐθέλοιμι σαφῶς.

Α— Ἰουδαίοις ἔφη προσλαλῶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε.» Γράφει δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν.» Ἆρ᾽ οὖν ἄνθρωπον αὐτὸ δὴ τοῦτο ψιλὸν καὶ κατ᾽ οὐδένα τρόπον ἀνεστηκότα τῶν καθ᾽ ἡμᾶς λογιούμεθα τὸν Χριστόν; Β— Μὴ γένοιτο. Α— Τὴν δὲ τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἀσθενείας εἰς τοῦτο καθικέσθαι δώσομεν ὡς δεδιέναι μὲν θάνατον, ἐξαιτεῖν δὲ τὸ σώζεσθαι παρὰ τοῦ Πατρός, καὶ τοῦ κατὰ φύσιν εἶναι ζωὴν ἐκπέμψομεν τὸν Ἐμμανουήλ; Ἢ περιτρέποντες εἰς τὴν ἀνθρωπότητα, καὶ εἰς μέτρον φύσεως τῆς καθ᾽ ἡμᾶς τὸ ἐν λόγοις σμικροπρεπές, δράσομέν τι τῶν ἐπαινουμένων, καὶ ἐξ ὧν ἐστι Θεὸς τὴν ὑπερκόσμιον αὐτοῦ κατοψόμεθα δόξαν, τὸν αὐτὸν εἶναι συνέντες ἄνθρωπόν τε καὶ Θεόν, ἤτοι Θεὸν ἐνηνθρωπηκότα; Β— Φράσον ὅπως.

Α— Ἡκέτω δὴ οὖν εἰς μέσον ἡμῖν ὁ δοκιμώτατος Παῦλος ταυτὶ βοῶν τε καὶ λέγων· «Σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν.

Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Καὶ μὴν ἐπὶ τούτοις· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Καίτοι τό γε εἶναί τε καὶ ὀνομάζεσθαι τῆς δόξης Κύριον, πῶς οὐχὶ λίαν ὑπερτενὲς καὶ παντὸς ἐπέκεινα γενητοῦ καὶ παρηγμένου πρὸς γένεσιν; Καὶ παρίημι μὲν τὰ ἀνθρώπινα—σμικρὰ γὰρ δὴ λίαν—ἐρῶ δ᾽ οὖν ὅτι κἂν ἀγγέλους ὀνομάσαι, καὶ Ἀρχὰς καὶ Θρόνους καὶ Κυριότητας ἀπαριθμήσαιτό τις, καὶ μὴν καὶ εἰ τῶν ἀνωτάτω διαμεμνήσεται Σεραφίμ, κατόπιν ἰόντα τῆς οὕτως ὑπερτενοῦς ὁμολογήσειεν ἂν εὐκλείας, εἴ γε νοῦν ἔχοι μὴ παρεφθαρμένον. Ἔκκριτον γὰρ εἶναι τὸ γέρας φημί, καὶ δεῖν ἀνακεῖσθαι μόνῃ τῇ τῶν ὅλων παμβασιλίδι φύσει. Πῶς οὖν ἂν γένοιτο τῆς δόξης Κύριος ὁ ἐσταυρωμένος; Τὸ δὲ ἀπαύγασμα τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κρείττων ἀγγέλων γεγενῆσθαι λέγεται, τάχα που τὸ ἔλαττον, ὡς ἐγᾦμαι, λαβών, ὅτε πέφηνεν ἄνθρωπος. Γέγραπται γὰρ ὅτι «Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.»

Ἆρ᾽ οὖν ἐξώσομεν τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον τῆς αὐτῷ προσούσης οὐσιώδους ὑπεροχῆς καὶ τῆς πρὸς αὐτὸν ἀκριβοῦς ἐμφερείας, καὶ τῆς ἀγγέλων εὐκλείας ἡττώμενον βλέποντες διὰ τὸ τῆς οἰκονομίας σμικροπρεπές; Β— Οὐμενοῦν. Οἶμαι γὰρ δεῖν οὔτε τῶν ἀνθρωπίνων ἀπαλλάττειν παντελῶς τὸν ἐκ Θεοῦ Λόγον μετὰ τὴν πρὸς σάρκα σύνοδον, οὔτε μὴν δόξης τῆς θεοπρεποῦς ἀποστερεῖν τὸ ἀνθρώπινον εἰ ἐν Χριστῷ νοοῖτο καὶ λέγοιτο. Πλὴν ἐρομένους ἴσθι τοί τινας· Τίς δὴ ἄρα ἐστὶν ἀληθῶς Ἰησοῦς ὁ Χριστός; Ὁ ἐκ γυναικὸς ἄνθρωπος, ἢ γοῦν ὁ ἐκ Θεοῦ Λόγος; Α— Ἠλίθιον μὲν κομιδῇ τὸ διατείνεσθαι περιττὰ καὶ φληνάφοις εἰκαιομυθίαις ἀνταναφωνεῖν. Ἐρῶ δ᾽ οὖν ὅτι σφαλερόν τε καὶ οὐκ ἀζήμιον τὸ διατέμνειν εἰς δύο καὶ ἀναμέρος ἱστᾶν ἄνθρωπόν τε καὶ Λόγον, οὐκ ἀνεχομένης τῆς οἰκονομίας, καὶ Χριστὸν ἕνα βοώσης τῆς θεοπνεύστου Γραφῆς. Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναόν, οὐχ ἑνωθέντα τῷ Λόγῳ, Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι.