Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, τὰ πολὺ τῆς ἀλλήλων ὁμοουσιότητος διεστηκότα τε καὶ ἀμετρήτῳ διαφορᾷ διεσχοινισμένα, θεότητά τε καὶ ἀνθρωπότητα, συλλέγων εἰς ἓν οἰκονομικῶς, καὶ ἐξ ἀμφοῖν τὸν ἕνα κατασημαίνων Χριστὸν καὶ Υἱὸν καὶ Θεόν, «Παῦλος δοῦλος, φησίν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις, περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης.» Ἰδοὺ δὴ σαφῶς ἀφωρίσθαι φησὶν ἑαυτὸν εἰς Εὐαγγέλιον Θεοῦ, καίτοι γράφων ἀναφανδόν· «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον.» Καὶ πάλιν· «Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον.» Υἱὸν δὲ αὐτὸν ὀνομάσας Θεοῦ, καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ γεγεννῆσθαί φησιν, ὡρίσθαι τε διϊσχυρίζεται καὶ εἰς Υἱὸν Θεοῦ. Πῶς οὖν, εἰπέ μοι, Θεὸς ὁ ἐκ σπέρματος ἀναφὺς τοῦ Δαυείδ; Ὁ δὲ δὴ καὶ πρὸ αἰώνων καὶ ἀϊδίως Υἱός, καθὸ πέφηνεν ἐκ Θεοῦ, τίνα δὴ τρόπον εἰς Υἱὸν ὡρίσθη Θεοῦ, καθάπερ εἰς ἀρχὰς τοῦ ὑφεστάναι παρενεχθείς; Ἔφη γὰρ αὐτὸς περὶ ἑαυτοῦ· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε,» καίτοι τοῦ «σήμερον» ἀεί πως ἡμῖν οὐχὶ τὸν παρῳχηκότα, τὸν ἐνεστῶτα δὲ μᾶλλον καταδηλοῦντος καιρόν.