Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία των ταπεινών ρήσεων και η ενιαία προσκύνηση του σεσαρκωμένου Υιού

Εξήγηση των γραφικών χωρίων περί ισότητας και ελάττωσης σε σχέση με τον Πατέρα. Ανάδειξη του ονόματος του Ιησού και θεμελίωση της ενιαίας λατρείας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 10

Ἀνθρωπότητι γὰρ καθ᾽ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστός, ἀνωτέρω μὲν ἀνθρωπότητος ὡς φύσει Θεὸς καὶ Υἱός, ὑφιζάνων δέ τι βραχὺ τοῦ ἐν δόξῃ θεοπρεποῦς ὡς ἄνθρωπος. Τοιγάρτοι ποτὲ μὲν ἔφασκεν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.

Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ὁτὲ δὲ αὖ πάλιν· «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Οὐ μείων γὰρ ὢν τοῦ Πατρὸς κατά γε τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ κατὰ πᾶν ὁτιοῦν τὸ ἰσοστατοῦν, ἐν ἐλάττοσιν εἶναί φησι διὰ τὸ ἀνθρώπινον. Κηρύττεται δὲ καὶ διὰ τῶν ἱερῶν Γραμμάτων ποτὲ μὲν ὡς ὅλος ὢν ἄνθρωπος, σεσιωπημένης αὐτοῦ τῆς θεότητος οἰκονομικῶς, ποτὲ δὲ αὖ πάλιν ὡς Θεός, σεσιγημένης αὐτοῦ τῆς ἀνθρωπότητος.

Ἀδικεῖται δὲ κατ᾽ οὐδένα τρόπον διὰ τὴν ἀμφοῖν εἰς ἑνότητα σύμβασιν. Β— Πῶς λέγεις; Συνίημι γὰρ οὐ σφόδρα. Α— Ὁ Ἑβραῖος ἐξ Ἑβραίων καὶ φυλῆς Βενιαμίν, ὁ κλητὸς ἀπόστολος, ἐπιστέλλει τοῖς διὰ πίστεως δεδικαιωμένοις καὶ κατανεκρώσασι τὰ μέλη τῆς σαρκός, πορνείαν δὴ λέγω καὶ πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν· «Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Αὐτός γε μὴν ἔφη περὶ τῶν ἑαυτοῦ μαθητῶν· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. Ὅτε ἤμην μετ᾽ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ.

Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.» Συνίης οὖν ὅπως ἀπὸ μόνης ὥσπερ ἡμῖν τῆς ἀνθρωπότητος ἔν γε τουτοισὶ κατασημαίνεσθαι δοκεῖ. Β— Ὀρθότατα ἔφης. Α— Οἰησόμεθα γὰρ οὔτι που κεκρύφθαι τε καὶ ἀποδημεῖν τοῦ κόσμου, καίτοι λέγοντα σαφῶς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅπου ἐὰν συναχθῶσι δύο ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν· «Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἴδοις δ᾽ ἂν καὶ αὐτὸν τὸν ἱερώτατον Παῦλον καταρρᾳθυμοῦντα πολλάκις τοῦ καὶ ἄνθρωπον δεῖν ἀνακηρύττειν αὐτόν. «Παῦλος γάρ φησι, ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ αὖ ἐπὶ τούτοις· «Γνωρίζω δὲ ὑμῖν τὸ Εὐαγγέλιον, φησί, τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὔκ ἐστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Καὶ μὴν καὶ ἑτέρωθί φησιν· «Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν.» Τίς οὖν ἐστιν Ἰησοῦς ὁ Χριστός, ὁ τὴν οὕτως ἀπόρρητον ἀπλανῆ τε καὶ θείαν ἀποκάλυψιν τῶν ἑαυτοῦ μυστηρίων ἐναστράπτων αὐτῷ; Ἆρ᾽ οὐχὶ γενόμενος σὰρξ ὁ Λόγος, καὶ τὴν ἐκ γυναικὸς δι᾽ ἡμᾶς οὐκ ἀτιμάσας γέννησιν; Β— Πάνυ μὲν οὖν.

Διαμεμνήσομαι γὰρ τοῦ μακαρίου λέγοντος Γαβριὴλ πρὸς τὴν ἁγίαν Παρθένον· «Μὴ φοβοῦ, Μαριάμ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» Καινὸν δὲ οἶμαι τουτὶ παρὰ τοῦ Πατρὸς ὄνομα δεδόσθαι τῷ Λόγῳ διὰ τῆς ἀγγέλου φωνῆς. Προανεκεκράγει γὰρ οὕτω καὶ χρησμῴδημα προφητικόν· «Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ Κύριος ὀνομάσει αὐτό.» Α— Ὅτε τοίνυν ὁ συναΐδιος τῷ Πατρὶ καὶ πρὸ παντὸς αἰῶνος Υἱὸς καὶ Μονογενὴς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος, γεγέννηται δὲ διὰ γυναικός, καὶ ὡρίσθη μὲν υἱός, κεχρημάτικε δὲ καὶ πρωτότοκος, καὶ γέγονεν «ἐν πολλοῖς ἀδελφοῖς,» τότε καὶ ὁ φύσει πατὴρ ὁρίζει τοὔνομα, τοῖς τῆς πατρότητος, ἵν᾽ οὕτως εἴπωμεν, ἑπόμενος νόμοις.

Εὐφραίνοις γὰρ ἡμᾶς ἄριστα συνεὶς τῆς οἰκονομίας τὸν τρόπον. Β— Ὁ αὐτὸς οὖν ἄρα καὶ μονογενής ἐστι καὶ πρωτότοκος. Α— Μὴ γὰρ οἴου κατὰ σαυτὸν ἑτεροίως ἔχειν ἢ οὕτως, ὦ τᾶν. Ὁ γάρ τοι Μονογενὴς ὡς Θεὸς πρωτότοκος ἐν ἡμῖν καθ᾽ ἕνωσιν οἰκονομικήν, καὶ ἐν πολλοῖς ἀδελφοῖς ὡς ἄνθρωπος, ἵνα καὶ ἡμεῖς ὡς ἐν αὐτῷ τε καὶ δι᾽ αὐτὸν υἱοὶ Θεοῦ φυσικῶς τε καὶ κατὰ χάριν. Φυσικῶς μὲν ὡς ἐν αὐτῷ τε καὶ μόνῳ, μεθεκτῶς δὲ καὶ κατὰ χάριν ἡμεῖς δι᾽ αὐτοῦ ἐν Πνεύματι. Ὥσπερ οὖν γέγονεν ἴδιον τῆς ἀνθρωπότητος ἐν Χριστῷ τὸ μονογενὲς διὰ τὸ ἡνῶσθαι τῷ Λόγῳ κατὰ σύμβασιν οἰκονομικήν, οὕτως ἴδιον τοῦ Λόγου τὸ ἐν πολλοῖς ἀδελφοῖς καὶ τὸ πρωτότοκος διὰ τὸ ἡνῶσθαι σαρκί. Ἐρηρεισμένον δ᾽ οὖν ἔχων τὸ εἶναι Θεός, καὶ τροπῆς ἀμείνων ὑπάρχων ἀεί, τῆς ἰδίας οὐκ ἐξοίχεται δόξης. Τοιγάρτοι κεκέλευσται μεθ᾽ ἡμῶν καὶ αὐτὴ τῶν ἄνω πνευμάτων ἡ ἁγία τε καὶ παμμακαρία πληθὺς προσκυνεῖν αὐτῷ. Ἦν γὰρ δήπου καὶ μάλα εἰκὸς ἀνήνασθαι τὴν προσκύνησιν, καὶ κατοκνῆσαι τιμᾶν τὸ τῆς ἀνθρωπότητος ὁρῶντας σμικροπρεπές, καὶ τὸν δι᾽ ἡμᾶς 〈γενόμενον〉 καθ᾽ ἡμᾶς οὐκ ἀξιῶσαι δοξολογεῖν, ἀποφοιτῶντας ὡς ἀπωτάτω τοῦ πεπλανῆσθαι δοκεῖν.

Ἄποπτον γὰρ καὶ αὐτοῖς ἦν ἔτι τὸ ἐπὶ Χριστῷ μυστήριον, ἐξεκάλυπτε δὲ τὸ Πνεῦμα αὐτοῖς, καὶ δυσσεβεῖν οὐκ ἠφίει τοὺς ἡγιασμένους. Τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος· «Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ὁ γὰρ ἰδιότητι φυσικῇ τῆς οἰκουμένης ἁπάσης διενεγκών, ἔξω τε αὐτῆς ὑπάρχων ὡς Θεός, εἰσβέβηκεν εἰς αὐτήν, μέρος κόσμου πεφηνὼς ὡς ἄνθρωπος, πλὴν οὐ διὰ τοῦτο τῆς θείας ἀπώλισθε δόξης. Προσκυνεῖται γὰρ ὡς Μονογενὴς καὶ εἰ καλοῖτο πρωτότοκος, ὅπερ ἐστὶν ἐναργῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις ὅτι μάλιστα πρέπον. Β— Ἄρ᾽ οὖν ὡς ἄνθρωπον προσκυνήσομεν τὸν Ἐμμανουήλ; Α— Μὴ γένοιτο. Λῆρος ἤδη τουτὶ καὶ ἀπάτη καὶ πλάνησις. Διοίσομεν δὲ κατ᾽ οὐδὲν τῶν τῇ κτίσει λελατρευκότων παρὰ τὸν Κτίστην καὶ Ποιητήν, «οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει,» κατὰ τὸ γεγραμμένον, οἷς εἰ φρονήσαιμεν ἀδελφά, καὶ συνακουσόμεθα πάντως· «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.»

Ἦ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ καὶ ἰσουργοὶ καὶ σύμφρονες τοῖς μνημονευθεῖσιν ἐσόμεθα, τὴν τοῦ Θεοῦ δόξαν ἐν τῷ ψεύδει μεταλλάττοντες ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, εἰ ὡς ἀνθρώπῳ ψιλῷ καὶ ἑνὶ τῶν καθ᾽ ἡμᾶς προσοίσομεν τὴν προσκύνησιν τῷ Ἐμμανουήλ; Β— Καὶ μάλα. Α— Τί δέ; Οὐχὶ καὶ αὐτὴ τῶν ἀγγέλων ἡ ἄνω πληθὺς τοῖς εἰς τοῦτο μανίας ἥκουσι συντετάξεται; Β— Ἀνάγκη. Α— Ἀνεξίτητον δέ, οἶμαί που, τὴν ἐπὶ τῷ πεπλανῆσθαι γραφὴν καὶ τῇ τῶν ἐθνῶν ἀγέλῃ περιθήσομεν, καὶ δυσαπόνιπτον ἕξει τῶν ἀρχαίων αἰτιαμάτων τὸ βλάβος. Πλανᾶται γάρ, οἶμαι, καὶ νῦν καὶ οὐδὲν ἧττον ἢ πάλαι, καὶ τὴν εἰς εὐθὺ διαστείχουσαν ἠγνόηκε τρίβον. Καὶ περιττός, ὡς ἔοικεν, ὁ μακάριος Παῦλος προσφωνῶν τε αὐτοῖς καὶ λέγων· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς μὴ φύσει θεοῖς. Νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Ποῖον γὰρ ἔτι Θεὸν ἐγνώκασιν εἰ μὴ φύσει Θεὸς ὁ Χριστὸς εἰς ὃν πεπιστεύκασι; Καὶ εἰ λελατρεύκασιν ἀνθρώπῳ, τοῖς τῆς ἀρχαίας πλανήσεως ἐνέχονται βρόχοις. Ἢ οὐκ ἀληθὲς ὅ φημι; Β— Πάνυ μὲν οὖν.

Α— Ἄθρει δὴ οὖν ὅπως ἐξ ἀναγκαίων ἤδη συλλογισμῶν μονονουχὶ καὶ οὐχ ἑκόντες συνωθούμεθα πρός γε τὸ δεῖν ἐμφρόνως ὡς Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν τῷ Υἱῷ, καὶ ἐν τῷ καθ᾽ ἡμᾶς πεφηνότι σχήματι, τῆς εἰς ἑνότητα συνδρομῆς οὐκ ἀνικάνως ἐχούσης εἰς τὸ ἀφανίσαι τυχὸν τὸ καὶ ἔσθ᾽ ὅτε λυποῦν εἰς ἀνθρωπότητος ὑποψίαν. Β— Πῶς ἔφης; Α— Προσλαβοῦσα γὰρ ἡ τοῦ Λόγου φύσις τὸ ἀνθρώπινον, οὐκ ἀνθρωπότης ἔσται ψιλή, νικῶσα δὲ μᾶλλον ἰδίᾳ δόξῃ τὸ προσληφθέν, ἐν ἀκλονήτῳ σῴζεται διαμονῇ τῆς θεοπρεποῦς εὐκλείας. Ταυτὶ φρονοῦντες οἱ μαθηταί, προσεκύνουν λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ,» καίτοι βάδην ἰόντα βλέποντες καὶ ἐν σαρκὶ καθ᾽ ἡμᾶς· ἐπ᾽ ἄκρου γὰρ δὴ διέθει κύματος παραδόξως ὡς Θεός. Β— Καὶ τίς ἦν ὁ λέγων πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα· «Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν;» Εἶτα πῶς ἔσται προσκυνητὸς ὁ τοῖς προσκυνοῦσι συντεταγμένος; Α— Καὶ μήν, ὦ φιλότης, τὸ «Τίς» δὴ τοῦτο πλειστάκις ἀναφωνεῖς τὸ λεξείδιον, οὐκ οἶδ᾽ ὅπως τοῖς ἀσυνέτοις ἐξευρημένον. Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστός. Ὁ δὲ τῷ γυναίῳ προσλαλῶν, ὁ εἷς τε καὶ μόνος Κύριος ἦν Ἰησοῦς ὁ Χριστός, ἔκ τε τῆς προσκυνούσης ἀνθρωπότητος καὶ ἐκ τῆς προσκυνουμένης θεότητος συγκείμενος ἀπορρήτως, καθάπερ ἀμέλει φαίη τις ἂν καὶ ἑτέρως περὶ αὐτοῦ.

ᾟ μὲν γάρ ἐστι Θεός, νοοῖτ᾽ ἂν ὑπάρχων αὐτὸς ὁ τῆς δόξης Κύριος, ᾗ δὲ γέγονεν ὁ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ δοξαζόμενος ἄνθρωπος, ἐδεῖτο καὶ δόξης, λέγων· «Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Ἀλλ᾽ «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,» κατὰ τὸ γεγραμμένον. Ὥσπερ οὖν ἐστι μία πίστις, ἡ εἰς Χριστόν, καὶ ἓν ἀληθῶς τὸ βάπτισμα, καίτοι βαπτιζομένων καὶ πεπιστευκότων ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον τε καὶ λόγον, μία προσκύνησις Πατρὸς καὶ ἐνανθρωπήσαντος Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἐξωσθήσεται γὰρ οὐδαμῶς τοῦ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁ Μονογενής, καὶ εἰ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κεχρημάτικέ τε πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Ἐπεὶ τίς ἂν γένοιτο λοιπὸν ὁ τῆς ἐπ᾽ αὐτῷ πίστεως λόγος, πῶς οὐκ ἄξιον ἰδεῖν; Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν οἵπερ ἂν ἕλοιντο φρονεῖν ὀρθῶς ὡς εἰς μόνον πεπιστεύκαμεν τὸν ἐκ Θεοῦ φύντα Λόγον, ἀπογυμνοῦντες αὐτὸν τῆς σαρκός. Οὐδ᾽ αὖ ἐκεῖνο παρήσομεν εἰπεῖν· λελέξεται γάρ. Β— Τὸ τί δὴ φής; Α— Οὐ γὰρ ὡς εἰς ἕνα τῶν καθ᾽ ἡμᾶς, οὔτε μὴν ὡς εἰς ἄνθρωπον ἡ πίστις, ἀλλ᾽ 〈ὡς〉 εἰς Θεὸν πράττεται τὸν φύσει καὶ ἀληθῶς ἐν προσώπῳ Χριστοῦ. Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ σοφὸς γράφων Παῦλος· «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον.