Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως

Κύριλλος Ἀλεξανδρείας

Ο Χριστός ως προαιώνιος Δημιουργός και Μεσίτης

Γραφικές μαρτυρίες περί της προϋπάρξεως του Χριστού, του άτρεπτου της υποστάσεώς του και της αδιαίρετης ενέργειάς του ως ορατού και παθητού Κυρίου της ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 10

Συλλήπτορα δὲ τοῦ λόγου ποιήσομαι πάλιν ὡδὶ γεγραφότα τὸν θεσπέσιον Παῦλον· «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρί, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.» Ἰδοὺ δὴ πάλιν ἀναφανδὸν δι᾽ αὐτοῦ φησι καὶ εἰς αὐτὸν ἐκτίσθαι τὰ πάντα, καὶ μὴν ὅτι πρὸ πάντων ἐστί, καὶ ὅτι τὰ πάντα συνέστηκεν ἐν αὐτῷ, καὶ αὐτὸν εἶναί φησι πρωτότοκον ἐκ νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ αἵματος αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς.

Εἶτα τίς ὁ ἐκ νεκρῶν πρωτότοκος, εἰ μὴ Χριστὸς Ἰησοῦς, τουτέστιν ἐν σαρκὶ καὶ μετὰ σαρκὸς ὁ Λόγος; Τεθναίη γὰρ ἂν οὔτι που Θεὸς ὢν ὁ Λόγος, οὐδ᾽ ἂν νοοῖτο τῶν ὅλων Δημιουργὸς καθ᾽ ἡμᾶς ὢν ἄνθρωπος, εἰ μὴ δεδημιούργηκε μὲν ὡς Θεός, καὶ εἰ μὴ δίχα σαρκὸς νοοῖτο μετὰ τὴν ἕνωσιν, πρωτότοκος δὲ καὶ ἐκ νεκρῶν, καθὸ πέφηνεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς διὰ τὴν ἐνανθρώπησιν. Οἴει τι χρῆναι τούτοις ἐπιτιμᾶν; Β— Οὐδ᾽ ὁπωστιοῦν. Α— Ἴδοις δ᾽ ἂν καὶ ἑτέρωθι διὰ τῶν αὐτῶν ἰόντας λόγων τοὺς πνευματοφόρους. Ἰωάννης μὲν γάρ· «Ἐν ἀρχῇ, φησίν, ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.

Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Παῦλος δὲ αὖ· «Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὗ τὰ πάντα.» Ἀλλ᾽ εἴπερ ἦν τὸ μεσολαβοῦν μετὰ τὸ ἡνῶσθαι σαρκὶ τὸν Λόγον, καὶ εἰς ἑτερότητα καταδιαιροῦν, τὴν ὡς ἐν υἱῶν δυάδι φημί, κατὰ τὸ σοὶ δοκοῦν, πῶς ἂν ἐκτίσθη τὰ πάντα διὰ Ἰησοῦ Χριστοῦ; Ἀλλὰ μὴν ἐκτίσθη δι᾽ αὐτοῦ τὰ πάντα. Πρόδηλον οὖν ὅτι τὰ φύσει τε καὶ ἰδικῶς ἐνυπάρχοντα τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ τετήρηται πάλιν αὐτῷ καὶ ὅτε γέγονε σάρξ.

Ἐπισφαλὲς οὖν ἄρα τὸ διατέμνειν ἀποτολμᾶν. Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, καὶ δι᾽ αὐτοῦ τὰ πάντα δεδημιούργηκεν ὁ Πατήρ. Β— Ἀληθές. Α— Ἔστι τοιγαροῦν καὶ Δημιουργὸς θεϊκῶς, καὶ ζωοποιὸς ὡς ζωή, ἀνθρωπίνοις τε αὖ καὶ τοῖς ὑπὲρ ἄνθρωπον ἰδιώμασιν εἰς ἕν τι τὸ μεταξὺ συγκείμενος. «Μεσίτης» γάρ ἐστι «Θεοῦ καὶ ἀνθρώπων,» κατὰ τὰς Γραφάς, φύσει μὲν ὑπάρχων Θεός, καὶ οὐ δίχα σαρκός, ἄνθρωπος δὲ ἀληθῶς, καὶ οὐ ψιλὸς καθ᾽ ἡμᾶς, ἀλλ᾽ ὢν ὅπερ ἦν καὶ εἰ γέγονε σάρξ.

Γέγραπται γὰρ ὅτι «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ἦ γὰρ οὐχὶ διὰ τῆς ἁγίας Παρθένου τετέχθαι πιστεύομεν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὸν Ἐμμανουήλ; Β— Ναί. Ταῖς γάρ τοι θείαις οὐκ ἀντεροῦμεν Γραφαῖς. Α— Τὸ δὲ δὴ χθές, εἰπέ μοι, καὶ τήμερον καιρὸν ἡμῖν, ὦ φιλότης, οὐχὶ τὸν ἐνεστηκότα καὶ τὸν ἤδη παρῳχηκότα κατασημήνειαν ἄν; Β— Φημί. Α— Πῶς οὖν ὁ αὐτὸς εἴη ἂν εἴς γε τὸν παρῳχηκότα, καίτοι γένεσιν οὔπω τὴν κατὰ σάρκα λαβών; Β— Ὅτι ἦν ὁ Λόγος καὶ ἐν ἀρχῇ, καὶ ὡς ἐξ ἀϊδίου καὶ ἀτρέπτου πεφηνὼς τοῦ Θεοῦ καὶ Πατρός, ἔχει καὶ αὐτὸς ἐν ἰδίᾳ φύσει τὸ ἀΐδιον τε καὶ ἄτρεπτον. Α— Ἐπαινῶ τὴν δόξαν· ἔχει γὰρ ὧδε καὶ λίαν ὀρθῶς.

Φιλοπευστοῦντι δ᾽ οὖν ὅμως φράσαις ἄν, ὠγαθέ. Β— Τὸ τί; Α— Ἦ οὐχὶ νεώτατον κομιδῇ, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χρόνοις συνδεδραμηκὸς ὄνομα τῷ Λόγῳ τὸ Ἰησοῦς Χριστός; Β— Καὶ μὴν τοῦτο ἡμῖν διὰ πλείστων ὅσων ἐδείχθη λόγων. Α— Σύνες οὖν ὅτι Χριστὸν Ἰησοῦν, καὶ οὐ μονοειδῶς τὸν Λόγον, χθές τε καὶ σήμερον τὸν αὐτὸν εἶναί φησι, καὶ εἰς τοὺς αἰῶνας. Πῶς δ᾽ ἂν ἔχοι τὸ ἄτρεπτόν τε καὶ τὴν ἐν ταυτότητι διαμονὴν ἡ ἀνθρώπου φύσις, καίτοι κίνησιν ὑπομένουσα, καὶ πρό γε τῶν ἄλλων τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι καὶ ζῆν; Β— Διημάρτηκεν οὖν ἄρα τἀληθοῦς ἡμῖν τὸ Γράμμα τὸ ἱερόν, καὶ τὸν χθὲς οὐκ ὄντα προεῖναί φησι; Α— Φαίην ἂν οὐχὶ τοῦτο ἐγώ. Πολλοῦ γε καὶ δεῖ. Χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας Χριστὸς Ἰησοῦς.

Τὸ δὲ τοῦ Λόγου πρεσβύτατον καὶ ἀκλινὲς ἥκιστα μὲν ἀρνήσομαι, καὶ εἰ γέγονε σάρξ. Οἰήσομαι δὲ καθ᾽ ἕνωσιν μετὰ τῆς ἰδίας σαρκὸς ὡς χθὲς ὄντα καὶ προϋπάρχοντα καταδηλοῦσθαι πάλιν αὐτόν. Καὶ γοῦν ἐμυσάττετο μὲν ὁ παράφρων Ἰουδαῖος, καὶ καταλιθοῦν ἐπεχείρει, τὴν πίστιν οὐ προσιέμενος. Κατατεθήπει γὰρ ὅτι, καίτοι καθ᾽ ἡμᾶς ὁρώμενος ἄνθρωπος, τῆς ὑπὲρ ἄνθρωπον ἀρχαιότητος ἑαυτῷ τὸ πρεσβύτερον ἐπεμαρτύρει, λέγων ὡς Θεός· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.» Ὅτε καὶ πρὸς τοῦτο ἔφασκον ἐκεῖνοι· «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» Ἔφη δὲ καὶ Ἰωάννης· «Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. »Καίτοι πῶς ἄνδρα τε εἰδὼς καὶ ὀνομάζων τὸν Ἐμμανουὴλ ἔμπροσθέν τε αὐτοῦ καὶ πρῶτον γενέσθαι φησὶ τὸν ὀψιγενῆ τε καὶ μετ᾽ αὐτόν; Β— Ἔμπροσθεν αὐτὸν καὶ πρῶτον γενέσθαι φησὶ κατά γε τὴν δόξαν, ὥσπερ οὖν ἔπεισί μοι νοεῖν. Α— Καὶ μὴν ὅτι κίβδηλόν τε καὶ ἀμαθὲς τὸ τῇδε νοεῖν οὐκ ἐκ μακρῶν εἴσῃ λόγων. Παραδεξάμενοι γὰρ τὸ ἔμπροσθεν εἰς τὸ ἄμεινον ἐν δόξῃ, κατὰ τὸν ἴσον που λόγον καὶ τὸ ὀπίσω φήσομεν τὸ ὡς ἐν εὐκλείᾳ δεύτερον εὖ μάλα καταδηλοῦν.

Περιέστη δὴ οὖν, ὡς ἔοικε, τῆς Ἰωάννου δόξης ἡττᾶσθαι Χριστόν, καὶ ὀπίσω δραμεῖν, ἀσυνέτως ὑπονοεῖν.

Ἔφη γὰρ ὅτι «Ὀπίσω μου ἔρχεται ἀνήρ.» Β— Φεῦ τῆς ἀτοπίας. Οἰησόμεθα γὰρ οὐχ ὧδε ἔχειν, ἐννενοηκότες ὀρθῶς τὸ ἐν Ψαλμοῖς γεγραμμένον· «Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Καὶ τίς ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ;» Α— Ἀναθετέον οὖν ἄρα καὶ μετὰ σαρκὸς αὐτῷ τὸ πρεσβύτατον, ὡς Θεῷ κατὰ φύσιν ἑνωθέντι σαρκὶ καὶ τὰ τῆς ἰδίας φύσεως ἀγαθὰ κοινοποιεῖν εἰωθότι τῷ ἰδίῳ σώματι. Β— Ἄριστα ἔφης. Α— Τοῦτο δ᾽ ἂν μάθοις ὧδέ τε ἔχον καὶ εἰρημένον ὀρθῶς καὶ ἐξ ἑτέρων, ὦ τᾶν, εἴπερ ἕλοιο, μαρτυριῶν. Ἔφη μὲν γάρ που Θεὸς περὶ τοῦ ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστοῦ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Περὶ δέ γε τῶν υἱῶν Ἰσραὴλ ὁ ἱερώτατος Παῦλος· «Ὅτι πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα.

Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Ἄθρει δὴ οὖν ἐν Χριστῷ Ἰησοῦ καθ᾽ ἕνωσιν οἰκονομικὴν τὸ ἰδικῶς τοῦ Λόγου πρεσβύτατον. Ἦ οὐκ ἐναργὴς ὁ λόγος; Τὸν γάρ τοι Βηθλεεμίτην ὡς ἄνθρωπον καὶ ἐκ γυναικὸς ἀπ᾽ ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν εὖ μάλα φησίν. Ἐν ἀρχῇ γὰρ ἦν καὶ πρὸ παντὸς αἰῶνος ὁ ἐνανθρωπήσας Λόγος, καὶ αὐτὸς ἦν ἡ πέτρα δεδιψηκότα τὸν Ἰσραὴλ τοῖς παρ᾽ ἐλπίδα καὶ ἀδοκήτοις ἐκμεθύσκων νάμασι, καίτοι γεννηθεὶς κατά γε τὴν σάρκα καὶ τὸ ἀνθρώπινον ἐν ἐσχάτοις καιροῖς, καὶ κεχρισμένος εἰς τὴν εἰς κόσμον ἀποστολὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρός.

Κατωνόμασται γὰρ οὐχ ἑτέρου του χάριν ἀλλ᾽ ἢ διὰ τοῦτο Χριστός· Χριστὸς δὲ ἦν ἡ πέτρα, κατὰ τὸν Παῦλον. Ἦ ἐνδοιαστὸν τὸ χρῆμα ἐρεῖς; Β— Οὐδαμῶς. Α— Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ ὁ σοφὸς Ἰωάννης μονονουχὶ καὶ συναγείρων τὰς φύσεις, καὶ μισγάγκειαν ἄγων τῶν ἑκατέρᾳ πρεπόντων ἰδιωμάτων τὴν δύναμιν. Θέα γὰρ ὅ φησιν· «Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.» Ἰδοὺ τὸν ὄντα ἀπ᾽ ἀρχῆς ὦφθαί τέ φησιν ἐναργῶς, ὑπομεῖναι δὲ καὶ ἁφήν.

Ἀνεκεκράγει γὰρ ὁ Θωμᾶς· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου,» ἀναμετρήσας δακτύλῳ πλευράν τε τὴν σώματος καὶ τὰς διατρήσεις τῶν ἥλων. Γεγενῆσθαι δέ φησι τοὺς ἁγίους ἀποστόλους καὶ ὁ θεῖος ἡμῖν Λουκᾶς αὐτόπτας τε καὶ ὑπηρέτας τοῦ Λόγου. Γέγονε γὰρ ἐμφανὴς ὁ ἀσώματος, καὶ ἁπτὸς ὁ ἀναφής, οὐκ ὀθνεῖον ἔχων ἔτι περίβλημα τὴν ἀπὸ γῆς σάρκα, ἀλλ᾽ ἴδιον αὐτὴν ποιησάμενος ναόν, καὶ σὺν αὐτῇ γνωριζόμενος ὡς Θεὸς καὶ Κύριος. Γεγραφότα δὲ οἶσθά που τὸν ἱερώτατον Παῦλον· «Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Ἄραρεν οὖν ὅτι κεκυρίευκεν ἀληθῶς νεκρῶν τε καὶ ζώντων ὁ μὴ ἑτέρου του χάριν ἢ ὅτι τοῦδε καὶ μόνου τεθνεὼς καὶ ἐγηγερμένος. Β— Ἄραρεν. Α— Τίνα δὴ οὖν, ὦ γενναῖε, φαμὲν ὡς ὑπέδυ μὲν θάνατον, ἀνεβίω δὲ αὖ; Β— Τὸν Υἱὸν δηλονότι. Α— Ἀλλ᾽ ὅτι μὲν τὸν Υἱόν, εὖ λέγεις, ἐπαινέσομαι γὰρ οὖν. Ἐθέλοιμι δ᾽ ἄν σου διαμαθεῖν πότερα θνητὸς καὶ φθορᾷ κάτοχος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἢ πέρα θανάτου καὶ φθορᾶς ἀμείνων ὡς ζωή; Β— Οὕτω φημί. Α— Εἶτα πῶς γέγονεν «ἐν νεκροῖς καὶ ἐλεύθερος» κατὰ τὰς Γραφάς; Τεθναίη γὰρ ἂν οὔτι που καθ᾽ ἑαυτὸν ὁ Λόγος.

Β— Ὅτι τεθνεώσης αὐτοῦ τῆς σαρκός, αὐτὸς τοῦτο λέγεται παθεῖν. Α— Ὀρθότατά τε καὶ ἀπλανῶς. Οὐκοῦν, οὐ δίχα σαρκός, σὺν αὐτῇ δὲ μᾶλλον καὶ μετ᾽ αὐτῆς, τὴν τῆς κυριότητος ἀνεδήσατο δόξαν ὁ νόμῳ σαρκὸς καὶ φύσει τῇ καθ᾽ ἡμᾶς τεθνεὼς καὶ ἐγηγερμένος. Ἀνθρώπινον μὲν τὸ τεθνάναι πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι δεικνύς, ἵνα δι᾽ ἀμφοῖν γνωρίζηται, καθ᾽ ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς Θεὸς καὶ τῶν ὅλων 〈Κύριος〉, καὶ μεθ᾽ ἡμῶν γεγονὼς ὁρῷτο μετὰ Πατρός. Οὕτως αὐτὸν ὁ Ναθαναὴλ ἐπιγινώσκων ἔφασκε· «Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Αὐτὸς δὲ τοῖς ἑαυτοῦ μαθηταῖς· «Ὑμεῖς δὲ καλεῖτέ με, φησίν, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.» Ἔργῳ δὲ αὐτὸ πιστούμενος, ἀνίησι μὲν ἁμαρτίας, ἐξουσίαν δὲ δέδωκε κατὰ πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Ἦ οὐκ «ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου» τεθεράπευται μὲν ὁ τὼ πόδε λελωβημένος καὶ τῇ ὡραίᾳ προσιζάνων πύλῃ; Ἀρρωστίαν δὲ τὴν οὕτω μακρὰν ἀπεσείσατο, καὶ κομιδῇ δυσδιάφυκτον διέδρα νόσον Αἰνέας, πρὸς ὃν ὁ Θεσπέσιος ἔφη [Παῦλος]· «Ἀινέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός.» Β— Ἀληθές.