Οἶκος δὲ Σαοὺλ τὸ γένος αὐτοῦ, τοῦτ᾽ ἔστιν, οἱ ἀγαπῶντες αὐτόν. Εἶεν δ᾽ ἂν οὗτοι οἱ μόνοι τοῦ γράμματος ἀντεχόμενοι. «Καὶ ἐκάλεσε, φησὶ, Δαβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπον πρὸς τὸν βασιλέα· Ὁ ἀνὴρ ὃς συνετέλεσεν ἡμᾶς, καὶ ἐδίωξεν ἡμᾶς, καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Δότε ἡμῖν ζʹ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς βʹ υἱοὺς Ῥεσφᾶς παλλακῆς Σαοὺλ, τὸν Ἑρμονθὶ, καὶ τὸν Μεμφιβοσὲθ, καὶ τοὺς εʹ υἱοὺς Μερὼβ θυγατρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσριὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαονιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἐναντίον Κυρίου, καὶ ἔπεσον ἐκεῖ οἱ ζʹ ἐπὶ τὸ αὐτὸ, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ, ἐν ἀρχῇ θερισμοῦ κριθῶν.» Πᾶς τοιγαροῦν ὁ μὲν διὰ πράξεως κατανοήσας τὴν ἐπισκήψασαν ὀργὴν τοῦ Θεοῦ, διὰ δὲ θεωρίας ἐκζητήσας τὸν Θεὸν, διδάσκεται μὲν τὴν αἰτίαν, ὡς προείρηται· κελεύεται δὲ ἐκδοῦναι τοὺς βʹ υἱοὺς, καὶ πέντε υἱωνοὺς τοῦ Σαοὺλ, εἰς θάνατον. Δύο μὲν υἱοὺς, τήν τε κατὰ σῶμα ἁμαρτίαν, καὶ τὴν κατὰ νοῦν αὖθις ἁμαρτίαν, ἤτοι τὴν κατ᾽ ἐνέργειαν καὶ τὴν καθ᾽ ἕξιν· φημὶ δὴ τὴν κατὰ πρᾶξιν, καὶ τὴν κατὰ συγκατάθεσιν.