Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Συλλογὴ ῥητῶν τῆς παλαιᾶς διαθήκης (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία του βιβλίου του Έσδρα

Χριστολογική και πνευματική ανάγνωση της ιστορίας του Ζοροβάβελ, της επιστροφής από την αιχμαλωσία της Βαβυλώνας και της απόρριψης των δαιμονικών πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 9

ΕΚ ΤΗΣ ΒΙΒΛΟΥ ΕΣΔΡΑ. Περὶ Ζοροβάβελ. Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς οὐρανὸν, ἐναντίον Ἱερουσαλὴμ, εὐλόγησε τὸν βασιλέα τοῦ οὐρανοῦ, λέγων· Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης.

Ὁ Ζοροβάβελ σπορὰ συγχύσεως, ἢ ἀνάπαυσις ἑρμηνεύεται· ἐσπάρη γὰρ ἐν Βαβυλῶνι, ἢ σημαίνει σύγχυσιν, αἰχμαλώτων ἐκεῖ κατεχομένων τῶν γεννητόρων αὐτοῦ. Καὶ ἀνέτειλεν ἐκεῖ, νηπιόθεν αὐγάζων τὸ κάλλος τῆς ἀρετῆς, καὶ τῆς γνώσεως· καὶ ἀπαλλάξας ὅλον τὸ γένος τῆς ἐκεῖ δουλείας, ἀνάπαυσις αὐτοῖς γέγονεν. Λοιπὸν οὖν εἴη ἂν Ζοροβάβελ, νοῦς φιλόσοφος, πρῶτον μὲν διὰ μετανοίας σπειρόμενος ἐν τῇ συγχύσει τῶν παθῶν, εἶτα φωτίζων, καὶ ὑποδεικνύων τὴν αἰσχύνην αὐτῶν. Ἔπειτα ἐλευθερῶν τοὺς λογισμοὺς καὶ τὴν ψυχὴν ἀπὸ τῆς τοιαύτης αἰχμαλωσίας καὶ ἀναπαύων αὐτούς. Οὗτος τοίνυν ὅτε ἐξέλθῃ ἀπὸ τοῦ βασιλέως Δαρείου, λέγω δὴ τοῦ φυσικοῦ νόμου, νικήσας παρ᾽ αὐτοῦ, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν, τοῦτ᾽ ἔστι, τὴν διάθεσιν τῆς ψυχῆς, ἐν ᾗ οἱ χαρακτῆρες τῶν καλῶν, εἰς τὸ ὕψος τῆς γνώσεως ἐνώπιον τῆς ἀπαθείας. Διὰ γὰρ τῆς ἀπαθείας εἰς τὸ ὕψος τῆς γνώσεως ἀνατείνεται, ζητῶν τὸν δοτῆρα τῆς νίκης. Ἱερουσαλὴμ γὰρ ὅρασιν εἰρήνης ἑρμηνεύει. Νίκην μὲν οὖν λέγει τὸ κατὰ τῶν παθῶν κράτος τῆς πρακτικῆς· σοφίαν δὲ, τὴν διὰ τῆς θεωρητικῆς γνῶσιν τῆς ἀληθείας. Δόξαν δὲ τὴν ἐξ ἀμφοτέρων ὡραιότητα καὶ λαμπρότητα.

Ἑνούμεναι γὰρ μίαν ἀναστράπτουσιν αἵγλην. Εἶτα προστήρησον· ὅτι Καὶ ἐγὼ σὸς οἰκέτης. Διὰ γὰρ τοῦ τοιούτου νοὸς, ὡς δι᾽ ὑπηρετοῦντος ὀργάνου, τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἐν τῷ ἀνθρώπῳ ἐπιτελεῖ, μηδὲν ἕτερον συνεισφέροντι πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως. Ἀλλ᾽ ὁ μὲν πρῶτος νεανίσκος τῷ οἴνῳ δοὺς τὸ κατὰ πάντων κράτος, τῇ ζέσει τῶν σαρκικῶν ἡδονῶν τὴν νίκην κατεχωρήσατο. Ὁ δεύτερος δὲ τῷ βασιλεῖ τοῦτο δοὺς, τὴν κοσμικὴν δόξαν ὑπερισχύειν ᾐνίξατο. Ὁ δὲ τρίτος ὁ Ζοροβάβελ διὰ μὲν τῶν γυναικῶν ἐνέφηνε τὸ τέλος τῶν ἀρετῶν, τὴν εἰς τὸν Θεὸν καὶ εἰς τὸν πλήσιον ἀγάπην διὰ δὲ τῆς ἀληθείας, τὸ τέλος τῶν γνώσεων, ἤτοι τῶν ὄντων ἀρχήν· λέγω δὴ τὸν Θεόν. Καὶ οἱ μὲν βʹ νεανίσκοι τοῦ ἐξ ὕλης καὶ εἴδους συνθέτου σώματος εἰκόνα φέρουσιν· καὶ ὁ μὲν τῇ ἐπιθυμίᾳ, ὁ δὲ τῷ θυμῷ προσνέμει τὸ κύρος. Ὁ μὲν γὰρ νοῦς ἐπιθυμίας σύμβολον, ὁ δὲ βασιλεὺς θυμοῦ· τυραννικὸν γὰρ ὁ θυμός. Ὁ δέ γε Ζοροβάβελ τύπον ἐπέχει τῆς ἁπλῆς καὶ ἀσυνθέτου κατ᾽ οὐσίαν ψυχῆς· διὸ καὶ σοφῆς ἀντέθηκε. Ταῖς μὲν γὰρ σαρκικαῖς ἡδοναῖς, τὴν πνευματικὴν τὴν ἐκ τῆς εἰρημένης ἀγάπης γινομένην· τῷ δὲ φθειρομένῳ κράτει, τὸ ἄφθαρτον.

Καὶ διαλεχθεὶς οὕτω καὶ νικήσας, ἠλευθέρωσε τὸν λαὸν, ὡς ἀνωτέρω προδιελάβομεν· καὶ ἐπανήγαγεν εἰς τὴν Ἰουδαίαν, ἢ εἰς μετάνοιαν καὶ ἐξομολόγησιν, καὶ εἰς Ἱερουσαλὴμ, φημὶ δὴ τὴν εἰρηνικὴν καὶ ἀπαθῆ κατάστασιν· καὶ ᾠκοδόμησε τὸν ναὸν, τὴν δεκτικὴν τῆς ἀνωτάτω σοφίας γνῶσιν.

Ἑτέρα θεωρία εἰς τὸν Ζοροβάβελ. Ζοροβάβελ νέος ἐστὶν ὁ διὰ τοῦ παλαιοῦ τυπούμενος Ἰησοῦς Χριστὸς, ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς, καὶ γεννηθεὶς τέλειος ἄνθρωπος, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος, μηδὲ πρὸς τὴν τῶν παθῶν σύγχυσιν κατασυρείς. «Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις τεχθεὶς, καὶ μεθ᾽ ἡμῶν τῶν ἀνόμων λογισθείς.» Οὗτός ἐστιν ἡ ἀνατολὴ φωτὸς τῆς ἀληθείας τοῦ λάμψαντος τοῖς διασπαρεῖσιν ὑπὸ τῆς πλάνης. «Ἀνατελεῖ γὰρ, φησὶν, ἡμῖν ἥλιος δικαιοσύνης, καὶ ἀνατολὴ ὄνομα αὐτοῦ.» Οὗτός ἐστιν ὁ καὶ λόγῳ καὶ ἔργῳ νικήσας ὅλον τὸν κόσμον, καὶ ἀληθῶς ἐλευθερῶν τοὺς πειθομένους αὐτῷ, καὶ ἐπανάγων ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ θανάτου εἰς ζωὴν, καὶ ἀπὸ γῆς εἰς οὐρανόν.

Οὗτός ἐστιν ὁ σοφὸς οἰκοδόμος τοῦ ἐμπρησθέντος τῷ πυρὶ τῶν παθῶν ἡμῶν λογικοῦ ναοῦ, ὁ κατασκευάσας τὸν ἀχειροποίητον ναὸν τοῦ προσλήμματος, ἐν ᾧ καὶ ἐσκήνωσεν. Οὗτός ἐστιν οὗ προείρηκε τὸ Πνεῦμα τὸ ἅγιον· «Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν» τήν τε προτέραν δηλοῦν τοῦ ἀνθρώπου διάπλασιν, καὶ τὴν τελευταίαν ἐν ἑαυτῷ ἀνάπλασιν. Οὗ χεῖρας εἶπε τὴν δημιουργικὴν δύναμιν.

Οὗτός ἐστιν ὁ Ζοροβάβελ οὗ ἐν τῇ χειρὶ ὁ λίθος ὁ κασσιτέρινος. Ἑπτὰ δὲ τοῦ λίθου τούτου οἱ ὀφθαλμοί. Ὁ γὰρ παλαιὸς Ζοροβάβελ οὐδαμῶς ἱστόρηται λίθον τοιοῦτον κτησάμενος. Χεὶρ μὲν οὖν τοῦ νέου Ζοροβάβελ ἡ πρᾶξις τῶν ἐντολῶν αὐτοῦ. Λίθος δὲ κασσιτέρινος, ἡ εἰς αὐτὸν πίστις. Ἡ γὰρ εἰς αὐτὸν πίστις ἐν τῇ πράξει τῶν ἐντολῶν αὐτοῦ διαφαίνεται.

Ἀλλὰ λίθος μὲν αὕτη διὰ τὸ στεῤῥὸν, ὅσον πρὸς τὴν ἀλήθειαν, καὶ ἀμετακίνητον. Κασσιτέρινος δὲ διὰ τὸ τὸν κασσίτερον χαρακτηρίζειν αὐτήν. Ὥσπερ γὰρ ὁ κασσίτερος τῆς τοῦ ἀργύρου καὶ τῆς τοῦ μολίβδου μετέσχηκεν ἰδιότητος. Οὕτω γὰρ αὕτη δοξάζει μὲν φυλαττομένη, κολάζει δὲ μὴ φυλαττομένη.

Τιμωρίας μὲν γὰρ σύμβολον ὁ μόλιβδος, λαμπρότητος δὲ ὁ ἄργυρος. Ἑπτὰ δὲ ὀφθαλμοὶ τῆς ἐμπράκτου ταύτης πίστεως, τὰ ζʹ τοῦ ἁγίου Πνεύματος χαρίσματα ἅπερ Ἡσαΐας ἀπηριθμήσατο· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου τοῦ Θεοῦ. Ἴδιον δὲ φόβου μὲν ἡ ἀποχὴ τῶν κακῶν, ἰσχύος δὲ ἡ πρᾶξις τῶν καλῶν· βουλῆς δὲ ἡ διάκρισις τῶν ἀντικειμένων· ἐπιστήμης δὲ ἡ τῶν κατὰ τὰς ἀρετὰς τρόπων εἴδησις· γνώσεως δὲ ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων τῆς θεωρίας· συνέσεως δὲ ἡ πρὸς τοὺς ῥηθέντας τρόπους καὶ λόγους συνδιάθεσις τῆς ψυχῆς.

Σοφίας δὲ ἡ τῶν ὑψηλοτέρων ἔτι καὶ θειοτέρων λόγων μυσταγωγία. Ὁ μὲν Ἡσαΐας ἀπὸ τοῦ τῷ Θεῷ μὲν προσεχοῦς, ἡμῖν δὲ τελευταίου ἀρξάμενος, κατῆλθεν ἐπὶ τὸ ἡμῖν μὲν προσεχὲς, τῷ δὲ Θεῷ τελευταῖον, ὅπερ ἐστὶν ὁ φόβος. «Ἀρχὴ γὰρ, φησὶ, σοφίας φόβος Κυρίου.» Ἐγὼ δὲ τοὐναντίον ἀπὸ τοῦ φόβου μᾶλλον ἀρξάμενος ἐπὶ τὴν σοφίαν ἀνῆλθον, ἥτις ἐστὶ τῷ μὲν Θεῷ προσεχὴς, ἡμῖν δὲ ποῤῥωτάτω.

Ταῦτά εἰσιν οἱ ζʹ ὀφθαλμοὶ τῆς ἐμπράκτου πίστεως, δι᾽ ὧν φωτιζόμεθά τε καὶ πρὸς τὸν Θεὸν ὁδηγούμεθα, καὶ εἰς τὴν μίαν αἰτίαν τῶν χαρισμάτων τὴν διαιροῦσαν αὐτὰ, συναγόμεθα. Περὶ τῶν ἐλευθερωθέντων τῆς αἰχμαλωσίας καὶ δουλείας, συνεξελθόντων τῷ Ζοροβάβελ. Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοὺς χωρὶς παίδων καὶ γυναικῶν μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἐξήκοντα.

Μόνος ὁ γενόμενος ὑπὲρ τὰ αἰσθητὰ χρονικὰ νοῦς. Πενταδικὴ μὲν γὰρ ἡ αἴσθησις· ἑβδοματικὸς δὲ ὁ χρόνος, δι᾽ ὃν ὁ δώδεκα συμπληροῦται· καὶ τῆς πρὸς ταῦτα ψυχῆς ἐν τούτοις ἀπαλλάττεται δουλείας, ἐπειγόμενος πρὸς τὴν ἄνω Ἱερουσαλὴμ, ἔχων χωρὶς παίδων καὶ γυναικῶν μυριάδας δ᾽ τρισχιλίους τξʹ.

Παῖδες μὲν οὖν εἰσιν, οἱ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν λογισμοί· γυναῖκες δὲ αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί· καὶ ἡ τυχοῦσα γὰρ τροφὴ ποιεῖ κατὰ φύσιν ἡδονὴν, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη, καὶ ἡ τυχοῦσα πόσις τὴν ὄχλησιν τοῦ δίψους ἀποκρουομένη, καὶ τυχὼν ὕπνος τὴν ἐξ ἐγρηγόρσεως κεκμηκυῖαν ἀνακτώμενος δύναμιν. Οὔτε δὲ οἱ δηλωθέντες λογισμοὶ, οὔτε αἱρεθεῖσαι ἡδοναὶ, συναριθμούμενα τοῖς ἀνδράσιν, ὡς οὐχ ὑφεστῶτα καθ᾽ ἑαυτὰ, ὅμως συνεξέρχονται τούτοις φεύγουσι τὴν ἁμαρτίαν, καὶ πρὸς τὴν δικαιοσύνην ἀπιοῦσιν· ὡς ἀναγκαῖα μὲν εἰς σύστασιν φύσεως, χρήσιμα δὲ πρὸς κτῆσιν ἀρετῆς. Ἢ καὶ ἄλλως· οὐ συναριθμοῦνται, ὡς μὴ συμμεθιστάμενα πρὸς τὴν ἀθάνατον ζωήν· χωρὶς γὰρ καὶ λογισμῶν τοιούτων καὶ ἡδονῶν ἐκεῖ μεταβαίνομεν.

Δʹ δὲ μυριάδες εἰσὶν, αἱ δ᾽ γενικαὶ ἀρεταὶ, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, μεθ᾽ ὧν καὶ φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς, πρὸς τὴν τῆς ἀπαθείας λῆξιν ἀποκαθίσταται, Ἢ αἱ δ᾽ γενικαὶ ἀπάθειαι, ὧν πρώτη μὲν ἡ παντελὴς ἀποχὴ τῆς κατ᾽ ἔργον ἁμαρτίας, ἐν τοῖς εἰσαγωγικοῖς θεωρουμένη.

Δευτέρα δὲ ἡ παντελὴς ἀποβολὴ τῶν ἐμπαθῶν λογισμῶν, ἐν τοῖς ὑπὲρ τούτους συνισταμένη. Τρίτη δὲ ἡ περὶ τὰ πάθη παντελὴς ἀκινησία ἐν τοῖς ὑψηλοτέροις γινομένη. Τετάρτη δὲ ἡ καὶ αὐτῆς δὴ τῆς ψιλῆς φαντασίας τῶν παθῶν παντελὴς κάθαρσις ἐν τοῖς τελείοις ὁρωμένη. Ὥσπερ δὲ ὑφ᾽ ἑκάστην γενικὴν ἀρετὴν ἢ ἀπάθειαν, πολλαί εἰσι μερικαὶ ἀρεταὶ καὶ ἀπάθειαι. Οἱ δὲ τρισχίλιοι τὴν τελείαν θεολογίαν ὑποδηλοῦσι. Τρεῖς μὲν διὰ τὰς τρεῖς ὑποστάσεις τῆς Θεότητος. Χίλιοι δὲ διὰ τὴν τελειότητα τῆς περὶ ἑκάστου τούτων θεολογίας. Τελείωσις γὰρ ἑκατοντάδων, ἡ χιλιάς· ὥσπερ ἡ μὲν δεκὰς μονάδων, ἡ δὲ ἑκατοντὰς δεκάδων, ἡ δὲ μυριὰς χιλιάδων· οἱ δὲ τριακόσιοι τοὺς περὶ ἀρετῆς καὶ περὶ φύσεως λόγους ὑποσημαίνουσι. Τῶν τριακοσίων γὰρ ἐπινοίᾳ διαιρουμένων εἰς ἑκατόν τε καὶ διακόσια· ὁ μὲν ρʹ ἀριθμὸς μηνύσει τὴν τελείαν ἀρετὴν δεκαπλασιάζουσαν τὴν δεκάδα τῶν θεογράφων ἐντολῶν. Ὁ διακόσια δὲ, τὴν φύσιν ἐξ ὕλης καὶ εἴδους συνεστηκυῖαν. Ἐπεὶ γὰρ τετραδικὴ μὴν ἡ ὕλη, διὰ τὴν τετρακτὺν τῶν στοιχείων αὐτῆς, πενταδικὸν δὲ τὸ εἶδος διὰ τὸ πενταπλοῦν τῆς αἰσθήσεως, τῆς τὰ ὑλικὰ σχηματιζούσης, τετράκις τὸν νʹ συνθεὶς, ποιήσεις ςʹ ὃν τῷ ρʹ πάλιν συνάψας διὰ τῆς ἀρετῆς τὸ εὖ εἶναι. Οἱ δὲ ἑξήκοντα τὴν ποιητικὴν τῶν θείων ἐντολῶν ὑποφαίνουσι δύναμιν· ἐν ἓξ μὲν γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον τοῦτον.

Δέκα δὲ αἱ θεοδώρητοι ἐντολαί· ἑξάκις δὲ τὰ δέκα ἑξήκοντα, μεθ᾽ ὧν ὁμοῦ πάντων ἐξέρχεται ὁ ἀνωτέρω διερμηνευθεὶς Σῦτ.

Ἐπεὶ δὲ συνεξῆλθον αὐτοῖς καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ψάλται, καὶ ψαλτῳδοὶ, καὶ κάμηλοι, καὶ ἵπποι, καὶ ἡμίονοι, καὶ ὑποζύγια, εἶεν ταῦτα τύποι τῶν διαφόρων βαθμῶν τῆς Ἐκκλησίας, δι᾽ ὧν προετυποῦντο αἱ διαθέσεις τῶν πιστευόντων. Παῖδες μὲν γὰρ καὶ παιδίσκαι, οἱ φόβῳ τῶν αἰωνίων κολάσεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας, καὶ τὴν ἐν αὐτῇ σκληραγωγίαν· ὧν παῖδες μὲν οἱ ἰσχυρότεροι, παιδίσκαι δὲ οἱ ἀσθενέστεροι.

Ψάλται δὲ ὧν ἡ πρᾶξις βοᾷ καὶ κηρύττει τοῦ Θεοῦ τὰ θελήματα τέρποντα τοὺς εὐσεβεῖς. Ψαλτῳδοὶ δὲ, οἱ μὴ μόνον ταῦτα κατωρθωκότες, ἀλλὰ καὶ ἑτέρους εἰς τὴν τούτων πρᾶξιν διὰ τοῦ διδάσκειν καὶ ῥυθμίζειν ἐνάγοντες. Κάμηλοι δὲ οἱ πρὸς ὑψηλοτέρας θεωρίας ἀνατεινόμενοι. Ἵπποι δὲ οἱ τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου τρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος, καὶ ἐν τῷ κοινῷ τὸ ἄκοινον ἐπιδεικνύμενοι, ἢ οἱ ἄγονοι κακίας· ὑποζύγια δὲ οἱ τοὺς ἀσθενεῖς βαστάζοντες καὶ τὰ βάρη τούτων φέροντες· οἱ δὲ διάφοροι ἀριθμοὶ τῶν τε παίδων καὶ παιδισκῶν, καὶ τῶν ψαλτῶν καὶ ψαλτῳδῶν καὶ τῶν ἄλλων, ἐμφαντικοί τινές εἰσι τοῦ διάφορα εἶναι καὶ τὰ πλήθη τῶν ταγμάτων τῆς Ἐκκλησίας. Διάφορα μὲν γὰρ τάγματα, διάφορα δὲ καὶ τὰ ὑπὸ τὰ τάγματα πλήθη, καὶ ἄλλα ἄλλων πλείονα ἢ ἐλάττονα.

Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν, ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων· καὶ ἐπέγνωσαν ὅτι ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι ναὸν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ. Ἰούδας μὲν ἐξομολόγησις ἐρμηνεύεται. Διττὴ δὲ αὕτη, ἡ μὲν εὐχαριστίαν δεδωρημένων ἀγαθῶν σημαίνουσα, ἡ δὲ ἐξαγορείαν πεπραγμένων κακῶν.

Πᾶς τοίνυν ἐξομολογούμενος κατὰ μίαν τούτων, τῆς φυλῆς ἐστι τοῦ Ἰούδα. Ἐπεὶ δὲ καὶ Βενιαμὶν πένθος ἑρμηνεύεται, ἢ στεναγμὸς μητρὸς, ἢ οἰκοδομὴ λαοῦ· πᾶς πενθῶν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασιν, ἢ στενάζων ἐπὶ τοῖς ἀλλοτρίοις, τρόπον μητρὸς συμπαθοῦς, ἢ οἰκοδομῶν τινας τέχνῃ διδασκαλίας, τῆς φυλῆς ἐστι τοῦ Βενιαμίν. Οἱ τοιοῦτοι δὲ τῆς τῶν παθῶν αἰχμαλωσίας ἐλευθερωθέντες, καὶ κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενόμενοι, οἰκοδομοῦσι ναὸν Κυρίῳ. τὸν ἐκ διαφόρων τρόπων ἀρετῆς καὶ λόγων γνώσεως οἰκοδομούμενον. Ἐχθροὶ δὲ τούτων εἰσὶ, τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς γῆν Ἰσραὴλ ὑπὸ Ἀσβακαφὰθ βασιλέως Ἀσσοὺρ, λέγω δὴ Βαβυλωνίους καὶ Ἐχουθαίους, καὶ Αἰμαθαίους, καὶ Εὐσεβαίους. Βαβυλώνιοι μὲν οὖν ἡ ὑπερηφανία συγχέουσα τὸν νοῦν.

Ἐχουθαῖοι δὲ ἡ κενοδοξία ἐξιστῶσα τὴν διάνοιαν. Ἐχοὺθ γὰρ ἔκστασις ἑρμηνεύεται. Αἰμαθαῖοι δὲ ἡ ἀνθρωπαρεσκία. Αἰμὰθ μὲν γὰρ ὅρασις φαινομένων· ἑρμηνεύεται· τῶν ὁρωμένων δὲ καὶ φαινομένων ἠθῶν ἐπιμελεῖται ὁ ἀνθρωπάρεσκος. Εὐβαῖοι δὲ ἡ ὑπόκρισις.

Εὐβαῖοι γὰρ ὀφιώδεις ἑρμηνεύονται. Ὁ δὲ ὄφις δι᾽ ὑποκρίσεως ἠπάτησε τὸν πρωτόπλαστον. Ἀσβακαφὰθ δὲ ὁ διάβολος, Ἀσβακαφὰθ ἑρμηνεύεται αἰχμαλωτίζων· ὅπισθεν, τοῦτ᾽ ἔστι. κατὰ τὸ ἀφανὲς, ἢ κατὰ τὸ λεληθὸς συναρπάζων. Οὗτος δὲ μετῴκισε τὰ δʹ ταυτὶ πάθη, εἰς τὴν ἕξιν τῆς ἀρετῆς, καὶ τῆς γνώσεως, παρενείρας αὐτὰ τοῖς ἐναρέτοις καὶ γνωστικοῖς, ἵνα διὰ τούτων ἀπὸ τοῦ κατὰ Θεὸν σκοποῦ πρὸς ἕτερον ἀπαγάγῃ τοὺς ἐν ἀγαθοῖς πονοῦντας.

Τούτων δὴ τῶν δ᾽ ἀγαθῶν οἱ προεστῶτες δαίμονες ἀκούσαντες τῆς φωνῆς τῶν σαλπίγγων ἐληλύθασιν ἐπιγνῶναι, τίς ἐστιν αὕτη. Σάλπιγγες μὲν οὖν, αἱ θεῖαι ἐντολαὶ, φωνὴ δὲ αὐτῶν αἱ πράξεις αὐτῶν, ἧς αἰσθόμενοι οἱ δαίμονες διανίστανται πρὸς κακουργίαν.

Καὶ προσελθόντες τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς· Ἐνοικοδομήσομεν ὑμῖν· ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου τοῦ Θεοῦ, καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾽ ἡμερῶν Ἀσφακαὰθ βασιλέως Ἀσσούρ· ὃς μετῴκισεν ἡμᾶς ἐνθάδε. Καὶ εἶπον αὐτοῖς Ζοροβάβελ, καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν· Οὐχ ὑμῖν καὶ ἡμῖν τὸ οἰκοδομῆσαι οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν. Ζοροβάβελ μὲν ἔστιν ὁ πρακτικὸς νοῦς ὡς πολεμικώτερος. Ἰησοῦς δὲ ὁ θεωρητικὸς, ὡς ἱερώτερος. Ἄρχοντες δὲ τῶν πατριῶν, αἱ τῆς ψυχῆς δυνάμεις, ὑφ᾽ ἃς οἵ τε τρόποι τῆς ἀρετῆς, καὶ οἱ λόγοι τῆς γνώσεως. Προσέρχονται δὲ τούτοις οἱ τῶν εἰρημένων παθῶν δαίμονες, βουλόμενοι συνοικοδομεῖν τὸν οἶκον Κυρίου.

Οὐδεὶς γὰρ τῶν δαιμόνων τούτων κωλύει τῶν κατὰ Θεὸν ἀγωνιζομένων τὸ πρόθυμον· ἀλλὰ καὶ μᾶλλον τὰς ἐλλείψεις τῶν καλῶν δολερῶς περικόψας, τὰς ἐπιτάσεις ὑπαγορεύει, καθάπερ συμπροθυμούμενος· ἵνα παραπολέσαντες τὸ ἴσον στάθμιον τῆς μεσότητος, λάθωμεν πρὸς ἄλλο φερόμενοι καταγώγιον τὸ φίλον αὐτοῖς. Διὸ καὶ λέγουσιν, ὅτι «Ὁμοίως ὑμῖν ἀκούομεν Κυρίου, καὶ αὐτῷ ἐπιθύομεν,» τοῦτ᾽ ἔστιν, ἀποδεχόμεθα τὰς ἐντολὰς Κυρίου, καὶ συνεργοῦμεν τοῖς ἐνεργοῦσιν αὐτὰς, καὶ ὄντως οὐκ ἀποστρέφονται ταύτας, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκοπὸς τῶν ἐνεργούντων παρατραπεὶς τῆς εὐθύτητος.

Τοὺς μὲν γὰρ ἄλλους δαίμονας ῥᾳδίως ἄν τις κατανοήσειε· τοὺς δὲ δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τοῦ κατὰ Θεὸν βίου, μόλις ἂν οἱ κατὰ τὸν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν διαγνοῖεν, καὶ ἀποκρούσαιντο τὴν συνεργίαν αὐτῶν, εὖ εἰδότες, ὡς ἡ ταύτης ἐπιμιξία, τῆς ὅλης οἰκοδομῆς ποιεῖται καθαίρεσιν. Οὐ γὰρ πρὸς τοῦ Θεοῦ δόξαν ἀμφορᾷ, πρὸς δὲ τὸ πάθος, εἰς ὃ μεταφέρειν οἱ συνεργοῦντες δαίμονες βούλονται.

Οἱ μὲν οὖν κατ᾽ ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμονές εἰσιν, οἱ τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας πάθη τῆς ἀτιμίας ὑποτιθέμενοι· οἱ δὲ καθ᾽ ὑπερβολὴν, οἱ τῶν τεσσάρων παθῶν προεστηκότες.