Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Συλλογὴ ῥητῶν τῆς παλαιᾶς διαθήκης (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία της Εξόδου: Από την Αίγυπτο έως τη μάχη κατά του Αμαλήκ

Συμβολική και τυπολογική ανάλυση της δουλείας στην Αίγυπτο, της ζωής του Μωυσή, της φλεγόμενης βάτου, της διελεύσεως της Ερυθράς Θαλάσσης και των γεγονότων στην έρημο, συμπεριλαμβανομένου του μάννα και της σύγκρουσης με τον Αμαλήκ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 9

Τῆς ἐξόδου περὶ τοῦ Φαραώ. Ὁ Φαραὼ πρῶτον μὲν ἀγρίοις πόνοις ἐκάκου τὸν Ἰσραηλιτικὸν λαὸν, τὴν εἰς πλῆθος αὔξησιν αὐτοῦ κωλύειν οἰόμενος. Ἀντιπράττοντος δὲ τοῦ Θεοῦ· Καθ᾽ ὅ τι γὰρ, φησὶν, ἐταπείνουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον· ἐφ᾽ ἑτέραν λαθραίως ἔρχεται μηχανὴν, καὶ προστάττει ταῖς μαίαις τῶν Ἑβραίων ἀποκτείνειν μὲν τὰ ἄρσενα τῶν τικτομένων, τὰ θήλεα δὲ περιποιεῖσθαι. Ἐπεὶ δὲ καὶ τοῦτο κεκώλυκεν ὁ Θεός· »Ἐφοβήθησαν γὰρ, φησὶν, αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν ὡς συνέταξεν αὐταῖς Φαραώ·» τρίτης ἐπιβουλῆς ἅπτεται, καὶ φανερῶς ἐντέλλεται τοῖς ὑπ᾽ αὐτὸν, πᾶν μὲν τικτόμενον ἄρσεν ῥίπτειν εἰς τὸν ποταμὸν, πᾶν δὲ θῆλυ ζωογονεῖν.

Καὶ ὁ διάβολος γὰρ ὁ νοητὸς Φαραὼ κατὰ τοῦ νοητοῦ Ἰσραὴλ, τὸν εὐσεβῆ λέγω λαὸν, τριπλοῦν τρόπον ἐπιβουλῆς ἐνόησε, διὰ κακούργων σκεμμάτων τὴν εἰς ἀρετὴν ἐπίδοσιν αὐτοῦ κωλύειν πειρώμενος. Καὶ πρῶτα μὲν πόνον, καὶ κακοπάθειαν αὐτοῖς ἐπιφέρει· διαμαρτὼν δὲ τοῦ σκοποῦ, τοὺς κατὰ πίστιν ἀδελφοὺς αὐτῶν καὶ φίλους ἐφοπλίζει τοῖς ἀνδρείοις εἰς τὴν εὐσέβειαν. Τοῖς γὰρ θηλυπρεπέσιν ὡς ἀσθενέσιν οὐκ ἐπιβουλεύει, χρησίμους ἑαυτῷ πρὸς ἁμαρτίαν τούτους εἰδώς. Ἀδελφαὶ δὲ καὶ φίλαι τῶν Ἑβραίων αἱ μαῖαι, διὰ τὴν ἐκ τοῦ γένους οἰκείωσιν.

Ἀποτυγχάνων δὲ καὶ τῆς δευτέρας ἐπιβουλῆς, τοῦ θείου φόβου τοὺς ἐφοπλισθέντας ἐπέχοντος, ἀναφανδὸν ἐπιτρέπει τοῖς οἰκείοις ὑπασπισταῖς τὴν κατὰ τῶν ἁγίων ἀγριότητα καὶ μιαιφονίαν. Ὁ Φαραὼ τῆς ἡμετέρας πολιτείας, τὸ μὲν θῆλυ καὶ ἀσθενὲς καὶ εὐπειθὲς αὐτῷ φιλεῖ καὶ ζωογονεῖ· τὸ δὲ ἄῤῥεν καὶ ἀνδρεῖον καὶ πρὸς ἐπανάστασιν ὕποπτον φονεύειν ἐπείγεται.

Οἱ δὲ σώφρονες καὶ προνοητικοὶ λογισμοὶ γεννήσαντες τὴν ἀρετὴν, ὡς οἱ γονεῖς τὸν Μωσέα, καὶ τῇ κιβωτῷ τῆς παιδεύσεως ἐνασφαλισάμενοι, τὸν ἐνάρετον οὐ συγχωροῦσι καταποντισθῆναι τῷ ῥείθρῳ τοῦ βίου. Κομισθέντα δὲ τοῦτον ἐπὶ τὴν ὄχθην τῆς σταθερότητος, ἡ ἔξω φιλοσοφία λαβοῦσα, θυγάτηρ μὲν οὖσα τῷ Φαραὼ, διὰ τὸν τῦφον καὶ τὴν ἀσέβειαν, ἄγονος δὲ διὰ τὸ μηδένα τόκον αὐτῆς εἰς φῶς προάγειν θεογνωσίας, ὑποβαλλομένη υἱοθετεῖ τῷ μητρῴῳ γάλακτι τιθηνούμενον. Οὐ γὰρ ἀφίσταται τῶν ἱερῶν δογμάτων, εἰ καὶ τὴν Ἑλληνικὴν μετέρχεται παίδευσιν.

Πρὸς ὕψος δὲ πνευματικῆς ἡλικίας ἀναδραμὼν, μέσος γίνεται δύο μαχομένων, ὁμογενοῦς καὶ ἀλλοφύλου. τοῦτ᾽ ἕστιν, εὐσεβοῦς λόγου καὶ ἀσεβοῦς, ἢ ἀρετῆς καὶ κακίας, καὶ τῷ οἰκείῳ συστὰς ἀναιρεῖ τὸ ἀλλότριον.

Φοβηθεὶς δὲ τὸν ἀπὸ τοῦ Φαραὼ κίνδυνον, φεύγει ποῤῥωτάτω τῆς ἐξουσίας αὐτοῦ, πρὸς ὑψηλοτέραν πολιτείαν ἀνατεινόμενος, καὶ τοὺς πονηροὺς ποιμένας ἀδίκως χρωμένους τῷ νάματι διδασκαλίας, ἀπελαύνει τῇ ῥάβδῳ τῶν ἐλέγχων, κἂν ἀλλοφύλῳ πάλιν συνοικῆσαι δέῃ, τοῦτ᾽ ἔστι συγγενέσθαι τῇ θύραθεν φιλοσοφίᾳ, καταδέχεται τοῦτο διὰ τὴν χρείαν, ἐν γαλήνῃ διάγων καὶ ποιμαίνων τὰ κινήματα τῆς ψυχῆς.

Οὕτω δὲ βιοῦντι φανήσεται τὸ κατὰ τὴν βάτον μυστήριον ἐλλάμπον αὐτῷ, καὶ διδάσκον ὅτι τὸ πῦρ τῆς θεότητος περιλαβὸν τὴν ἀνθρωπίνην φύσιν, κατὰ τὴν ἐνανθρώπησιν, ταύτην μὲν ἐπυράκτωσε καὶ ἐθέωσε, σῶαν συντηρῆσαν. Τὰς δὲ προβαλλομένας ἀκάνθας τῆς ἁμαρτίας κατέκαυσε. Καὶ ὅτι προτύπωσίς ἐστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ὥσπερ γὰρ ἡ βάτος χαμαιπετής ἐστι, καὶ διηπλωμένη κατὰ τῆς γῆς, καὶ πεφρικυῖα ταῖς ἀκάνθαις· οὕτω καὶ τὰ ἔθνη περὶ τὰ γεηρὰ πρότερον ἐσύροντο νοήματα, καὶ τὰ πάθη τῆς ἁμαρτίας, μηδὲν ὑψηλὸν δυνάμενα φαντασθῆναι· καὶ κατὰ τῆς γῆς ἦσαν ἐσκεδασμένα, καὶ τὰς ἀκάνθας τῆς ἁμαρτίας περιεβέβληντο. Τὸ δὲ διὰ τοῦ θείου βαπτίσματος ἄϋλον πῦρ φλογίζον ἀπαθῶς αὐτὰ καθαίρει, μόνας ἐμπιπρῶν τὰς ἀκάνθας τῆς ἁμαρτίας· «Αὐτὸς γὰρ, φησὶν, ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Καὶ ὅτι σκιαγραφεῖ τὴν νηδὺν τῆς θεομήτορος· ἐν ᾗ τὸ πῦρ τῆς θεότητος ἀστράψαν ἀκατάφλεκτον αὐτὴν διεφύλαξεν.

Ὥσπερ ὁ Μωσῆς βραδύγλωσσος ἦν, οὕτω καὶ ὁ Μωσαϊκὸς νόμος βραδύγλωσσός ἐστι πρὸς τὸ διαρθροῦν τὸν περὶ τοῦ ὄντος λόγον, καὶ τρανοῦν τὴν περὶ τῆς ἁγίας Τριάδος θεολογίαν. Καὶ ἰσχνόφωνος δὲ, ὡς ὀλίγους προσλαλεῖν δυνάμενος. Ὀλίγοι γὰρ οἱ Ἰσραηλῖται πρὸ ὅλα τὰ ἔθνη. Διὸ προστίθεται τούτῳ καὶ Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ, τοῦτ᾽ ἔστιν, ὁ εὐαγγελικὸς νόμος. Ὥσπερ γὰρ ὁ Χριστὸς ἀδελφός ἐστι Μωσέως κατὰ τὸ ἀνθρώπινον· οὕτω καὶ ὁ εὐαγγελικὸς νόμος ἀδελφός ἐστι καὶ σύμφωνος τῷ Μωσαϊκῷ κατὰ τὸ πνευματικὸν αὐτοῦ καὶ νοούμενον. Ὃς καὶ διαλέγεται πᾶσι τοῖς ἔθνεσιν, ὡς καὶ Ἀαρὼν παντὶ τῷ λαῷ. Καὶ ὁ μὲν εὐαγγελικὸς τῷ Μωσαϊκῷ γίνεται στόμα, ἐπεὶ καὶ Ἀαρὼν τῷ Μωσεῖ καὶ διερμηνεύει ἃ πνευματικῶς καὶ ἀσυμφανῶς ἐκεῖνος λαλεῖ, καὶ τὸ ἰσχνόφωνον αὐτοῦ πρὸς τὸ εὐηχέστερον μετατίθησιν. «Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι διὰ τῆς τοῦ ἐλλείποντος προσθήκης.» Ὁ δὲ Μωσαϊκὸς τῷ εὐαγγελικῷ γίνεται τὰ πρὸς τὸν Θεόν· τῷ γὰρ εὐαγγελικῷ αἱ ἀφορμαὶ τῆς θεοσεβείας ἐκ τοῦ Μωσαϊκοῦ γεγόνασι. «Μωσῆς δὲ, φησὶν, ἦν ἐτῶν πʹ, ὅτε ἐλάλησε πρὸς Φαραώ. Ἀαρὼν δὲ πγʹ ἦν ἐτῶν·» κατὰ χρόνον μὲν γὰρ ὁ πρῶτος ὁ Ἀαρών.

Ἐπεὶ καὶ ἡ εὐαγγελικὴ πολιτεία πρὸ τῆς νομικῆς ἐν Ἀβραὰμ, καὶ τοῖς κατ᾽ ἐκεῖνον, ἐφάνη. Κατὰ δὲ τὴν ἀποστολὴν καὶ διακονίαν, δεύτερος, ἐπεὶ καὶ τὸ εὐαγγέλιον ὕστερον τοῦ νόμου δέδοται. Ὑπερέχει δὲ Τριάδι ἐτῶν ὁ Ἀαρὼν, ἐπεὶ καὶ ὁ Χριστὸς κατὰ τὴν θεότητα. Καὶ ἑτέρως δὲ πρεσβύτερος μὲν ὁ Χριστὸς, κατὰ τὴν θεότητα· ὑστερογενέστερος δὲ κατὰ τὴν ἀνθρωπότητα καὶ οἰκονομίαν.

Ἀποπεσοῦσα τῆς χειρὸς τοῦ Μωσέως ἡ ῥάβδος, καὶ εἰς ὄφιν μετασχηματισθεῖσα, καὶ πάλιν ἐν χειρὶ αὐτοῦ ληφθεῖσα τῆς κέρκου, καὶ εἰς ῥάβδον ἀποκαταστᾶσα, ἐσήμανεν, ὡς ὁ πρωτόπλαστος ἐν χειρὶ Θεοῦ κατ᾽ ἀρχὰς ὢν ἀπέπεσεν εἰς τὰ γήϊνα, παραβὰς τὴν ἐντολὴν, καὶ διὰ τῆς κακίας, εἰς θανατηφόρον πονηρίαν ὄφεως εἵρπυσε. Πάλιν δὲ ὁ δημιουργὸς Θεὸς ἐπιλαβόμενος αὐτοῦ διὰ τῆς ἐνανθρωπήσεως εἰς τὴν πρώτην ἀπεκατέστησεν εἰκόνα, καὶ τὸ ἀρχαῖον κάλλος ἐνέδυσε διὰ τῆς φυλακῆς τῶν ἐντολῶν. Ἡ δὲ κέρκος ἔσχατον μέρος οὖσα, τὴν ἐπ᾽ ἐσχάτων ἡμερῶν ἐνανθρώπησιν παρεδήλου.

Εἰσενεχθεῖσα εἰς τὸν κόλπον Μωσέως ἡ χεὶρ αὐτοῦ, καὶ ἐν τῷ ἐξάγεσθαι λεπρωθεῖσα, καὶ αὖθις εἰσενεχθεῖσα, καὶ ἐξενεχθεῖσα καθαρὰ, ἐσήμανεν ὡς ὁ κατ᾽ εἰκόνα Θεοῦ πεποιημένος ἄνθρωπος, ἕως μὲν ἦν τῇ σκέπῃ τοῦ Θεοῦ, καθάπερ ἐν κόλπῳ, καθαρὸς καὶ κάλλιστος ἦν. Ἐν δὲ τῷ ἐξάγεσθαι ταύτης διὰ φιληδονίας καὶ παρακοῆς, ἐλεπρώθη τῇ εἰδεχθείᾳ καὶ βδελυρίᾳ τῆς ἁμαρτίας. Αὖθις δὲ ἐν τῇ σκέπῃ τοῦ Θεοῦ, δι᾽ ἐγκρατείας καὶ ὑπακοῆς, καὶ υἱοθεσίας γενόμενος, ἀποκατέστη πρὸς τὴν ἐξ ἀρχῆς ὡραιότητα, καὶ ἐφάνη καθαρὸς καὶ λαμπρός.

Ἡ ἔρημος ἀφ᾽ ἧς πέμπεται Μωσῆς εἰς Αἴγυπτον, ἔστιν ὁ κόσμος οὗτος, ἡ ἀνθρωπίνη φύσις, ἢ ἡ τῶν παθῶν ἐστερημένη ἕξις καὶ κατάστασις, ὅπου διὰ θεωρίας τὴν τῶν ὄντων γνῶσιν παιδευθεὶς ὁ νοῦς, κελεύεται παρὰ τοῦ Θεοῦ κατὰ τὸ τῆς καρδίας ἀφανὲς, ἐξαγαγεῖν τῆς σαρκὸς καὶ τῆς αἰσθήσεως, ὡς ἐξ Αἰγύπτου, καθάπερ Ἰσραηλίτας τὰ θεῖα τῶν ὄντων νοήματα, περὶ τὸν πηλὸν τῶν παθῶν πονούμενα.

Πρὸς τοῦτο δὲ βαδίζων μετὰ καὶ τῆς συμβίου σοφίας, καὶ τοῦ ἐξ αὐτῆς αὐτῷ γεννηθέντος ἐναρέτου λογισμοῦ, καὶ τρόπου σεμνοῦ, ὅτε καταλύσῃ καὶ στῇ τοῦ δρόμου τῆς ἀρετῆς, ἧς ἡ στάσις κίνησις κακίας ἐστὶν, ἀσχοληθεὶς περί τι τῶν ἑκατέρωθεν τῇ ὁδῷ ταύτῃ παρακειμένων ὑλικῶν· τηνικαῦτα τοῦ δηλωθέντος υἱοῦ αὐτοῦ γινομένου ἀκροβύστου καὶ βεβήλου, ὁρᾷ καθάπερ ἄγγελον ἀπότομον τὸν ἐλέγχοντα λόγον τῆς συνειδήσεως ἀπειλοῦντα θάνατον. Ὃν ἡ σύνοικος αὐτοῦ δυσωπεῖ σοφία, τὴν ἐγγενομένην ὑλικὴν φαντασίαν τῷ παιδὶ λογισμῷ περιτεμοῦσα, καὶ καθάπερ αἵματος ῥύσιν τὴν κίνησιν ἐμπαθοῦς ζωῆς ἀποξηράνασα.

Μωσῆς μὲν προχειρισθεὶς εἰς ἀποστολὴν ὑποδειλιᾷ καὶ οὐκ εὐθυδρομεῖ, ἀλλὰ καὶ τοῖς κατὰ γένος προσήκουσι κοινολογεῖται περὶ τῆς ἀποδημίας, καὶ συμπαραλαμβάνει τὴν γυναῖκα καὶ τὰ παιδία. Ἀαρὼν δὲ μηδέν τι τοιοῦτον δράσας εὐθὺς ὁρμᾷ.

Οἱ μὲν γὰρ τοῦ Μωσαϊκοῦ νόμου δειλοί τέ εἰσι πρὸς πειρασμοὺς καὶ ὀκλάζοντες, καὶ μεριζόμενοι πρός τε τὰς θείας ἐντολὰς, καὶ πρὸς τὰς σωματικὰς καὶ κοσμικὰς σχέσεις. Οἱ δὲ τοῦ Εὐαγγελίου, καὶ ὧν τύπος ὁ Ἀαρὼν, τολμηροί τε πρὸς κινδύνους καὶ πρόθυμοι, καὶ μεριζόμενοι πρὸς Θεὸν καὶ κόσμον, μόνων δὲ τῶν θείων ἐντολῶν ἐξεχόμενοι. Σεπφώρα ἡ Μαδιανῖτις τύπος ἦν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἥτις ὑπαχθεῖσα τοῖς σπερματισμοῖς Μωσέως, ἤτοι ταῖς τοῦ Μωσαϊκοῦ νόμου περὶ τῆς ἁγίας Τριάδος ἀμυδραῖς θεολογίαις τοῦ παιδαγωγοῦντος ἐπὶ τὸ κατὰ Χριστὸν Εὐαγγέλιον, υἱὸν ἔσχε τὸ πλῆθος τῶν διὰ τοῦ ἁγίου Πνεύματος ἀναγεννωμένων αὐτῇ· ὃν καὶ περιέτεμε πετρίνῃ μαχαίρᾳ, περιελοῦσα πᾶσαν φιληδονίαν καὶ ἁμαρτίαν αὐτοῦ τῷ κατὰ Χριστὸν λόγῳ, ὃς λέγεται πέτρα μὲν διὰ τὸ στεῤῥὸν, μάχαιρα δὲ, διὰ τὸ διαιρεῖν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Ἔστη δὲ, φησὶ, τὸ αἷμα τῆς περιτομῆς, ἀντὶ τοῦ, πεπλήρωται ἐντελῶς ἡ δηλωθεῖσα πνευματικὴ περιτομή. Διὸ καὶ ἀνεχώρησεν ὁ τὸν θάνατον ἐπανατεινόμενος τῷ Μωσεῖ ἄγγελος. Ὡς εἶναι δῆλον, ὅτι κινδύνου πολλάκις διδάσκαλος ἐλευθεροῦται, καθαίρων τὸν μαθητὴν, καὶ τῆς ὠφελείας τούτου σωτηρίαν ἰδίαν κομίζεται.

Ὥσπερ ὁ Φαραὼ ἀπῄτει μὲν ἀπαραιτήτως τοὺς Ἑβραίους τὴν πλινθείαν, οὐκ ἐδίδου δὲ ἄχυρα δι᾽ ὧν αὐτὴ γίνεται· οὕτω καὶ ὁ διάβολος ἀπαιτεῖ μὲν ἀναγκαστικῶς τοὺς αὐτῷ δουλεύοντας ἀνθρώπους τὸν μολυσμὸν, καὶ τὴν ἀκαθαρσίαν, ἐκκαίων αὐτοὺς ἀγρίως εἰς λυσσώδεις ἐπιθυμίας· δυσπόριστον δὲ τὸ πρᾶγμα τίθησιν, ἵνα μὴ τῷ ῥᾳδίῳ ταχέως εἰς κόρον ἴοι καὶ καταφρόνησιν.

Εἶπε Μωσῆς πρὸς Φαραώ· «Πορευσόμεθα ὁδὸν τριῶν ἡμερῶν, εἰς τὴν ἔρημον, ὅπως θύσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· μήποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος.» Ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐν τῷ θύειν ἀπετροπιάζοντο τοὺς νεκρούς· πρόφασιν ὁ Μωσῆς τοῦτο ποιεῖται τῆς εἰς μακρὰν ἀποχωρήσεως. Μήποτε, φησὶ, καὶ τῶν ἀλλοφύλων θύοντες περιτύχωμεν νεκρῷ, καὶ καταλύσωμεν τὴν θυσίαν. Θάνατον μὲν λέγων, τὸν φυσικῶς ἀποθανόντα· φόνον δὲ τὸν ἐξ ἐπιβουλῆς φονευθέντα. Χρὴ δὲ καὶ ἡμᾶς ποῤῥωτάτω τῆς ἁμαρτίας γινομένους, θύειν Θεῷ, καὶ ἀποτρεπομένους τὰ νεκρωτικὰ καὶ φονευτικὰ πάθη τῶν ἡμετέρων ψυχῶν.

Καὶ εἶπε Μωσῆς πρὸς Φαραώ· «Πορευσόμεθα σὺν τοῖς νεανίσκοις ἡμῶν, καὶ τοῖς πρεσβυτέροις, σὺν τοῖς υἱοῖς ἡμῶν καὶ θυγατράσι, καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἑορτὴ Κυρίῳ τῷ Θεῷ ἡμῶν.» Χρὴ τοὺς τῆς τῶν δαιμόνων καὶ παθῶν ἐλευθερίας ἐπιθυμοῦντας, φεῦγεν πειρᾶσθαι τελείως, μηδέν τι λείψανον τῆς ἑαυτῶν ψυχῆς καὶ διανοίας ἀφέντας ὀπίσω, δι᾽ οὗ μέλλοιεν ὑπενεχθῆναι πάλιν, καὶ ἁλῶναι τοῖς προτέροις κακοῖς. Εἶεν δ᾽ ἂν οἱ νεανίσκοι μὲν εἰς τύπον ἀνδρείας, οἱ πρεσβύτεροι δὲ εἰς σύμβολον φρονήσεως, οἱ δὲ υἱοὶ καὶ θυγατέρες εἰς εἰκόνα τῆς ἐν Χριστῷ νηπιότητος καὶ ἁπλότητος.

Σὺν ἀνδρείᾳ γὰρ καὶ φρονήσει καὶ κατὰ Θεὸν ἁπλότητι ἀποφοιτητέον ἐξ ἁμαρτίας εἰς ἁγιασμόν. «Ἀνδρίζεσθε γὰρ, φησὶ, καὶ κραταιούσθω καρδία ὑμῶν·» καὶ, «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Τὰ πρόβατα δὲ καὶ οἱ βόες, τύπος τῶν σωματικῶν τε καὶ ἀλογωτέρων κινημάτων· ἃ μηδὲ αὐτὰ μεθετέον τῷ διαβόλῳ. Ἀλλ᾽ ὁ Φαραὼ τοὺς μὲν ἄνδρας ἀνίησι καὶ ἄκων· τὰ γύναια δὲ καὶ τοὺς ἀνήβους παῖδας, καὶ τοὺς ἀσθενεῖς γέροντας, καὶ τὰ ἄλλα ζῶα, πειρᾶται παρακατέχειν.

Δέδιε μὲν γὰρ τοὺς ἀνδρείους εἰς ἀρετὴν, ὡς ἀνθίστασθαι δυναμένους· ἀντιποιεῖται δὲ τῶν θηλυπρεπῶν τε καὶ μαλθακῶν ψυχῶν, καὶ τῶν ἠσθενηκότων καὶ ἀπομάχων φρονημάτων, καὶ περιποιεῖται ὅσον νηπιῶδες εἰς σύνεσιν, καὶ ὅσον παχὺ καὶ ἄλογον.

Εἶπε δὲ Μωσῆς πρὸς Φαραώ· Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃς ποιήσομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν. Λαμβάνει τις ἐξ Αἰγύπτου καὶ Φαραὼ, καὶ προσφέρει τῷ Θεῷ, λαμβάνων ἐκ τῆς ἀθέου σοφίας καὶ τῆς παιδεύσεως τῶν ἔξω, καθάπερ ἱερεῖα τὴν εὐγλωττίαν καὶ καλλιέπειαν, καὶ ἀναμιγνύων αὐτὰ τοῖς τῆς εὐσεβείας δόγμασι, καὶ διὰ τῶν ἐντέχνων τῇ θεοσεβείᾳ βοηθῶν, καὶ τὰ ὅπλα τοῦ ψεύδους ὅπλα τῆς ἀληθείας ποιούμενος· ἀλλὰ καὶ τὸ θεωρητικόν τε καὶ ἐξεταστικὸν, καὶ τὸ φιλομαθὲς καὶ τὸ φερέπονον καὶ εἴ τι τοιοῦτον, ἀπὸ τῶν βλαβερῶν ἐπὶ τὰ ὠφέλιμα μεταλαμβάνοντες, ἐξ Αἰγύπτου καὶ Φαραὼ πρὸς Θεὸν μετάγομεν.

Καὶ οὐχ ὡδήγησεν αὐτοὺς Θεὸς ὁδὸν Φυλιστιεὶμ, ὅτι ἐγγὺς ἦν, μήποτε μεταμελήσῃ τῷ λαῷ, ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς τὴν Αἴγυπτον. Ἐγγὺς μὲν γὰρ καὶ εὐσύνοπτον τὸ περὶ Χριστοῦ μυστήριον. Οὐκ εὐθὺς δὲ πρὸς τοῦτο τοὺς Ἰουδαίους ὁ Θεὸς ἤγαγε, διὰ δὲ τοῦ μακροῦ νόμου καὶ τῶν πολλῶν αἰνιγμάτων, ὡς διὰ μακρᾶς τινος ὁδοῦ, τούτους ὡδήγει πρὸς τοῦτο· μήποτε πολεμηθέντες τοῖς λογισμοῖς τῆς ὑπερβολῆς, ἀποστρέψωσι πάλιν εἰς τὴν Αἰγυπτιακὴν ἀσέβειαν, ἀλλ᾽ ἵνα πόῤῥωθεν ἐμμελετῶντες τῇ σκιᾷ τῆς ἀληθείας, καὶ γυμναζόμενοι κατὰ τὸν πρέποντα καιρὸν, εὐμαρῶς ἐπὶ τὸ τέλειον ἔλθοιεν.

Φυλιστιεὶμ μὲν οὖν ἡ θαυμαστὴ ἑρμηνεύεται, ὁδὸς δὲ θαυμαστὴ ἡ σύντομος, ὁποία ἐστὶν ἡ τοῦ θείου Εὐαγγελίου. Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα ἐν στύλῳ πυρός.

Στύλος ἐστὶ τῆς ἀληθείας, ὁ Θεὸς ἀπὸ γῆς ἕλκων εἰς οὐρανόν. Καὶ νὺξ μὲν ὁ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου καιρός· διὰ τὸν σκότον τῆς πλάνης, καὶ τὸν ἐπιπολάζοντα ζόφον τῶν παθῶν· ἡμέρα δὲ ὁ τῆς ἐπιδημίας αὐτοῦ, καθ᾽ ὃν ἀνέτειλεν αὐτὸς ὁ ἥλιος τῆς δικαιοσύνης, φωτίζων καὶ λαμπρύνων τὰς τῶν πιστευόντων ψυχάς. Λοιπὸν οὖν μὲν Ἰουδαίους ὡδήγει τῷ κολάζοντι νόμῳ· κολάσεως γὰρ σύμβολον τὸ πῦρ. Τοὺς Χριστιανοὺς δὲ ὁδηγεῖ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος σωτηρίᾳ. Ὕδωρ γὰρ ἡ νεφέλη καὶ σύμβολον τοῦ θείου ὕδατος τοῦ βαπτίσματος. Οὐ γὰρ ἔστιν εἰς τὴν ἄνω τε καὶ ἁγίαν ἀφικέσθαι πόλιν, μὴ καθοδηγουμένου Χριστοῦ, καὶ τὴν ὁδὸν τῆς σωτηρίας ὑποδεικνύοντος.

Ἐξῆρε δὲ καὶ ὁ στύλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.

Νυκτὸς γὰρ οὔσης, ἤτοι καιροῦ δειλίαν τοῖς εὐσεβέσιν ἐπάγοντος, ἵσταται μέσον αὐτῶν τε καὶ τῶν καταδιωκόντων αὐτοὺς, ὁρατῶν ἢ ἀοράτων ἐχθρῶν, ἡ τοῦ Κυρίου δύναμις· οὐκ ἐῶσα συῤῥήγνυσθαι μέχρις ἂν ὁ φόβος παρέλθῃ. Ἢ καὶ περὶ τῶν ἄρτι κατηχουμένων τὸν τῆς εὐσεβείας λόγον ὁ λόγος, οἷς ἀσθενέσιν οὖσιν ἔτι συμπλέκεσθαι κωλύει τοὺς πολεμίους.

Μεθ᾽ ὃ δὲ καθάπερ διὰ θαλάσσης, διὰ τοῦ θείου βαπτίσματος ἔλθοιεν, ἀφίησι μάχεσθαι, τὴν δειλίαν ἀποθεμένους. Τὴν γὰρ Ἐρυθρὰν θάλασσαν διαβάντες οἱ Ἰσραηλῖται, μαχιμώτατοι καὶ δυσκαταγώνιστοι γεγόνασιν.

Ἡ προσγενομένη δίψα τοῖς Ἰσραηλίταις κατὰ τὴν ἔρημον τύπος ἦν τῶν ἐν ἀσκήσει πόνων, καὶ γυμνασίας προοίμιον. Ὅρα γὰρ, ὅτι οὐκ ἐν ἀρχῇ προσέβαλεν αὐτοῖς πόλεμος ἐχθρῶν· οὔπω γὰρ ἐγυμνάσθησαν εἰς τὸ ἀριστεύειν. Διὰ τοῦτο τοῖς τῆς σαρκὸς πρότερον δοκιμάζονται πόνοις. Εἰς τοῦτο δὲ βλέπει καὶ τό· «Πειρασμὸς ὑμᾶς οὔπω κατέλαβεν, εἰ μὴ ἀνθρώπινος.» Ξύλῳ κατεγλυκάνθη τὸ τῆς Μερᾶς πικρὸν ὕδωρ.

Ἐν Χριστῷ γὰρ τῷ τῆς ζωῆς ξύλῳ καταγλυκαίνονται μὲν τὰ πικρά· φορητὰ δὲ τὰ δύσοιστα γίνονται. Ὥσπερ οἱ Ἰσραηλῖται τῶν κρεῶν ὑπομνησθέντες ἐπεθύμησαν ἐν Αἰγύπτῳ γενέσθαι, καὶ δουλεύειν πάλιν ὥστε ἐμπλησθῆναι αὐτῶν, οὕτω καὶ τοὺς ἀνοητοτέρους ἐν ἡμῖν δριμεῖαι πολλάκις ἀναπείθουσιν ἡδοναὶ παθῶν, φορητὴν ἡγεῖσθαι τὴν τοῦ διαβόλου δουλείαν, ἕνεκεν τοῦ ἀπολαύειν αὐτῶν. Ἐφίησι δὲ τούτοις ὁ Θεὸς, ἀκαθέκτως ἔχουσι. Τοῦτο γὰρ ἡ τῆς ὀρτυγομήτρας εἰκονίζει μετάληψις. Ἀλλ᾽ ὥσπερ ἐκείνοις προτιμήσασι τοῦ μάννα τὸ κρέας εἰς χολέραν κατέληξεν ἡ βρῶσις· οὕτω καὶ τούτοις προτιμῶσι τῆς οὐρανίου τρυφῆς τὴν γεηρὰν, καὶ τῆς πνευματικῆς ἡδονῆς τὴν σαρκικὴν, εἰς ψυχικὸν ὄλεθρον ἡ μετάληψις καταλήξει.

Περὶ τοῦ μάννα. Τὸ μὲν μάννα πρωῒ κατήρχετο, προτυποῦν τὸν Χριστὸν, ὅς ἐστιν οὐράνιος ἄρτος τρέφων τὰς ψυχὰς τῶν πινῶν· ὃς καὶ ἀνατολὴ ἡλίου τοῖς ἐν σκότει καθημένοις ἐπιδεδήμηκεν· ἡ δὲ ὀρτυγομήτρα πρὸς ἐσπέραν, δηλοῦσα τῆς νομικῆς λατρείας τὴν ζωοθυσίαν, ἥτις ἐν σκιαῖς τε καὶ ἀμυδροῖς ἴχνεσι τῆς ἀληθείας ἐπετελεῖτο, καὶ πέρας ἔμελλε δέξασθαι. Πέρας γὰρ τῆς ἡμέρας ἡ ἑσπέρα.

Ἐντειλάμενος ὁ Μωσῆς Ἰησοῦ τοῦ Ναυῆ ἐπιλέξασθαι ἄνδρας δυνατοὺς καὶ ἐξελθεῖν καὶ παρατάξασθαι Ἀμαλὴκ, ὑπεσήμαινεν ὅτι Ἰησοῦς ὁ Χριστὸς ὑποταγήσεται ταῖς ἐντολαῖς τοῦ Μωσαϊκοῦ νόμου. «Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.» Καὶ ἐπιλεξάμενος ἐκ παντὸς τοῦ Ἰσραὴλ, καὶ ἐκ παντὸς ἔθνους, ἄνδρας δυνατούς· φημὶ δὴ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς διαδόχους αὐτῶν· παρατάξεται τῷ διαβόλῳ τῷ βασιλεῖ τῆς κακίας καὶ ἁμαρτίας, καὶ καταπολεμήσει αὐτόν. Εἰσαύριον δὲ τὴν παράταξιν διωρίσατο ποιήσασθαι· δηλῶν τὸν μετέπειτα καιρὸν τῆς ἐνανθρωπήσεως τὸν μετὰ τὸ πλήρωμα τοῦ νομικοῦ χρόνου. Ἄνεισι δὲ ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ Μωσῆς, ἵν᾽ ἔχῃ καθορᾷν τὴν μάχην. Ἀναβιβάζει γὰρ καὶ ἡ κατὰ νόμον μυσταγωγία πρὸς ὕψος σύμμετρον γνώσεως· ὅθεν ἂν Ἰουδαῖοι δύναιντο καθορᾷν τὰ τῶν περὶ Χριστὸν στρατηγήματα· καὶ ἀνατείναντος μὲν Μωσέως τὰς χεῖρας κατίσχυεν Ἰσραήλ· καθιέντος δὲ κατίσχυεν Ἀμαλήκ.

Χεῖρες μὲν γὰρ ἀποτάδην εἰς ἀέρα δεικνύμεναι, τὸ τοῦ σταυροῦ σχῆμα γράφουσι, πᾶς δὲ σταυροφόρος νικᾷ· καθάπερ αὖ πᾶς μὴ τὸν σταυρὸν φέρων, ἀλλὰ τὴν κατὰ Χριστὸν πίστιν προέμενος, πολεμεῖται. Βαρεῖαι δὲ αἱ χεῖρες Μωσέως, καὶ μόλις ἐπαιρόμεναι πρὸς τὸν εἰρημένον τύπον. Ὅτι καὶ οἱ τοῦ νόμου μόλις ἥκουσιν εἰς τὸ φορέσαι τὸν σταυρὸν τοῦ Χριστοῦ.

Καὶ λαβόντες, φησὶ, λίθον ὑπέθηκαν ὑπ᾽ αὐτὸν, καὶ ἐκάθητο ἐπ᾽ αὐτοῦ· καὶ Ἀαρὼν καὶ Ὢρ, ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς. Λίθος μὲν γὰρ τίμιος καὶ ἐκλεκτὸς ὁ Χριστὸς, ἐφ᾽ ὃν ἐρειδόμενοι ἀναπαύονται, οἱ ἐξ Ἰσραὴλ πιστεύοντες. Ὁ αὐτὸς δὲ Χριστὸς νοεῖται καὶ Ἀαρὼν καὶ Ὢρ, ὡς ἀρχιερεὺς καὶ κριτής· Ἀαρὼν μὲν γὰρ ἀρχιερεὺς, κριτὴς δὲ Ὤρ. Ὃς Χριστὸς δι᾽ ἀμφοτέρων νοούμενος, ὑπερείδει τοὺς ἐξ Ἰσραὴλ πιστοὺς, εἰς τὴν διὰ τοῦ σταυροῦ καὶ πίστιν, καὶ νίκην, καὶ οὐκ ἐᾷ βαρεῖσθαι καὶ κατασπᾶσθαι.