Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Συλλογὴ ῥητῶν τῆς παλαιᾶς διαθήκης (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία της Εξόδου: Το Σινά, το Πάσχα και η Σκηνή του Μαρτυρίου

Ερμηνεία της θεοφάνειας στο όρος Σινά, του νόμου του Σαββάτου, των εορτών και του Πάσχα, καθώς και λεπτομερής αλληγορική προσέγγιση της Σκηνής του Μαρτυρίου και της αρχιερατικής στολής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 9

Ἐνηχηθεὶς θεόθεν ὁ Μωσῆς προσέταξε τῷ λαῷ πλῦναι τὰ ἱμάτια ἑαυτῶν, καὶ ἀποσχέσθαι γυναικὸς, καὶ οὕτως ὑπὸ τὸ ὄρος Σινᾶ παραστῆναι τῷ Θεῷ. Χρὴ γὰρ ἀποπλύνασθαι τὸ αἶσχος τῆς κακίας καὶ ἐνδύσασθαι τὸ κάλλος τῆς ἀρετῆς, καὶ καθαρεύειν σωματικῆς ἡδονῆς καὶ μολυσμοῦ. Τοῦτο δὲ προστάττων ὁ νόμος, οὗ τύπος ὁ Μωσῆς, παρίστησι Χριστῷ τῷ Θεῷ τοὺς πειθομένους παιδαγωγῶν καὶ ῥυθμίζων, καὶ προσάγων τῇ τελειότητι. Κατέβη δὲ ὁ Θεὸς οὐ πρὸς τὸν λαὸν, ἀλλὰ πρὸς τὸ ὄρος. Ὁ μὲν γὰρ τῶν Ἑβραίων λαὸς χαμαίζηλος καὶ γεώδης, ὁ δὲ τῶν Χριστιανῶν, ὑψίνους, καὶ τῇ θεωρίᾳ μετέωρος, καὶ τῶν γηίνων ὑπερῃρμένος. Οἷς καὶ σωματικῶς ὁ Θεὸς ἐπεδήμησε καὶ συνανεστράφη ἐνανθρωπήσας.

Πῦρ δὲ περὶ τὸ ὄρος, εἰς φόβον μὲν τοῦ παχέος λαοῦ, ᾧ οὐκ ἦν πνεῦμα υἱοθεσίας, ἀλλὰ δουλείας εἰς φόβον, βιαίως ἠγμένῳ καὶ οὐκ ἐθελουσίως εὐσεβοῦντι· εἰς κάθαρσιν δὲ τοῦ νέου· ἔστι γὰρ καὶ πῦρ καθαρτήριον.

Ὁ δὲ καπνὸς τὸ ἀπόκρυφον ᾐνίττετο τῆς θείας φύσεως. «Ἔθετο γὰρ, φησὶ, σκότος ἀποκρυφὴν αὐτοῦ.» Ἢ καὶ ἄλλως, ὁ μὲν καπνὸς εἰς σύμβολον τῆς ἀχλύος, ἣ κατακέχυται τῆς διανοίας τῶν Ἰουδαίων, μὴ συγχωροῦσα ἐντρανίζειν ταῖς τῆς ἀληθείας αὐγαῖς.

Τὸ δὲ πῦρ εἰς εἰκόνα τοῦ φωτὸς ὃ καταλάμπει τὸν νοῦν τῶν εἰς Χριστὸν πιστευόντων. Προβαίνουσαι δὲ αἱ φωναὶ τῆς σάλπιγγος ἐγίνοντο ἰσχυρότεραι· ἐπιδημήσαντος γὰρ τοῦ Χριστοῦ ἡμῖν, τρανότερα καὶ γνωριμώτερα γεγόνασι τὰ περὶ αὐτοῦ τῷ νόμῳ διαγορευόμενα. «Ἀκούσατε γὰρ ταῦτα, φησὶ, πάντα τὰ ἔθνη.» Ἀλλ᾽ «Ὁ μὲν Μωσῆς ἐλάλει, φησὶν, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ.» Ὁ μὲν γὰρ οἷον παιδαγωγὸς ἐζήτει τὸν νόμον ᾧ βελτιωθῆναι μέλλοιεν· ὁ δὲ Θεὸς ἐνομοθέτει. Φωνὴ δὲ τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς Λόγος. Ἐξ αὐτοῦ γὰρ ὁ νόμος, εἰ καὶ δι᾽ ἀγγέλων τῷ Μωσεῖ λελάληται. Κελεύσαντος δὲ τοῦ Θεοῦ, ἄνεισι Μωσῆς εἰς τὴν κορυφὴν τοῦ ὄρους· καλέσαντος γὰρ τοῦ Χριστοῦ τὸν πιστὸν λαὸν, τὸν ὑπερκείμενον τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ θεράποντα τοῦ Θεοῦ, ἄνεισιν οὗτος ἐπὶ τὴν ὑψηλοτάτην θεογνωσίαν· ὁ δὲ λαὸς εἴργεται ἐγγίζειν, ἵνα μὴ ἀποθάνῃ. Τοῖς γὰρ κοσμικοῖς καὶ φιλοσάρκοις ἐπικίνδυνος ἡ ὑψηλοτέρα θεωρία, ἀλλὰ καὶ τοῖς ἀνάγνοις ἱερεῦσιν· Ἁγιασθήτωσαν γὰρ, φησὶ, μήποτε ἀπαλλάξῃ ἀπ᾽ αὐτῶν ὁ Κύριος· τοῦτ᾽ ἔστιν, ἀνέλῃ, ἢ καὶ ἀπαναχωρήσῃ διὰ τὴν ἀκαθαρσίαν αὐτῶν. Καταβάντος δὲ Μωσέως καὶ διαμαρτυραμένου τῷ λαῷ· συγκαταβατικῶς γὰρ καὶ οἱονεὶ γεωδῶς καὶ σωματικῶς ὁ νόμος Ἰουδαίοις διαλέγεται· συνάνεισιν αὐτῷ καὶ Ἀαρὼν, τοῦ Θεοῦ κελεύσαντος.

Ἐγγίζει γὰρ τῷ Θεῷ πρότερος ὁ Μωσαϊκὸς νόμος ὡς ἅγιος, ὕστερον δὲ καὶ ὁ εὐαγγελικὸς, ὡς ἱερώτατος, καὶ συζεύγνυνται κατὰ Θεὸν, ἤτοι κατὰ τὴν πνευματικὴν θεωρίαν· συνᾴδουσι γὰρ κατά γε τὸ πνευματικῶς θεωρούμενον. Κωλύεται δὲ τὸ λοιπὸν ἱερατικὸν γένος ἀνελθεῖν εἰς τὴν κορυφὴν τοῦ ὄρους. Τοῖς γὰρ ἔτι τὴν ἐν σκιαῖς τελοῦσι λατρείαν οὐ δίδοται παρὰ Θεοῦ, τὸ πρὸς ὕψος ἀνάγεσθαι δογμάτων, τετήρηται δὲ τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ λατρευταῖς τοῦ Θεοῦ. «Ὑμῖν γὰρ, φησὶ, δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.» Ὁ Μωσῆς ἀφεὶς τὴν πεδιάδα, καὶ περὶ τοὺς πρόποδας τοῦ ὄρους γενόμενος, ἀνῆλθεν εἰς αὐτὸ, καὶ διασχὼν τὴν νεφέλην, λαμπρότητα Θεοῦ εἶδε καὶ ἔπαθε.

Πεδιὰς ἀναγωγικῶς ὁ ἐνάρετος βίος· παντὶ γὰρ ῥᾴδιος. Πρόποδες δὲ τοῦ ὄρους ἡ πρακτικὴ ἀρετὴ, καὶ τοῖς ἀνδρειοτέροις εὐεπιχείρητος, δι᾽ ἧς ἐπὶ τὸ τῆς θεωρίας ὕψος χειραγωγούμεθα. Ὄρος δὲ τὸ περίοπτον καὶ κορυφαῖον τῆς θεωρητικῆς ἀρετῆς, ὃ τοῖς τελείοις καὶ μόνοις βάσιμον. Ἀλλ᾽ οὐδὲ ἐνταῦθα γενόμενος, ἴσχυσε τοῦ ποθουμένου τυχεῖν· ἐνεπόδιζε γὰρ ἡ νεφέλη, τοῦτ᾽ ἔστι, τὸ πάχος τῆς σαρκός. Καὶ διασχὼν καὶ οἷον ὑπερβὰς ταῖς πρὸς Θεὸν νεύσεσιν, εἶδέ τε δόξαν Θεοῦ, λόγους ἀποῤῥήτους μαθὼν, καὶ πέπονθε λαμπρυνθεὶς τὸ πρόσωπον, ὡς ἐπικαλύμματος δεῖσθαι, πρὸς τὸν λαόν. Καὶ γὰρ οἱ συγγραφέντες αὐτῷ λόγοι κάλυμμα μὲν ἔχουσι τὴν σωματικὴν γνῶσιν· λαμπρότητα δὲ, τὰ εἰς Χριστὸν ἀναγόμενα.

Τὴν διὰ ξηρᾶς ἐν θαλάσσῃ διόδον, τὴν διὰ ῥάβδου τῶν ὑδάτων πληγὴν, τὸν στύλον τῆς νεφέλης καὶ τοῦ πυρὸς, καὶ τὰ τοιαῦτα ἅπαντα σωματικῶς μὲν νοοῦσιν Ἰουδαῖοι. Τοῦ δὲ περικαλύμματος ἀφαιρουμένου, τῇ λαμπρότητι τῆς ἀληθείας ἐντρανίζειν οὐ σθένοντες καταπίπτουσιν· εἰ μή τις Ἀαρὼν εἴη τῷ χρίσματι τοῦ βαπτίσματος ἱερωμένος, καὶ πρὸς λατρείαν τῷ Θεῷ ἀνακείμενος.

Ὁ νόμος τὸ Σάββατον δέδωκεν, ἵνα ἀναπαύσηται, φησὶ, τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου. Ἀμφότερα δὲ ταῦτα τὸ σῶμα αἰνίττονται. Τοῦτο γὰρ τοῦ μὲν πρακτικοῦ νοὸς ὑποζύγιόν ἐστιν, ἀχθοφορεῖν αὐτῷ τὰς πράξεις ἀναγκαζόμενον, τοῦ δὲ θεωρητικοῦ νοὸς παῖς ἐστι, λογικῶς ὑπηρετούμενον ταῖς ἐπιταγαῖς αὐτοῦ. Καὶ τούτῳ δὲ τῷ νοῒ κἀκείνῳ Σάββατόν ἐστι τὸ πέρας τῶν ἐνεργουμένων αὐτοῖς καλῶν κατά τε πρᾶξιν καὶ θεωρίαν, τὴν πρόσφορον ἀνάπαυσιν ἑκάστῳ παρέχον. Σάββατόν ἐστι μυστικὸν ἀπραξία παθῶν τελεία, διὰ τῆς πρακτικῆς φιλοσοφίας κατορθωθεῖσα. Σάββατόν ἐστιν ἐλευθερία ψυχῆς λογικῆς καὶ αὐτὴν ἀποβαλούσης τὴν πρὸς τὰ αἰσθητὰ φυσικὴν ἐνέργειαν, διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας. Σάββατα Σαββάτων ἐστὶν ἠρεμία πνευματικὴ ψυχῆς, τὸν νοῦν συστειλάσης, καὶ ἀπ᾽ αὐτῶν πάντων τῶν ἐν τοῖς οὖσι θειοτέρων λόγων, καὶ μόνῳ τῷ Θεῷ κατ᾽ ἐρωτικὴν ἔκστασιν ὁλικῶς αὐτὸν ἐνδησάσης, καὶ παντελῶς ἀμετακίνητον τοῦτον ἀπ᾽ ἐκείνου διὰ τῆς μυστικῆς θεολογίας ποιησάσης.

Τὸν ἐν Σαββάτῳ συλλέγοντα ξύλα λιθόλευστον ὁ Θεὸς γενέσθαι προσέταξεν. Ἐπεὶ γὸρ τὸ ξύλον μὲν τροφὴ τοῦ αἰσθητοῦ πυρὸς, ἡ δὲ ἁμαρτία τροφὴ τοῦ αἰωνίου πυρός· τὸν ἐν καταπαύσει τῶν πονηρῶν ἔργων γενόμενον, διὰ τοῦ θείου βαπτίσματος ἢ τῆς μετανοίας, καὶ ἐν τῇ καταστάσει ταύτῃ τὰ ἁμαρτήματα μετερχόμενον, τὴν ἐσχάτην ταύτην ἀπαιτεῖ δίκην, ὡς μετὰ τὸ ἀπαλλαγῆναι τοῦ βάρους τῆς ἁμαρτίας, αὖθις αὐτῇ καθυπαγόμενον ἑκουσίως.

Ἐνετείλατο δὲ καὶ διὰ φωνῆς Ἱερεμίου, μὴ αἴρειν βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, μηδὲ ποιεῖν ἔργον, μηδὲ ἐκπορεύεσθαι ἐξ Ἱερουσαλήμ. Χρὴ γὰρ τοὺς πνευματικῶς σαββατίζοντας μὴ πάλιν αἴρειν βάρη ἁμαρτίας, μὴ δὲ ποιεῖν ἔργον πονηρόν· μηδ᾽ ἔξω τῆς ἱερωτάτης καὶ θεοσεβοῦς πολιτείας φέρεσθαι.

Ὅτι δὲ τὸ πονηρὸν ἔργον ἐκώλυσε, δῆλον ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν Σαββάτῳ καὶ σφαγιάζειν τὰ θύματα, καὶ κρεανομεῖν, καὶ περιτέμνειν, καὶ πάντα ἐργάζεσθαι, ὅσα πρὸς θεραπείαν Θεοῦ. Καὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ ἐν Σαββάτῳ τὴν Ἱεριχὼ πολιορκήσας, ὑπετύπωσεν ὅτι προσήκει τοῖς πνευματικῶς σαββατίζουσιν ἀνδρίζεσθαι κατὰ τῶν ἀντικειμένων δαιμόνων.

Καὶ ἐν τῷ Δευτερονομίῳ δὲ περὶ παιδὸς Ἑβραίου καὶ Ἑβραίας πεπραμένων διαλεγόμενος, εἴρηκεν. «Ἐν δὲ τῷ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν, οὐκ ἐξαποστελεῖς δὲ αὐτὸν κενόν· ἀλλ᾽ ἐφοδιάσεις αὐτὸν, ἀπὸ τῶν προβάτων σου, καὶ ἀπὸ τοῦ σίτου σου, καὶ ἀπὸ τῆς ληνοῦ σου.» Ἐπεὶ γὰρ ἕβδομον μὲν τὸ Σάββατον, καὶ ἔσχατον τῆς ὅλης ἑβδομάδος· ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν ὁ Λυτρωτὴς Θεὸς ἐνηνθρώπησε· τότε δὴ τότε ἐξαπέστειλεν ἡμᾶς διὰ τῆς εἰς αὐτὸν πίστεως καὶ υἱοθεσίας, τῆς διὰ τοῦ ἁγίου βαπτίσματος, ἐλευθέρους τῆς δουλείας τῆς ἁμαρτίας, πεπραμένους αὐτῇ· καὶ ἐφωδίασεν ἡμᾶς ἀπὸ τῶν προβάτων αὐτοῦ, τοῦτ᾽ ἔστιν, ἀπὸ τῆς κατ᾽ αὐτὸν θυσίας, καὶ ἀπὸ τοῦ σώματος καὶ αἵματος αὐτοῦ· ἃ δηλοῦνται διὰ τοῦ σίτου καὶ τῆς ληνοῦ. Ὁ γὰρ μυστικὸς ἄρτος καὶ οἶνος σῶμα καὶ αἷμα τοῦ Σωτῆρος λέγονται καὶ πιστεύονται. Ἐν τῇ αὐτῇ δὲ βίβλῳ καὶ τάδε προσέταξε· «Δι᾽ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν χρεῶν. Καὶ τὸν μὲν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, τὸν δὲ ἀλλότριον ἀπαιτήσεις.» Ἐπ᾽ ἐσχάτων γὰρ, ὡς εἴρηται, τῶν ἡμερῶν, ὁ Θεὸς ἐνανθρωπήσας, ἀφῆκε πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσι τὰς ὀφειλὰς τῶν οἰκείων ἁμαρτημάτων. Καὶ τὸν μὲν ἀδελφὸν αὐτοῦ γενόμενον διὰ τῆς πρὸς τὸν Πατέρα υἱοθεσίας τῆς διὰ τοῦ ἁγίου βαπτίσματος, οὐκ ἀπαιτεῖ, συγχωρήσας τὰ προωφειλημένα. Τὸν δὲ ἀλλότριον τῆς εἰς αὐτὸν πίστεως, ἀπαιτεῖ πάντως πάντα.

Ἡ ἕκτη κατὰ τὴν Γραφὴν ἡμέρα τὴν τῶν ὑπὸ φύσιν ὅντων εἰσηγεῖται συμπλήρωσιν. Ἡ ἑβδόμη δὲ τῆς χρονικῆς ἰδιότητος περιγράφει τὴν κίνησιν· ἡ δὲ ὀγδόη τῆς ὑπὲρ φύσιν καὶ χρόνον ὑποδηλοῖ καταστάσεως τὸν τρόπον. Ὁ τὴν ἕκτην θεϊκῶς μετὰ τῶν προσφόρων ἔργων καὶ ἐννοιῶν ἑαυτῷ συμπληρώσας ἡμέραν, καὶ αὐτὸς μετὰ τοῦ Θεοῦ καλῶς τὰ ἐαυτοῦ συντελέσας ἔργα, διέβη τῇ κατανοήσει πᾶσαν τὴν τῶν ὑπὸ φύσιν καὶ χρόνον ὑπόστασιν, καὶ εἰς τὴν τῶν αἰώνων καὶ τῶν αἰωνίων μετετάξατο μυστικὴν θεωρίαν, σαββατίζων ἀγνώστως, κατὰ νοῦν, τὴν ὁλικὴν τῶν ὄντων ἀπόληψίν τε καὶ ὑπέρβασιν. Ὁ δὲ καὶ τῆς ὀγδόης ἀξιωθεὶς, ἐκ τῶν νεκρῶν ἀνέστη, τῶν μετὰ Θεὸν, λέγω, πάντων, αἰσθητῶν τε καὶ νοητῶν, καὶ λόγων καὶ νοημάτων, καὶ ἔζησε τὴν τοῦ Θεοῦ μακαρίαν ζωὴν, τοῦ μόνου κατ᾽ ἀλήθειαν κυρίως ζωὴ καὶ ὄντος καὶ λεγομένου, οἷα καὶ αὐτὸς γενόμενος τῇ θεώσει Θεός. Ἕκτη ἡμέρα ἐστὶν ἡ τῶν πρακτικῶν περὶ τὴν τῶν κατὰ φύσιν ἐνεργειῶν παντελὴς ἀποπλήρωσις. Ἑβδόμη δέ ἐστιν ἡ τῶν θεωρητικῶν περὶ τὴν ἄῤῥητον γνῶσιν, πασῶν τῶν φυσικῶν ἐννοιῶν ἀποπεράτωσις καὶ ἀπόπαυσις.

Ὀγδόη δὲ, ἡ πρὸς θέωσιν τῶν ἀξίων μετάταξίς τε καὶ μετάβασις· καὶ μήποτε ταύτην τὴν ἑβδόμην καὶ τὴν ὀγδόην τυχὸν μυστικώτερον ὑποφαίνων ὁ Κυρίος, προσηγόρευσεν ἡμέραν συντελείας, ὡς πάντων περιγράφουσαν τὰ μυστήρια καὶ τοὺς λόγους, ἃ οὐδὲν οὐδαμῶς τὸ παράπαν τῶν ἐπουρανίων καὶ ἐπιγείων δυνάμεων γνῶναι πρὸ πείρας τοῦ παθεῖν δυνήσεται, πλὴν αὐτῆς τῆς ταῦτα ποιησάσης μακαρίας θεότητος. Ἡ ἕκτη ἡμέρα τὸν τοῦ εἶναι τῶν ὄντων λόγον ὑποδηλοῖ.

Ἡ δὲ ἑβδόμη τὸν τοῦ εὖ εἶναι τῶν ὄντων τρόπον ὑποσημαίνει. Ἡ δὲ ὀγδόη τὸ τοῦ ἀεὶ εὖ εἶναι τῶν ὄντων, ἀῤῥήτως μυστήριον ὑπαγορεύει. Παρασκευὴ λέγεται ἡ ἕκτη ἡμέρα, διότι ἐν αὐτῇ παρασκευάζονται πρὸς τὸ Σάββατον Ἰουδαῖοι. Ἦν δὲ τύπος τοῦ παρόντος βίου, ἐν ᾧ παρασκευαζόμεθα πρὸς τὸν μέλλοντα, κατάπαυσιν ὄντα τῶν ἐν τῷ παρόντι γινομένων ἔργων. Ἐκεῖ γὰρ οὐδὲν τῶν ὧδε σπουδαζομένων ἐπιτελεῖται. Καὶ καθάπερ Ἑβραῖοι τοῦ κατὰ τὴν Παρασκευὴν συναγομένου μάννα τὸ μὲν κατὰ τὴν ἡμέραν ταύτην ἤσθιον, τὸ δὲ κατὰ τὴν ἑβδόμην· οὕτω καὶ ἡμεῖς τῶν ἐνταῦθα συναγομένων πνευματικῶν ἔργων, τῶν μὲν ἐνταῦθα, τῶν δὲ ἐκεῖ ἀπολαύσομεν.

Σαββατίζει δὲ πνευματικῶς ὁ προσκαρτερῶν τῷ Θεῷ, καὶ σχολὴν ἄγων ἀπὸ τῶν βιωτικῶν ἔργων, καὶ τοῖς πνευματικοῖς ἐνασχολούμενος. Περὶ τοῦ Πάσχα λεπτομερὴς θεωρία. Ἐν ἀρχῇ τοῦ ἔτους ὡρίζετο, καὶ ἐν τῷ πρώτῳ μηνὶ, τῆς ἱερουργίας ὁ καιρὸς, ὅτι ἀρχὴ πάντων, καὶ ἐν ἀρχῇ πάντων καὶ πρὸ πάντων ὁ Χριστὸς κατὰ τὴν θεότητα. Δούλοις δὲ οὖσιν ἔτι τοῖς Ἰσραηλίταις τῶν Αἰγυπτίων τοῦτο νενομοθέτηται, εἰ καὶ νῦν αὖθις ἐπαναλαμβάνει τὴν περὶ τούτου νομοθεσίαν. Μηδὲ γὰρ ἂν ἄλλως δύνασθαι τοὺς δούλους τῆς ἁμαρτίας διαφυγεῖν τὴν τυραννίδα τῶν δαιμόνων, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ μετουσίας καὶ κοινωνίας τοῦ ἀληθινοῦ ἀμνοῦ, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Λαμβάνεται δὲ τὸ πρόβατον, οὐκ ἐν τῇ πρώτῃ ἡμέρᾳ τοῦ μηνὸς, ἀλλ᾽ ἐν τῇ δεκάτῃ. Πολλοὶ γάρ τινες αἰῶνες ἦσαν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, καθ᾽ οὓς ἦν ὁ Χριστὸς τῇ θεότητι, ὥσπερ καὶ πολλαὶ ἡμέραι πρὸ τῆς δεκάτης.

Διατηρεῖται δὲ μέχρι τῆς ιδʹ διὰ τοὺς εʹ καιροὺς τῶν καθ᾽ ἡμᾶς αἰώνων. Πρῶτος μὲν γὰρ καθ᾽ ὃν ἦν ἐν παραδείσῳ Ἀδάμ. Δεύτερος δὲ καθ᾽ ὃν ὁ Νῶε. Τρίτος δὲ καθ᾽ ὃν ὁ Ἀβραάμ. Τέταρτος δὲ καθ᾽ ὃν ὁ Μωσῆς καὶ οἱ προφῆται. Πέμπτος δὲ καθ᾽ ὃν ἐνηνθρώπησεν ὁ Χριστός. Τοῦτον δὲ τὸν καιρὸν αἰνίττεται καὶ τὸ, Πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου. Ἐν τούτῳ γὰρ ἡ ἐλευθερία τῆς δουλίας τῶν δαιμόνων καὶ τῶν παθῶν γέγονε. Τούτους, οἶμαι, τοὺς εʹ καιροὺς ὑποσημαίνει καὶ ἡ παραβολὴ τοῦ μισθωσαμένου τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· ὃς ἐξῆλθεν ἅμα πρωῒ, καὶ περὶ τρίτην ὥραν καὶ ἕκτην καὶ ἐννάτην καὶ ἑνδεκάτην, καθ᾽ ἣν ἐμισθώσατο τὰ ἔθνη Χριστὸς κεκλημένα πρὸς ἐργασίαν τῶν εὐαγγελικῶν ἐντολῶν. Λαμβάνεται μὲν οὖν, ὡς εἴρηται, τὸ πρόβατον ἀπὸ ιʹ τοῦ μηνὸς, καὶ διατηρεῖται μέχρι ιδʹ, ἵνα γνῷς ὅτι ἐφυλάττετο μὲν τὸ κατὰ Χριστὸν μυστήριον ἐν προγνώσει τῆς ἁγίας Τριάδος, ἐξ αὐτῆς ἄρα τῆς τοῦ κόσμου καταβολῆς, ὃς ἦν ὁ πρῶτος καιρός. Ἐτελέσθη δὲ κατὰ τὸν εʹ, ἤτοι τὸν τελευταῖον, καὶ ἐτύθη πρὸς ἑσπέραν, ἔτι τοῦ σκότους τῆς ἀγνοίας καὶ πλάνης κατακεχυμένου τῆς γῆς.

Ἦν δὲ ἡ σελήνη τέσσαρες καὶ δεκάτη τηνικαῦτα, καὶ πληροφαής· ἵνα νοήσῃς ὡς τοῦ σκότους ἄρχων διάβολος πλήρη τὴν οἰκείαν εἶχε δόξαν. Σελήνη γὰρ εἰς ἀρχὴν τέθειται τῆς νυκτὸς, καὶ ὥσπερ τι νόθον φῶς τὴν τοῦ κόσμου σοφίαν ταῖς τῶν πλανωμένων καρδίαις ἐντιθεὶς, πληρεστάτην ἑαυτῷ τὴν δόξαν ἐπραγματεύετο· ἀποθανόντος δὲ τοῦ ἀληθινοῦ ἀμνοῦ δι᾽ ἡμᾶς, ἤρξατο καταλύεσθαι τὸ τοιοῦτον ἐκείνου φῶς. Ἀπολήγειν γὰρ ἐκ τότε τὴν σελήνην ἀνάγκη, καὶ δαπανᾶσθαι τὸ ταύτης φῶς. Καὶ τοῦτο ἦν ἄρα τὸ ἐν Ψαλμοῖς ᾀδόμενον, «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.» Ἀνέτειλε γὰρ ἐν ταῖς ἡμέραις Χριστοῦ δικαιοσύνη τε καὶ εἰρήνη, καὶ ὁ τῆς νυκτὸς ἄρχων ἀντανῃρέθη. Ὡς γὰρ ἀνελὼν τὸν ἄνθρωπον, ἀντανῃρέθη παρὰ Χριστοῦ. Λαμβάνεται δὲ ἑκάστον πρόβατον κατ᾽ οἰκίας. Δεῖ γὰρ ἑκάστῳ τὸν Χριστὸν ὅλον ἐνοικίζεσθαι. Οἱ δὲ μὴ δυνάμενοι καθ᾽ ἑαυτοὺς τὸν Χριστὸν λαμβάνειν, καὶ δι᾽ ἑαυτῶν συνιέναι τὸ κατὰ Χριστὸν μυστήριον, δι᾽ ἀσθένειαν καὶ πενίαν διανοίας, ποιοῦνται κοινωνοὺς καὶ τοὺς γείτονας, ἤτοι τοὺς ὁμοπίστους, ἵνα δι᾽ ἀλλήλων εἰς μείζους θεωρίας ἀναταθῶσιν. Ἔστω δὲ, φησὶ, τὸ πρόβατον τέλειον· τέλειος γὰρ ὁ Χριστὸς ἔν τε θεότητι καὶ ἀνθρωπότητι.

Ἀλλὰ καὶ ἄρσεν· αὐτὸς γάρ ἐστιν ὁ πᾶσιν ἡμῖν ἐντιθεὶς τῆς θεογνωσίας τὰ σπέρματα· ἀλλὰ καὶ ἐνιαύσιον, ἵνα καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐπιτελῆται τὸ πάσχα. Λαμβάνεται δὲ ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων, ὡς Θεολόγος ἡρμήνευσε. Χρίονται δὲ τῷ αἵματι οἱ σταθμοὶ καὶ ἡ φλιὰ, τοῦτ᾽ ἔστι τὸ σῶμα. Τοῦτο γὰρ οἰκία τῆς ψυχῆς, καὶ τοῦτο τὴν ἐκ παραβάσεως ἀπελαύνει νέκρωσιν.

Καὶ θύραι δὲ τῆς τοιαύτης οἰκίας αἱ ἐν ἡμῖν αἰσθήσεις· δι᾽ ὧν ταῖς ἁπάντων καρδίαις ἡ τῶν πραγμάτων διακονεῖται ποιότης. Ἐσθίεσθαι δὲ τὰ κρέα προστάττει ταύτῃ τῇ νυκτί· τοῦτ᾽ ἔστι, κατὰ τὸν ἐνεστῶτα αἰῶνα. Νύκτα γὰρ αὐτὸν καὶ Παῦλος ἐκάλεσε, λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν·» ἡμέραν ὀνομάζων τὸν αἰῶνα τὸν μέλλοντα. Ἕως μὲν οὖν ἐσμεν ἐν τῷδε τῷ κόσμῳ, ἐσθίομεν τὴν ἁγίαν τοῦ Χριστοῦ σάρκα διὰ τῆς μεταλήψεως· μεταβαίνοντες δὲ ἐντεῦθεν, τρόπον ἕτερον αὐτοῦ μεταληψόμεθα. Πυρὶ δὲ ὀπτῶντας ἐσθίειν κελεύει τὰ κρέα· δηλαδὴ τῷ πυρὶ τοῦ πνεύματος καὶ τῆς ἀγάπης Χριστοῦ. Ἀλλὰ καὶ ἄρτους ἀζύμους ἐπὶ πικρίδων φαγεῖν· ἤγουν ἀζύμοις καὶ καθαραῖς ἐπιθυμίαις τὴν ἑαυτῶν ψυχὴν ἀποτρέφειν, καὶ ἀμιγέσι φαυλότητος, καὶ προσίεσθαι τὰς ἐκ πειρασμῶν πικρίας. Οὐκ ἔδεσθε δὲ, φησὶν, ἀπ᾽ αὐτῶν ὠμόν. Ἐπὶ γὰρ τὸ ὠμὸν οὐ ῥᾳδίως ἥκει τοῖς ὀδοῦσιν, οὐδ᾽ εἰς πέψιν ἐσθίεται. Ὠμὸν πάντως ἐσθίουσιν οἱ μὴ δι᾽ ἐρεύνης ἀκριβοῦς τὸ κατὰ Χριστὸν μυστήριον καταλεπτύνοντες τοῖς ὀδοῦσι τῆς διανοίας· πυροῦντές τε καὶ δοκιμάζοντες κατὰ τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· «Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.» Κωλύει δὲ ἐσθίειν καὶ ἐψημένον ἐν ὕδατι, τὴν ὑδαρεστέραν καὶ ἐκλελυμένην περὶ αὐτοῦ διάληψιν οὐ καλὴν ἔσεσθαι τροφὴν ὑποφαίνων.

Κεφαλὴν δὲ πάλιν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις ἐπιτάττει φαγεῖν, ἵνα ὅλη δι᾽ ὅλου τοῦ κατὰ Χριστὸν μυστηρίου ταῖς διανοίαις ἡμῶν ἡ γνῶσις. Εἴη δ᾽ ἂν κεφαλὴ μὲν ἡ ἀρχὴ τοῦ μυστηρίου, πόδες δὲ, τὸ τέλος. Ἐνδόσθια δὲ οἱ ἀποῤῥητότεροι καὶ κρυφιωδέστεροι λόγοι. Τὸ δὲ, «Οὐχ ὑπολείψεσθε ἀπ᾽ αὐτῶν τῷ πρωΐ·» παραδηλοῖ τὸ μὴ παραπέμπεσθαι εἰς ἀναβολὴν, τὴν τελείαν περὶ αὐτοῦ γνῶσιν, ἀλλὰ πάσης μεταλαμβάνειν εἰς ὁλόκληρον. Ὀστοῦν δὲ ἀπ᾽ αὐτοῦ οὐ συντρίψετε, διότι ἄβρωτα τοῖς ὀδοῦσι τοῦ νοῦ, οἱ λευκοὶ καὶ κεκρυμμένοι τῆς θεότητος αὐτοῦ λόγοι διὰ τὴν οἰκείαν στεῤῥότητα. Συντρίβουσι δὲ ὅσον τὸ ἐφ᾽ ἑαυτοῖς, οἱ τὰ ὀρθὰ διαστρέφοντες αἱρετικοὶ τῆς θεογνωσίας διδάγματα. Τὰ δὲ καταλιμπανόμενα ἀπ᾽ αὐτοῦ ἕως πρωῒ πυρὶ κατακαίεσθαι κελεύει, δηλῶν ἐντεῦθεν τὸν εἰς τὸν αἰῶνα τὸν μέλλοντα γενησόμενον φωτισμὸν τῶν ὑπολιμπανομένων περὶ αὐτοῦ λόγων ἀδιαγνώστων. Καὶ τὸ μὲν περιεζῶσθαι τὴν ὀσφὺν, γοργότητος ἂν εἴη σύμβολον καὶ νεανικοῦ φρονήματος. «Ζῶσαι γὰρ, φησὶν, ὡς ἀνὴρ τὴν ὀσφύν σου.» Καὶ πάλιν περί τινος διὰ τοῦ προφήτου,» Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ,» ἀντὶ τοῦ, γοργὸς καὶ ἀνδρεῖος ἐν δικαιοσύνῃ. Σημαίνουσι δὲ τὰ μὲν ὑποδήματα, τὴν ἑτοιμότητα τῆς γνώμης εἰς τὸ βαδίζειν πρὸς ὅπερ ἂν βούλοιτο Θεός.

Φησὶ γὰρ καὶ Παῦλος, «Καὶ ὑποδυσάμενος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.» Ἡ δὲ ῥάβδος τὴν ἀντιστηρίζουσαν ἡμᾶς ἐλπίδα, καὶ ἀνέχουσαν πρὸς ὑπομονήν. Τὸ δὲ μετὰ σπουδῆς ἐσθίεσθαι ἀμνὸν, τὸ μὴ νωθρὸν μὴ δὲ παρειμένον ἐν τῇ διαγνώσει τοῦ κατὰ Χριστὸν μυστηρίου. Ἐπάγει δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν ὁρᾶσθαι τοιοῦτον, «Πάσχα, λέγων, ἐστὶ Κυρίῳ,» τοῦτ᾽ ἔστιν, διαβατήριον. Διαβαίνομεν γὰρ ἀπὸ τῆς ἁμαρτίας εἰς τὴν ἀρετήν. Ἐφ᾽ ἑπτὰ δὲ ὅλαις ἡμέραις ἄρτοις ἀζύμοις τρέφεσθαι κελεύει τοὺς τὸν ἱερὸν φαγόντας ἀμνόν. Χρὴ γὰρ καθαραῖς τροφαῖς δογμάτων, καὶ ἀμιγέσι φαυλότητος, ἀποτρέφειν τὴν ἑαυτῶν ψυχὴν τοὺς μεταλαμβάνοντας τοῦ ἀληθινοῦ Ἀμνοῦ, παρ᾽ ὅλον ἑβδοματικὸν τὸν αἰῶνα, τὸν διὰ τῆς ἑβδομάδος μετρούμενον. Ἁγίαν δὲ τὴν πρώτην καὶ τὴν ἑβδόμην καλεῖ· ἅγιος γὰρ ὁ ἐν ἀρχῇ τε χρόνος, καθ᾽ ὃν ἐν παραδείσῳ διῃτᾶτο Ἀδὰμ, καὶ ὁ ἐπ᾽ ἐσχάτων, ὃν ὁ Χριστὸς ἐπιδημήσας ἡγίασεν Περὶ τοῦ Πάσχα, καὶ τῆς Πεντεκοστῆς, καὶ λοιπῶν ἑορτῶν.

Τὸ Πάσχα μὲν σύμβολον ἦν πρακτικῆς φιλοσοφίας, διαβιβαζούσης ἀπὸ τῆς ἁμαρτίας εἰς τὴν ἀρετήν. Ἡ Πεντηκοστὴ δὲ τύπος ἦν τῆς ἐν πνεύματι φυσικῆς θεωρίας προσφερούσης τῷ Θεῷ καθάπερ ἀπαρχὰς θέρους τὰς περὶ τῶν ὄντων εὐσεβεῖς δόξας.

Αἱ δὲ σάλπιγγες, σύμβολον τῆς κηρυττομένης διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐνανθρωπήσεως τοῦ Θεοῦ. Ὁ δὲ Ἱλὲμ, τύπος τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους καταλλαγῆς, ἢν ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ κατώρθωσεν ἐνανθρώπησις. Ἡ δὲ Σκηνοπηγία προχάραγμα ἦν τῆς παγκοσμίου ἐκ νεκρῶν ἀναστάσεως.

Περὶ τοῦ Σαββάτου. Οὐ τὰς ἡμέρας τιμᾶσθαι βουλόμενος ὁ Θεὸς ὑπὸ τῶν ἀνθρώπων, προσέταξε τιμᾶσθαι τὸ Σάββατον, καὶ τὰς ἡμέρας τῶν νεομηνιῶν καὶ τῶν ἑορτῶν· οὕτω γὰρ ἂν ἐπέτρεπε λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· ἀλλὰ συμβολικῶς διὰ τῶν τοιούτων ἡμερῶν ἑαυτὸν τιμᾶσθαι ἐνομοτέθησεν. Αὐτὸς γάρ ἐστι Σάββατον ....... τῶν ἐν σώματι μόχθων τῆς ψυχῆς ἀνάπαυσις, καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις.

Νεομηνία δὲ, ὡς ἀρχὴ τῆς πρώτης κινήσεως τῶν ἀρετῶν. Παρ᾽ αὐτοῦ γὰρ ἔχομεν τὰ σπέρματα τούτων, τῇ καθ᾽ ἡμᾶς φύσει συγκαταβεβλημένα. Ἐπεὶ δὲ διαφόρους οἶδε τὰς ἑορτὰς ὁ νόμος, αὐτὸς πάλιν ὁ Θεός ἐστι Πάσχα μὲν, ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ τῆς ἁμαρτίας κεκρατημένων, καὶ διάβασις ἀπὸ ἁμαρτίας εἰς ἀρετὴν, καὶ ἀπὸ σκότους εἰς φῶς. Πεντηκοστὴ, ὡς ἀπαρχὴ θέρους τῷ Θεῷ* προσεφέροντο. Θέρος δὲ μυστικὸν οἱ γεωργούμενοι διὰ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως, ὧν ἀπαρχὴ αὐτὸς κατὰ τὸ ἀνθρώπινον προσηνέχθη διὰ τοῦ ζωοποιοῦ θανάτου αὐτοῦ. Ἐπεὶ δὲ καὶ σαλπίγγων ἦν ἑορτὴ, καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας, αὐτὸς αὖθίς ἐστι σάλπιγξ μὲν, ὡς ἐνηχῶν ἡμῖν τὰς θείας γνώσεις καὶ τὰς τῶν μυστηρίων ἀποκαλύψεις· ἱλασμὸς δὲ, ὡς γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος, ἵνα ἡμᾶς δι᾽ ἑαυτοῦ καταλλάξῃ τῷ Πατρί. Σκηνοπηγία δὲ ὡς πῆξις τοῦ διαλυομένου σκήνους ἡμῶν· αὐτὸς γὰρ ὄντως ἡ ζωὴ καὶ ἀθανασία τῶν θνητῶν σωμάτων ἡμῶν.

Θέρος ἐστὶ μυστικὸν ἡ τῶν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν καὶ τὴν φυσικὴν θεωρίαν πνευματικωτέρων λόγων συλλογὴ καὶ ἀπόλαυσις. Θέρος θέρους ἐστὶν ἡ μετὰ τὴν τῶν νοητῶν θεωρίαν συλλογὴ καὶ συναγωγὴ τοῦ νοῦ πρὸς τὸν Θεὸν, θεριζομένου μὲν τῇ ἀποδιαιρέσει τῶν ἄλλων πάντων ὅσα μετὰ Θεόν· προσφερομένου δὲ μόνῳ τῷ Θεῷ, τῷ πρὸς μόνον αὐτὸν διηνεκῶς ἀνατείνεσθαι.

Περὶ περιτομῆς. Φυσικὸν ἡ ἀκροβυστία. Πᾶν δὲ φυσικὸν θείας ἔργον δημιουργίας ἐστὶ, καὶ διὰ τοῦτο λίαν καλόν. «Καὶ εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Οὐκοῦν ὁ τοῖς συμβόλοις ἐπιβάλλων τοῦ νόμου, γνώσεται πάντως ὡς οὐ τὴν φύσιν ὁ Θεὸς μετὰ τοσαύτας γενεὰς διορθούμενος, ἐνομοθέτησε περιτέμνεσθαι τὴν ἀκροβυστίαν, ὡς βλαβερὰν ἢ ἀκάθαρτον· ἀλλὰ διὰ τῆς τοιαύτης περιτομῆς ὡς συμβόλου τὴν ἐμπαθῆ τῆς ψυχῆς ἐκέλευσε περιτέμνεσθαι διάθεσιν. Καὶ ἐπεὶ ἡ ἀκροβυστία ἡδυντικοῦ μορίου ἐστὶ περίττωμα, τὴν περιττὴν ἡδονὴν ἀποτίθεσθαι προσέταξε· περιττὴ δὲ ἡδονὴ πᾶσα ἁμαρτία. Λοιπὸν οὖν ὁ μὲν τὴν ἁμαρτίαν φέρων, ἀκρόβυστός ἐστιν, εἰ καὶ περιτέμνεται σωματικῶς· ὁ δὲ ταύτην ἀποθέμενος, περιτετμημένος ἐστὶν, εἰ καὶ τὸ σῶμα φέρει ἀκρόβυστον.

Περιτομή ἐστι μυστικὴ, ἑκούσιος παθῶν περιαίρεσις. Περιτομὴ περιτομῆς ἐστιν ἡ καὶ αὐτῶν τῶν κατ᾽ αἴσθησιν καὶ νοῦν, περὶ τὰ αἰσθητὰ καὶ νοητὰ φυσικῶν ἐνεργειῶν ἀπόθεσις γινομένη διὰ τῆς παρουσίας τοῦ ἁγίου Πνεύματος, τὸ σῶμά τε καὶ τὴν ψυχὴν ὁλικῶς μεταμορφούσης πρὸς τὸ θειότερον Ἡ μὲν τράπεζα τῶν ἄρτων τὴν ἐκ τῆς γῆς τῶν ἡμῖν ἐπιτηδείων ἀνάδοσιν ὑπῃνίττετο, ἢ τὸν ἐνιαυσιαῖον κύκλον, τεσσάρων καιρῶν τροπαῖς μεριζόμενον· ἡ δὲ λυχνία, τὸ ἐκ τῶν ἀστέρων φῶς, ἢ τὴν ἡμέραν· ὅθεν καὶ ζʹ τοὺς φωστῆρας εἶχε, διὰ τὰς ζʹ τῆς ἑβδομάδος ἡμέρας, ἢ τοὺς ζʹ πλανωμένους ἀστέρας.

Ἀλλὰ τοιαῦτα μὲν τὰ τῆς πρώτης σκηνῆς, εἰς σύμβολον τῆς παρούσης καταστάσεως· ὥσπερ τῆς δευτέρας σκηνῆς εἰς σύμβολον τῆς μελλούσης· τὸ μὲν γὰρ θυμιατήριον ἐσήμαινε τὸ κεχαρισμένην εἶναι ταύτην Θεῷ, τὸ δὲ μάννα, τὴν τηνικαῦτα οὐράνιον καὶ πνευματικὴν τροφήν· ἡ δὲ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, τὸ τῆς μελλούσης ἱερωσύνης ἀειθαλές· αἱ δὲ πλάκες τῆς Διαθήκης τὰς πλάκας τῶν καρδιῶν, αἷς ἐνεγράφησαν αἱ ἐντολαὶ τοῦ Θεοῦ. Ὁ δ᾽ ἐν ἅπασι χρυσὸς, τὸ τιμιώτερα τῶν παρόντων εἶναι τὰ μέλλοντα. Τὰ δὲ ἐπὶ τῷ ἱλαστηρίῳ Χερουβὶμ, μίμημα τῶν ἀοράτων λειτουργικῶν δυνάμεων, ὧν ἐν τῷ μέσῳ χρηματίζων ὁ Θεὸς ἐξιλάσκετο. Οἱ μὲν χρυσοῖ κώδωνες ἐδήλουν τὸ τῆς πίστεως καθαρὸν καὶ λαμπρὸν, καὶ εὔηχον ἐν δόγμασι καὶ διδάγμασι· οἱ δὲ ῥοΐσκοι τὸν βίον τοῦ ἱερέως καὶ διδασκάλου. Ὥσπερ γὰρ τῆς μὲν ῥοιᾶς τὸ μὲν φαινόμενον σκληρὸν καὶ στυφὸν, ὁ δ᾽ ἐγκεκρυμμένος καρπὸς ἡδύς· οὕτω καὶ τούτων ὁ βίος κατεσκληκὼς μὲν καὶ δυσπρόσιτος τὸ φαινόμενον. Ἐπειδὰν δὲ ὁ Γεωργὸς ἡμῶν ἀνοίξῃ καὶ φανερώσῃ τὸ ἀπόθετον τούτου κάλλος, τότε γλυκεῖα γίνεται τοῖς ἀπολαύσασιν ἡ μετουσία τῶν ἰδίων καρπῶν.

Ὀσσύβους καλεῖ τὰ ἔξω τῆς χρείας ἀπηρτημένα τοῦ χιτῶνος χάριν κόσμου σφαιροειδῆ ἀπαρτήματα. Δεῖ γὰρ τὸν βίον τοῦ ἱερέως μὴ ταῖς ἐντολαῖς κοσμεῖσθαι μόνον, ἀλλ᾽ ἔχειν τι οἴκοθεν εἰς προσθήκην κόσμου. Καὶ ἐπιθήσεις τῷ λογείῳ τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. Οὐκ ἦν ὅλως τέχνημά τι ἡ δήλωσις καὶ ἡ ἀλήθεια· ἦ γὰρ ἂν εἴρηκε καὶ τὸν τρόπον τῆς κατασκευῆς αὐτῶν· ἀλλὰ μόνον γνῶσις ἦν τις πνευματική· ἐπιτιθέντος Μωσέως τὸ λογεῖον τῷ στήθει τοῦ ἱερέως, συνεισήρχετο νοητῶς ἡ δήλωσις καὶ ἡ ἀλήθεια, θεία τις ἀποκάλυψις οὖσα, καὶ τὴν καρδίαν τοῦ ἱερέως καταφωτίζουσα. Διὸ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ φωτισμοὺς καὶ δήλους ταῦτα ὠνόμασαν· διδασκούσης ἡμᾶς τῆς τοιαύτης διατυπώσεως, ὡς εἰ τις τὸ λογεῖον ἤτοι τὸ ἡγεμονικὸν τῆς ψυχῆς, τὸ διακρῖνον τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καθαρὸν φέροι καὶ λαμπρὸν, καὶ ταῖς ἀρεταῖς καθάπερ λίθοις τιμίοις τοῦτον κατακοσμήσοι, τῶν ἐνθυμημάτων ἀνακυκλουμένων εἰς ἑαυτὰ, καὶ ὥσπερ διπλασιαζομένων, ἵνα μηδὲν ἀβασανίστως ἀπὸ τῆς γλώττης προφέροιτο (τοῦτο γὰρ δηλοῖ τὸ προστετάχθαι διπλοῦν εἶναι τὸ λογεῖον), τότε δὴ, τότε παραπόδας καὶ αὐτομάτως παρέσται τούτῳ ἡ δήλωσις καὶ ἡ ἀλήθεια, τὰς φωτεινὰς ἀποκαλύψεις κομίζουσα.

Τὸ μὲν λογεῖον ἐπετίθετο τῷ στήθει τοῦ ἀρχιερέως, διδάσκον ὅτι χρὴ λόγῳ καταστέλλεσθαι τὸ θυμικὸν αὐτοῦ. Τῷ δὲ λογείῳ ἐπέκειτο ἡ δήλωσις καὶ ἡ ἀλήθεια. Τῷ μὲν γὰρ προφορικῷ λόγῳ πρέπει τὰ τῆς σαφηνείας· τῷ ἐνδιαθέτῳ δὲ τὰ τῆς ἀληθείας.

Ἐπὶ τοῦ στήθους δὲ τοῦ ἱερέως ἦσαν τὰ ὀνόματα τῶν φυλῶν. Ὀφείλει γὰρ ὁ ἱερεὺς ἐν καρδίᾳ καὶ νοῒ φέρειν ἀεὶ τοὺς ὑφ᾽ ἑαυτὸν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν. Τὸ αἷμα τοῦ σφαγιαζομένου χιμάρου ἡγίαζε καὶ τὴν ἔσω σκηνὴν, καὶ τὴν ἔξω, προτυποῦν τὸ αἷμα τῆς τυθείσης σαρκὸς τοῦ Χριστοῦ· ὅπερ ἁγιάζει καὶ τὴν ἔσω ψυχὴν, καὶ τὴν ἔξω σάρκα τῶν πιστευόντων· ἢ τούς τε ἔσω τοῦ Μωσαϊκοῦ νόμου, καὶ τοὺς ἔξω, δηλονότι πιστεύοντας.

Ὁ ἐξ Αἰγύπτου τῆς ἁμαρτίας ἐξερχόμενος νοῦς, ἐπὰν μικρὸν ἀπολειφθῇ τῆς λογικῆς διακρίσεως, ὡς πάλαι τοῦ Μωσέως ὁ Ἰσραὴλ, εἰδωλολατρεῖ. Ῥίψας γὰρ εἰς τὸ πῦρ τῶν παθῶν ὡς μὲν ἐνώτια τοὺς περὶ θεολογίας λόγους· ὡς δὲ περιτραχήλιον κόσμου, τὰ ὀρθὰ κατὰ τὴν φυσικὴν θεωρίαν δόγματα, ὡς δὲ ψέλλια χειρῶν, τὴν ἐνέργειαν τῆς πρακτικῆς ἀρετῆς, ἀποτελεῖ φαντασίαν εἴδωλον ἁμαρτίας, εἶτα λατρεύει τούτῳ διὰ τῆς πράξεως. Ὁ Μωσῆς ἔξω τῆς παρεμβολῆς πηξάμενος τὴν ἑαυτοῦ σκηνὴν, τοῦτ᾽ ἔστιν, ἔξω τῶν ὁρωμένων ἱδρυσάμενος τὴν ἑαυτοῦ γνώμην καὶ διάνοιαν, προσκυνεῖν ἄρχεται τὸν Θεὸν, καὶ εἰς τὸν γνόφον ἐλθὼν, τὸν ἀειδῆ καὶ ἄϋλον τῆς γνώσεως τόπον, ἐκεῖ τελεῖται τὰς ἱερωτάτας μυήσεις.

Ἰδοὺ, φησὶ, τόπος παρ᾽ ἐμοί. Τόπος τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ τις γενόμενος, θεωρίας ἀξιοῦται θείας. Πέτρα δὲ ἡ στεῤῥὰ πίστις· ὀπὴ δὲ αὐτῆς ἡ ἀμυδρὰ δι᾽ αὐτῆς θεωρία. Ὀπίσθια δὲ Θεοῦ, ἡ ἀρχαιογονία τοῦ κόσμου, ἃ μόνος εἶδε Μωσῆς, μόνος τὰ παρελθόντα προφητεύσας. Τρία δὲ εἴδη προφητείας· τὸ τὰ παρελθόντα δηλοῦν, τὸ, τὰ ἐνεστῶτα, τὸ, τὰ μέλλοντα.

Ὥσπερ Μωσῆς ὁ νομοθέτης ἐπὶ τοῦ προσώπου κάλυμμα ἔφερεν· οὕτω καὶ τὰ παρ᾽ αὐτοῦ νομοθετηθέντα κάλυμμα ἔφερε, τὴν ἀσάφειαν. Αἴτιον δὲ καὶ τούτου κἀκείνου τοῦ καλύμματος, ἡ τῶν Ἑβραίων ἀσθένεια, μήτε τὴν αἴγλην τοῦ προσώπου Μωσέως, μήτε τὴν ἀϋλίαν τῶν γεγραμμένων, οἵων τε ὄντων ἰδεῖν, οἷα γεώδη φρονούντων· ἐθησαυρίζετο δὲ ἡμῖν, οἳ καὶ τὸ Χριστοῦ πρόσωπον, οὗ τύπος ἦν ὁ Μωσῆς, χωρὶς ἐπικαλύμματος εἴδομεν, διὰ τῶν ἀποστόλων καὶ διδασκάλων ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, καὶ τὴν τῶν ἀσαφῶν ἀλήθειαν ἔγνωμεν.

Ἀποκαλυφθέντων Μωσῇ τῶν μετὰ Θεὸν δημιουργημάτων, καὶ τῶν περὶ τὴν φύσιν τοῦ Θεοῦ πλεονεκτημάτων· ταῦτα γὰρ ὀπίσθια τοῦ Θεοῦ· καὶ τοῦ τῆς ψυχῆς αὐτοῦ προσώπου δοξασθέντος, ἤτοι τοῦ νοὸς αὐτοῦ φωτισθέντος καὶ λαμπρυνθέντος· ὁ λαὸς οὐκ ἐδύναντο φέρειν τὴν τοιαύτην δόξαν, οὐδ᾽ ἀμέσως ὁμιλεῖν τῇ θεωρίᾳ. Λοιπὸν οὖν καλύμματος ἐδεήθη, λέγω δὴ τῆς παχύτητος τοῦ γράμματος, ἐπισκιαζούσης τὴν λαμπρότητα τῆς θεωρίας τῶν νοημάτων.