Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Θησαυρὸς περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Ανασκευή των αρειανικών θέσεων για τον μόνο αληθινό Θεό

Θεολογικά επιχειρήματα και ερμηνεία του ευαγγελικού χωρίου του Ιωάννη προς αναίρεση των αιρετικών δοξασιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 3

SANCTUS CYRILLUS ALEXANDRINUS. Ex Thesauro de sancta et consubstantiali Trinitate. Κεφάλαιον ΚΖʹ. Εἰς τό· Ἵνα γιγνώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν;

Ἄλλο. Εἰ πάντα διὰ τοῦ ἰδίου Λόγου πεποίηκεν ὁ Πατὴρ, καὶ ἀληθεύει λέγων ὁ μακάριος εὐαγγελιστής· Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν· καὶ πάλιν εἰ πάντα διὰ τῶν προφητῶν εἰρημένα διὰ τοῦ Λόγου λέλεκται, καὶ οὐ δι᾽ ἑτέρου τινὸς, πῶς οὐκ ἄτοπον ἐννοεῖν αὐτὸν καθ᾽ ἑαυτοῦ τὸν τοῦ Θεοῦ Λόγον τοιαύτας ἀφεῖναι φωνάς; Οὐκοῦν πρὸς ἀναίρεσιν τῶν ψευδωνύμων θεῶν τὰ τοιαῦτά φησιν ὁ Θεὸς καὶ Πατὴρ δι᾽ Υἱοῦ;

Ἄλλο εἰς ἀναίρεσιν τοῦ τῶν Ἀρειανῶν δόγματος, περιτρέπον τοῦ ποιήματος τὴν δύναμιν. Λέγων ἑαυτὸν ὁ Πατὴρ ἕνα καὶ μόνον ἀληθινὸν εἶναι Θεὸν, οὐκ ἀνατρέπει τὸ ἐξ αὐτοῦ γεγενῆσθαι τὸν Υἱὸν, καὶ εἶναι Θεὸν ἀληθινὸν, ὥσπερ καὶ αὐτὸς, ἀλλὰ μᾶλλον ἐκεῖνον τῆς θεότητος ἐκβάλλει ὃν ἂν ὑμεῖς ἔξωθεν τῆς οὐσίας αὐτοῦ Θεὸν ἢ υἱὸν ἑαυτοῖς ἐπινοήσητε· οὗτος γὰρ ὄντως οὐκ ἔστιν ἀληθινὸς, ἀλλὰ τῆς προσούσης ὑμῖν ἀμαθίας εὕρημα.

Ἄλλο Ἐὰν ἀληθινὸς καὶ μόνος λέγεται Θεὸς ὁ Πατὴρ, οὐκ εὐλόγως ὁ Υἱὸς τῆς πρὸς αὐτὸν ὁμοιότητος ἐξοικισθήσεται, οὐδὲ τοῦ εἶναι Θεὸς ἀληθινὸς ἐκβληθήσεται. Εἰ γὰρ οὐ ψεύδεται λέγων· Ἐγώ εἰμι ἡ ἀλήθεια, καὶ ἐστὶ νοητῶς τοῦτο ὅπερ ἑαυτὸν εἶναί φησι, πῶς οὐκ ἀναγκαίως τῷ ἀληθινῷ Πατρὶ συγκαταταχθήσεται; καὶ αὐτὸς ὢν ἀλήθεια, οὐκοῦν εἰς ἀναίρεσιν τῶν μὴ κατὰ φύσιν, μηδὲ κατὰ ἀλήθειαν ὄντων ἢ καλουμένων θεῶν· εἴρηται, ἵνα γιγνώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν;

Ἄλλο. Εἰ μόνος ἐστιν ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ὁ δὲ ἐξ αὐτοῦ Λόγος οὐ τοιαύτην ἔχει τὴν φύσιν ὁποίαν ὁ γεννήσας αὐτὸν, ἀλλ᾽ ἔστι γενητῆς οὐσίας, κἂν τὸ ὑπερκεῖσθαι τὰ ἄλλα πάντα ποιήματα δέχηται παρ᾽ ἡμῶν, πῶς ἑτερούσιος ὢν, καὶ οὐκ ἀληθινὸς, ὡς ὑμεῖς φατὲ, ἑαυτὸν συνάπτει τῷ κατὰ ἀλήθειαν ὄντι Θεῷ καὶ σὺν αὐτῷ γνωρίζεσθαι θέλει λέγων· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν; ποῖον γὰρ ἔχει λόγον τὸ κτίσμα, ὃν καθ᾽ ὑμᾶς σὺν τῷ ἀκτίστῳ γνωρίζεσθαι, καὶ τὸ πεποιημένον, τῷ μὴ ποιηθέντι, μηδὲ γεγονότι συγκαταριθμεῖσθαι; Εἰ γὰρ δοίητε τοῦτο κρατεῖν, καὶ οὕτως ἔχειν δύνασθαι, τί κωλύσει καὶ ἕτερόν τι τῶν λογικῶν κτισμάτων τῇ τοιαύτῃ χρήσασθαι φωνῇ; εἰ δὲ οὐδενὸς ἑτέρου φέρεταί τι τοιοῦτον, μόνον δέ ἐστιν Υἱοῦ τὸ ῥῆμα, δῆλόν ἐστιν ὅτι περ οὐχ ἕνα τῶν πάντων ἑαυτὸν εἰδὼς, ἀλλ᾽ αὐτὸ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἴδιον καὶ τῷ γεννήσαντι συγκατέταξε, καὶ σὺν αὐτῷ νοούμενος, καὶ ἡμῖν δέδωκεν εἰδέναι, ὅτι περ εἴη Πατρὸς ἀληθινοῦ γέννημα ἀληθινόν· ὅτι γὰρ ἀληθινός ἐστιν ὁ Υἱὸς, ἄκουε λέγοντος Ἰωάννου· Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστοῦ.