Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Η έξοδος της ψυχής και η τελική κρίση

Η σημασία της ειλικρινούς εξομολογήσεως για την ασφαλή διέλευση της ψυχής κατά τον θάνατο και η εν πυρί δοκιμασία της τελικής κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 10 από 10

Προσέχειν δὲ δεῖ ἀδιαλείπτως τῇ αἰσθήσει τῆς ἐξομολογήσεως, μή που ἄρα ἡ συνείδησις ἡμῶν ψεύσηται ἑαυτὴν ὑπονοήσασα ἀρκούντως ἐξομολογήσασθαι τῷ θεῷ, ὅτι πολὺ κρείττων ἐστὶν ἡ τοῦ θεοῦ κρίσις τῆς ἡμετέρας συνειδήσεως, κἂν μηδὲν ἑαυτῷ τις ἐν πάσῃ σύνοιδεν πληροφορίᾳ, καθὼς ὁ σοφώτατος ἡμᾶς Παῦλος διδάσκει λέγων· Ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. Ἐὰν γὰρ μὴ πρεπόντως καὶ περὶ αὐτῶν ἐξομολογησώμεθα, δειλίαν τινὰ ἄδηλον ἐν τῷ καιρῷ τῆς ἐξόδου ἡμῶν εὑρήσομεν ἐν ἑαυτοῖς. Ἐχρῆν δὲ ἡμᾶς εὔχεσθαι τοὺς ἀγαπῶντας τὸν κύριον ἐκτὸς παντὸς φόβου τότε εὑρίσκεσθαι· ὁ μὲν γὰρ ἐν φόβῳ εὑρισκόμενος τότε ἐλευθερίῳ τρόπῳ τοὺς ταρταρίους οὐ παρελεύσεται ἄρχοντας· συνήγορον γὰρ ἔχουσιν ὥσπερ ἐκεῖνοι τὴν τῆς ψυχῆς δειλίαν τῆς ἑαυτῶν κακίας. Ἡ δὲ ἐν τῇ ἀγάπῃ ἀγαλλιωμένη ψυχὴ τοῦ θεοῦ ἐν τῇ ὥρᾳ τῆς ἀναλύσεως ἐπάνω πασῶν τῶν σκοτεινῶν παρατάξεων σὺν τοῖς ἀγγέλοις τῆς εἰρήνης φέρεται. Ἐπτέρωται γὰρ ὥσπερ τῇ πνευματικῇ ἀγάπῃ ὡς τὸ πλήρωμα ἀνελλιπῶς φέρουσα τοῦ νόμου τὴν ἀγάπην. Διόπερ καὶ ἐν τῇ παρουσίᾳ τοῦ κυρίου μετὰ πάντων τῶν ἁγίων οἱ μετὰ τοιαύτης παρρησίας ἐξιόντες τοῦ βίου ἁρπαγήσονται.

Οἱ δὲ κἂν ἐν βραχεῖ δειλιῶντες ἐν τῷ καιρῷ τοῦ θανάτου ἐν τῇ πάντων τῶν ἄλλων ἀνθρώπων καταλειφθήσονται πληθύι ὡς ὑπὸ κρίσιν ὄντες, ἵνα διὰ τοῦ πυρὸς δοκιμασθέντες τῆς κρίσεως τοὺς κεχρεωστημένους αὐτοῖς κατὰ τὰς αὐτῶν πράξεις ἀπολάβωσι κλήρους παρὰ τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ καὶ βασιλέως Ἰησοῦ Χριστοῦ· ὅτι αὐτός ἐστιν θεὸς τῆς δικαιοσύνης καὶ αὐτοῦ ἐστιν ἐφ’ ἡμᾶς τοὺς ἀγαπῶντας αὐτὸν ὁ πλοῦτος τῆς χρηστότητος τῆς βασιλείας αὐτοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀμήν.