Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Φυσική και πνευματική αγάπη, οράματα και εγκράτεια

Προειδοποιήσεις σχετικά με την αποδοχή οραμάτων και ονείρων, καθώς και οδηγίες για τη νηστεία, τη σωστή στάση έναντι των βρωμάτων και την αποφυγή της πολυποσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 3 από 10

Ἀδύνατον μέντοι ἢ τῆς θείας χρηστότητος ἐν αἰσθήσει γεύσασθαί τινα ἢ τῆς τῶν δαιμόνων πικρίας αἰσθητῶς πειραθῆναι, εἰ μή τις ἑαυτὸν πληροφορήσῃ τὴν μὲν χάριν εἰς τὸ βάθος τοῦ νοῦ κατεσκηνωκέναι, τὰ δὲ πονηρὰ πνεύματα περὶ τὰ μέλη τῆς καρδίας ἐνδιατρίβειν· ὅπερ οὐδέποτε θέλουσι παρὰ ἀνθρώποις πιστευθῆναι οἱ δαίμονες, ἵνα μὴ ὁ νοῦς τοῦτο αὐτὸ εἰδὼς ἀκριβῶς τῇ μνήμῃ τοῦ θεοῦ κατ’ αὐτῶν ὁπλίζηται. {λδʹ.} Ἄλλη ἐστὶν ἡ ἀγάπη τῆς ψυχῆς ἡ φυσικὴ καὶ ἄλλη ἡ ἐκ τοῦ ἁγίου πνεύματος αὐτῇ προσγινομένη. Ἡ μὲν γὰρ ἐκ τῆς ἡμετέρας, ὅτε θέλομεν, συμμέτρως κινεῖται θελήσεως· διόπερ καὶ εὐχερῶς ὑπὸ τῶν πονηρῶν πνευμάτων, ἡνίκα μὴ βίᾳ κρατῶμεν τῆς ἑαυτῶν προαιρέσεως, διαρπάζεται. Ἡ δὲ τοσοῦτον ἐκκαίει τὴν ψυχὴν πρὸς τὴν ἀγάπην τοῦ θεοῦ ὥστε πάντα τὰ τῆς ψυχῆς τότε μέρη τῇ τοῦ θείου πόθου ἀλαλήτως ἐγκολλᾶσθαι χρηστότητι ἐν ἀπείρῳ τινὶ ἁπλότητι διαθέσεως. Ἐγκύμων γὰρ ὥσπερ ὁ νοῦς τότε ὑπὸ τῆς πνευματικῆς ἐνεργείας γινόμενος πηγήν τινα ἀγάπης ἀναβλύζει καὶ χαρᾶς. {λεʹ.} Ὥσπερ ἡ θάλασσα τῷ ἐπιχεομένῳ αὐτῇ ἐλαίῳ, ὅταν ταράττηται, φύσιν ἔχει τοῦ εἴκειν ὑπὸ τῆς αὐτοῦ πιότητος νικωμένης τῆς ζάλης, οὕτω καὶ ἡ ψυχὴ ἡμῶν, ὅταν ὑπὸ τῆς χρηστότητος πιαίνηται τοῦ ἁγίου πνεύματος, ἡδέως γαληνιᾷ.

Χαίρουσα γὰρ ἡττᾶται κατὰ τὸν λέγοντα ἅγιον· Πλὴν τῷ θεῷ ὑποτάγηθι ἡ ψυχή μου, τῇ ἐπισκιαζούσῃ αὐτῇ ἐκείνῃ ἀπαθεῖ καὶ ἀρρήτῳ χρηστότητι. Διὰ τοῦτο οὖν κἂν ὁπόσοι τότε παροξυσμοὶ ὑπὸ τῶν δαιμόνων ἐπιτηδεύωνται κατὰ τῆς ψυχῆς, ἀόργητός τε διαμένει καὶ πάσης ἔμπλεως χαρᾶς. Εἰς ὅπερ τις ἔρχεται ἢ μένει, εἰ τῷ φόβῳ τοῦ θεοῦ τὴν ἑαυτοῦ ψυχὴν ἀπαύστως καθηδύνει.

Τοῖς γὰρ ἀγωνιζομένοις εἶδός τι φέρει ἁγνισμοῦ ὁ φόβος· ὁ γὰρ φόβος, φησίν, τοῦ κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος. {λϛʹ.} Μηδεὶς ἀκούων αἴσθησιν νοὸς ὁρατῶς αὐτῷ τὴν δόξαν τοῦ θεοῦ ὀφθῆναι ἐλπιζέτω. Αἰσθάνεσθαι μὲν γάρ φαμεν, ὅταν καθαρεύῃ τὴν ψυχήν, ἐν ἀρρήτῳ τινι γεύσει τῆς θείας παρακλήσεως, οὐ φαίνεσθαι δὲ αὐτῇ τι τῶν ἀοράτων, ἐπειδὴ νῦν διὰ πίστεως καὶ οὐ διὰ εἴδους, ὡς ὁ μακάριος λέγει Παῦλος, περιπατοῦμεν. Ἐὰν οὖν ὀφθῇ τινι τῶν ἀγωνιζομένων ἢ φῶς ἢ σχῆμά τι πυροειδές, μηδαμῶς καταδεξάσθω τὸ τοιοῦτον ὅραμα. Ἀπάτη γάρ ἐστι φανερὰ τοῦ ἐχθροῦ· ὅπερ πολλοὶ παθόντες ἐξ ἀγνοίας ἐξετράπησαν τῆς ὁδοῦ τῆς ἀληθείας. Ἡμεῖς δὲ ἴσμεν ὅτι, ἐφ’ ὅσον ἐνδημοῦμεν ἐν τῷ φθαρτῷ τούτῳ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ θεοῦ, τοῦτ’ ἔστιν ὁρατῶς ἢ αὐτὸν ἤ τι τῶν ἐπουρανίων αὐτοῦ θαυμάτων ὁρᾶν οὐ δυνάμεθα. {λζʹ.} Οἱ ἐν τῇ ἀγάπῃ τοῦ θεοῦ ἐμφαινόμενοι τῇ ψυχῇ ὄνειροι ὑγιαινούσης ψυχῆς πώς εἰσιν ἀπλανεῖς κατήγοροι. Διόπερ οὔτε ἀπὸ ἑτέρου σχήματος εἰς ἕτερόν τι σχῆμα μεταβάλλονται, οὔτε μὴν πτοοῦσι τὴν αἴσθησιν οὔτε γελῶσιν ἢ στυγνάζουσιν ἀθρόως· ἀλλὰ μετὰ πάσης ἐπιεικείας τῇ ψυχῇ προσεγγίζουσι πνευματικῆς αὐτὴν καταγεμίζοντες θυμηδίας. Ὅθεν καὶ μετὰ τὸ διυπνισθῆναι τὸ σῶμα πολλῷ τῷ πόθῳ ζητεῖ ἡ ψυχὴ τὴν χαρὰν τοῦ ὀνείρου.

Αἱ δὲ τῶν δαιμόνων φαντασίαι διὰ πάντων ἐναντίως ἔχουσιν· οὔτε γὰρ ἐν τῷ αὐτῷ μένουσι σχήματι οὔτε μορφὴν ἐπὶ πολὺ ἀτάραχον ἐπιδείκνυνται. Ὃ γὰρ ἐκ προαιρέσεως μὲν οὐκ ἔχουσιν, ἐκ δὲ τῆς οἰκείας κιχρῶνται μόνον πλάνης, ἀρκεῖν αὐτοῖς ἐπὶ πλεῖστον οὐ δύναται, ἀλλὰ καὶ μεγάλα λέγουσι καὶ ἀπειλοῦσι δὲ πλεῖστα εἰς στρατιωτῶν εἶδος ἑαυτοὺς πολλάκις σχηματίζοντες· ποτὲ δὲ καὶ προσψάλλουσι μετὰ κραυγῆς τῇ ψυχῇ. Ὅθεν ἐπιγινώσκων αὐτοὺς ὁ νοῦς, ὅτε καθαρεύει, πεφαντασμένως διυπνίζει τὸ σῶμα· ἔστι δὲ ὅτε καὶ χαίρει ὡς τὸν δόλον αὐτῶν ἐπιγνῶναι δυνηθείς. Διόπερ ἐν αὐτῷ τῷ ὀνείρῳ πλειστάκις ἐλέγχων αὐτοὺς εἰς ὀργὴν αὐτοὺς μεγάλην κινεῖ.

Πλὴν ἔστιν ὅτε καὶ τὰ χρηστὰ ἐνύπνια χαρὰν μὲν οὐ φέρουσι τῇ ψυχῇ, λύπην δὲ αὐτῇ ἡδεῖαν ἐμποιοῦσι καὶ ἀνάλγητον δάκρυον. Τοῦτο δὲ γίνεται ἐπὶ τῶν εἰς πολλὴν ταπεινοφροσύνην προκοπτόντων. {ληʹ.} Εἰρήκαμεν μὲν ἡμεῖς, ὡς παρὰ τῶν ἐν πείρᾳ γεγονότων ἠκούσαμεν, καλῶν τε καὶ φαύλων ὀνείρων διάκρισιν· ἀρκείτω δὲ ἡμῖν πρὸς ἀρετὴν μεγάλην τὸ μηδεμιᾷ ὅλως πείθεσθαι φαντασίᾳ. Οἱ γὰρ ὄνειροι οὐδὲν ἕτερον ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν ἀλλ’ ἢ εἴδωλα λογισμῶν πλανωμένων ἢ πάλιν, ὡς ἔφην, δαιμόνων ἐμπαίγματα. Ὁπότε κἂν ἐκ τῆς τοῦ θεοῦ ἀγαθότητος καταπεμφθῇ ἡμῖν ὅραμα πώποτε καὶ μὴ αὐτὸ καταδεξώμεθα, οὐκ ἂν ἡμῖν ὁ πολυπόθητος ἡμῶν κύριος ὀργισθῇ διὰ τοῦτο· οἶδε γὰρ ὅτι διὰ τοὺς δόλους τῶν δαιμόνων ἐπὶ τοῦτο ἐρχόμεθα. Ἡ μὲν γὰρ προειρημένη διάκρισις ἀκριβής ἐστιν, συμβαίνει δὲ ἐκ συναρπαγῆς τινος ἀνεπαισθήτου ῥυπωθεῖσαν τὴν ψυχήν, οὗπερ ἐκτὸς οὐδείς, ὡς οἶμαι, εὑρίσκεται, ἀπολέσαι τὸ ἴχνος τῆς ἀκριβοῦς διαγνώσεως καὶ πιστεῦσαι ὡς καλοῖς τοῖς μὴ καλοῖς. {λθʹ.} Ἤτω πρὸς ὑπόδειγμα ἡμῖν τοῦ πράγματος δοῦλος ὑπὸ δεσπότου νύκτωρ καὶ μετὰ πολλὴν ἀποδημίαν πρὸ τῶν περιβόλων τῆς οἰκίας καλούμενος. Ὧιτινι τὴν ἄνοιξιν τῶν θυρῶν δι’ ὅλου ὁ οἰκέτης ἠρνήσατο· ἐδεδίει γὰρ μὴ ὁμοιότης αὐτὸν φωνῆς συναρπάσασα προδότην παρασκευάσῃ γενέσθαι ὧνπερ παρ’ αὐτοῦ πεπίστευτο πραγμάτων.

Ὧιτινι οὐ μόνον οὐκ ὠργίσθη ἡμέρας γενομένης ὁ κύριος αὐτοῦ, ἀλλὰ καὶ πολλῶν ἐπαίνων αὐτὸν ἠξίωσεν, ὅτι καὶ τὴν τοῦ δεσπότου φωνὴν πλάνην εἶναι ἐνόμισεν μὴ θέλων τι τῶν αὐτοῦ ἀπολέσαι χρημάτων. {μʹ.} Ὅτι μὲν ὁ νοῦς, ὅταν ἄρξηται πυκνῶς ὑπὸ τοῦ θείου φωτὸς ἐνεργεῖσθαι, διαφανής τις ὅλος γίνεται, ὥστε τὸ ἑαυτοῦ φῶς αὐτὸν πλουσίως ὁρᾶν, οὐ δεῖ ἀμφιβάλλειν. Τοῦτο γὰρ λόγος γίνεσθαι, ὅταν ἡ δύναμις τῆς ψυχῆς κατακυριεύσῃ τῶν παθῶν. Ὅτι δὲ πᾶν τὸ ἐν σχήματι αὐτῷ φαινόμενον, εἴτε ὡς φῶς, εἴτε ὡς πῦρ, ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεται, ὁ θεσπέσιος ἡμᾶς Παῦλος σαφῶς διδάσκει, εἰς ἄγγελον αὐτὸν φωτὸς λέγων μετασχηματίζεσθαι. Οὐ δεῖ οὖν ἐπὶ ταύτῃ τῇ ἐλπίδι τινὰ τὸν ἀσκητικὸν μετιέναι βίον, ἵνα μὴ ὁ Σατανᾶς ἕτοιμον εὕρῃ τὴν ψυχὴν ἐντεῦθεν εἰς συναρπαγήν, ἀλλ’ ἵνα φθάσωμεν μόνον ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ τῆς καρδίας ἀγαπῆσαι τὸν θεόν, ὅπερ ἐστὶν ἐν ὅλῃ τῇ καρδίᾳ καὶ ἐν ὅλῃ τῇ ψυχῇ καὶ ἐν ὅλῃ τῇ διανοίᾳ. Ὁ γὰρ εἰς τοῦτο ὑπὸ τῆς χάριτος ἐνεργούμενος τοῦ θεοῦ ἀποδημεῖ τοῦ κόσμου, κἂν ἐν τῷ κόσμῳ παρῇ. {μαʹ.} Ἡ ὑπακοὴ πρῶτον ἐν πάσαις ταῖς εἰσαγωγοῖς ἀρεταῖς ὑπάρχειν ἔγνωσται καλόν· ἀθετεῖ γὰρ τέως τὴν οἴησιν, τίκτει δὲ ἡμῖν τὴν ταπεινοφρωσύνην. Ὅθεν εἴσοδος καὶ θύρα γίνεται τοῖς αὐτῆς ἀνεχομένοις ἡδέως τῆς εἰς τὸν θεὸν ἀγάπης.

Ταύτην ἀθετήσας ὁ Ἀδὰμ εἰς τὸν βύθιον ἀπωλίσθησεν τάρταρον· ταύτης ἐρασθεὶς ὁ κύριος τῷ τῆς οἰκονομίας λόγῳ ἄχρι σταυροῦ καὶ θανάτου ὑπήκουσε τῷ ἑαυτοῦ πατρὶ καὶ ταῦτα ἐν οὐδενὶ ὢν ἥττων τῆς αὐτοῦ μεγαλωσύνης, ἵνα τὸ τῆς ἀνθρωπείας παρακοῆς ἔγκλημα διὰ τῆς ἑαυτοῦ ἐκλύσας ὑπακοῆς εἰς τὴν μακαρίαν καὶ διαιωνίζουσαν τοὺς ἐν ὑπακοῇ ζήσαντας ἐπαναγάγοι ζωήν. Πρῶτον οὖν τούτου ἐπιμελεῖσθαι δεῖ τοὺς πρὸς τὴν οἴησιν τοῦ διαβόλου ἀναδεχομένους πάλην· δείξει γὰρ ἡμῖν αὕτη προϊοῦσι πάσας ἀπλανῶς τὰς τρίβους τῶν ἀρετῶν. {μβʹ.} Ἡ ἐγκράτεια κοινόν ἐστι πασῶν τῶν ἀρετῶν ἐπώνυμον· δεῖ οὖν τὸν ἐγκρατευόμενον πάντα ἐγκρατεύεσθαι. Ὥσπερ γὰρ ἀνθρώπου οἱονδήποτε τῶν λεπτοτάτων ἀφαιρεθὲν μελῶν τὸ πᾶν τοῦ ἀνθρώπου, κἂν βραχὺ ᾗ τὸ λεῖπον τοῦ σχήματος, ἄμορφον ἀπεργάζεται, οὕτω καὶ ὁ μιᾶς παραμελῶν ἀρετῆς, ὅλην, ὡς οὐκ οἶδεν, τὴν τῆς ἐγκρατείας ἀφανίζει εὐπρέπειαν.

Ἐχρῆν οὖν μὴ μόνον τὰς σωματικὰς φιλοπονεῖν ἀρετάς, ἀλλὰ καὶ τὰς τὸν ἔνδον ἡμῶν ἄνθρωπον καθαίρειν δυναμένας. Ποῖον γὰρ ὄφελος ἔσται τῷ τὸ σῶμα παρθένον τηρήσαντι, εἰ τὴν ψυχὴν ὑπὸ τοῦ τῆς παρακοῆς μεμοίχευται δαίμονος; ἢ πῶς στεφανωθήσεται ὁ γαστριμαργίας μὲν καὶ πάσης σωματικῆς ἐπιθυμίας φεισάμενος, οἰήσεως δὲ καὶ φιλοδοξίας μὴ ἐπιμελησάμενος μήτε βραχείας ἀνεχόμενος θλίψεως, τῆς τὸ φῶς τῆς δικαιοσύνης μελλούσης ἀντισταθμίζειν πλάστιγγος τοῖς τὰ ἔργα τῆς δικαιοσύνης ἐν πνεύματι διαπραξαμένοις ταπεινώσεως. {μγʹ.} Πάσας μὲν τὰς ἀλόγους ἐπιθυμίας οὕτω δεῖ μελετᾶν μισεῖν τοὺς ἀγωνιζομένους, ὥστε εἰς ἕξιν τὸ πρὸς αὐτὰς μῖσος κτήσασθαι, τὴν δὲ ἐπὶ τῶν βρωμάτων ἐγκράτειαν οὕτως ἐχρῆν διατηρεῖν, ἵνα μὴ εἰς βδέλυξίν τινος αὐτῶν ἔλθῃ τίς ποτε· τοῦτο γὰρ καὶ ἐπικατάρατόν ἐστι καὶ δαιμονιῶδες ὅλον. Οὐ γὰρ ὡς φαύλων αὐτῶν, μὴ γένοιτο, ἀπεχόμεθα, ἀλλ’ ἵνα τῶν πολλῶν καὶ χρηστῶν τροφῶν ἑαυτοὺς ἀποσπῶντες τὰ φλεγμαίνοντα μέρη τῆς σαρκὸς συμμέτρως κολάζωμεν, λοιπὸν δὲ ἵνα καὶ τὸ ἡμέτερον περίσσευμα εἰς οἰκονομίαν ἀρκοῦσαν τοῖς πτωχεύουσι γένηται, ὅπερ ἐστὶν ἀγάπης εἰλικρινοῦς γνώρισμα. {μδʹ.} Τὸ ἀπὸ πάντων τῶν παρατιθεμένων ἢ κιρνωμένων ἐσθίειν καὶ πίνειν εὐχαριστοῦντας τῷ θεῷ οὐδαμῶς τῷ κανόνι τῆς γνώσεως μάχεται· πάντα γὰρ καλὰ λίαν.

Τὸ δὲ τῶν ἡδέων καὶ πολλῶν ἡδέως ἀπέχεσθαι καὶ διακριτικώτατον ὑπάρχει καὶ γνωστικώτερον· οὐκ ἂν δὲ τῶν παρόντων ἡδέων ἡδέως καταφρονήσωμεν, εἰ μὴ τῆς τοῦ θεοῦ γλυκύτητος ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ γευσώμεθα. {μεʹ.} Ὃν τρόπον ὑπὸ πλήθους βρωμάτων βαρούμενον τὸ σῶμα δειλόν τινα καὶ δυσκίνητον τὸν νοῦν ἀπεργάζεται, οὕτως καὶ ἐξατονοῦν ὑπὸ πολλῆς ἐγκρατείας στυγνόν τι καὶ ἀφιλόλογον τὸ θεωρητικὸν τῆς ψυχῆς ἀποτελεῖ μέρος. Δεῖ οὖν πρὸς τὰς τοῦ σώματος κινήσεις καὶ τὰς τροφὰς εὐτρεπίζεσθαι, ἵνα, ὅτε μὲν ὑγιαίνει, κολάζοιτο πρεπόντως, ὅτε δὲ ἀσθενεῖ, πιαίνοιτο μετρίως. Οὐ γὰρ ἀτονεῖν δεῖ τῷ σώματι τὸν ἀγωνιζόμενον, ἀλλ’ ὅσον ἀρκεῖν πρὸς τὸν ἀγῶνα δύνασθαι, ἵνα κἀν τοῖς πόνοις τοῦ σώματος ἡ ψυχὴ πρεπόντως καθαίροιτο. {μϛʹ.} Ὅταν ἡ κενοδοξία μεγάλα φλεγμαίνῃ καθ’ ἡμῶν τὴν ἀδελφῶν τινων ἐπιδημίαν ἢ οἱωνδήποτε ξένων εἰς πρόφασιν τῆς οἰκείας κακίας εὑρίσκουσα, καλὸν τὸ σύμμετρον ἐπιτρέπειν σχολὴν τῇ συνήθει διαίτῃ.

Καὶ γὰρ τὸν δαίμονα ἄπρακτον καὶ μᾶλλον πενθοῦντα τὴν ἐπιχείρησιν ἀποπεμψόμεθα καὶ τὸν θεσμὸν τῆς ἀγάπης ἐγκρίτως πληρώσομεν καὶ τὸ μυστήριον τῆς ἐγκρατείας ἀνεπίδεικτον διὰ τῆς συγκαταβάσεως φυλάξομεν. {μζʹ.} Ἡ νηστεία ἔχει μὲν καθ’ ἑαυτὴν καύχημα, ἀλλ’ οὐ πρὸς θεόν· ἐργαλεῖον γάρ ἐστιν ὥσπερ εἰς σωφροσύνην ῥυθμίζον τοὺς θέλοντας. Οὐ δεῖ οὖν ἐπ’ αὐτῇ μεγάλα φρονεῖν τοὺς τῆς εὐσεβείας ἀγωνιστάς, ἐκδέχεσθαι δὲ μόνον ἐν πίστει τοῦ θεοῦ τὸ πέρας ἡμῶν τοῦ σκοποῦ· οὐδὲ γὰρ οἱ τῶν οἱωνδήποτε τεχνῶν ἐπιστήμονες ἐκ τῶν ἐργαλείων τὸ τοῦ ἐπαγγέλματος ἀποτέλεσμα καυχῶνταί ποτε, ἀλλὰ περιμένει τούτων ἕκαστος τὸ εἶδος τοῦ ἐγχειρήματος, ἵνα ἐξ ἐκείνου τὸ ἀκριβὲς τῆς τέχνης ἐνδείξηται. {μηʹ.} Ὃν τρόπον ἡ γῆ συμμέτρως μὲν ἀρδευομένη καθαρὸν τὸ καταβαλλόμενον εἰς αὐτὴν σπέρμα μετὰ πλείστης προσθήκης ἀνίησιν, ὑπὸ πολλῶν δὲ μεθυσκομένη ὄμβρων ἀκάνθας φέρει μόνον καὶ τριβόλους, οὕτω καὶ ἡ γῆ τῆς καρδίας, ἐὰν μὲν συμμέτρῳ οἴνῳ χρώμεθα, καθαρὰ τὰ φυσικὰ αὐτῆς ἀναδίδωσι σπέρματα καὶ τὰ ἀπὸ τοῦ ἁγίου πνεύματος εἰς αὐτὴν σπειρόμενα εὐθαλῆ λίαν ἀναφέρει καὶ πολύκαρπα, ἐὰν δὲ διάβροχος ὑπὸ τῆς πολυποσίας γένηται, ἀκάνθας ὄντως φέρει τοὺς ἅπαντας αὐτῆς λογισμοὺς καὶ τριβόλους. {μθʹ.}

Ὅταν ὁ νοῦς ἡμῶν τῷ τῆς πολυποσίας ἐννήχηται κύματι, οὐ μόνον τοῖς ὑπὸ τῶν δαιμόνων ἐν τῷ ὕπνῳ σχηματιζομένοις ἐμπαθῶς εἰδώλοις ἐνορᾷ, ἀλλὰ καὶ ἐν ἑαυτῷ ὄψεις τινὰς ἀναπλάττων εὐπρεπεῖς ταῖς ἑαυτοῦ φαντασίαις ὡς ἐρωμέναις τισὶ κέχρηται διαπύρως.

Θερμαινομένων γὰρ τῶν συνουσιαστικῶν ὀργάνων ὑπὸ τῆς τοῦ οἴνου ζέσεως ἀνάγκη πᾶσα παριστᾶν ἑαυτῷ τὸν νοῦν σκιὰν τοῦ πάθους ἐνήδονον. Ἐχρῆν οὖν τῇ συμμετρίᾳ ἡμᾶς κεχρημένους τὴν ἐκ τοῦ πλεονάζοντος διαφεύγειν βλάβην. Ὅταν γὰρ οὐκ ἔχῃ τὴν ὑποσύρουσαν αὐτὸν ὁ νοῦς ἡδονὴν πρὸς τὴν ζωγραφίαν τῆς ἁμαρτίας, ἀφάνταστος ὅλος διαμένει καὶ τὸ κρεῖττον ἀθήλυντος. {νʹ.} Πάντα τὰ κατασκευαστὰ πόματα, ἃ δὴ προπόματα καλοῦσιν οἱ ταύτης τεχνῖται τῆς ἐπινοίας, ὡς ἔοικεν διὰ τὸ ὁδηγεῖν εἰς γαστέρα τὸ πλῆθος τῶν βρωμάτων, οὐ δεῖ μεταδιώκειν τοὺς θέλοντας τὰ οἰδαίνοντα μέρη κολάζειν τοῦ σώματος· οὐ γὰρ μόνον ἡ ποιότης αὐτῶν ἐπιβλαβὴς τοῖς ἀγωνιζομένοις σώμασι γίνεται, ἀλλὰ καὶ αὐτὴ ἡ παράλογος αὐτῶν σύγκρασις πλήττει λίαν τὴν θεοφόρον συνείδησιν. Τί γὰρ ἄρα τὸ λεῖπον τῇ τοῦ οἴνου φύσει, ἵνα διαφόρων ἡδυσμάτων ἐπιμιξίᾳ ἡ τούτου στερρότης θηλύνοιτο; {ναʹ.} Ὁ κύριος ἡμῶν καὶ ταύτης τῆς ἱερᾶς πολιτείας διδάσκαλος Ἰησοῦς Χριστὸς ὄξος ἐν τῷ πάθει παρὰ τῶν ὑπουργούντων τοῖς διαβολικοῖς ἐπιτάγμασι πεπότισται, ἵν’ ὑπογραμμὸν ἡμῖν, ἐμοὶ δοκεῖ, ἐναργῆ καταλείποι τῆς τῶν ἱερῶν ἀγώνων διαθέσεως. Οὐ δεῖ γάρ, φησίν, τοῖς ἡδύνουσι κεχρῆσθαι πόμασιν ἢ βρώμασι τοὺς ἀγωνιζομένους κατὰ τῆς ἁμαρτίας, ἀλλὰ μᾶλλον τοῦ πικροῦ τῆς μάχης μετὰ καρτερίας ἀνέχεσθαι.