Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Υπομονή στις ασθένειες, ακηδία και νοερά προσευχή

Η πνευματική στάση απέναντι στην ασθένεια και τους ιατρούς, η αντιμετώπιση της ακηδίας και οι καρποί της αδιάλειπτης επίκλησης του ονόματος του Ιησού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 4 από 10

Προστεθήτω δὲ καὶ ὕσσωπον τῷ σπόγγῳ τῆς ὕβρεως, ὅπως ἂν τελείως ἐμφέροιτο τῷ ὑποδείγματι τὸ σχῆμα τῆς ἡμῶν καθάρσεως. Τὸ μὲν γὰρ δριμὺ τῶν ἀγώνων ἴδιον, τὸ δὲ καθαριστικὸν πάντως τῆς τελειώσεως. {νβʹ.} Τὸ λουτρῷ παραβάλλειν οὐκ ἄν τις ἁμαρτωλὸν ἢ παράλογον ἀποφαίνοιτο· τὸ δὲ δι’ ἐγκράτειαν καὶ τούτου ἀπέχεσθαι καὶ ἀνδρεῖον λέγω καὶ σωφρονέστατον. Οὔτε γὰρ τὸ σῶμα ἡμῶν ἐκθηλύνει ἡ ἐνήδονος ἐκείνη ὑγρασία οὔτε μὴν εἰς ὑπόμνησιν τῆς γυμνότητος τοῦ Ἀδὰμ τῆς ἀδόξου ἐρχόμεθα, ἵνα καὶ τῶν ἐκείνου φύλλων εἰς τὸ σκεπάσαι τὴν δευτέραν τῆς αἰσχύνης φροντίζωμεν πρόφασιν, οἵ γε μάλιστα ἀπὸ τῆς τοῦ βίου πρὸ βραχέως ἐκπηδήσαντες ἐξωλείας ἁγνείᾳ τοῦ ἑαυτῶν σώματος τῷ κάλλει τῆς σωφροσύνης ἑνωθῆναι ὀφείλομεν. {νγʹ.} Ἰατροὺς μετακαλεῖσθαι ἐν τῷ καιρῷ τῶν νόσων οὐδὲν τὸ κωλύον.

Ἐπειδὴ γὰρ ἔμελλεν ὑπὸ τῆς ἀνθρωπίνης πείρας ποτὲ συλλέγεσθαι ἡ τέχνη, διὰ τοῦτο καὶ προϋπῆρχε τὰ φάρμακα. Πλὴν οὐκ ἐχρῆν εἰς αὐτοὺς τὴν ἐλπίδα ἔχειν τῆς ἰάσεως, ἀλλ’ εἰς τὸν ἀληθινὸν ἡμῶν σωτῆρα καὶ ἰατρὸν Ἰησοῦν Χριστόν. Ταῦτα δὲ λέγω τοῖς ἐν κοινοβίοις ἢ ἐν πόλεσι τὸν σκοπὸν τῆς ἐγκρατείας κατορθοῦσι διὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἐκ τῶν συμβαινουσῶν περιστάσεων ἄπαυστον ἔχειν διὰ τῆς ἀγάπης τὴν ἐνέργειαν τῆς πίστεως, ἄλλως τε καὶ διὰ τὸ μὴ εἰς κενοδοξίαν αὐτοὺς καὶ πειρασμὸν ἐμπίπτειν τοῦ διαβόλου. Ἐξ ὧν τινες αὐτῶν ἰατρῶν μὴ χρῄζειν ἐπὶ πολλῶν ἐπαγγέλλονται. Εἰ δέ τις τὸν ἀναχωρητικὸν βίον ἐν ἐρημοτέροις μεταξὺ δύο ἢ τριῶν ὁμοτρόπων ἀδελφῶν κατορθοῖ τόποις, μόνῳ τῷ κυρίῳ ἑαυτὸν τῷ ἰωμένῳ ἡμῶν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν πίστει προσαγέτω, κἀν ὁποίοις ἂν περιπίπτοι πάθεσιν. Ἔχει γὰρ τῶν νόσων ἱκανὴν μετὰ τὸν κύριον τὴν ἐρημίαν παρήγορον. Ὅθεν οὔτε τῆς ἐνεργείας ὁ τοιοῦτος πένεταί ποτε τῆς πίστεως, ἐπειδὴ μάλιστα οὔτε που ἐνδείξασθαι τὴν ἐκ τῆς ὑπομονῆς εὑρίσκει ἀρετὴν καλῷ τῇ ἐρημίᾳ κεχρημένος παραπετάσματι· διὰ τοῦτο γὰρ ὁ κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ. {νδʹ.}

Ὅταν πρὸς τὰς συμβαινούσας ἡμῖν σωματικὰς ἀνωμαλίας λίαν ἀπεχθανώμεθα, εἰδέναι δεῖ ὅτι ἡ ψυχὴ ἡμῶν ἔτι δεδούλωται ταῖς ἐπιθυμίαις τοῦ σώματος· διόπερ τὰς ὑλώδεις ποθοῦσα εὐπραγίας οὔτε ἀναχωρῆσαι τῶν καλῶν τοῦ βίου βούλεται, ἀλλὰ καὶ ἀσχολίαν μεγάλην ἡγεῖται τὸ μὴ δύνασθαι διὰ τὰς νόσους κεχρῆσθαι τοῖς τοῦ βίου ὡραίοις.

Ἐὰν δὲ εὐχαρίστως τὰς ἐκ τῶν νόσων προσδέχεται ἀνίας, οὐ μακρὰν οὖσα τῶν τῆς ἀπαθείας ὅρων γνωρίζεται· ὅθεν καὶ τὸν θάνατον ὡς πρόφασιν ὄντως ὄντα ζωῆς μᾶλλον ἀληθινῆς τότε μετὰ χαρᾶς ἀπεκδέχεται. {νεʹ.} Οὐκ ἂν ἐπιθυμήσῃ ἡ ψυχὴ χωρισθῆναι τοῦ σώματος, εἰ μὴ ἄποιος αὐτῇ ἡ πρὸς τὸν ἀέρα τοῦτον διάθεσις γένοιτο. Πᾶσαι γὰρ αἱ αἰσθήσεις τοῦ σώματος τῇ πίστει ἀντίκεινται· ἐπειδὴ αἱ μὲν τῶν παρόντων γίνονται, ἡ δὲ τὴν τῶν μελλόντων μόνον ἀγαθῶν ἐπαγγέλλεται πολυτέλειαν. Προσήκει οὖν τὸν ἀγωνιζόμενον μὴ περὶ δένδρων τινῶν εὐκλώνων ἢ συσκίων ἢ πηγῶν καλλιρρόων ἢ λειμώνων ποικίλων ἢ οἴκων εὐπρεπῶν ἢ καὶ περὶ συγγενικῶν συνδιατριβῶν ἐνθυμεῖσθαι πώποτε, μήτε δὲ τῶν πανηγυρικῶν, εἰ τύχοι, μεμνῆσθαι φιλοτιμιῶν, ἀλλὰ κεχρῆσθαι μὲν τοῖς ἀναγκαίοις εὐχαρίστως, ὁδὸν δέ τινα ξένην ἡγεῖσθαι τὸν βίον πάσης σαρκικῆς διαθέσεως ἔρημον. Οὕτω γὰρ ἂν μόνον στενώσαντες ἡμῶν τὴν διάνοιαν εἰς τὸ ἴχνος αὐτὴν ὅλην τῆς αἰωνίου ἐπιστρέψωμεν ὁδοῦ. {νϛʹ.} Ὅτι ἡ βλέψις καὶ ἡ γεῦσις καὶ αἱ λοιπαὶ αἰσθήσεις διαφοροῦσι τὴν μνήμην τῆς καρδίας, ὅταν αὐταῖς ὑπὲρ τὸ μέτρον κεχρήμεθα, πρώτη ἡ Εὔα ἡμῖν ὁμιλεῖ τὸ τοιοῦτο· ἕως μὲν γὰρ ὅτε οὐκ ἀπεῖδεν ἐκείνη εἰς τὸ δένδρον τῆς παραγγελίας ἡδέως, ἐμέμνητο τοῦ θείου ἐπιμελῶς προστάγματος.

Διόπερ καὶ ταῖς πτέρυξιν ἔτι τοῦ θείου ὥσπερ ἐσκέπετο ἔρωτος, ἐντεῦθεν τὴν ἑαυτῆς ἀγνοοῦσα γυμνότητα. Ἐπειδὴ δὲ εἶδε τὸ ξύλον ἡδέως καὶ μετὰ πολλῆς αὐτοῦ ἐπιθυμίας ἥψατο καὶ λοιπὸν τοῦ ἐξ αὐτοῦ καρποῦ μετὰ ἐνεργοῦς τινος ἐγεύσατο ἡδονῆς, εὐθὺς μὲν διηδύνθη πρὸς σωματικὴν συμπλοκὴν ὡς γυμνὴ τῷ πάθει συνάψασα· ὅλην δὲ αὐτῆς τὴν ἐπιθυμίαν εἰς τὴν τῶν παρόντων ἀπόλαυσιν ἔδωκεν, μίξασα διὰ τὸ τοῦ καρποῦ ἡδυθανὲς τῷ ἑαυτῆς καὶ τὸν Ἀδὰμ πταίσματι· ὅθεν δυσχερῶς λοιπὸν ὁ ἀνθρώπινος νοῦς μεμνῆσθαι τοῦ θεοῦ δύναται ἢ τῶν αὐτοῦ ἐντολῶν. Ἡμεῖς οὖν εἰς τὸ βάθος ἀεὶ τῆς καρδίας ἡμῶν ἀφορῶντες μετὰ μνήμης ἀπαύστου τοῦ θεοῦ ὡς πηροὶ τὰς ὄψεις τῷ φιλαπατεῶνι τούτῳ ἐνδιάγωμεν βίῳ. Φιλοσοφίας γὰρ ὄντως πνευματικῆς ἴδιον ἄπτερον ἀεὶ τὸν ἔρωτα διαφυλάττειν τῶν ὄψεων. Τοῦτο δὲ καὶ ὁ πολυπειρότατος Ἰὼβ διδάσκει ἡμᾶς λέγων· Εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου. Οὕτως ἀκροτάτης ἐγκρατείας ὑπάρχει ἡ ὑπόθεσις γνώρισμα. {νζʹ.} Ὁ ἐνδημῶν ἀεὶ τῇ ἑαυτοῦ καρδίᾳ ἐκδημεῖ πάντως τῶν ὡραίων τοῦ βίου· πνεύματι γὰρ περιπατῶν τὰς τῆς σαρκὸς ἐπιθυμίας εἰδέναι οὐ δύναται.

Ἐπειδὴ λοιπὸν ἐν τῷ φρουρίῳ τῶν ἀρετῶν τοὺς περιπάτους ὁ τοιοῦτος ποιεῖται, αὐτὰς ὥσπερ τὰς ἀρετὰς πυλωροὺς ἔχων τοῦ τῆς ἁγνείας πολίσματος· διὸ δὴ καὶ ἄπρακτοι λοιπὸν αἱ τῶν δαιμόνων τότε ἐπ’ αὐτῷ γίνονται μηχαναί, κἂν ἄχρι τῶν θυρίδων τῆς φύσεως τὰ τοῦ πανδήμου ἔρωτος καταφθάσωσί πως βέλη. {νηʹ.} Ὅταν μηκέτι τῶν τῆς γῆς ὡραίων ἄρξηται ἐπιθυμεῖν ἡμῶν ἡ ψυχή, τότε ἀκηδιαστής τις τὰ πολλὰ νοῦς αὐτὴν ὑπεισέρχεται μήτε τῇ διακονίᾳ τοῦ λόγου αὐτὴν συγχωρῶν ἡδέως ὑπηρετεῖν μήτε μὴν τρανὴν ἐπιθυμίαν τῶν μελλόντων αὐτῇ καταλιμπάνων ἀγαθῶν, ἀλλὰ καὶ τὴν πρόσκαιρον ταύτην ὑπερβαλλόντως ἐξαχρειῶν ζωὴν ὡς οὐκ ἔχουσαν ἔργον ἀρετῆς ἄξιον καὶ αὐτὴν δὲ τὴν γνῶσιν ἐξουδενῶν ἢ ὡς καὶ ἄλλοις ἤδη πολλοῖς παρασχεθεῖσαν ἢ μηδὲν τέλειον ἐπαγγελλομένην σημαίνειν ἡμῖν. Τοῦτο δὲ τὸ χλιαρὸν καὶ νωθροποιὸν ἐκφευξόμεθα πάθος, εἰ στενοὺς ἄγαν ὅρους ἐπιστήσομεν ἡμῶν τῇ διανοίᾳ πρὸς μόνην τὴν μνήμην τοῦ θεοῦ ἀφορῶντες· οὕτω γὰρ ἂν μόνον εἰς τὴν ἑαυτοῦ ὁ νοῦς ἐπαναδραμὼν θέρμην τῆς διαφορήσεως ἐκείνης ἀναχωρῆσαι τῆς ἀλόγου δυνήσεται. {νθʹ.} Ἀπαιτεῖ ἡμᾶς πάντως ὁ νοῦς, ὅταν αὐτοῦ πάσας τὰς διεξόδους τῇ μνήμῃ ἀποφράξωμεν τοῦ θεοῦ, ἔργον ὀφεῖλον αὐτοῦ πληροφορεῖν τὴν ἐντρέχειαν. Δεῖ οὖν αὐτῷ διδόναι τὸ κύριε Ἰησοῦ μόνον εἰς ὁλόκληρον πραγματείαν τοῦ σκοποῦ.

Οὐδεὶς γάρ, φησίν, λέγει κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. Ἀλλ’ οὕτω στενῶς τὸ ῥητὸν διὰ παντὸς ἐν τοῖς ἑαυτοῦ ταμιείοις θεωρείτω, ἵνα μὴ εἰς φαντασίας ἐκτρέποιτό τινας.

Ὅσοι γὰρ τοῦτο τὸ ἅγιον καὶ ἔνδοξον ὄνομα ἐν τῷ βάθει αὐτῶν μελετῶσιν ἀπαύστως τῆς καρδίας, οὗτοι καὶ τὸ φῶς αὐτῶν τοῦ νοῦ δύνανται ὁρᾶν ποτε. Στενῇ γὰρ μερίμνῃ ὑπὸ τῆς διανοίας κρατούμενον πάντα τὸν ἐπιπολάζοντα ῥύπον ἐν τῇ ψυχῇ ἐν αἰσθήσει ἱκανῇ καταφλέγει· καὶ γάρ· Ὁ θεὸς ἡμῶν, φησίν, πῦρ καταναλίσκον. Ὅθεν εἰς ἀγάπην λοιπὸν πολλὴν τὴν ψυχὴν τῆς ἑαυτοῦ δόξης προσκαλεῖται ὁ κύριος. Ἐγχρονίζον γὰρ τὸ ἔνδοξον ἐκεῖνο καὶ πολυπόθητον ὄνομα διὰ τῆς μνήμης τοῦ νοῦ τῇ θέρμῃ τῆς καρδίας, ἕξιν ἡμῖν πάντως τοῦ ἀγαπᾶν τὴν αὐτοῦ ἀγαθότητα μηδενὸς ὄντος λοιπὸν τοῦ ἐμποδίζοντος ἐμποιεῖ. Οὗτος γάρ ἐστιν ὁ μαργαρίτης ὁ πολύτιμος, ὅντινα πωλήσας τὴν περιουσίαν αὐτοῦ πᾶσάν τις κτήσασθαι δύναται καὶ ἔχειν ἀνεκλάλητον ἐπὶ τῇ αὐτοῦ εὑρέσει χαράν. {ξʹ.} Ἄλλη ἐστὶν ἡ εἰσαγωγὸς χαρὰ καὶ ἄλλη ἡ τελειοποιός· ἡ μὲν γὰρ φαντασίας οὐχ ὑπάρχει ἄμοιρος, ἡ δὲ ταπεινοφροσύνης ἔχει τὴν δύναμιν· μέσον δὲ τούτων ἐστὶ λύπη θεοφιλὴς καὶ ἀνάλγητον δάκρυον.

Ἐν γὰρ πλήθει ὄντως σοφίας πλῆθος γνώσεως καὶ ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα. Διὰ τοῦτο οὖν δεῖ πρῶτον τῇ εἰσαγωγῷ χαρᾷ πρὸς τοὺς ἀγῶνας προσκληθῆναι τὴν ψυχήν, ἐλεγχθῆναι δὲ αὐτὴν καὶ δοκιμασθῆναι λοιπὸν ὑπὸ τῆς ἀληθείας τοῦ ἁγίου πνεύματος, περί τε ὧν ἔπραξε κακῶν ἢ καὶ ὧν ἔτι πράττει μετεωρισμῶν. Ἐν ἐλεγμοῖς γάρ, φησίν, ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ, ἵνα τῆς θείας αὐτὴν ἐλέγξεως ὥσπερ ἐν χωνευτηρίῳ δοκιμασάσης οὕτως τὴν ἐνέργειαν λάβοι τῆς ἀφαντάστου χαρᾶς ἐν θερμῇ μνήμῃ τοῦ θεοῦ. {ξαʹ.} Ὅταν ὑπὸ ὀργῆς ἡ ψυχὴ ταράττηται ἢ ὑπὸ κραιπάλης θολοῦται ἢ ὑπὸ χαλεπῆς δυσθυμίας ὀχλῆται, οὐ δύναται ὁ νοῦς ἐγκρατής, κἂν ὅπως αὐτόν τις βιάζοιτο, γενέσθαι τῆς τοῦ κυρίου Ἰησοῦ μνήμης.

Ἐσκοτωμένος γὰρ ὅλος ὑπὸ τῆς δεινότητος τῶν παθῶν ἀλλότριος τῆς οἰκείας γίνεται πάντως αἰσθήσεως· διόπερ οὐκ ἔχει ποῦ ἡ ἐπιθυμία τὴν ἑαυτῆς ἐκτυπώσει σφραγίδα ἵνα φέρῃ ἄληστον ὁ νοῦς τὸ εἶδος τῆς μελέτης, σκληρᾶς τῆς μνήμης τῆς διανοίας ἐκ τῆς τῶν παθῶν γινομένης ὠμότητος. Εἰ δὲ τούτων ἐκτὸς ᾖ, κἂν βραχὺ ὑπὸ τῆς λήθης ὑποκλαπῇ τὸ ποθούμενον, εὐθέως πάλιν ὁ νοῦς τῇ οἰκείᾳ ἐντρεχείᾳ χρησάμενος θερμῶς ἐπιλαμβάνεται τοῦ πολυποθήτου ἐκείνου καὶ σωτηρίου θηράματος. Ἔχει γὰρ αὐτὴν τὴν χάριν τότε καὶ συμμελετῶσαν αὐτῇ ἡ ψυχὴ καὶ συγκράζουσαν τὸ κύριε Ἰησοῦ, καθὼς ἂν μήτηρ διδάσκοι καὶ πάλιν συμμελετᾷ τῷ ἑαυτῆς κνωδάλῳ τὸ πάτερ ὄνομα, ἄχρις οὗ εἰς ἕξιν αὐτὸ ἀγάγοι τοῦ ἀντ’ ἄλλης οἱασδηποτοῦν βρεφοπρεποῦς ὁμιλίας τρανῶς τὸν πατέρα, κἂν ὑπνοῖ, καλεῖν. Διὰ τοῦτο ὁ ἀπόστολος λέγει· Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξόμεθα, καθ’ ὃ δεῖ, οὐκ οἴδαμεν, ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ἐπειδὴ γὰρ ἡμεῖς νηπιάζομεν πρὸς τὸ τῆς ἀρετῆς τέλειον, τῆς αὐτοῦ πάντως χρήζομεν βοηθείας, ἵνα ὑπὸ τῆς αὐτοῦ ἀνεκλαλήτου γλυκύτητος τῶν λογισμῶν ἡμῶν πάντων συνεχομένων τε καὶ καθηδυνομένων ἐξ ὅλης διαθέσεως πρὸς τὴν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν κινηθῶμεν μνήμην τε καὶ ἀγάπην.